ΙΟΥΝΙΟΣ ΙΔ΄!!
ΝΗΦΩΝΟΣ ΟΣΙΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μάρτυσιν
Ἐγκρατείας
ὑπόδειγμα, ἀνεδείχθης θαυμάσιε, Νήφων τρισμακάριστε καὶ ἀσκήσεως, ὑπογραμμὸς
ταπεινώσεως, στῦλος ἐπαιρόμενος, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ ἀγνείας συνόμιλος,
ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ καὶ ἀνδρείας, στήλη ἔμψυχος κανών τε, πρὸς
ἀρετὴν ἀκριβέστατος.
Θεωρίας
τῆς κρείττονος, ἐπιβὰς Νήφων Ὅσιε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν
τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν, ὅν
ἱκέτευε, σὺν Μαξίμῳ καλύβας πυρπολοῦντι, τῷ συσκητιώτῃ σου παμμάκαρ, ὑπὲρ τῶν
πίστει τιμώντων σε.
Τὴν
ψυχὴν καὶ τὸ σῶμά σου, ταῖς ἐνθέοις ἐπτέρωσας, ἀρεταὶς πανάριστε καὶ συνόμιλος,
τῶν Ἀσωμάτων γεγένησαι, γηΐνων ἀμέτοχος, ἐνδεικνύμενος τερπνῶν, διὰ πόθον τοῦ
Κτίστου σου, ὅν ἱκέτευε, σὺν Μαξίμὧ, τῷ θείῳ Νήφων μάκαρ, τῷ συσκητιώτῃ σου
φιλτάτῳ, ὑπὲρ τῶν πίστει τιμώντων σε.
Δαψιλῶς
ἐπαινέσωμεν, τὸν πανόσιον Νήφωνα, καὶ ὑποφήτην σήμερον, Ἐλισσαῖον τε· ὑπακοῆς
ὑποδείγματα, λυχνίας τῆς πίστεως, ἰαμάτων τοὺς κρουνούς, ἕναν μὲν πρὸ τῆς
χάριτος· ἄλλον ἕπειτα, τῆς Κυρίου ἐλεύσεως ἐν κόσμῳ, θαυμαστοὺς γὰρ ἀμφοτέρους,
καὶ πρεσβευτὰς πρὸς τὸν Κύριον.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
μοναστὼν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν πατὴρ ἡμῶν Νήφων, διὰ γὰρ σου τὴν
τρίβον, τὴν ὄντως εὐθείαν πορεύεσθαι ἔγνωμεν, μακάριος εἷ τῷ Χριστῷ δουλεύσας,
καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων συνόμιλε, Μαξίμου συμμέτοχε τοῦ ἐν
Ἄθῳ, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Ἀπόστιχα.
Οἶκος τοῦ Εὐφραθᾶ.
Δεῦτε
τῶν μοναστῶν, χορεῖαι κατ’ ἀξίαν, ἐν ἄσμασιν ἐνθέοις, τιμήσωμεν αἰσίως, Μάξιμος
σὺν τῷ Νηφώνι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δένδρον
δαυϊτικῶς, ἐν ταῖς αὐλαῖς Κυρίου, κατάκαρπον ὑπάρχον, ἐξήνθησας ὡραίως, ὦ Νήφων
παμμακάριστε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὗρες
ἐν οὐρανῷ, τὰς ἀμοιβὰς τῶν πόνων, τῶν ἀρετῶν σου πάτερ, καὶ νῦν συνεπαγάλλει,
τοῖς τῶν Ὁσίων τάγμασι.
Δόξα.
Ὅμοιον.
Χαίροις
ὦ ξυνωρίς, πανόλβιε καὶ θεία, χαρὰν γὰρ ἐκπληρώσω, τὴν ἄφραστον καὶ θείαν,
Μάξιμε σὺν τῷ Νηφώνι.
Καὶ
νῦν. Θεοτοκίον.
Σκέπη
χριστιανῶν, Ὑπέραγνε Παρθένε, μὴ παύσῃ δυσωποῦσα, μετὰ τῶν Σῶν Ὁσίων, ὑπὲρ
ἀχρείων δούλων Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παθῶν
κατεδούλωσας, σαρκὸς τὸ φρόνημα, τὸ χεῖρον ὑπέταξας, πάτερ τῷ κρείττονι, Νήφων
θεσπέσιε θῦτα, ἔθραυσας τῶν δαιμόνων τὴν ὀφρὺν ἐν ἀσκήσει, ἔλλαμψας ἐν τῷ Ἄθῳ,
ὥσπερ ἥλιος ἄλλος, τὴν κτίσιν πᾶσαν δαδουχῶν ξένως τοῖς ἔργοις σου.
Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοὺ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἐνώσει σαρκούμενος, καὶ Σταυρὸν ἐκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄. Καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν
στέμμασι.
Ποῖον
ὑμνωδιῶν ἔπαινον, προσενέγκωμεν τῷ θεοφόρῳ, τῷ ὑπερφυῶς ἐξασκήσαντι, καὶ
ἀγγελικῶς διαλάμψαντι, θεωρίᾳ τε κατ’ ἄμφω καὶ τῇ πράξει· τῷ λύχνῳ, τῷ διαυγῇ
τῆς διακρίσεως· τῇ στάθμῃ, τῶν ἀρετῶν τῇ μεγαλόφρονι· τῷ πολιστῇ τῆς ἐρήμου,
καὶ σὺν Ἀγγέλοις, παῤῥησίαν νῦν πρὸς Χριστοῦ, αἰτοῦντι πᾶσιν ἡμῖν δοθῆναι τὸ
μέγα ἔλεος. [Δις].
Ποίοις
πνευματικοῖς ἄνθεσι, καταστέψωμεν νῦν σὲ τρισμάκαρ; Τὸν αἰθεροδρόμον καὶ ἄϋλον,
καὶ μετὰ σαρκὸς ὑπεράσαρκον, διὰ βίου τε ἀναφανἐντα· τὸν οἶκον, τὦν ἀρετῶν τὸν
ἐκπληρέστατον· τὸ νέκταρ, τὸ διειδὲς τῆς κατανύξεως· τὸν τῆς ἁγνείας κρατῆρα,
χαρισμάτων θείων, τὸν τοῦ Πνεύματος θησαυρόν, ἐξ’ οὗ ἀρυόμενοι, κροτοῦμέν σου
πανήγυριν. [Δις].
Ποίοις
ἀσκητικοῖς ἄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον, τὸν τῆς ἡσυχίας διδάσκαλον, καὶ
τῆς ἐγκρατείας παράδειγμα· τὸ λαμπρὸν τῆς χάριτος δοχεῖον, τὸν πράξει, καὶ
θεωρίᾳ καταστράψαντα· τὸ θαῦμα, τῶν ἐν τῷ Ἄθῳ τὸ καινότατον· τὸ ταπεινώσεως
βάθος· πρεσβευτὴν τῷ ὄντι, τὸν ἀκοίμητον πρὸς Χριστόν, Νήφωνα τὸν θεῖον,
αἰτοῦντα τὸ μέγα ἔλεος.
Δεῦτε
χαρμονικοῖς ἄσμασιν, ἐπαινέσωμεν τὸν θεόφρον, τὸν ἀσκητικοῖς ἀγωνίσμασι, καὶ
μοναδικοῖς τοῖς παλαίσμασι, τὸν ἀντίπαλον καταβαλόντα· τὸ κλέος τῶν ἱερέων καὶ
τὸ καύχημα, τὸν στύλον, τὸν ἀῤἁγῆ καὶ ἀδιάσειστον· τὸν ὀλετῆρα δαιμόνων, καὶ
παθῶν διώκτην, τὸν θερμὸν ἐραστήν, Χριστοῦ τοῦ παρέχοντος, ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος β΄.
Ὅσιε
Πάτερ, ἐν βρέφους τὴν ἀρετὴν ἐξασκήσας ἐπιμελῶς, ὄργανον γέγονας τοῦ Ἁγίου
Πνεύματος, καὶ παρ’ Αὐτοῦ λαβὼν τὰ θεῖα χαρίσματα, ἔπεισας τοὺς ἀνθρώπους
καταφρονεῖν τῶν ἠδέων, νῦν τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ
ἡμῶν τὰς διανοίας, Πάτερ Νήφων θεσπέσιε.
Καὶ
νῦν. Θεοτοκίον.
Παρήλθεν
ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος, οὐκ ἐκαίετο
καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός,
δικαιοσύνης ἀνέτειλεν ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος·
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν· στιχηρὰ ἰδιόμελα. Ἦχος α΄.
Ἀνάστηθι
ἡ σεβασμία τῶν ἱερέων χορεία, τιμῆσαι τὸν ὁμότροπον. Ἐγέρθητι καὶ τῶν μοναστῶν
ἡ πάντιμος συνοδεία, ὑμνῆσαι τὸν μονότροπον. Δεῦρο στῆθι καὶ τῶν Ἀσωμάτων ἡ
οὐράνιος σύναξις, αἰνέσαι τὸν ἰσάγγελον. Ἀγάλλου δὲ καὶ χόρευε, ἅπασα ἡ
Ἐκκλησία, ἑορτάζουσα Νήφωνα τὸν ἀρετώνυμον. Καὶ πάντες ὁμοῦ, ἐν ἐνὶ στόματι καὶ
μιᾷ καρδίᾳ, Χριστῷ ἐκβοήσωμεν. Ἵλαθι μόνε ἡμῖν εὐδιάλακτε, λιταῖς τοῦ
μυστολέκτου σου, ὡς μόνος πολυέλεος.
Ἦχος
β΄.
Τῶν
ἐν βίῳ πραγμάτων, κατεφρόνησας Νήφων Πατὴρ ἡμῶν, ὅτι τὴν ἄνω πολιτείαν
ἐπεπόθησας· πλοῦτον ἐβδελύξω, ἐνδυσάμενος ταπείνωσιν, τρυφὴν ἐμίσησας, καὶ
ἀπεσπάσω τὴν ἐγκράτειαν, ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην· διὸ Πάτερ
Ὅσιε, μνημόνευε καὶ ἡμῶν, ἐν ταῖς ὁσίαις εὐχαῖς σου πρὸς Κύριον.
Ἦχος
γ΄.
Ἀφιερωθεὶς
τῷ Θεῷ ἐκ πρώτης, ὡς ἄλλος Σαμουήλ, Νήφων πατὴρ ἡμῶν, φερωνύμως γέγονας
νηφάλιος, νουνεχής, μοναζόντων εὐκοσμία καὶ εὐπρέπεια, τοῦ Ἁγίου Πνεύματος
καθαρὸν οἰκητήριον· αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε, μετὰ Μαξίμου τὸ μέγα ἔλεος.
Ἦχος
πλ. δ΄.
Εὐφραίνου
Ἄθως, ὁ ἐξανθήσας τοιοῦτον πολιοῦχον, τὸν θαυμασιώτατον Νήφωνα· οὗτος γὰρ τῇ
σοφίᾳ τοῦ Ἁγίου Πνεύματος, καταγλαϊσθείς, πᾶσαν ἄσκησιν τῇ ἐναρέτῳ πολιτεία
αύτοῦ ὑπερηκόντισεν· αὐτὸν καὶ ἡμεῖς μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τῷ
Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως
οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας τοῦ
Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρὶ Μονὴν παρὰ σοὶ
ἐποιήσατο· καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, Νήφων φυτὸν τοῦ Ἄθω
κατάκομον, μετὰ τοῦ σοῦ συσκήνου καὶ ὁμοψύχου Μαξίμου, πρεσβεύσατε ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καί
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν στίχον. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μάρτυσιν.
Ἐγκρατείας
ὑπόδειγμα, ἀνεδείχθης θαυμάσιε, Νήφων τρισμακάριστε καὶ ἀσκήσεως, ὑπογραμμὸς
ταπεινώσεως, στύλος ἐπαιρόμενος, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ ἁγνείας συνόμιλον,
ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ καὶ ἀνδρείας, στήλη ἔμψυχος κανών τε, πρὸς
ἀρετὴν ἀκριβέστατος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Θεωρίας
τῆς κρείττονος, ἐπιβὰς νήφων Ὅσιε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν
τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν, ὅν
ἱκέτευε, σὺν Μαξίμῳ καλύβας πυρπολοῦντι, τῷ συσκήνῳ σου παμμάκαρ, ὑπὲρ τῶν
πίστει τιμώντων σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὴν
ψυχὴν καὶ τὸ σῶμά σου, ταῖς ἐνθέοις ἐπτέρωσας, ἀρεταῖς πανάριστε καὶ συνόμιλος,
τῶν Ἀσωμάτων γεγένησαι, γηΐνων άμέτοχος, ἐνδεικνύμενος τερπνῶν, διὰ πόθον τοῦ
Κτίστου σου, ὅν ἱκέτευε, σὺν Μαξίμῳ τῷ θείω Νήφων μάκαρ, τῷ συσκήνῳ σου
φιλτάτῳ, ὑπὲρ τῶν πίστει τιμώντων σε.
Δόξα.
Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ ὁ ἁγιώνυμος Ἄθως, τὸ ἐνδιαίτημα τῶν Ἁγίων· ἰδοὺ γὰρ ἐν τῇ ἀκρωρείᾳ
σου, ἐξήνθησε φυτὸν ἀμάραντον καὶ ἀείζων, ὁ τρισόσιος Πατὴρ ἡμῶν Νήφων, καὶ
ἐπλήρωσεν εὐωδίας πνευματικῆς πᾶσαν τὴν περίοικον, ἐξανατείλας τὴν τοῦ
Πνεύματος, ζωηρὰν παγκαρπίαν. Διὸ καὶ ἡμεῖς τὰ τέκνα αὐτοῦ, συναχθέντες ἐπὶ τὸ
αὐτό, πνευματικοῖς ἄσμασι τερπνῶς ἀναβοῶμεν, τούτου πρεσβείαις Κύριε, καὶ πάντων
τῶν ἐνταῦθα διαλαμψάντων, φώτισον τὰς ψυχὰς ἡμῶν.
Καί
νῦν. Θεοτοκίον.
Τῶν
ούρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία,
Ἄχραντε Παρθένε σῶσον ἡμᾶς, τοὺς εἰς Σὲ καταγεύγοντας, ὅτι ἐν Σοὶ τὰς ἐλπίδας
μετὰ Θεὸν Θεοτόκε ἀνεθέμεθα.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παθῶν
κατεδούλωσας, σαρκὸς τὸ φρόνημα, τὸ χεῖρον ὑπέταξας, πάτερ τῷ κρείττονι, Νήφων
θεσπέσιε θῦτα, ἔθραυσας τῶν δαιμόνων τὴν ὀφρὺν ἐν ἀσκήσει, ἔλλαμψας ἐν τῷ Ἄθῳ,
ὥσπερ ἥλιος ἄλλος, τὴν κτίσιν πᾶσαν δαδουχῶν ξένως τοῖς ἔργοις σου.
Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοὺ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἐνώσει σαρκούμενος, καὶ Σταυρὸν ἐκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν
ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶν
παθῶν· δι’ ἐγκρατείας καὶ στεῤῥᾶς, ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντα
σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύοντα
τῷ Κυρίῳ.
Δόξα.
Ὅμοιον.
Τοῦ
Ὁσίου Ποιμένος φωνὴν θεόφθογγον, πρὸς τοὺς πατέρας ἐρήμου, ἀκολουθήσας πιστῶς,
οὐ δεόμεθα τινὸς ποτὲ ὡς ἔλεγε. Εἰ μὴ καρδίας ἀδελφοί, τῆς νηφούσης ἐν Χριστῷ,
καὶ ῥῆσιν πρᾶξιν ποιήσας, σὺ προσηύχου ἀδιαλείπτως, καὶ ηὐχαρίστης ἐν παντὶ τῷ
Θεῷ.
Καί
νῦν. Θεοτοκίον.
Τὸ
ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν Σοὶ ἐγνώσθη
ἀληθῶς, ὦ Ἀειπάρθενε· καταπλήττει μου τὸν νοῦν, καἰ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα
Σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετά
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νεκρώσας
τῆς σαρκός, τὰ ἀκάθεκτα πάθη, ἐθέωσας τὸν νοῦν, τρισμακάριστε Νήφων, ζωὴν τὴν
ἀδιάδοχον, καὶ τὸν στέφανον εἴληφας, ὅθεν σήμερον τῶν Μοναζόντων χορεῖαι,
ἑορτάζουσι, τὴν ἀξιόθεον μνήμην, τοῦ Ἄθω ἀγλάϊσμα.
Δόξα.
Ὅμοιον.
Ἀστὴρ
ἐωθινός, τῇ παρούσῃ ἡμέρᾳ, ἀνέτειλε πιστοί, ἐξ ὄρους Ἀγίου, ὁ Νήφων ὁ Ὅσιος,
καὶ φωτίζει τὰ πέρατα, φἐγγε ἅπασαν, Χριστοῦ νομὴν καὶ πυρσεύεις, τῆς ἀσκήσεως
καὶ εὐλαβείας τοὺς τρόπους, τοῖς νήψει διάγουσι.
Καὶ
νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, Σὺ γὰρ πέφυκας, ἀμαρτωλῶν σωτηρία, καὶ
βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους Σου.
Μετά
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχῦ προκατάλαβε.
Τὸν
κόσμον κατέλιπες, Νήφων Πατὴρ ἡμῶν, Σταυρὸν ἀναλαβόμενος ἐπὶ τῶν ὤμων σου, τὸν
Ἄθω κατέλαβες, τοῦτον τῆς Θεοτόκου, τὸν πανάγιον κλῆρον, ἔνθα ἐγκαρτέρησας, ἐπὶ
ἔτεσι πλείστοις, εἴληφας τοῦ βραβείου τῆς ἄνωθεν κλήσεως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ
προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί Σε, καὶ ἀπειλοῦσιν ἡμῖν,
Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ Σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς
ἰσχύει ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ
Στ.: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...
Τῶν
ἐν βίῳ πραγμάτων, κατεφρόνησας Νήφων Πατὴρ ἡμῶν, ὅτι τὴν ἄνω πολιτείαν
ἐπεπόθησας, πλοῦτον ἐβδελύξω, ἐνδυσάμενος ταπείνωσιν, τρυφὴν ἐμίσησας, καὶ
ἐπεσπάσω τὴν ἐγκράτειαν· ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην· διὸ Πατὲρ
Ὅσιε, μνημόνευε καὶ ἡμῶν, ἐν ταῖς ὁσίαις εὐχαῖς σου πρὸς Κύριον.
Ὁ κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ β΄ τοῦ Ἁγίου
εἰς η΄.
Ὁ α΄ κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Νήφωνι δῶρον
Πατρὶ Ἱερεμίας. Ἐν δὲ τοῖς Θεοτοκίοις: Ὁ Πατητᾶς.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Νοῦν τῷ Θεῷ καθιέρωσας
ἄριστα, τριχὸς ἐκ πρώτης σοφέ, τῆς κοσμικῆς πᾶσης, καὶ γεώδους σχέσεως,
καρτερικῶς ἠλόγησας, Ἰσραὴλ δὲ ὡς νέος, παθὼν τὴν Αἴγυπτον ἔφυγες, καὶ τὴν τῶν
πραέων γῆν ἔφθασας.
Τὸν ὅν πάλαι φθονερῶς
ἐξέμεσε, τοῖς Πρωτοπλάστοις ἐχθρός, σὺ νουνεχῶς Πάτερ, καὶ σοφῶς ἐξέκλινας, καὶ
τοῦ Χριστοῦ τοῖς ἴχνεσι, τὸν Σταυρόν σου ἐπ’ ὤμων, ἀράμενος ἠκολούθησας, καὶ
συνεδοξάσθης αἰώνια.
Φωστὴρ ἐφάνης Ναζηραῖος
Ἅγιε, ἐν τῷ Ἄθῳ φαιδρός· τοὺς γὰρ πρὸ σοῦ πάντας, ἀρεταῖς παρήνεγκας, τῶν μετὰ
σὲ δὲ γέγονας, ἀκριβὴς ὑποθήκη, πρὸς τὰ καλὰ καὶ παράκλησις, καὶ κανὼν εὐθὺς
καὶ σωτήριος.
Θεοτοκίον.
Οὐδεὶς ἀνθρώπων ἀφικέσθαι
δύναται, εἰκότως ὕμνων τῶν Σῶν, τὸ γὰρ ἐν Σοὶ θαῦμα, Ἄγγέλοις θαυμάζουσι, καὶ
ἄνθρωποι φορέσαντα, ἐξ ἁγνῶν αἷμάτων Σὲ ἔγνωμεν.
Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχὶς: Νήφωνα θεῖον τῴδε ὑμνῶ αἰνέῳ.
Ἐν δὲ τοῖς Θεοτοκίοις: Ὁ Χαρίτων.
ᾨδὴ
α´. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ναοὺς θείας χάριτος, τοὺς
σὴν πανήγυριν ἄγοντας, γενέσθαι δυσώπησον, Χριστὸν τὸν Κύριον, Νήφων Ὅσιε, κἀμὲ
τὸν σὸν ἱκέτην, εὐχαῖς σου ἐνίσχυσον, τοῦ ἀναμέλψαι σε.
Ἠπείρου τερπνότατον,
ὑπάρχων Ὅσιε βλάστημα, υἱός τε ἐξαίρετος, Ἱερουργοῦ εὐλαβοῦς, σκεῦος γέγονας,
Θεοῦ ἐκλελεγμένον, αὐτὸν προελόμενος ἀπὸ νεότητος.
Φωτὸς ἐνδυσάμενος, τὰ θεία
ὅπλα πανόλβιε, τοῦ σκότους ἀπέῤῥιψας, τὰ ἔργα τὰ πονηρά, καὶ ἐβάδισας, ὡς ἐν
ἡμέρᾳ Πάτερ, σεμνῶς εὐσχημονώς τε τρῖβον τὴν ἔνθεον.
Θεοτοκίον.
Ὁ Λόγος ὁ ἄναρχος, ἀρχὴν
Πανάμωμε εἴληφεν, ἐκ σοῦ σωματούμενος, ἄνευ τροπῆς καὶ φυρμού, καὶ ἀνήγαγεν,
ἡμᾶς εἰς τὴν ἀρχαίαν, πατρίδα δι᾿ ἄμετρον οἶκτον καὶ ἔλεος.
Ωδὴ
γ`. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὤδύνη ὤν ἐκ μητρικῆς,
ἡγιασμένος θεόφρον, πατρικῶς ἀνεγενήθης τῷ Κτίστῃ καὶ οὐράνιον ἐν γῇ, διαγωγὴν
κτησάμενος, κλῆρον πλουτεῖς πατρῶον, τῶν Προτοτόκων ἐν χάριτι.
Ναμάτων θείας ἐκ Γραφῆς,
ταῖς ἀμφοτέραις ἀντλήσας, καὶ καρποὺς ἐκατοστεύοντας μάκαρ, ἐνεγκὼν
πνευματικούς, ἐν διεξόδοις ἔστηκας, ἀειθαλὲς ὡς δένδρον, νῦν τῶν ὑδάτων τοῦ
Πνεύματος.
Ἴνδαλμα Πάτερ καὶ σκιάν,
τὴν κάτω θέμενος δόξαν, μετὰ σώματος ἀπέθου τὸ σῶμα, καὶ τὸν γνόφον διασχών, ὡς
Μωϋσῆς τὸν γήϊνον, πλάκας θεόθεν φέρεις, νόμον ἐχούσης τῆς χάριτος.
Θεοτοκίον.
Πεποικιλμένην ἀρετῶν,
ἱματισμῷ διαχρύσῳ, τοῦ παντὸς ὁ Ποιητὴς κατιδών Σε, ἐπεθύμησε τοῦ Σοῦ,
Δαβιτικῶς Πανάμωμε, κάλλους ἐκ Σῶν αἱμάτων, σάρκα φορέσας ὁ εὔσπλαγχνος.
Ἕτερος.
Τοὺς σοὺς ὑμνολόγους.
Ὠράθης κοσμούμενος θεόφρον,
ποικίλαις ἐνθέοις ἀρεταῖς, καὶ τὰ τοῦ βίου πρόσκαιρα, μισήσας ἐπεπόθησας, κάλλη
τὰ ἐπουράνια, ὡς νουνεχὴς Νήφων ὅσιε.
Νεάζων τὸν κόσμον ἀπηρνήσω,
πρὸς βίον δραμὼν δεκαετὴς θεόφρον τῆς ἀσκήσεως, διὸ καὶ θεῖον τέμενος, τοῦ
παναγίου Πνεύματος, Νήφων πανεύφημε γέγονας.
Ἀσμάτων καὶ ὕμνων Θεοφόρε,
τὰ σὰ πέλει ὄντως ἄξια· Θεὸν γὰρ τοῖς σοῖς μέλεσι, τοῖς ἱεροῖς ἐδόξασας, καὶ
τούτου θύτης γέγονας, καὶ Ἱερεὺς ἐννομώτατος.
Θεοτοκίον.
Χειμάζει με κλύδων
ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν σπλαγχνίσθητι Πανάμωμε, καὶ χεῖρα βοηθείας
μοι, ὡς συμπαθὴς ἐπέκτεινον, ὅπως σωθεὶς μεγαλύνω σε.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀποθέμενος
πᾶσαν σχέσιν ἐπίγειον, τὸ πολίτευμα δὲ σου εἰς οὐρανοὺς ἐσχηκώς, καθυπέταξας
σοφῶς σάρκα τῷ πνεύματι· ὅθεν ἐδόξασε Χριστός, μετ’ Ἀγγέλων σε φαιδρῶν, καὶ γῆν
σοι τὴν τῶν πραέων, ἀναφαίρετον ὥσπερ κλῆρον, Νήφων δωρεῖται πᾶσι νέμων ζωήν.
Δόξα.
Ἐνωτίσω
τὸν λόγον, Σωτῆρος Ὅσιε, γρηγορεῖτε ὡς εἷπε, πάντες προσεύχεσθε, ἐν καρδίᾳ
νουνεχῶς, τοῦτον προσέλαβες, εἰς πειρασμὸν μὴ εἰσελθῶν, τῇ εὐχῇ τοῦ Ἰησοῦ, ἀπέφυγες
πᾶσαν πλάνην, καὶ ἐλλάμψεως ἠξιώθης, ἐν τῇ ψυχῇ σου Νήφων ἔνδοξε.
Καὶ
νῦν. Θεοτοκίον.
Χαῖρε
πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ·
χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν Σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον
Σου.
ᾨδὴ
δ΄. Σὺ μοὺ ἰσχὺς Κύριε.
Δύο ἡμῖν, ἄνωθεν ἀστέρας
ἔδειξεν, ἐν τῷ Ἄθῳ φαιδρῶς διαλάμποντας, ὁ νοητὸς ἥλιος Χριστός· Μάξιμον τὸν
μέγαν, καλύβας τὸν πυρπολήσαντα, καὶ Νήφωνα τὸν θεῖον, τῷ μὲν σώματι δύντας,
ἀπαστράψαντας δὲ τηλαυγέστερον.
Ὥσπερ τρυγών, φεύγουσαν
Πάτερ φιλήσυχος, συναυλίαν οὕτω διετέλεσας, ἐρημικῶς ζῶν ἐν τῶ Χριστῷ, ξένην
νοσσιὰν δὲ τὰ θεῖα εὗρες σκηνώματα, ἐν οἷς τῆς σωφροσύνης, τὰ νοσσία κατέθου,
καὶ τὰς θείας ἀπέλαβες χάριτας.
Ῥήξας δεσμούς, σχέσεως
γηΐνης ἅπαντας, πρὸς τὴν ἄνω τρέχεις καρτερώτατα, ὅλῳ ποδὶ Ἱερουσαλήμ, καὶ πρὸς
τὸ βραβεῖον, τῆς ἄνω κλήσεως Ὅσιε, διὸ καὶ συναγάλλῃ, μετὰ πάντων τῶν Ὁσίων,
εὐφροσύνης τῆς θείας πληρούμενος.
Θεοτοκίον.
Ἅπας ἐν Σοί, φύσεως νόμος
κατήργηται, τῆς γὰρ παρθενίας, ὁ ἐκ Σοῦ ἀνατείλας Χριστός, κλεῖς μὴ διασχών, ἐκ
τῆς Σῆς προῆλθε γαστρός, τηρήσας Σε ἄφθορον, Ἁγνὴ καὶ μετὰ τόκον, εἰς πάντων
σωτηρίον, τῶν βροτῶν ἀληθῶς Θεονύμφευτε.
Ἕτερος.
Ὁ καθήμενος ἐν δόξῃ.
Θεῖον ἐρώτᾳ θεόφρον, ἐν
ψυχῇ σου δεξάμενος, διὰ τῆς μελέτης, τῶν θείων Γραφῶν πόθῳ ἔδραμες, εἰς τὸ
θεῖον Ὄρος Νήφων τὸ τοῦ Ἀθωνος, καὶ κατῴκησας, τοῦ Ὁσίου Πέτρου τὸ σκήνωμα.
Ἐνδιαίτημα ὑπάρχων,
ταπεινώσεως Ὅσιε, προσελθὼν προθύμως, ἐν ὑπακοῇ σαυτὸν δέδωκας, Ἱερωσύνης σου
κρύψας τὸ ἀξίωμα, καὶ τὸ μέγεθος, τῆς ἀρετῆς Νήφων πάνσοφε.
Ἵνα πόθον σου τὸν θεῖον
ἐπαύξησης εἰσεδραμες, εἰς τῆς ἡσυχίας τὸ σεπτὸν σοφὲ ἐργαστήριον τῆς ἑβδομάδος
δὲ ἅπαξ σιτιζόμενος, ἐπεπλήθυνας, τὴν ἐπιῤῥοὴν τῶν δακρύων σου.
Θεοτοκίον.
Ἀποῤῥήτως Θεοτόκε, προελθὼν
ὁ Ὑπέρθεος, ἐκ τῆς σῆς νηδύος Θεὸς σαρκοφόρος ἀνέδειξε, σὲ τὴν ἄσπορως τεκοῦσαν
πάσης κτίσεως, ἀνωτέραν τε καὶ τῶν Χερουβιμ θεονύμφευτε
ᾨδὴ
ε΄. Ἵνα τί μὲ ἀπώσω.
Ὀφθαλμοῖς τοῖς σοῖς ὕπνον,
οὐδὲ τοῖς βλεφάροις Σου νυσταγμὸν δέδωκας, ἕως οὗ τὸ χεῖρον, καθυπέταξας μάκαρ
τῷ κρείττονι, καὶ τῷ ἀκροτάτῳ τῶν ἐφετῶν ἐῤῥύθμισάς σου, τοῦ νόος τὰς κινήσεις
λαμπρότατα.
Νηπιῶδες ὡς βέλος, τὰς τοῦ
ἀρχεκάκου, προσβολὰς διήλεγξας, καὶ τὸ κατ’ εἰκόνα, συντηρήσας ἀλώβητον
γέγονας, ἠσυχίας νόμων, ὑφηγητὴς καὶ θεῖος μύστης, καὶ κανὼν ἀρετῆς
ἀκριβέστατος.
Τετρωθεὶς ὡς ἱέραξ, ἀρετῶν
ὀξυτάταις Ὅσιε πτέρυξι, πονηρῶν πνευμάτων, ὀλεθρίους πτηνοὺς διεσκέδασας· καὶ
πτεροβολήσας, καὶ διασχὼν παθῶν τὴν σχέσιν, πρὸς οὐράνιον ὕψος ἀνέδραμες.
Θεοτοκίον.
Τῆς ἡμῶν σωτηρίας, τὴν
αἰτίαν σωθέντες πάντες δοξάσωμεν, τῇ γὰρ τοῦ Σωτῆρος, ὑπηρέτησας ξένη Θεόνυμφε,
Σὺ οἰκονομίᾳ, ἐν Σοὶ γαστρὶ Παρθένε τοῦτον, ὑπὲρ φύσιν ἀσπόρως βαστάσασα.
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Ὁ νοῦς σου φλεγόμενος,
σεπτῷ τῷ θείῳ ἔρωτι, κάλλει ἐνοπτρίζετο τοῦ Κτίστου· διὸ ἐρήμους Νήφων ἐδίωκες,
βοτάνας ἐσθίων τὰς τῆς γῆς· δόξαν δὲ θεώμενος, τοῦ Θεοῦ ἐκορέννυσο.
Νοήμων καὶ πάνσοφος ἐγένου
θείᾳ χάριτι· διὸ συμβουλῇ τοῦ Προεστῶτος τῆς θεία Λαύρας καθυποκύψας σοφῶς,
βοτάνας ἀπώσω τοῦ φαγεῖν, Νήφων τῆς ἐπάρσεως, ταπεινώσας τὸ φρόνημα.
Τὸν Ὅσιον Μάξιμον, σὺ
ἀνευρὼν πανεύφημε, σύμψυχος αὐτῷ τε καὶ ὁμόφρων ἐγένου Νήφων, καὶ τὰς αὐτοῦ
ἀρετάς, ζηλώσας εἴκότως μιμητής, τούτου ἐχρημάτισας, καὶ τῆς δόξης συμμέτοχος.
Θεοτοκίον.
Ῥητόρων ἡ εὔλαλος γλῶσσα
εἰπεῖν οὐ δύναται, τῆς θεοπλαστίας τοῦ Υἱοῦ σου, τὸ ὑπὲρ φύσιν Κόρη μυστήριον·
ἄγνωστον γὰρ μένει ἀληθῶς, καίπερ γινωσκόμενον καὶ λεγόμενον ἄῤῥητον.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀνοίξας τοὺς θησαυρούς, τῶν
θείων νόμων ἠρεύνησας, τοὺς λίθους τοὺς διαυγεῖς, τοῦ Πνεύματος Ἅγιε, καὶ
τούτους κτησάμενος, ἀρετῶν στεφάνους, τῇ ψυχῇ σου περιέπλεξας.
Τῷ ῥήματι τοῦ Θεοῦ, ὡς ἄρτῳ
μόνῳ τρεφόμενος, τῆς μὴ μενούσης τροφῆς, γενναίως ἠλόγησας, καὶ τῆς παραβάσεως,
τὰς εὐθύνας φεύγεις, ἅς τρυφὴ πάλαι προϋξένησε.
Ῥίψασπις ὥσπερ ὁ πρίν,
στεῤῥὸς ὁπλίτης φαινόμενος, ἀποδιδράσκει τρωθείς, εὐχῶν σου τοῖς βέλεσι, καὶ
νῶτά σοι δίδωσι, διδαχθεὶς ἐκ πείρας, τοῦ Σταυροῦ ἰσχὺν τὴν ἄμαχον.
Θεοτοκίον.
Ἐλέγχθησαν φυσικοί, Παρθένε
νόμοι τῇ χάριτι, τοῦ σαρκωθέντος ἐκ Σοῦ· καὶ ἤρθη ἡ τύραννος βία τοῦ ἀλάστορος,
ὅτι εὐλογίαν τοῖς ἀνθρώποις ἀνατέταλκεν.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Ὠράθης νόσους ἰώμενος,
θεράπων ὡς Θεοῦ Νήφων Ὅσιε· καὶ γὰρ τοὺς κάμνοντας, σοὺς Μαθητὰς ἐθεράπευσας,
ἐκ τῆς λοιμώδους νόσου καὶ παραλύσεως.
Δεινῷ κινδύνῳ ἐμπέπτωκε,
ἀγρεύων Μαθητής σου παρήκοος· ὅθεν τὸ θεῖον σοῦ, ἐπικαλούμενος ὄνομα ταχέως
διεσώθη Νήφων Πατὴρ ἡμῶν.
Ἐμπνεύσει θείᾳ προέβλεπες
πόῤῥω καὶ τὰ μέλλοντα Ὅσιε, ὡς καθαρώτατος, καὶ οὐρανοφρων γενόμενος, καὶ
παλαιοῖς Πατράσιν ἐναμιλλώμενος.
Θεοτοκίον.
Ἱστὸς Ἁγνὴ θεοΰφαντος, Παρθένε
ἐξυφάνθη ταῖς χάρισι τοῦ θείου Πνεύματος, ἐξ ᾖς Θεὸς ἐξυφάνατο, ἐκ σῶν ἁγνῶν
αἱμάτων σαρκὸς τὸ πρόσλημμα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ
ὑπερμάχῳ ἐν δεινοῖς καὶ ἀντιλήπτορι, τῆς μετανοίας τὰς ὁδοὺς πᾶσι γνωρίσαντι,
συνελθόντες μοναζόντων ἡ πληθὺς πᾶσα, ἐγκωμίων ἀναπλέξωμεν τὸν στέφανον, καὶ
Θεῷ χαριστηρίους ὕμνους ἄδοντες, ἀνακράξωμεν· Χαίροις Νήφων Πατὴρ ἡμῶν.
Ὁ
Οἶκος.
Ἄσαρκος
ὤσπερ Πάτερ καὶ ἀσώματος ὤφθης, σὺν ὕλῃ καὶ σαρκὶ καὶ τῇ φύσει· τοὺς γὰρ
ὑπερφυεῖς καὶ λαμπροὺς καὶ γενναίους ἄθλους, θεωρῶν Ἅγιε, ἐξίσταμαι,
ἐκπλήττομαι, καὶ θαυμάζω, βοῶν σοι ταῦτα·
Χαῖρε
δι’ οὗ ὁ Χριστὸς ηὐφράνθη,
χαῖρε
δι’ οὗ Σατὰν ἐπλήγη.
Χαῖρε
ἀρετῶν ὑποθήκη καὶ γνώρισμα,
χαῖρε
πολιτείας ἀρίστης διδάσκαλε.
Χαῖρε
ὕψος τὸ ἀκρότατον ἀνελθῶν τῆς πρακτικῆς,
χαῖρε
βάθος δυσανάβατον, θεωρίας κατιδών.
Χαῖρε
ὅτι θαλάσσας τῶν παθῶν ἀπεδύσω,
χαῖρε
ὅτι τὴν δόξαν τοῦ Χριστοῦ ἐνεδύσω.
Χαῖρε
φωστὴρ τοῦ Ἄθω φαιδρότατε,
χαῖρε
ἀστὴρ ἀστέρων λαμπρότατε.
Χαῖρε
δεικνὺς μετανοίας τὰς τρίβους,
χαῖρε
φυγὼν τοὺς τοῦ βίου θορύβους.
Χαῖρε Νήφων Πατὴρ ἡμῶν.
Συναξάριον.
Τῇ
ΙΔ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Νήφωνος τοῦ Ἀθωνίτου.
Νήφων παρῆλθεν,
ἀρεταῖς νῦν τοὺς πάντες.
Κἂν τοῖς
χρόνοις ἤσκησε νῦν τοῖς ἐσχάτοις.
Τετάρτῃ
δεκάτῃ ἀπέπτη Νήφων βιότοιο.
Νήφων ὁ Νήφων
ἐστιν ἐκ τῶν πραγμάτων·
Νήψει νοὸς
γὰρ διέδραμε τὸν βίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισσαίου.
Ἠλίαν ἵπποι,
τὸν δὲ διπλοῦν Ἠλίαν,
Εἰς οὐρανοὺς
ἀνῆγον ὡς ἵπποι Νόες.
Οὗτος
ἦν υἱὸς Σαφάτ, ἐξ Ἀελμούθ, ἐκ τῆς γῆς Ρουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τέρας· ὅτι
ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσῆ, ἡ ἐκεῖ προσκυνουμένη, ὀξὺ
ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Εἶτα δὲ ὁ Ἱερεὺς διὰ τῶν δήλων, ὅτι
προφήτης ἐτέχθη ἐν Ἱερουσαλὴμ σήμερον, ὃς καθελεῖ τὰ γλυπτά, καὶ συντρίψει τά
χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ Θεὸς διά χειρὸς Ἐλισσαίου τοῦ προφήτου.
Θανὼν δέ, ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστουπόλει. Οὗτος προεφήτευσε περὶ τῆς τοῦ
Κυρίου παρουσίας, καὶ τὰ ὕδατα Ἱεριχώ, ἀτεκνοῦντα καὶ ἁλμυρὰ ὄντα, ἰάσατο·
«Τάδε λέγει Κύριος, εἰπών· ἴαμαι τὰ ὕδατα ταῦτα»· καὶ ἰάθησαν. Ἀλλὰ καὶ νεκροὺς
ἤγειρε· καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθάρισε τῆς λέπρας· καὶ Γιεζή, τὸν
ἑαυτοῦ ὑπηρέτην, λεπρὸν ἐποίησε γενέσθαι, διὰ τὴν φιλαργυρίαν αὐτοῦ, καὶ τὴν
παρακοήν· καὶ νεκρὸς ὤν, νεκρὸν ἤγειρε· καὶ τὰ Ἰορδάνεια ῥεῖθρα τῇ τοῦ Ἠλιοὺ
μηλωτῇ πατάξας διέῤῥηξεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεθοδίου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως.
Μεθόδιον
φωστῆρα τῆς Ἐκκλησίας,
Τὸ τῆς
τελευτῆς σβενύει στυγνὸν νέφος.
Οὗτος
ὁ Ἅγιος τὴν πλάνην τῶν αἱρέσεων καὶ Εἰκονομάχων σοφαῖς ἀποδείξεσι καὶ γραφικαῖς
ῥήσεσι, παντοίως ἀνατρέψας καὶ καθελών, καὶ τὴν ὀρθόδοξον πίστιν ταῖς τοῦ Θεοῦ
Ἐκκλησίαις βραβεύσας, καὶ πολλὰς κακώσεις παθὼν ὑπὸ τῶν αἱρετικῶν, ἐν τῷ
προσκυνεῖν τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας, ἀνεπαύσατο, αἰωνίως λύτρωσιν τῶν
ἀνιαρῶν ἡμῖν ἐξαιτούμενος. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἁγιωτάτῳ οἴκῳ, ἐν
ᾧ τὸ τίμιον αὐτοῦ κατάκειται λείψανον, τῷ ὄντι ἔνδον τῶν Ἁγίων καὶ πανευφήμων
Ἀποστόλων τῶν μεγάλων.
Ὅταν
ὁ Ἅγιος οὗτος Μεθόδιος ἦτον ἐξορισμένος ἀπὸ τὸν Θεόφιλον εἰς τὴν νῆσον τοῦ
Ἀντιγόνου, καὶ κεκλεισμένος μέσα εἰς ἕνα τάφον ὁμοῦ μὲ δύω ληστάς, ἔγραψαν αὐτῷ
Θεόδωρος καὶ Θεοφάνης οἱ Γραπτοὶ δι᾿ ἰαμβικῶν στίχων μὲ ἕναν ψαρᾶν οὗτω:
Τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ Ναίοντι τὴν γῆν καὶ πατοῦντι τὸν πόλον Γραπτοὶ γράφουσι, δέσμιοι τῷ δεσμίῳ.
Τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ Ναίοντι τὴν γῆν καὶ πατοῦντι τὸν πόλον Γραπτοὶ γράφουσι, δέσμιοι τῷ δεσμίῳ.
Πρὸς
ἑκείνους δὲ οὗτος ἀπεκρίθῃ μὲ τὸ αὐτὸ ἱαμβικὸν μέτρον, καὶ μὲ τὸν αὐτὸν ψαρᾶν,
οὕτω γράψας:
Τοὺς
ταῖς Βίβλοισιν Οὐρανῶν κλησιγράφους Καὶ πρὸς πρόσωπα σωφρόνως ἐστιγμένους
Προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους.
Ἐκεῖ
δὲ εἰς τὸν τάφον ἔφερνεν εἷς χριστιανὸς ἔλαιον ἑνὸς ὀβολοῦ, καὶ ἔκαιον εἰς τὴν
κανδήλαν· Μίαν δὲ ἑβδομάδα δὲν ἔφερε λάδι, καὶ ἀνεπλήρωνεν ὁ Θεὸς τὸ ἐλλεῖπον
διὰ τῆς εὐχῆς τοῦ Ἁγίου. Ἀπέθανε δὲ καὶ ὁ ἕνας ληστής, καὶ δὲν εἶχεν προσταγὴν ὁ
Ἅγιος νὰ ἀνοίξῃ τὸν τάφον, καὶ νὰ εὐγάλῃ τὸ σῶμα τοὺ νεκροῦ διὰ νὰ τὸν θάψῃ.
Ὅθεν ὑπέμεινεν ὁ ἀοίδιμος γενναίως τὴν βρόμαν, ὁμοῦ μὲ τὸν ἄλλον ληστήν, ἡ
ὁποία ἦτον μία μεγάλη παιδεία. Φιλόλογος δὲ ὦντας ὁ βασιλεὺς Θεόφιλος, εὑρῆκε
μῖαν ἀπορίαν εἰς βιβλίον, τὴν ὁποῖαν, ἐπειδὴ ὁ Ἰαννὴς καὶ ὁ φιλόσοφος Λέων δὲν
ἐδυνήθησαν νὰ λύσουν, ἐπῆρεν αὐτὴν ἕνας κουβικουλάριος, καὶ μὲ θέλημα τοῦ
βασιλέως ἐπῆγεν εἰς τὸν Ἅγιον διὰ νὰ τὴν λύσῃ. Ὁ δὲ Μεθόδιος εἶπεν αὐτῷ εὐθύς:
Καλὼς ἦλθες ἀδελφὲ κουβικουλάριε Ἰωάννη, οἶδα τίνος χάριν ἐστάλης παρὰ
Θεοφίλου. Ἀλλὰ δός μοι χάρτην καὶ μέλαν. Λαβὼν δὲ ταῦτα ὁ Ἅγιος, ἐν τρισὶ
λύσεσιν ἡρμήνευσε τὴν ἀπορίαν. Ὅθεν εὐλαβηθεὶς αὐτὸν ὁ Θεόφιλος, τὸν ἔφερεν εἰς
τὰ βασίλεια, χωρὶς ὅμως νὰ τὸν συναναστρέφεται. Ὁ δὲ ἕτερος λῃστὴς ἔμεινεν εἰς τὸν
τάφον καὶ ἐθαυματούργει.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου,
Ἐπισκόπου Γορτύνης τῶν Κρητῶν Νήσου.
Εἰ καὶ γέρων
Κύριλλος ἦν Γορτύνης,
Ἡβῶσαν εἶχε
πρὸς ξίφος τὴν καρδίαν.
Οὗτος
ὁ Ἅγιος Κύριλλος, διαπεράσας τὴν ζωήν του ὁσίως καὶ ἀσκητικῶς, ἐχειροτονήθη
Ἐπίσκοπος τῆς ἐν τῇ Κρήτῃ Γορτύνης, κατὰ τὸν ἐξηκοστὸν ὄγδοον χρόνον τῆς ζωῆς
του. Ἀφ᾿ οὗ δὲ ἐκυβέρνησε τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ χρόνους εἰκοσιπέντε,
παρεστάθῃ εἰς τὸν ἡγεμόνα Ἀγειανὸν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ
Μαξιμιανοῦ, ἐν ἔτει 299. Ὅθεν, ἐπειδὴ ἐκήρυττε παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν
ἀληθινόν, διὰ τοῦτο ἐδέθῃ, καὶ ἐῤῥίφθῃ μέσα εἰς πυράν. Ἀλλά, τὰ μὲν δεσμὰ
ἐκάησαν, καὶ τὰ ξύλα ὅλα τῆς πυρᾶς ἔγιναν στάκτη, ὁ δὲ Ἅγιος ἔμεινεν ἄφλεκτος.
Διὰ τοῦτο, τότε μέν, ἀφέθη ἐλεύθερος. Ὕστερον δέ, ἐπειδὴ πολλοὺς Ἕλληνας
επίστρεφεν εἰς τὴν πίστιν τοῦ Χριστοῦ, διὰ τοῦτο ἔλαβε τὴν ἀπόφασιν τοῦ
θανάτου. Βαλόντες λοιπὸν οἱ ὑπηρέται εἰς τὸ στόμα τοῦ Ἁγίου χαλινάρι, τὸν
ἐπεφόρτισαν ἐπάνω εἰς ἕνα ἀμάξι, ἐπειδὴ δὲν ἐδύνετο νὰ περιπατῇ, μὲ τὸ νὰ ἦτον
ἐννενήκοντα τριῶν χρόνων γέρων. Ὅταν δὲ ἔφθασαν εἰς ἕναν τόπον ὀνομαζόμενον
Ῥάξον, ἐκεῖ εστἀθησαν τὰ βόδια τοῦ ἀμαξίου ἀπὸ λόγου των, διότι ἦλθε φωνὴ ἀπὸ
τὸν οὐρανόν, ἡ ὁποία ἐπρόσταξεν, ὅτι ἐκεῖ νὰ σταθῶσιν. Ὅθεν κλίνας τὸν λαιμόν
του ὑποκάτω εἰς τὸ σπαθί, ἀπεκεφαλίσθῃ, καὶ ἔτζι ἔλαβεν ὁ μακάριος διπλοῦς τοὺς
στεφάνους, καὶ ὡς Ἱεράρχης, καὶ ὥς ἀθλητὴς τοὺ Κυρίου.
Σημειοῦμεν
ἐνταῦθα ὅτι παρὰ τῷ Δοσιθέῳ Ἱεροσολύμων φέρεται καὶ ἄλλος Κύριλλος Γορτύνης
Ἱερομάρτυς. Θωμᾶς γὰρ τις ὑποκριθείς, ὅτι εἶναι υἱὸς Κωνσταντίνου Βασιλέως τοῦ
τυφλωθέντος, ἐν ἔτει 780, ἦλθε κατὰ τὴς Κωνσταντινουπόλεως μὲ βοήθειαν διαφόρων
γενῶν, κινήσας ἀπὸ Συρίας, καὶ ἐκράτησεν ὁ πόλεμος ἔτη τρία. Ὅθεν εὑρόντες
ἄδειαν οἱ Σαρακηνοί, ἔλαβον τὴν Σικελίαν, τὴν Καλαβρίαν, καὶ ἄλλους τόπους τὴς
Ἰταλίας· εἰς δὲ τὴν Κρήτην καὶ ἐκατοίκησαν. Ὅθεν ἔκτισαν τὸν Χάνδακα, καὶ
ἐσκλάβωσαν ἐννενήκοντα πόλεις. Κύριλλος δὲ ὁ Γορτύνης πιασθεὶς παρ᾿ αὐτῶν,
ἐπειδὴ οὐκ ἡρνήθῃ τὸν Χριστόν, ἐσφάγῃ ἀπὸ αὐτοῦς. Ἔβρυε δὲ τὸ αἷμα αὐτοῦ μύρον,
ὥστε ὁποῦ ἀπεσπόγγιζον μὲν τὸ αἷμα μὲ σπόγγους, ἀλλὰ τοὺ αἷματος τὸ χρῶμα
ἔμενεν ἀναλλοίωτον.
Τῇ
αύτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ἰουλίττης.
Τὴν Ἰουλίτταν
ἐξάγει τοῦ σαρκίου.
Ὁ σὰρξ δι᾿
ἡμᾶς τοῦ Θεοῦ φανεὶς Λόγος.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Θεοῦ συγκατάβασιν.
Τύγγων ἐνστάζουσα, ἡ γλῶσσα
μέλος ταῖς τῶν ἀνθρώπων ψυχαῖς, πάντας εἷλκε πρὸς γνῶσιν τῶν μυστηρίων τῶν
ἀποκρύφων Θεοῦ, καὶ τῆς σῆς πάντες, ἀγχινοίας ἤρτηντο, τὸ τῶν Πατέρων Θεὸν
ὑμνολογοῦντες.
Ἱδρῶτες τῶν πόνων σου, καὶ
τῶν ἀγώνων τῶν ὑπὲρ φύσιν σοφέ, ὡς εὐῶδες τῷ Κτίστῃ, καὶ θεῖον μύρον
ἀναφανέντες δεκτόν, τὴν βασιλείαν προξενοῦσιν ἔπαθλον, τῶν οὐρανῶν, μετ’
Ἀγγέλων καὶ βραβεῖον.
Ἐσίγησαν πρότερον, πνοαὶ
ἀνέμων, καὶ ἔστησαν ποταμοί, καὶ ἡλίου ὁ δρόμος ἐσχέθη Πάτερ, ἤ τοῖς βλεφάροις
αὐτός, ὕπνον παρέσχες ἕως οὗ τετύχηκας, ὅν ἐκ κοιλίας μητρὸς ἔτρεφες πόθον.
Θεοτοκίον.
Τιτρώσκεται Δέσποινα, ὁ
πάλαι τρώσας τὸν ἀρχηγὸν φθονερῶς, πάντων γένους ἀνθρώπων, καὶ κεῖται πτῶμα,
τὴν οἰκουμένην ὁ πρίν, ὁ κομπάζων πᾶσαν καταλήψεσθαι, ὡς νοσσίαν τῇ χειρί,
κακίας ἀρχηγέτης.
Ἕτερος.
Οὐκ ἐλάτρευσαν.
Ὑπερέβης τοὺς θεσμοὺς Πάτερ
τῆς φύσεως, τῇ ἰσαγγέλῳ σου καὶ οὐρανίῳ ζωῇ, διὸ τὰ παράδοξα, τελεῖν θαυμάσια,
κατηξίωσαι καὶ προορᾷν τὰ πόῤῥωθεν, καὶ τὰ μέλλοντα προλέγειν.
Μετὰ πίστεως καὶ εὐλαβείας
ἔλαιον, τό σοι πεμπόμενον, τετήρηται ἀβλαβές, δεινῶς ὀλισθήσαντος, τοῦ
προσκομίζοντος, εἰ καὶ ἅπαντα, τὰ σκεύη συνετρίβησαν, τοῦτο μόνον διεσώθη.
Νέου πρόοδον, πρὸς ἀρετὴν
προείρηκας καὶ τὸν κακούμενον, κεφαλαλγία δεινὴ εὐχή σου ἰατρευσας, Νήφων
μακάριε· καὶ πλανώμενον, τῇ φαντασίᾳ δαίμονος ἐπανήγαγες ὡσαύτως.
Θεοτοκίον.
Τοῦ θανάτου, νεμομένην
ῥύμην ἔστησας, σεμνὴ τῷ τόκῳ σου, τοὺς δὲ βροτοὺς πρὸς ζωήν, Παρθένε ἀνήγαγες,
τῷ Κτίστῃ μέλποντας· ὑπερύμνητε. Ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἷ.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ῥαστώνης θείας ἔτυχες, τὴν
στενὴν ἀνερχόμενος, καὶ δυσχερεστάτην, βασιλείας ἄνοδον, καὶ φθάσας μακάριε,
τὴν κορυφὴν τὴν τῶν ἀρετῶν, τὸν Δημιουργὸν ἐστηριγμένον εὑρίσκεις, βοῶν σὺν
παῤῥησίᾳ· ἱερεῖς εὐλογεῖτε, λαοὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῇ καρδίᾳ θέμενος,
ἀναβάσεις μακάριε, καὶ τῷ Ποιητῇ διὰ παντὸς ἐνούμενος, ἀνῆλθες ἐκ πράξεως, εἰς
θεωρίαν πνευματικῶς, καὶ τῷ ἀκροτάτῳ ἐφετῶν ἐντυγχάνεις, βοῶν σὺν παῤῥησίᾳ·
ἱερεῖς εὐλογεῖτε, λαοὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μίαν φροντίδα θέμενος, ἐν
ψυχῇ· τὴν ἀνάγουσαν, πρὸς τὸν κατελθόντα, δι’ ἡμᾶς χρηστότητι, τῶν ἄλλων
ἠλόγησας, ὡς μὴ μενόντων καὶ φθαρτῶν, καὶ μετὰ τῆς ὕλης, συναπέθου τὴν ὕλην,
βοῶν σὺν παῤῥησίᾳ· ἱερεῖς εὐλογεῖτε, λαοὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄκουε γῆ οὐράνιον καὶ
καινότατον ἄκουσμα, τὴν τοῦ ἀρχεκάκου, πρὶν βουλὴν ἐδέξατο, γυνὴ καὶ εἰσήγαγε,
τὴν πρώτην ἐν ἀνθρώποις ἀράν, ἀλλ’ ἡ Θεοτόκος, τὴν ἀρὰν ἐκφυγοῦσα, καὶ μείνασα
Παρθένος, ὦ μυστηρίου ξένου, τοῦ ἐκτετελεσμένου.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Ὠράθης ὡς φοῖνιξ ἠνθισμένος
καὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνόμενος, καὶ ὡς δένδρον Ὅσιε θαλλερόν·
κατακαρπόν, ταῖς ἀρεταῖς καὶ λόγοις σου, καὶ θείοις θαύμασι, σκιάζων καὶ
εὐφραίνων ἐν Ἄθῳ, τοὺς σοὶ προσιόντας, ἐν πίστει Νήφων Πάτερ.
Δεινῶς πληγωθεὶς τυφθεὶς
τὸν πόδα, ὁ πίστει πρὸς σὲ φοιτῶν θεῖος Θεόδουλος, ἔξαιμος ἐγένετο· ὅθεν σου τὸ
ὄνομα προσεπικαλεσάμενος τὸ θεῖον Ὅσιε ἰάθη παραχρῆμα δοξάζων, τὸν δεδοξασμένον
Θεὸν ἐν τοῖς Ἁγίοις.
Ἰάσω τὴν λύπην προβιβάσας,
τῆς Λαύρας τὴν προεδρείαν τῷ τοὺς γνώμονας, Ὅσιε κατέχοντι, ἐκδιωκομένῳ τε καὶ
τὴν ἀπελευθέρωσιν ἄλλων ἐδήλωσας· ὠσαύτως καὶ προγνώσεις ἑτέρας, προειπὼν τι
Νήφων ἐδείχθης θεοτρόπος.
Θεοτοκίον.
Ὠράθης ἀγγέλων ὑπέρτερα,
Θεὸν ἀποῤῥήτως σωματώσασα· τοῦτον οὖν ἱκέτευε, Δέσποινα πανάμωμε, δεινῆς ἡμᾶς
κολάσεως ἀπολυτρώσασθαι, καὶ δόξης τῆς ἄφθαρτου καὶ θείας, ὡς μόνος ἐλεήμων
μετόχους ἀνάδειξαι.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἱκέτης πρὸς τὸν Κτίστην
ὑπὲρ ἡμῶν, οὔς ἐνταῦθα ἐφίλεις φιλούμενος, Πάτερ γενοῦ, ἔπεσθαι σοῖς ἴχνεσιν
ἀξιῶν, καὶ τῆς μακαριότητος, ὄντως συμμετέχων ἐν οὐρανοῖς, ἧς ἀπολαύεις χαίρων,
μετὰ τῶν Ἀσωμάτων, οὕς ἐμιμήσω μετὰ σώματος.
Αὐξήσας οἰκονόμος ὡς
ἀγαθός, τὸ δοθὲν ἐκ Κυρίου σοι τάλαντον, Πάτερ σοφῶς, νῦν ἐπὶ πλειόνων ἐν
οὐρανοῖς, τῶν ἀγαθῶν ἠξίωσας, εἰς τὴν ἀκατάληπτον εἰσελθὼν χαρὰν καὶ μακρίαν,
ἀλήκτους εἰς αἰῶνας, μετὰ Ἀγγέλων εὐφραινόμενος.
Σταλάζων ἐκ χειλέων σου
γλυκασμόν, εὐφροσύνης ἁγίας καὶ χάριτος πνευματικῆς, πάντων κατεβάκχευες τὰς
ψυχὰς καὶ των γηΐνων ἔπειθες, Πάτερ ἐπαινίστασθαι καὶ φθαρτῶν, καὶ ὅλους
οὐρανίους ἐποίεις παραδόξως, ὑπογραμμὸς αὐτοῖς προκείμενος.
Θεοτοκίον.
Σταλάζετε τὰ ὄρη νῦν
γλυκασμόν, ποταμοὶ σὺν θαλάσσαις κροτήσατε, ὅτι Θεός, ἄνθρωπος γενόμενος καθ’
ἡμᾶς, ἔν μήτρᾳ Κόρης ὤκησεν, ἄνευ μὲν θελήματος ἀνδρικοῦ· ἐφύλαξε δὲ ταύτην,
Ἁγνὴν καὶ μετὰ τόκον, ἥν ἐπαξίως μεγαλύνομεν.
Ἕτερος.
Ἅπας γηγενής.
Νήφων θεωρέ, βουλῶν τοῦ
Θεοῦ ἡμῶν καὶ γὰρ προέγνωκας, τὴν τοῦ ὁμοψύχου σου, καὶ μακαρίου Μαξίμου
Κοίμησιν· διὸ παραγενόμενος ἐκείνῳ δέδωκας, τελευταῖον, ἀσπασμόν σου Ὅσιε πρὸς
Θεόν, ὂν ἐπόθει ἀπαίροντι.
Ἔξοδον τὴν σήν, προέγνως
σαφέστατα, Νήφων ἀοίδιμε. Ὅθεν καὶ τὸν τάφον σου εὐτρεπισθῆναι Πάτερ
προσέταξας· καὶ δεηθεὶς ἀνέδραμες, πρὸς τὸν ποθούμενον, σου Δεσπότην· ὂν
δυσώπει τεύξασθαι, καὶ ἡμᾶς τῆς αὐτοῦ παραστάσεως.
Ὡς νῦν τῷ Χριστῷ, ἐγγίζων
τρανότερον, καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου μνημονευόντων Νήφων Πατὴρ
ἡμῶν, ἁμαρτιῶν συγχώρησιν ἡμῖν αἰτούμενος, νοσημάτων πάντων ἀπολύτρωσιν, καὶ
Θεοῦ βασιλείας οἰκείωσιν.
Θεοτοκίον.
Νοῦς ἀδυνατεῖ, καὶ πᾶσα
διάνοια, ἰλλιγιᾷ γηγενῶν, σὲ τὴν ὑπερέχουσαν, καὶ τοὺς Ἀγγέλους ἐν ἁγιότητι,
καὶ Σεραφεὶμ ἐπέκεινα, καὶ Χερουβὶμ ἀνυμνειν, Παναγία· ὅθεν εὐφημοῦντες σε, τοῦ
Ἀγγέλου τὸ Χαῖρε κραυγάζομεν.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Ἐν Πνεύματι τῷ ἱερῷ.
Οὐκ
ἔδωκας ὕπνον ποτέ, Νήφων τοῖς ὀφθαλμοῖς σου, οὐδὲ βλεφάροις νυσταγμόν, ἀλλὰ
νήψας ἐν πᾶσι κραυγάζεις ἐκ τῆς ὁδοῦ μέν, ἔξέστιν ἀναύπασιν, ἐκ νήψεως οὐδαμῶς
δέ, διὰ τοῦτο ἑορτήν, συστησάμενοι τερπνῶς, σὴν ἑορτάζομεν μνήμην.
Ἕτερον.
Φῶς ἀναλλοίωτον Λόγε.
Σὲ
πρέσβυν τε καὶ μεσίτην, Νήφων θεσπέσιε θῦτα, κεκτήμεθα θεοφόρε, μονάζοντες οἱ
ἐν Ἄθῳ, πρέσβευε οὖν τῷ Κυρίῳ, ὑπὲρ τῶν τέκνων σου Πάτερ.
Θεοτοκίον.
Ὅμοιον.
Παντάνασσα
Παναγία, Θεοκυῆτορ Παρθένε, σὺν Νήφωνι τῷ Ὁσίῳ, ἱκέτευε τὸν Υἱόν Σου, ὑπὲρ ἡμῶν
τῶν σῶν δούλων, ἵνα ρυσθῶμεν γεένης, καὶ πάσης ἄλλης βασάνου.
Εἰς
τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ΄. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος
ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ κοσμικὴν ἐμίσησας, καὶ σοφῶς ἐξέφυγες,
ἡδυπάθειαν, καὶ προσεχώρησας, καὶ κατεσκήνωσας, τῆς ἁγνείας παλάτιον, Ἄθω τὸν
ἔνθεον, ἔνθα δὴ ἀσκήσας ὡς ἄριστα, δοχεῖον καθαρώτατον, ὤφθης τῆς Τριάδος
πανάριστε· ὅθεν σου τὴν θεῖαν, τελοῦμεν ἑορτὴν χαρμονικῶς, καὶ ἐπαξίως
γεραίρομεν, Νήφων ἱερώτατε.
Ποίους
ὕμνους πλέξω σοι; Ποῖα προσοίσω νῦν Πάτερ; λιγυρά τε ἄσματα καὶ ἐφύμνια; τοῦ
λαμπροῦ βίου σου, ἐπαινῶν Ὅσιε, σοῦ τὰ θεῖα ἐτέλεσας, τὸ σῶμα κατατρύχων σου,
νηστείαις ἀγρυπνίαις καὶ δάκρυσι· ὦ τῆς σῆς ἀγάπης! Καὶ ξένης καρτερίας ἀληθῶς,
ἧς ἐπεδείξω δι’ ἔρωτα, θεῖον παμμακάριστε.
Ἄνω
τὸ πολίτευμα, τὸ τῆς ψυχῆς σου τρισμάκαρ, πρὸς Θεὸν κτησάμενος, καὶ μελέτην
ἄπαυστον διὰ βίου σου, τὴν τέλους ὥραν, ἔχων ἐν καρδίᾳ, καὶ ἀεὶ ὡς
ἐκπληττόμενος, ἐκ βάθους ἔστενες, δάκρυσιν ἀμέτροις διάβροχος, δι’ ὧν τῆς
παρακλήσεως, νῦν τῆς ἀϊδίου ἐπέτυχες, βλέπων τε ἀμέσως, τὸ κάλλος τὸ ἀπόῤῥητον
Θεοῦ, καὶ ταῖς ἐκεῖθεν λαμπρόμενος, θείαις ἐπιλάμψεσι.
Χάρις
ἐκ τῶν ἔνδοθεν, τῶν τῆς ψυχῆς χαρισμάτων, καὶ πειθὼ σειρήνιος τῷ προσώπῳ σου,
ἀεὶ καὶ τοῖς χείλεσιν ἀποκαθημένη, ὡς μαγνήτης πάντας, τοὺς προσβλέποντες σοι
εἵλκυε, θαυμαστῶς Ὅσιε, βαθὸς ταπεινώσεως πάντοτε, καὶ ἄκρον ἱλαρώτατος, οἷς
κατεκοσμήθης θαυμάσει, ὡς ἄγαλμα θεῖον, καὶ ἔμπνους ἀνδρείας παρὰ Θεοῦ, οἱ
ἐπαξίως ἐδόξαζον, τὸν σὲ μεγαλύναντα.
Δόξα.
Ἦχος β΄.
Τὸν
ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ Ἄθω τὸ θεῖον ἄνθος, τὸν ἐν
αὐτῷ ἐξασκήσαντα, μοναστῶν τὸ καύχημα, Νήφωνα τὸν θεῖον τιμήσωμεν· πεφυτευμένος
γὰρ ἐν τῷ κήπῳ τῆς Ἁγνῆς Θεόπαιδος Παρθένου, ἐξήνθησεν ὡς φοῖνιξ, καὶ ὡσεὶ
κέδρος τοῦ Λιβάνου, ἐπλήθυνε τὰς ἀρετὰς ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, αἰτούμενος
καὶ πρεσβεύων μετὰ Μαξίμου τοῦ συσκήνου, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ παντί, καὶ
ἄφεσιν πταισμάτων, καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις
ὁ τῆς νήψεως φρυκτωρὸς, καὶ τῶν ἰαμάτων ὁ ἀστείρευτος ποταμός, Νήφων θεοφόρε,
τοῖς εὐλαβῶς τελοῦσιν, τὴν μνήμην σου παράσχου, νήψεως νάματα.
Τῆς
Ἠπείρου χαῖρε θεῖε βλαστέ, πόλεως Λουκώβης, πολυτίμητε θησαυρέ, Ἄθω δὲ τοῦ
ὄρους, φρουρὲ Νήφων θεόφρον, καὶ Καυσοκαλυβίων σκήτεως ἔρεισμα.
Χαίροις
Ἐκκλησίας θεῖος λαμπτήρ, καὶ τῶν μοναζόντων ἐτοιμότατος ἀρωγός· χαίροις θείας
δόξης, ὁ μέτοχος καὶ μύστης, τῶν ἱερῶν θαυμάτων, ὦ Νήφων ἔνδοξε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου