ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΖ!!
ΑΝΑΣΤΑΣΙΟΣ ΟΣΙΟΣ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν γ’ Στιχηρὰ Προσόμοια
τῆς Ἑορτῆς. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Σήμερον ἐξέλαμψε, φωτοειδὴς ὥσπερ ἥλιος, ὁ Σταυρός σου ὁ τίμιος,
Χριστὲ στηριζόμενος, ἐν Κρανίου τόπῳ, τῷ δεδοξασμένῳ· καὶ ἀνυψούμενος Σωτήρ,
ἐπὶ τὸ ὄρος σου τὸ πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι᾿ αὐτοῦ παντοδύναμε, τὴν
ἡμῶν φύσιν ὕψωσας, οὐρανοῖς ὡς φιλάνθρωπος.
Ἀνήγγειλαν σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε, τοῖς ἀνθρώποις τὴν
δόξαν σου· φαιδρῶς ἐξαστράψας γάρ, τοῦ Σταυροῦ ὁ τύπος, φέγγει ἀπροσίτῳ, τὴν
μανιώδη καὶ σκληράν, τῶν θεοκτόνων γνώμην διήλεγξε· διό σου τὴν φιλάνθρωπον,
οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σταυρὸς ὁ πανάγιος, τὸ ἀκατάλυτον τρόπαιον, ἀπὸ γῆς φανερούμενον,
σήμερον προέρχεται, ὥς περ κεκρυμμένος, θησαυρὸς πλουτίζων, τὴν οἰκουμένην ταῖς
αὐγαῖς, τῆς παγκοσμίου αὐτοῦ χρηστότητος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν
δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
γ’ τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν.
Τί
σε ὀνομάσωμεν Ὅσιε; Μοναστῶν ὑπογραμμόν, καὶ ἰαμάτων αὐτουργόν, ἐγκρατείας
ἀθλητήν, πάθη μαστίξαντα ψυχῆς, πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον, τῆς ἄνω,
μητροπόλεως οἰκήτορα, τῶν ἀρετῶν ἐνδιαίτημα, τοῦ Πνεύματος καταγώγιον· ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί
σε νῦν προσφθέγξομαι Ὅσιε; Τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν
ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν, πλημμύραν, διδαγμάτων θείου Πνεύματος,
φωστῆρα, διακρίσεως ἀκοίμητον, θαυματουργὲ Ἀναστάσιε, Χριστὸν τὸν μόνον
φιλάνθρωπον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Λύχνος
διακρίσεως γέγονας, καταυγάζων τὰς ψυχάς, τῶν προσιόντων σοι πιστῶς, καὶ τὴν
τρίβον τῆς ζωῆς, ὑποδεικνὺς αὐτοῖς σοφέ· διό σε ἐν αἰνέσει μακαρίζομεν,
τελοῦντες, τὴν ἁγίαν σου πανήγυριν, πανεύφημε Ἀναστάσιε, τῶν ἀσκητῶν
ἐγκαλλώπισμα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. β΄.
Τὸ
κατ’ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα, κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς
ἐνστησάμενος, εἰς τὸ καθ’ ὁμοίωσιν, ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τὴν
φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα
δουλῶσαι τῷ Πνεύματι· ὅθεν, μοναζόντων ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου,
εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος. Καὶ νῦν ἐν οὐρανιῖς, τῶν
ἐσόπτρων λυθέντων μακάριε, καθαρῶς ἐποπτεύεις τὴν Ἁγίαν Τριάδα, ἐντυγχάνων
ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι᾿ οὗ
τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ δὲ κτίσις σήμερον,
ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾿
ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς
ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς,
καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος β΄.
Ὁ μόνος ἐν ἁγίοις
ἀναπαυόμενος Θεός, τὴν ἡγιασμένην σου ψυχήν, καθαρὸν εὑρὼν καταγώγιον, ἐν αὐτῇ
κατοικήσας, θείων χαρίτων ταύτην ἐπλήρωσε. Δι’ ὧν μὴ ἀπαξιώσῃς φωταγωγεῖν τοὺς
ὑμνοῦντάς σε, Ἀναστάσιε Πατὴρ ἡμῶν Ὅσιε.
Ὁ αὐτός
Τὸν ἐπὶ γῆς Ἄγγελος, καὶ ἐν
οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν
ἀρετῶν, τῶν ἀσκητῶν τὸ καύχημα, Ἀναστάσιον τιμήσωμεν, πεφυτευμένος γὰρ ἐν τῷ
οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὸ ποίμνιον
Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Ὁ αὐτός.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν
ἀρετήν, ἐπιμελῶς ἀσκήσεως, ὄργανον γέγονας, τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ Αὐτοῦ
λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων.
Νῦν δὲ τῷ θείῳ Φωτί, καθαρότερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας,
Ἀναστάσιε Πατὴρ ἡμῶν Ὅσιε.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου
τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν
λογισάμενος· ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον,
μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε
ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων. Οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ
αὐτός.
Δεῦτε λαοί, τὸ
παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν
Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον
προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν·
ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Εἰς τὸν Στίχον. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀσκητικῶν ἀληθῶς,
ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον, Σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ
Χριστῷ, σεαυτὸν παμμάκαρ ἀναθέμενος· σαρκὸς κατεπάτησας, τὸ χαμαίζηλον φρόνημα,
ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα·
ὅθεν τὴν παναγίαν σου, κυκλοῦντες πανεύφημε, λάρνακα Πάτερ τῆς θείας,
φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα
ἔλεος.
Στ.: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄνθραξ, θεοφεγγὴς τῷ πυρί,
προσομιλήσας θεοφόρε τοῦ Πνεύματος, ἐδείχθης ἐν κόσμῳ πάντων, καταλαμπρύνων
ψυχάς, τῶν πιστῶς θεόφρον προσιόντων σοι, πρὸς φῶς ὁδηγῶν αὐτούς, τὸ ἀνέσπερον
Ὅσιε, ἐρημικοὺς δέ, δροσιζόμενος ἄνωθεν, θείᾳ χάριτι, κατεμάρανας ἄνθρακας·
ὅθεν καὶ τὸν τῆς νίκης σοι, προδήλως δεδώρηται, στέφανον Πάτερ τῆς θείας,
Δικαιοσύνης ὁ πρύτανις, Χριστὸς Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Κλίμαξ, οὐρανομήκης σαφῶς,
ἡ πολιτεία σου θεόφρον γεγέννηται, δι’ ἧσπερ πρὸς ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ
Χριστῷ, ὁμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν
ἐλλάμψεσι, μαρμαρυγαῖς δέ, ταῖς Αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω
φαιδρότητα· ᾯ καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε, τοὺς ἐκτελοῦντας τὴν θείαν,
καὶ θεοδόξαστον μνήμην σου, τυχεῖν σωτηρίας, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πατὴρ ἡμῶν Ἀναστάσιε. Διὰ γὰρ σοῦ
τὴν τρίβον, τὴν ὄντως εὐθείαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ
δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων συνόμιλε, δικαίων
ὁμόσκηνε, καὶ Ὁσίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ὃνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν
ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο,
τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν
ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε
σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος καὶ
θαυματουργὸς ἀνεδείχθης, Θεοφόρε πατὴρ ἠμῶν Ἀναστάσιε.
νηστεία, ἀγρυπνία, προσευχή, οὐράνια χαρίσματα λαβῶν, θεραπεύεις τοὺς
νοσοῦντας, καὶ τᾶς ψυχᾶς τῶν πίστει προστρεχόντων σοί. Δόξα τῷ δεδωκότι σοὶ
ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας
τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου
πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, καθίσματα. Ἦχος α΄. Τὸν τάφον Σωτήρ.
Τὸν βίον
εὐσεβῶς, ἐπὶ γῆν ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζον
τοὺς ἐν πίστει σοι, προσιόντας μακάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην φωτίσαι,
τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Πάτερ, σοφὲ Ἀναστάσιε.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον,
τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν
ἀγαθότητα∙ ἀλλ᾿ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν
πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Μετὰ
τὴν β΄ στιχολογία, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον
Τὸν
Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ
ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὸν νοῦν ἀνεπτέρωσς, καὶ
ναὸν ἡτοίμασας, σαὐτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι
νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα...
καὶ νῦν… τοῦ Σταυροῦ. Ὅμοιον.
Τὸν Σταυρὸν
τοῦ Σωτῆρος ἐπὶ τῆς γῆς, κεκρυμμένον ἀφείλατο ἡ σεμνή. Χαρᾶς τε ἐμπίμπλησιν, οἰκουμένης
τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει ἐπὶ
τὰ βασίλεια. Ὅθεν ἡ Ἑλένη, τῷ Υιῷ ἀνεβόα· ὑφάπλωσον, Δέσποτα, ταῖς χερσί σου καὶ
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου· κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη
δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Τὰς
φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκραείᾳ
τὴν ψυχὴν κατελάμπρυνας καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, ὦ Ἀναστάσιε
μάκαρ, ὑπὲρ ἡμῶν ἱκετεύων, μὴ διαλίπῃς τῶν εὐφημούντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σταυρωθεὶς
ἑκουσίως μόνε φιλάνθρωπε, τῆς φθορᾶς ἐλυτρώσω Ἀδὰμ τὸν ἔκπτωτον, καὶ ἀνήγαγες
ἡμᾶς πρὸς δόξαν ἄῤῥητον· διὰ τοῦτο τὸν Σταυρόν, τὸν Πανάγιον Σωτήρ, ὑμνοῦμεν
καὶ προσκυνοῦμεν· τῇ γὰρ αὐτοῦ ἀνυψώσει, πρὸς τὸν Σὸν πόθον ἀναγόμεθα.
Εἶτα,
οἱ ἀναβαθμοὶ, τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ..
Εὐαγγέλιον
Ὁσιακόν..
Ὁ
Ν’ ψαλμός.
Δόξα...
Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ
νῦν...
Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος
πλ. β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Ὅσιε
Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς
οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν
Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς
τὸν Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα,
οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ἔθελξέ
σε ὁ πόθος ὁ δεσποτικός, καὶ τὰς τοῦ σώματος ἡδονὰς καταλείψας, ἐν Χριστῷ ἀναπαύη
μακάριε.
Ἤρθης
Πάτερ πρὸς ὕψος, καὶ διαπεράσας τὸ μεσότειχον, τῆς ἀκτίστου οὐσίας, καθαρῶς
ἀπολαύεις μακάριε.
Αἴγλην
ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος, ἐψτίσθης καὶ πᾶσαν, τὴν ἀχλὺν τῶν
παθῶν ἐξηφάνισας.
Θεοτοκίον.
Γένος
ἀδαμιαῖον, πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα, διὰ Σοῦ ἀνηγμένον, Θεοτόκε ἀξίως
δοξάζει Σε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Πῦρ τὸ
τῆς θεότητος, ἐνστερνησάμενος Ὅσιε, καὶ καθαρθείς, ἄνθραξι θεόφρον, ἐπὶ γῆς
ἐχρημάτισας.
Νέκρωσιν
ἐνδέδυσο, πρὸ τελευτῆς παθῶν Ὅσιε, καὶ πρὸς ζωήν, διὰ τοῦ θανάτου, ἐξεδήμησας
ἄληκτον.
Σάρκα
καθυπέταξας, τῷ λογισμῷ στεῤῥῷ Ὅσιε, τὴν δὲ ψυχήν, ἔδειξας δουλείας, τῶν παθῶν
ἀταπείνωτον.
Θεοτοκίον.
Δὸς ἡμῖν
βοήθειαν, ταῖς ἱκεσίαις Σου πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν
περιστάσεων.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Ἐγκρατείᾳ
καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας
συμμέτοχος, τῶν Ὁσίων ἀοίδιμε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ
ἰᾶσθαι τὰς νόσους τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ
πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ χάριτι, θεοφόρε Πατὴρ ἡμῶν, πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι μνήμην τὴν σὴν
Ἀναστάσιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν
Σταυρὸν τοῦ Σωτῆρος ἐπὶ τῆς γῆς, κεκρυμμένον ἀφείλετο ἡ σεμνή, χαρᾶς τε
ἐμπίπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένει θεσπίζει ὑψοῦσθαι ἐν Πνεύματι,
καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια· ὅθεν ἡ Ἑλένη, τῷ υἱῷ ἀνεβόα·
ὑφάπλωσον Δέσποτα, ταῖς χερσί σου καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος
σου καὶ νίκας σοφέ, καὶ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ
πάθη Χριστοῦ.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ
θεράπων σου Κύριε, τὴν πολυσχεδῆ ἀπώσατο μέριμναν, τὴν διάνοιαν ἀθόλωτον,
ἐργαζόμενός σου καταγώγιον.
Ἡρετίσω
μακάριε, εὐαγγελικοῖς προστάγμασιν ἕπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, τῷ
Δεσπότῃ χαίρων ἠκολούθησας.
Ταπεινώσεως
πτέρυξι, τὰς τοῦ δυσμενοῦς παγίδας συνέτριψας· ὁθεν Ὅσιε ὑψούμενος,
οὐρανοπολίτης ἐχρημάτισας.
Θεοτοκίον.
Ἱλασμὸν
ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον Σου, ὁ
Θεὸς πρεσβείαις τῆς τεκούσης Σε.
ᾨδὴ ε΄. Ὀρθρίζοντες.
Θυμὸν
μὲν κατὰ μόνου τοῦ ὄφεως θεοφόρε, πᾶσαν δὲ τὴν ἔδεσιν, πρὸς τὸν Δεσπότην σου
ἔτρεψας.
Ἐμφρόνως
τὰς αἰσθήσεις τοῦ σώματος κυβερνήας, στήλη ἐχρημάτισας, τῶν ἀρετῶν
παμμακάριστε.
Τὸν
καύσωμα βαστάσας ἀοίδιμε τῆς ἡμέρας, χαρᾶς κατηξίωσαι τῆς τοῦ Κυρίου σου Ὅσιε.
Θεοτοκίον.
Μαρία
Θεοτόκε ἀνύμφευτε, τὰς ἐλπίδας τῶν ἐχθρῶν ματαίωσον, καὶ τοὺς ὑμνοῦντάς Σε
εὔφρανον.
ᾨδὴ στ’. Χιτῶνά μοι παράσχου.
Τοῦ
ὄφεως Χριστὲ ἡ προσβολή, καὶ τῷ θείῳ ἔθελγε σοῦ τὸν θεράποντα, οὐ τὸ πῦρ τῶν
πειρασμῶν κατεπτόησας.
Ἰσάγγελον
βιώσας ἐπὶ γῆς, πολιτείαν Ὅσιε, θείοις χαρίσμασι, ἐκοσμήσθης δεξιᾷ
παντοκράτορι.
Ἐγκράτειαν,
ἀένναον εὐχήν, κτησάμενος Ὅσιε, ἀγάπην ἀθόλωτον, ἀκηλίδωτον Θεοῦ ὤφθης
ἔσοπτρον.
Θεοτοκίον.
Ὁ Λόγος
τοῦ Θεοῦ σε τοῖς βροτοῖς, Θεοτόκε ἔδειξεν, οὐράνιον κλίμακα, διὰ Σοῦ γὰρ πρὸς
ἡμᾶς καταβέβηκεν.
Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ὡς
φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε Ἡλίου, συνελθόντες σήμερον, ἀνευφημοῦμεν ἐν
ὕμνοις, ἔλαμψας, γὰρ τοῖς ἐν σκότει τῆς ἀγνωσίας, ἅπαντας, ἀναβιβάζων πρὸς
θεῖον ὕψος· χαίροις ὅθεν σοι βοῶμεν, Πάτερ Πατέρων σοφὲ Ἀναστάσιε.
Ὁ Οἶκος.
Ἀγαπήσας
Χριστοῦ, τὰ θεῖα παραγγέλματα, καὶ μισήσας σαρκός, καὶ κόσμου τὴν ἀπόλαυσιν,
προσῆλθες προθύμως αὐτῷ καὶ ἐγένου ἀστὴρ φωτίζων τὰ πέρατα πάντα, τῇ αἴγλῃ τοῦ
Πνεύματος. Διὸ προσπίπτων καθικετεύω σε, φώτισον κἀμοῦ τοὺς ὀφθαλμοὺς τῆς
ψυχῆς, τοῦ ἀνυμνῆσαι τοὺς σοὺς ἀγῶνας, οὓς ἐπεδείξω ἐπὶ γῆς διὰ τὴν μέλλουσαν
ζωήν, ἧσπερ νῦν ἀπολαύων, μνήσθητι τῶν ἐκβοώντων σοι, ἀσιγήτως· χαίροις ὦ Πάτερ
σοφὲ Ἀναστάσιε.
Συναξάριον.
Τῇ 17ῃ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Ἀλαμάνου, τοῦ
ἐν Κύπρῳ.
Ἀναστάσιος, Χριστὸν ἐν γῇ δοξάσας,
πρὸς Αὐτὸν ἐλθών, ἀντεδοξάσθη πλέον.
Χαίρων εὗρεν Ἀναστάσιος, κλῆροντ’ ἐν Ὀλύμπῳ.
Οὗτος, ἦν ἐν τοῖς χρόνοις τοῦ βασιλέως τῶν Χριστιανῶν,
Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰωάννου. Μετὰ καὶ τῶν λοιπῶν 300
Ὀρθοδόξων, τῶν ἐξ Ἀλαμανίας ὄντων, καὶ ἐν Κύπρῳ τότε ὑποκειμένη τῷ Ὀρθοδόξῳ
βασιλεῖ, τὸν μονήρη βίον διανυσάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Σοφία καὶ τῶν θυγατέρων αὐτῆς· Πίστης,
Ἐλπίδος καὶ Ἀγάπης
Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,
Αἱ τρεῖς Τριάς, κλίνουσιν αὐχένας ξίφει.
Αὗται ὑπῆρχον ἐξ Ἰταλίας, ἐπὶ τῆς βασιλείας
Διοκλητιανοῦ. Ἀχθεῖσα οὖν ἡ Πίστις, ἐτῶν ὑπάρχουσα 12, καὶ ὁμολογήσασα τὸν
Χριστόν, ῥαβδίζεται, καὶ τοὺς μαστοὺς σιδήρῳ ἐκκόπτεται, ἐξ ὧν ἀντὶ αἵματος, γάλα
ἔῤῥευσε. Μετὰ ταῦτα εἰς ἐσχάραν πυρὸς ἐπιῤῥίπτεται. Καὶ ἄφλεκτος μείνασα πυρί,
τὴν κεφαλὴν ἀποτέμνεται. Ἔπειτα ἡ Ἐλπίς, ἐτῶν ὑπάρχουσα 10, βουνεύροις
τύπτεται, καὶ εἰς πῦρ ἀποῤῥίπτεται, ἀναρτηθεῖσα ξέεται, εἰς λέβητα ἐμβάλλεται,
καὶ παραδόξως ῥυσθεῖσα καὶ αὕτη, τὸν διὰ ξίφους δέχεται θάνατον. Εἶτα ἡ Ἀγάπη,
χρόνων οὖσα 9, καὶ αὕτη ἀπετμήθη τὴν κάραν. Ἡ δὲ μήτηρ αὐτῶν Σοφία, μετὰ τρίτην
τούτων ἡμέραν, τῷ τάφῳ αὐτῶν παραμένουσα, τὴν ψυχὴν τῷ Κυρίῳ παρατίθησι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἡ Ἁγία Μάρτυς Ἀγαθόκλεια, περὶ τὸν τράχηλον
φλεχθεῖσα, τελειοῦται.
Ἀγαθόκλεια πῦρ ἐπ’ αὐχένος φέρει,
Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.
Ἥτις ἐγένετο Νικολάου θυγάτηρ ἀπὸ χριστιανῶν, καὶ
Παυλίνης τῆς αὐτοῦ γυναικός, ἀπίστου οὔσης, ἥτις πολλὰς τῇ Ἀγαθοκλείᾳ
προσήνεγκε θλίψεις, ἐπὶ χρόνοις ὀκτώ, ἀκροτόμοις λίθοις αὐτὴν κατὰ τοῦ αὐχένος
τύπτουσα καὶ γυμνοῖς τοῖς ποσίν, εἰς σιδηρᾷ σφύρᾳ τὰς πλευρὰς αὐτῆς συνθλῶσα,
καὶ τὴν γλῶτταν ἐκκαίουσα. Ἐπεὶ δὲ οὐκ ἔπειθε, πῦρ αὐτῇ κατὰ τοῦ τραχήλου
ἐπενεγκοῦσα, τῆς παρούσης ζωῆς ἀποῤῥαγῆναι κατηνάγκασε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Μαξίμου, Θεοδότου, καὶ Ἀσκληπιοδότης.
Μιᾷ γυναικὶ καὶ νεανίσκοις δύω,
Πρὸς τὴν τομὴν ἧν καρδιῶν ζέσις μία.
Οὗτοι τυφθέντες, καὶ ἀκρωτηριασθέντες, ἐν ἀφεγγεῖ
φυλακῇ καθειρχθέντες, διὰ τὴν εἰς Χριστοῦ ὁμολογίαν, τέλος τὰς κεφαλὰς
ἀπετμήθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Λουκίας,
καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.
Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,
Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.
Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,
Τομὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεοδότη ἡ ἐν Νικαίᾳ, ξίφει
τελειοῦται
Τὴν Θεοδότην πρὸς ξίφους τεθηγμένην,
Ποιεῖ πρόθυμον ἡ θεόσδοτος χάρις.
Βασιλεύοντος ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ Αλεξάνδρου,
ἀπεστάλη Σιμπλίκιος ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ, καὶ ἐμηνύθη αὐτῷ ἡ Θεοδότη, ἐν
τῆς Ποντικῆς οὖσα χώρας, σφόδρα πλουσία, ἥτις καὶ παραστᾶσα ὡς οὐκ ἐπείθετο
ἀποστῆναι τῆς εἰς Χριστὸν πίστεως, ἀπαιωρηθεῖσα ἐπὶ πολλαῖς ταῖς ὥραις, τὰ
σπλάγχνα ἐφλέγετο, καὶ ἐδόξαζε τὸν Θεόν, καὶ ὡς ἄλλου πάσχοντος ἐδόκει τοὺς
ξεσμοὺς ὑποφέρειν. Εἶτα καταχθεῖσα, φρουρεῖται, καὶ μεθ’ ἡμέρας 8, τῆς φυλακῆς
αὐτομάτως ἀνοιγείσης, ὡς εἶδον οἱ φύλακες ἐξέστησαν καὶ δραμόντες ἀπήγγειλαν τῷ
Σιμπλικίῳ. Οὐκ ἐπίστευσε δὲ αὐτοῖς, ἀλλὰ τῇ ἑξῆς ἀχθείσης τῆς Ἁγίας, ὡς εἶδε
ταύτην ὁ Σιμπλίκιος ὅλην ὑγιῆ, καὶ μηδέν τι ἴχνος τῶν μωλώπων ἐν τῷ σώματι
φέρουσαν, λέγει πρὸς αὐτήν: Τίς εἶ; Ἡ
δὲ Ἁγία: Ἠμαυρωταί σου ἡ διανοία,
φησίν, εἰ γὰρ νήφων ᾗς, ᾔδεις ἄν, ὅτι ἐγώ
εἰμι ἡ Θεοδότη.
Ταῦτα ἀκούσας ὁ Σιμπλίκιος, κλίβανον ἐκκαυθῆναι
προστάσσει. Τούτου δὲ ἐκκαυθέντος, καὶ τῆς Ἁγίας ἐν τούτῳ ἀκοντισθείσης,
ἐκχυθεῖσα ἡ φλὸξ ὡσεὶ τὸν ἀριθμὸν 70 ἄνδρας ἐνέπρησεν. Οἱ δὲ καταλειφθέντες,
τὸν κλίβανον ἀναφράξαντες, ὑπεχώρησαν. Καὶ τῇ ἑξῆς ὁ ἄρχων, 2 ἱερεῖς ἀποστείλας
μεθ’ ἑτέρων τινῶν, τὸν χοῦν τοῦ σώματος αὐτῆς λικμηθῆναι προσέταξεν. Ἀνοιγέντος
δὲ τοῦ κλιβάνου, τὸ μὲ πῦρ ἐξελθόν, κατέκαυσε τοὺς 2 ἱερεῖς, οἱ δὲ λοιποί, ὡς
εἶδον τὴν Ἁγίαν μέσον 2 νεανίσκων λευχειμονούντων καθημένην, καὶ ψάλλουσαν,
ἐκπλαγέντες, ὡσεὶ νεκροὶ γεγόνασι. Ἐξῆλθε δὲ ἡ Ἁγία ἀπὸ τοῦ κλιβάνου ἀβλαβής,
χαίρουσά τε καὶ ψάλλουσα, ἥν καὶ λαβόντες, ἀπήγαγον ἐν τῇ φυλακῇ.
Ἐπεὶ δὲ ἔμελλεν ὁ Σιμπλίκιος εἰς τὸ Βυζάντιον ὁδεύειν,
προσέταξε καὶ τὴν Ἁγίαν συνακολουθεῖν αὐτῷ δέσμιον. Τούτου δὲ γενομένου, καὶ
τοῦ Σιμπλικίου ὑποστρέψαντος, καὶ ἐν Ἀγκύρᾳ προκαθεσθέντος, ἐδέησε παραστῆναι
τὴν Ἁγίαν, πρὸς ὅν φησὶν ὁ Σιμπλίκιος: Ἐὰν
μὴ πεισθῇς μου, καὶ θύσῃς τοῖς θεοῖς· δεῖξας τῇ χειρί· ἐν ταύτῃ τῇ πεπυρακτωμένῃ σε ἐσχάρᾳ ἀπολέσω. Ἡ δὲ πρὸς αὐτόν· Εἰ καὶ ὁ Λιβελλήσιος εἰσέλθη μετ’ ἐμοῦ, καὶ
τοῦ πυρὸς κυριεύσῃ, θύσω κἀγὼ τοῖς θεοῖς σου. Καὶ ὁ Σιμπλίκιος πρὸς τὸν
Δωρόθεον (τοῦτου γὰρ ἦν ὄνομα τοῦ Λιβελλησίου)· Δωρόθεε, κὺρ Λιβελλήσιε, τὴν τῶν θεῶν ἔχων βοήθειαν, εἴσελθε.
Εἰσελθὼν οὖν σὺν τῇ Ἁγίᾳ, εὐθὺς παρανάλωμα τοῦ πυρός, ἡ δὲ ἐξῆλθεν ἀβλαβής.
Ἐξαπορήσας οὖν ὁ ἄρχων, δεσμευθῆναι καὶ αὖθις τὴν
Ἁγίαν κελεύει, καὶ πρὸς Βιθυνίαν ἀπάγεσθαι, καὶ ἐπεὶ τὴν Νίκαιαν κατέλαβον,
ἐκέλευσεν ὁ ἄρχων εἰσελθεῖν τὴν Ἁγίαν ἐν τῷ εἰδωλείῳ καὶ προσεύξασθαι. Τῆς δὲ
περιχαρῶς τοῦτο καταδεξαμένης, τὰ εἴδωλα πάντα εἰς γῆν πεσόντα, κατετρίβησαν,
καὶ ἐξεπλάγησαν οἱ παρευρεθέντες, ἰδόντες τῆς τῶν θεῶν συντριβήν. Μανεὶς οὖν ὁ
Ἄρχων, ἐκέλευσε ταθῆναι ἐκ τεσσάρων τὴν Ἁγίαν, καὶ ταθεῖσαν πρισθῆναι, καὶ
τούτου γενομένου, ὁ μὲ πιστὴρ ἠμβλύνετο, μὴ ἔχων τὸ ἐνεργοῦν, οἱ δὲ δήμιοι
ἠτόνουν καὶ ἡ Ἁγία ἄνετος ἦν, εὐχαριστοῦσα τῷ Σωτῆρι Θεῷ. Ὁ γοῦν Σιμπλίκιος ἔτι
σκοτισθείς, τὴν διὰ ξίφους τελευταίαν πληγὴν τῇ Μάρτυρι ἀπεφήματο, καὶ οὕτως
ἀπετμήθη τὴν κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων 100
Μαρτύρων τῶν Αἰγυπτίων· καὶ τῶν Ἱερομαρτύρων Πηλέος καὶ Νεῖλου Ἐπισκόπων· καὶ
τῶν ἐν Παλαιστίνη 50 Μαρτύρων· καὶ τῶν Μαρτύρων Παρτεμουθίου καὶ Ἠλιοῦ.
Δεκὰς δεκαπλῆ Μαρτύρων Αιγυπτίων,
Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.
Ἔπους ὁ Πηλεύς, ποῦ μέγας πρὸς Πηλέα,
Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον;
Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,
Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.
Παρτεμούθιος ἐμπεσὼν τῇ καμίνῳ,
Πρὸς ζῆλον ἷσον ὀτρύνει τὸν Ἠλίαν.
Τοῦ κατὰ τῶν χριστιανῶν διωγμοῦ, παρὰ τῶν ἀσεβούντων
συγκροτηθέντος, κατεσχέθησαν ἀπὸ τῆς Αἰγύπτου Ἐπίσκοποι Πηλεύς, καὶ Νεῖλος, καὶ
δύω ἐνδοξότατοι Παρτεμούθιος καὶ Ἠλίας, καὶ ἕτεροι σὺν αὐτοῖς ἄνδρες 100· ἐκ δὲ
Παλαιστίνης 50. Καὶ ὁ μὲν Πηλεύς, καὶ ὁ Νεῖλος, ὡσαύτως καὶ ὁ Παρτεμούθιος καὶ
ὁ Ἠλίας καὶ οἱ ἀπὸ τῆς Παλαιστίνης 50, πάντες οὗτοι διὰ πυρὸς ἐτελειώθησαν. Οἱ
δὲ ἀπὸ τῆς Αἰγύπτου ὄντες 100, μὴ πεισθέντες τὴν εἰς Χριστὸν αρνήσασθαι πίστιν,
πρότερον τοὺς ὀφθαλμοὺς ἐξορυχθέντες, εἶτα καὶ τῶν ἀριστερῶν ποδῶν τὰς ἀγκύλας
ἀποτμηθέντες, τῇ τῶν μετάλλων κακοπαθείᾳ παρεδόθησαν, καὶ οὕτω τὸ μακάριον
τέλος ἐδέξαντο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων
Χαραλάμπους, Παντολέοντος, καὶ τῆς συνοδείας αὐτῶν.
Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης·
Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μνάσωνος, ἐπισκόπων
Ταμασοῦ τῆς Κύπρου
Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μνάσων,
Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.
Οὗτος Κύπριος ἦν τὸ γένος, υἱός τινος ἱερέως τῶν
Ἑλλήνων, Ἱεροκλέους τὸ ὄνομα. Καὶ ἐπεὶ οἱ τῆς ἀληθείας πρόβολοι, Βαρνάβας καὶ
Μᾶρκος ὁμοῦ καὶ Παῦλος ἐς ὕστερον τὴν νῆσον Κύπρον καταλαβόντες φθάνουσιν καὶ
τὸν τῆς εὐσεβείας λόγον κηρύττειν ἀδιστάκτως καὶ θαρσαλέως ἤρξαντο. Οὕτω τοίνυν
ποιοῦντες, τόπον ἐκ τόπου συνεχῶς διημείβοντο. Φθάσαντες ἄχρι Σολέας ἐπί τι
χωρίον Λαμπαδιστοῦ καλούμενον, κἀκεῖσε εὐθὺς τὸν δὴ Ἱερόκλεα εὑρηκότες
περιερχόμενον, ἐπεὶ ἱερεὺς ἦν. Οὗτος μὲν τὴν φιλοξενίαν ἐκέχρητο πολλαχῶς καὶ
τοῖς πᾶσι, καὶ τούτους ἰδών, εἰς ἑστίασιν τροφῆς συνεκάλεσεν. Οἱ δὲ μὴ
πεισθέντες ἀπιέναι οὐκ ἠνείχοντο, διὰ τὸ εἶναι αὐτὸν ἔτι ἀμύητον καὶ τῆς
Ἑλληνικῆς θρησκείας τρόφιμον ἔτι τοῦτον. Διὸ τῆς αὐτοῦ ἐξῆλθον οἰκίας, αἰτοῦντες
μεμαθηκέναι ἣν ἤτουν ὁδόν.
Ὁ δὲ Ἱερόκλεος ἔτι φιλανθρωπευθείς, τὸν παῖδα αὐτοῦ
Ἡρακλείδιον προς εἰσήγησιν τῆς ὁδοῦ ἣν ἤτουν ἀπέστειλεν, ἐπεί καὶ δύσβατος ἦν ὁ
τόπος. Καὶ τοῦτο ποιῶν Ἡρακλείδιος, συμβαδίζων αὐτοῖς κατὰ τὴν ὁδόν, ἤρξατο
ἀναφέρειν καὶ διαλέγεσθαι αὐτοῖς, τὰ τῆς Ἑλληνικῆς θρησκείας μυθεύματα. Οἱ δὲ
μῦσται τοῦ Σωτῆρος, τοῦτον θεασάμενοι καὶ ὡς ἐραστὴν ὄντα τοῦ ζωτικοῦ λόγου,
τὸν Ἰησοῦν Χριστόν, τὸν ἐπί γῆς σαρκωθέντα καὶ παθόντα καὶ ἀναστάντα, Θεὸν
ἀληθῆ αὐτὸν πιστεύειν ἀνακηρύττουσιν.
Ὁ δὲ Ἡρακλείδιος, οὐ τοσαύτην ἔχων ἀμφιβολίαν, ἄνευ
ἀναβολῆς και δισταγμοῦ, ἐπίστευσεν εις Χριστόν. Ὅρα μεταβολήν! Ὁ θηρεῦσαι
βουλόμενος, ἠγρεύθη τῷ τῆς εὐσεβείας ἀγκίστρῳ καὶ βαπτισθεὶς ὑπ᾿ αὐτῶν, ποιμὴν
τῆς Ταμασέων Ἐκκλησίας προχειρίζεται πρώτιστος, καὶ τοὺς ἰδίους αὐτοῦ γονεῖς
νουθετικῶς ἑλκύσας καὶ βαπτίσας καὶ δειμάμενος ἐκκλησίας, τὰ τῶν Ἑλλήνων
συστήματα ἐπιστρέψας, ποικίλα πάθη, ἰώμενος ἐθεράπευσε, νεκροὺς ἀνιστῶν,
δαίμονας ἐλαύνων καὶ ἄλλα μύρια ἐτέλει τεράστια.
Οὕτω πρὸς Κύριον κατηναλωθείς, σὺν Μύρωνι, ἐξεδήμησεν.
Ὅθεν καὶ πηγὰς θαυμάτων προχέει ἡ τιμία αυτοῦ σορός, τοῖς μετὰ πόθου τῷ ναῷ
αὐτοῦ προσεδρεύουσι, ὡς καὶ ἡ αὐτοῦ ἱστορία δηλοῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωακεὶμ
τοῦ Πάνυ, Πάπα καὶ Πατριάρχου τῆς Μεγάλης Πόλεως Ἀλεξανδρείας.
Πίστει ὑπάρχων ὁ Πάνυ ὄντως μέγας,
Δὶς μέγας ὤφθη θαύμασι ξενηκούστοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Δουκὸς Θεοδώρου
Σμολένσκας καὶ Γιαροσλάβας θαυματουργοῦ, καὶ τῶν τέκνων Δαβὶδ καὶ Κωνσταντίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Εὐξιφίου.
Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεὸς
ἐλέησον ἡμᾶς, Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδονὰς
θανατῶσας καὶ θυμὸν χαλινῶσας ὦ παμμακάριστε, ἐδέξω τὸ βραβεῖον, τῆς ἄνω
κληρουχίας, καὶ βοᾶς εὐφραινόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀρετῶν
τὴν ἀρίστην ἀκλινῶς διοδεύσας τρίβον ἀοίδιμε, πρὸς πόλιν εἰσελαύνεις, Ἐδὲμ τῆς
ἀκηράτου, μελῳδῶν εὐφραινόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς
Τριάδος τὴν δόξαν εὐσεβῶς καταγγείλας ὦ παμμακάριστε, φωτὶ τῷ τρισηλίῳ, τρυφᾶν
ἐπαναπαύῃ, καὶ βοᾶς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥάβδος
ἔδυς Παρθένε Ἱεσσαὶ ἐκ τῆς ῥίζης ἡ παμμακάριστος, καρπὸν ἀνθηφοροῦσα, σωτήριον
τοῖς πίστει, τῷ Υἱῷ Σου κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν
ἐνισχύσαντα, θαυμαστῶς πρὸς ἀγῶνας, ἀσκητικοὺς ὃν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Τὴν τῶν
Ἀγγέλων, ἐπὶ τῆς γῆς πολιτείαν, μετελθὼν παμμάκαρ νῦν σὺν τούτοις, ἐν
ἐπουρανίοις, αὐλίζῃ εἰς αἰῶνας.
Θίασος
χαίρει, τῶν μοναστῶν καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ δικαίων, στέφος γὰρ
ἐδέξω, τῆς νίκης ἐπαξίως.
Θεοτοκίον.
Ὑπερφυῶς,
τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ μνήμη
σου ἀξίως, Ὅσιε εὐφραίνει, πάντα τῆς γῆς τὰ πληρώματα σήμερον, ἣν ἐτησίως
τιμῶντας, ἡμᾶς περίσωζε.
Τοὺς
πίστει ἐκτελοῦντας, Ὅσιε τὴν μνήμην, τὴν ἀξιέπαινον σοῦ καθικέτευε, ἐκ τῶν
σκανδάλων ῥυσθῆναι τοῦ πολεμήτορος.
Τῷ θρόνῳ
τοῦ Δεσπότου, μάκαρ ὡς θεράπων, τούτου ἀεὶ παριστάμενος Ὅσιε, μὴ διαλίπῃς
πρεσβεύων, ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Ψαλμοῖς
Σε ἀνυμνοῦμεν, κεχαριτωμένη, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν· Σὺ γὰρ
ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
συνέλθωμεν.
Ὅλων
σαφῶς δεξάμενος, τὴν τρισήλιον αἴγλην, τῆς θεαρχίας πάνσοφε, νῦν Θεὸς
χρηματίζεις, Θεοῦ τοῦ φύσει μεθέξει, Ὃν δυσώπει ῥυσθῆναι, κινδύνων τε καὶ
θλίψεων, τοὺς τιμῶντάς σε Πάτερ, καὶ τὴν σεπτήν, καὶ φωσφόρον μνήμην σου
ἐκτελοῦντας, παμμάκαρ Ἀναστάσιε, ἀσκητῶν ὡραιότης.
Καὶ τοῦ Σταυροῦ. Τῶν
μαθητῶν ὁρώντων σε.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς
Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα·
Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Θεοφεγγῆ
σε φωστῆρα Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτίσι, καταυγάζοντα κόσμον, καὶ
σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως, τὴν φωτοφόρον σου μνήμην
ὅθεν πιστῶς, Ἀναστάσιε γεραίρομεν. (Δίς)
Περιφανὴς
ἐν τῷ βίῳ πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως
ἠμφιάσω Πάτερ σοφέ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι’ ἡμᾶς σαρκωθέντος
· ὅθεν
πολλοῖς, σὲ χαρίσμασιν ἐπλούτισας.
Στύλῳ
πυρὸς ὁρατῷ σε Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς
ὅρμον ἀπαθείας ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεποῦσι τὸ βλέπειν καὶ
τοῖς χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.
Δόξα. Ἦχος πλ. δ΄.
Ταῖς
μυστικαῖς λαμπηδόσι, τῆς ὑπερφώτου Τριάδος καταυγαζόμενος, Ἀναστάσιε
γενναιόφρων, θέσει Θεὸς χρηματίζεις, θεούμενος ἐν μεθέξει· ὅθεν τοὺς πίστει
τελοῦντάς σου, τὴν φωσφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσωζε ταῖς
πρεσβείαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα·
Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς
ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ, Ἀνάστασις
ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον
σοι προσφέροντα, καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν
καὶ τὴν Ἀνάστασιν, δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε
δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου