Παρασκευή 29 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 12. ΟΣΙΟΣ ΣΥΜΕΩΝ ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΒ΄!!
ΣΥΜΕΩΝ ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ὁσίου Νικοδήμου Ἁγιορείτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ΄. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ὅτε, κατετρώθης τῷ γλυκεῖ, βέλει τῆς ἀγάπης τῆς θείας, Συμεὼν Ὅσιε· τότε κατεφρόνησας, σαρκὸς καὶ αἵματος, καὶ γονέων ἀπέῤῥιψας, τὴν σχέσιν θεόφρον· συγγενῶν προσπάθειαν, πλοῦτον καὶ δόξαν κενήν· ὅθεν, νεκρωθεὶς τοῖς ἐν κόσμῳ, τὴν ἐν τῷ Χριστῷ κεκρυμμένην, ἔζησας ζωὴν ἀξιοθαύμαστε.

Ὅτε, συνειδήσεως τῆς σῆς, Πάτερ ἐπιμέλειαν ἔσχες, καὶ πάντα ἔπραττες, ὅσα σοὶ ὑπέβαλλεν, αὕτη μακάριε· μελετῶν προσευχόμενος, πενθῶν καὶ νηστεύων· τότε φῶς οὐράνιον, σὲ περιέλαμψεν, ὅπερ, οὐρανοῦ εἰς τὸ ὕψος, ἔδειξε φωτός σοι νεφέλην, τὸν σὲ ὁδηγήσαντα μηνύοντα.

Ὅτε, τῷ Πατρί σου Συμεών, τῷ πνευματικῷ ὑπετάγης, καὶ ἅπαν φρόνημα, σοῦ καὶ ἅπαν θέλημα, τούτῳ ὑπέταξας· τότε ἄκραν ταπείνωσιν, ἐπλούτησας Πάτερ, καὶ ἐκ ταπεινώσεως, θείαν διάκρισιν, εὗρες καὶ διόρασιν θείαν· τὴν τῶν φαινομένων κτισμάτων, λόγους ἀποκρύφους ἐξετάζουσαν.

Ὅτε, ἀναβάσεις ἱεράς, ἐν τῇ σῇ καρδίᾳ διέθου, καὶ ε’κ δυνάμεως, μείζονα εἰς δύναμιν Πάτερ προβέβηκας, τότε φῶς τὸ οὐράνιον, κατήστραψεν ὅλον, καὶ σοφίας χάρισμα, δέδωκε πλούσιον· ὅθεν, οἱ πολλοὶ ἀγνοοῦντες, πόθεν ἡ τοσαύτη σοφία, ἔλεγον τὸ θαῦμα ἐκπληττόμενοι.

Δόξα. Ἦχος δ΄.
Οὐρανοῦ καὶ γῆς πανήγυρις γίνεται, ἐπὶ τῇ σῇ μνήμῃ Συμὲων θεοδόξαστε· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, καὶ πᾶσα ἡ ἐν οὐρανοῖς θριαμβεύουσα Ἐκκλησία τῶν πρωτοτόκων, ἐν μέσῳ ἔχουσα τὸ πνεῦμά σου, ὁλολαμπὲς καὶ ὁλόφωτον, πανηγυρίζει δὲ καὶ ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία τῶν Ὀρθοδόξων, ὡς ἀναφαίρετον πλοῦτον, καὶ πολυτάλαντον θησαρὸν κεκτημένη, τὰ θεόπνευστά σου συγγράμματα, ὧν καὶ ἡμᾶς μετασχεῖν τοῦ καρποῦ· ὃς ἐστὶν ἡ ἐν ἡμῖν αὐτοῖς, κατ’ ἐνέργειαν κτῆσις τῆς θείας χάριτος· Χριστὸν ἐκδυσώπησον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅρμα τῶν ἀρετῶν, τέθριππον συσκευάσας, ἐπέβης τούτῳ Πάτερ, καὶ εἰς ἀποκάλυψεις, Κυρίου ἀνελήλυθας.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Κῆρυξ τῆς νεαρᾶς, σὺ προσευχῆς ἐδείχθης, κανὼν νήψεως θείας, ὄργανον τῆς σοφίας, καὶ σάλπιγξ τῆς θεώσεως.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν...
Χάριν ὁμολογεῖ, σοὶ πᾶσα Ἐκκλησία, ὅτι διὰ σῶν λόγων, εἰς εὕρεσιν τῆς θείας, χάριτος διεγείρεται.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὅτι εἰς πάντα κόσμον, Συμεὼν τὸν Σὸν παῖδα, Σῇ χάριτι ἐδόξασας.

Καὶ νῦν. Θεοτοκίον.
Ὦ πρᾶγμα τὸ γλυκύ, καὶ ὄνομα Μαρία, πρέσβευε τῷ Υἱῷ Σου, μετὰ τοῦ Σοῦ Ὁσίου, ὑπὲρ ἡμῶν τῶν δούλων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, Συμεὼν Πάτερ, εἰσδεξάμενος, ἐν τῇ ψυχῇ σου, φωστὴρ ἐν κόσμῳ ἐδείχθης λαμπρότατος, διασκεδάζων αὐτοῦ τὴν σκοτόμαιναν, καὶ πάντας πείθων ζητεῖν ἣν ἀπώλεσαν, χάριν Πνεύματος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θεολόγων ὁ θίασος, καὶ Ὁσίων ὁ ὅμιλος, συνελθόντες σήμερον εὐφημήσωμεν, τὸν Συμεὼν τὸν πανόσιον, καὶ νέον ὑπάρχοντα, θεολόγον ἀληθῶς, οὗτος γὰρ εἰσδεξάμενος, αἴγλην ἅπασαν, τῆς Τριάδος ἐβρόντησε τῷ κόσμῳ, μυστικῆς θεολογίας, τὰ ὑπὲρ ἔννοιαν δόγματα.

Τοῦ Πατρὸς τὸ ψαλτήριον, τοῦ Υἱοῦ τερπνὸν κύμβαλον, τοῦ Ἁγίου Πνεύματος θεῖον ὄργανον, Τριάδος ὅλης τὸν κήρυκα, τῶν ἀποκαλύψεων, τὸ πυξίον τὸ σεπτόν, μυστογράφον τῆς χάριτος, θεοῤῥήμονα, εὐφημήσωμεν ᾄσμασιν ἐνθέοις, Συμεὼν τὸν θεοφόρον, τῶν θεολόγων τὸ καύχημα.

Μέγα θαῦμα τῆς χάριτος, ἐπὶ σοὶ καὶ παράδοξον, Συμεὼν θεσπέσιε ἐκτετέλεσται, σὺ γὰρ ὑπάρχων ἀμύητος, σοφίας τῆς ἔξωθεν, ἀνεδείχθης ἀληθῶς, θεολόγος θεόπνευστος, καὶ διδάσκαλος, ἐγνωρίσθης θεόσοφος τῷ κόσμῳ, καὶ λαμπτὴρ τῆς οἰκουμένης, τοῖς ἱεροῖς σου συγγράμμασιν.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος· πῶς σε τὸ πνεῦμα Θεοῦ, Συμεὼν παμμακάριστε, προγινῶσκον πόῤῥωθεν, ἐκ τοῦ κόσμου ἀφώρισεν, ἵνα πληρώσῃ, ἅπερ προώρισε, καὶ τοῖς πλουσίοις, αὐτοῦ χαρίσμασι, καταγλαΐσαν σε, κόσμου παντὸς ἔδειξε, θεολαμπῆ, λόγον ζωῆς ἔχοντα, φωστῆρα Ὅσιε.

Ὢ τοῦ παραδόξου θαύματος! Πῶς ἐν ὑστέροις καιροῖς, τὸ αὐτὸ Πνεῦμα Ἅγιον, ὃ πάλαι ἐφώτισεν, Ἀποστόλους ἐν χάριτι, καὶ διδασκάλους, κόσμου ἐποίησε, τοῦτο φωτίζει, καὶ σὲ τρισόλβιε, καὶ ἰσαπόστολον, δείκνυσι τοῖς πέρασι καὶ ὁδηγόν, πολλῶν καὶ διδάσκαλον, θεοσοφώτατον.

Πάτερ Συμεὼν μακάριε, σὺ τὸν ὡραῖον Χριστόν, ἀγαπήσας θερμότατα, ὀπίσω κατέδραμες, τῆς αὐτοῦ θείας χάριτος, ἕως οὗ ὅλον, αὐτὸν εἰσήγαγες, ἐν τῇ ψυχῇ σου, καὶ τῇ καρδίᾳ σου, εὖγε τοῦ πόθου σου, δι’ οὗ ἔζης πάντοτε σὺ ἐν Χριστῷ, καὶ ἐν σοὶ ἀντίστροφα, ἔζη ἐν σοὶ ὁ Αὐτός.




Δόξα. Ἦχος πλ. β΄.
Ἐπέλαμψε σήμερον τῇ Ἐκκλησίᾳ, ὡς ἀστὴρ ἑωθινός, τοῦ θεολόγου Συμεών, ἡ σεβάσμιος πανήγυρις· δεῦτε οὖν οἱ τῶν λόγων αὐτοῦ ἐρασταί, εἰς ἓν συνελθόντες, θεολογικοῖς ὕμνοις αὐτὸν προσείπωμεν, λέγοντες· χαίροις, ὁ μετὰ τὸν πρῶτον Ἰωάννην, καὶ τὸν δεύτερον θεολόγον Γρηγόριον, τρίτος ἀναφανεὶς θεολόγος, καὶ ἐπιστήθιος· χαίροις, ὁ τὸν νέον Ἰσραήλ, καθάπερ στύλος πυρός, διὰ τῆς πρακτικῆς ἐργασίας τῶν ἐντολῶν, εἰς τὴν γῆν τῆς ἀπαθείας ὁδηγῶν ἀσφαλέστατα· χαίροις, ὁ ὥσπερ στύλος νεφέλης, διὰ τῆς πνευματικῆς θεωρίας, εἰς τὴν τελειότητα τὴν ἐνδεχομένην ἀνθρώποις ἀναβιβάζων, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.







Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Οὐρανίαν ὡς ἀληθῶς, ἔδει παρεῖναι γλῶσσαν, τοῖς ἐγκωμιάζειν βουλομένοις, Συμεὼν τὸν οὐράνιον ἄνθρωπον· οὗτος γὰρ διὰ τῆς ἐν πνεύματι θεωρίας, ἀμέσως ἑνωθεὶς τῷ κατὰ φύσιν Ἁγίῳ, Ἅγιος κατὰ μέθεξιν γέγονε· τῷ πρώτῳ φωτὶ φῶς δεύτερον ἐχρημάτισε· καὶ τῷ κατ’ οὐσίαν Θεῷ, Θεὸς κατὰ χάριν γεγένηται· ὅθεν ἁγιοπρεπεῖς, φωτολαμπεῖς καὶ θεοειδεῖς, ἀποδετέον αὐτῷ καὶ τοὺς ὕμνους, ἵνα πρεσβεύῃ ἐκτενῶς τῷ Κυρίῳ, ἁγιασθῆναι φωτισθῆναι καὶ θεωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Θεόσοφε Πάτερ Συμεών, σὲ καθαρὸν εὑροῦσα δοχεῖον, ἡ παντουργὸς τοῦ Ἁγίου Πνεύματις χάρις, ὅλον ἑαυτῇ ἐπεσπάσατο, καὶ τοὺς πνευματικοὺς αὐτῆς νόμους, ὡς ἐν βίβλῳ, ἐν ταῖς πλαξὶ τῆς καρδίας σου, τῷ θείῳ φωτὶ διεχάραξεν· ὅθεν, τὴν μὲν σὴν διάνοιαν, πηγὴν ἀνέδειξε πολυχεύμονα, ἀναστομοῦσα τῆς ὑψηλῆς γνώσεως τὰ νοήματα· τῇ δὲ γλώσσῃ σου, ὡς καλάμῳ χρησαμένη, τὰ τῆς νηπτικῆς φιλοσοφίας καλλιεγράφησε δόγματα, καὶ παρακαταθήκην αὐτά, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ κατέλιπεν· Ὅσιε Πάτερ ἁγιώτατε.

Ἦχος γ΄.
Τίς μὴ δοξάσει, ἢ τίς μὴ ὡς Ἅγιόν σε τιμήσει, Συμεὼν θεοδίδακτε; Σὲ γὰρ ἡ Ἁγία Τριάς, διὰ τῆς ἁγιαστικῆς ἐδόξασέ σε χάριτος· σοῦ ὁ βίος Ἅγιος, θαύμασι πολλοῖς θεόθεν κεκοσμημένος· τὸ τέλος σου ἅγιον, καὶ τὰ συγγράμματά σου λαμπρότερον σάλπιγγος, τὴν σὴν κηρύττουσιν ἁγιότητα. Ἅγιος οὖν ἀληθῶς ὑπάρχων, καὶ πρὸς Θεὸν πολλὴν ἔχων τὴν παῤῥησίαν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου δοξαζόντων, τὸ σὸν ἅγιον ὄνομα.

Ἦχος δ΄.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τὴν θείαν μνήμην, τοῦ νέου θεολόγου Συμεών· οὗτος γὰρ τῶν αἰσθητῶν ἀφιστάμενος, εἰς ἑαυτὸν νοερῶς συνανεστράφη, συστραφεὶς δέ, προσευχὴν νοερὰν ἐπλούτησε, πλουτήσας δὲ ταύτην, τὸ εἰδεχθὲς προσωπεῖον τῶν παθῶν ἀπεκάθηρε, καθαρθεὶς δὲ τὴν εἰρήνην τῶν λογισμῶν ἐκτήσατο· εἰρηνεύσας δέ, ἐταπεινώθη· ταπεινωθεὶς δέ, τῆς θείας ἀγάπης κατηξιώθη· ἀγαπήσας δέ, θείαν μὲ ἔλλαμψιν ἐν τῷ νοΐ, ἐν δὲ τῇ καρδίᾳ, τὸν ἐνυπόστατον ἔλαβε τῆς θείας χάριτος φωτισμόν· ὅθεν, ὡς παθῶν τὰ θεῖα, καὶ ἀσφαλῶς τᾶυτα ἔμαθε, καὶ ὡς μαθών, ἀφθόνως ἐδίδαξε, καὶ τοῦ τῆς θεώσεως ὑπερφυοῦς δώρου ἡμῖν μετέδωκε, πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἄδυτον γνόφον τῆς ἐν πνεύματι θεωρίας εἰσελθών, Συμεὼν θεοδίδακτε, τὸν δι’ ὑπερβολὴν φωτοχυσίας ὄντα ἀπρόσιτον, αὐτῷ τῷ μὴ ἰδεῖν μηδὲ γνῶναι, ἰδεῖν καὶ γνῶναι κατηξιώθης, τὸν ἐν αὐτῷ ὄντα ὑπεράγνωστον Θεὸν καὶ ἀόρατον· τοῦτο γὰρ ἐστὶ τὸ ὄντως ἰδεῖν καὶ γνῶναι· ὅθεν αὐτόν, ὡς οὐδὲν ὄντα τῷ πάντων ὑπερουσίως, δι’ ἀφαιρέσεως καὶ ἀποφατικῆς θεολογίας ἐθεολόγησας, πάντων ἐξιστάμενος τῶν ὄντων, αἰσθητῶν καὶ νοητῶν -ἤδη δὲ καὶ σεαυτοῦ- καὶ ἐν μόνῳ τῷ Θεῷ ὤν· Ὃν καθικέτευε, σωθῆναι τοὺς τὴν μνήμην σου γεραίροντας.

Καὶ  νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θεοφώτιστος νοῦς, θεολογίας ὁ κανὼν ὁ εὐθύτατος, Τριάδος ὁ ἐννοήσας, βαθμοὺς καὶ μέτρα καλῶς, δεύτερον καὶ πρῶτον τῆς θεότητος. Πατὴρ μὲν γὰρ αἴτιος, τοῦ Υἱοῦ ἀλλ’ οὐ πρότερος, Υἱὸς δὲ πάλιν, ἐκ πατρὸς ἀλλ’ οὐ δεύτερος· ὁμοούσιος, ἡ Τριὰς γὰρ καὶ σύνθρονος, ἄῤῥητος ἀκατάληπτος, συνάναρχος ἄτμητος, καὶ συναΐδιος ὅλη, Πατὴρ Υἱὸς Πνεῦμα Ἅγιον· ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ ἱερὸς γραμματεύς, τῆς ὑψηλῆς θεοσοφίας τοῦ πνεύματος, ταμεῖον τῶν θεαμάτων, τῶν μυστικῶν τοῦ Θεοῦ, γλῶσσα Ἐκκλησίας ἡ ἡδύλαλος, ὁ γνοὺς τὸ μυστήριον, ἁρπαγῆς τὸ ἀπόῤῥητον, μῆκος καὶ πλάτος, βάθος ὕψος τῆς γνώσεως, ἁγιότητος, ἐκμαγεῖον δυσμίμητον, ἄγαλμα τὸ τῆς χάριτος, εἰκὼν Χριστοῦ ἔμψυχος, φωτὸς ἀπαύγασμα πρώτου, γόνου βροντῆς ὁ ἀπόγονος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν...
Χαίροις, τῶν ἀσκητῶν καλλονή, τῶν ἱερέων τὸ περίδοξον καύχημα, χαρίτων θείων ὁ οἶκος, τῶν ἀρετῶν θησαυρός, τῆς διπλῆς ἀγάπης ἐνδιαίτημα, πρᾳότητος σκήνωμα, προσευχῆς ἐργαστήριον, τῆς θεωρίας, καὶ τῆς πράξεως τέμενος, ταπεινώσεως, τὸ τερπνὸν καταγώγιον, λύχνε τῆς διακρίσεως, ἀστὴρ διοράσεως, καὶ προοράσεως μέγας, ἥλιος λάμπων τὰ πέρατα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντα τὰ πλήθη τῶν πιστῶν, ἐπὶ τῇ μνήμῃ τοῦ θεολόγου Συμεὼν συνελθόντα, εὐχαριστήριον αἶνον τῷ Θεῷ προσάξωμεν λέγοντες· δόξα τῇ περὶ ἡμᾶς φιλανθρωπίᾳ σου Κύριε, ὅτι τὸν αὐτόν Σου θεράποντα, τοῖς Σοῖς πλουσίοις χαρίσμασι καταγλάϊσας, καὶ νέον θεολόγον καταστήσας, ἡμῖν φωστῆρα τοῦτον δέδωκας, εἰς φωτισμὸν τῶν ἐσκοτισμένων, ὁδηγὸν τῶν πλανωμένων, ἀλείπτην τε τῶν μοναστῶν, καὶ κέντρον τῶν ἀμελούντων· δι’ οὗ διδασκόμεθα ζητεῖν ᾀεί, διὰ νοερᾶς ἐπιστροφῆς, ἐν ἑαυτοῖς γνωστὼς κτήσασθαι, τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, καὶ τὸν ἀῤῥαβῶνα ἐντεῦθεν λαβεῖν, τῆς τελείας ἐν οὐρανοῖς ἀπολαύσεως, ἧς καὶ ἡμᾶς ἀξίωσον ὁ Θεός, διὰ τὸ μέγα σου ἔλεος.
Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, Συμεὼν Πάτερ, εἰσδεξάμενος, ἐν τῇ ψυχῇ σου, φωστὴρ ἐν κόσμῳ ἐδείχθης λαμπρότατος, διασκεδάζων αὐτοῦ τὴν σκοτόμαιναν, καὶ πάντας πείθων ζητεῖν ἣν ἀπώλεσαν, χάριν Πνεύματος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.









ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογία, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη σου σοφέ, Συμεὼν τελουμένη, γνησίως παρ’ ἡμῶν, τῶν φιλούντων σε τέκνων, τὸν νοῦν ἡμῶν κατηύγασε, καὶ καρδίαν πρὸς πλείονα, πόθον ἤγειρε, τῶν θεοπνεύστων σου λόγων, καὶ ἐθέρμανε, πρὸς ἣν ἐν τούτοις διδάσκεις, σαφῶς τελειότητα.
Δόξα.
Ἐπέφανεν ἰδού, θεολόγου τοῦ νέου, ἡ εὔσημος ἡμῖν, καὶ σεβάσμιος μνήμη, ἐν ᾗ ἀναμιμνήσκουσα, τὴν αὐτοῦ ἁγιότητα, μεγαλύνεται, ὑπὸ πιστῶν φιλεόρτων, καὶ κηρύττεται, ἐπ’ Ἐκκλησίας ὡς οὖσα, τοῖς πᾶσι σωτήριος.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματί τε, Παρθένε ἐνίσχυσον.

Μετὰ τὴν β’ Στιχολογία, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει πάντα νοῦν, τὸ γεγονὸς θαῦμα ἐν σοί, θεολόγε Συμεών, σὺ γὰρ ὡράθης ὑπὲρ γῆς, ἐν τῷ προσεύχεσθαι Πάτερ τέσσαρας πήχεις, ἱστάμενος σοφέ, ὥσπερ τις ἄϋλος, μετέωρός ποτε, Θεοῦ ὡς ἄγγελος, φορῶν εἰσέτι τὸ γεῶδες, καὶ κάτω βρίθον τοῦ σώματος, ὢ οἵας δόξης, ἧς ἠξιώθης, θεοφόρε μακάριε.
Δόξα.
Θεολόγε θεωρέ, τῶν οὐρανίων ἀγαθῶν, ὑμνητὰ τῆς τριφεγγοῦς, μιᾶς θεότητος καὶ νῦν, δοξάζομέν σε τὸν δόξης ἀξιωθέντα, παρὰ τοῦ Πατρός, Υἱοῦ καὶ Πνεύματος, οἶκος καὶ ναός, θεῖος γενόμενον· τῆς παναγίας Ὅσιε Τριάδος, ὁ μύστης ταύτης καὶ πρόμαχος χαίροις οὖν κλέος, τὸ τῶν Ὁσίων, Συμεὼν θεοδόξαστε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τῶν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί, φράσον ἡμῖν τὸν λόγον τοῦ μυστηρίου σου· πανάληθές ἐστι, τοῦτο ὦ ἄνθρωπε, καὶ παῦσαι ἐρευνῶν, τὸ δυσθεώρητον, ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου λοχείας μου· νικᾷ γὰρ ὄντως, ἔννοιαν πᾶσαν, τῶν βροτῶν καὶ Ἀγγέλων.







Μετὰ τὸν πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Συγγραμμάτων ἡ βίβλος Πάτερ σοφέ, ἰατρεῖον ὑπάρχει πνευματικόν, ξύλον ζωῆς ἄφθαρτον, ἀμβροσία τοῦ νέκταρος, τὸ ἔλαιον καὶ μέλι ἐκ πέτρας τὰ ῥεύσαντα, τοῦ Ἁερμὼν ἡ δρόσος, τρυφῆς ὁ παράδεισος, τὸ ἀμαλθείας κέρας, τῶν ᾀσμάτων τὸ ᾆσμα, τὸ θησαυροφυλάκιον, τῆς σοφίας καὶ γνώσεως· διὰ τοῦτο βοῶμέν σοι· χάρισαι ἡμῖν νοητῶς θεολόγε, τούτων τὰς ποιότητας, τοῖς μετὰ πόθου τιμῶσι, τὴν ταύτην ἀνάγνωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
 Ἡλιόμορφον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος θεοχάρακτος, Ἡσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντον, σὺ τοῦ Ἀμμὼς ὑπάρχει, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, Παρθένε τὸν τόκον Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν...
Εὐαγγέλιον ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν ἐτήσιον μνήμην σου σήμερον, θεολόγε Συμεὼν ἑορτάζομεν· σὺ γὰρ τὸ πῦρ, ὃ ἦλθεν ὁ Χριστὸς βαλεῖν ἐπὶ τῆς γῆς, ἐν σῇ καρδίᾳ δεξάμενος, ὁ πρώην πήλινος ἀνδριάς, πύρινος ὅλος γέγονας, ὡς πεπυρακτωμένος σίδηρος· ὅθεν καὶ τὸ βαρὺ τοῦ σώματός σου πάχος, μεταχαλκεύθη τῷ θείῳ πυρί, πρὸς τὸ λεπτότερον καὶ θειότερον, μετὰ δὲ τὸ θεῖον πῦρ, τῆς λεπτῆς αὔρας, τοῦ θείου φωτισμοῦ ὁ νοῦς σου ἀξιωθείς, πολλὰ διεπόρθμευσε τοῦ κάλλους τεκμήρια· ὅθεν καὶ τῷ ἱερουργεῖν, ὡς ἥλιος τοῖς ὁρῶσι ἐδείκνυσο· ὢ τοῦ θαύματος!  Οἵων δωρεῶν ἀξιοῦται ἡ χοϊκὴ βροτῶν φύσις· Χριστοῦ τῇ χάριτι, σοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.








Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου β΄, εἰς η΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Συμεὼν γεραίρω τὸν θεολόγον.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου
Τοῦ Πνεύματος ὄργανον, ἀναδειχθεὶς ἱερώτατε, Συμεὼν καὶ χάριτος, κιθάραν εὔηχον, κᾀμὲ ποίησον, τῆς χάριτος κιθάραν, ὅπως σου τὰς χάριτας, μέλψω ἐν χάριτι.
νοῦς ὁ ὁλόφωτος, θεολογίας ἐπέφανε, βροντὴ ἡ οὐράνιος, σήμερον ἤχησε, τὰ βροντόφωνα, διδάγματα σοφίας, φωτίσθητε ἅπαντες, καὶ ἐνωτίσθητε.
Νοεῖν σου τίς δύναται, τῆς θείας γνώσεως πάνσοφε, ὕψος δυσανάβατον, βάθος ἀνέφικτον, δυσθεώρητον, πλάτος καὶ μῆκος ἅμα, ἧς περ κατηξίωσαι, θεοειδέστατε.
Θεοτοκίον.
Στολὴ χρηματίσασα, τοῦ σαρκωθέντος βασιλέως, Θεοῦ Λόγου πάναγνε, τὴν θεοκόσμητον, ἣν ἀπώλεσα, στολὴν χάριτος θείας, πάλιν με ἀμφίασον, τῇ μεσιτείᾳ Σου.

Ὁ β’  Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς Ἁγία καὶ Μονὰς Τρισήλιε ἡ φωτουργαία πηγή, ἐξ ἧς πᾶσα δόσις, ἀγαθὴ κατέρχεται, φώτισον τὴν καρδίαν μου, ἵνα μέλψω ἀξίως, τὸν σὲ ὀρθῶς δογματίσαντα, καὶ θεολογήσαντα ἄριστα.
Πάντα τὰ βάθη τοῦ Ἁγίου Πνεύματος ἐν θείῳ Πνεύματι, ἐρεύνησας Πάτερ, τούτοις ὑποβρύχιος, οὐ γέγονας ἀοίδιμε, ἀλλ’ εὑρὼν μαργαρίτας, πολυτιμήτους ἐξήγαγες, τῆς θεολογίας τὰ δόγματα.
Ἔσοπτρον Πάτερ διαυγὲς νεόσμικτον ἀπεργασάμενος, νοῦν καὶ τὴν καρδίαν, δαψιλῶς εἰσδέδεξαι, τὰς ἀστραπὰς τοῦ πνεύματος, καὶ μακάριος ὤφθης, ὅτι Θεὸν ἐν καρδίᾳ σου, εἶδες ὡς αὐτὸς ἀπεφήνατο.
Θεοτοκίον.
Σὺ ὤφθης Κόρη ἀνδριὰς θεόγλυπτος ἄγαλμα κτίσεως, θαῦμα τῶν Ἀγγέλων, ἴνδαλμα παρόμοιον, ἀρχικῆς ὡραιότητος, παναρμόνιος ὕλη, τοῦ Λόγου τῆς σωματώσεως, καὶ Θεοῦ ἀμίμητον μίμημα.









ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
πῆρξας ναὸς ἡγιασμένος, Θεοῦ ὥσπερ θύτην καθαρόν, τὸν νοῦν σου ἔχων Ἅγιε, τὴν προσευχὴν ὡς θῦμα δέ, καὶ ὡς θυσιαστήριον, τὴν εὐθυτάτην καρδίαν σου.
Μωσέως ὡς πάλαι ἐδοξάσθη, ἡ ὄψις συνόντως τῷ Θεῷ, οὕτω καὶ σοῦ τὸ πρόσωπον, ἐν τοῖς ἀδύτοις μένοντος, θείῳ φωτὶ δεδόξασται, ὁλολαμπὲς ὡς ὁ ἥλιος.
φάνη ἐν χρόνοις τοῖς ἐσχάτοις, ἡ βίβλος σου Πάτερ Συμεών, κλίμαξ ἡμᾶς ἀνάγουσα, ἐκ γῆς πρὸς τὰ οὐράνια, καὶ κώδων θεοκρότητος, τοὺς κοιμωμένους ἐγείρουσα.
Θεοτοκίον.
ς κόσμος ἐν κόσμῳ ἀνεδείχθης, παμμέγιστος Κόρη ἐν σμικρῷ, τοῦ ἐξ οὐκ ὄντων ἅπαντα, τὸν κόσμον ὑποστήσαντος, κόσμῳ γὰρ ὁ ἀχώρητος, Σοὶ χωρητὸς ὅλος γέγονε.

Ὁ β’ τοῦ Ἁγίου. Οὐρανίας ἁψῖδος.
Χελιδὼν ἀνεδείχθης σὺ ᾠδικὴ πάνσοφε, διὰ τῆς σῆς βίβλου φωνοῦσα, καὶ τὴν ἀνάκλησιν, τῆς θείας χάριτος, γλυκὺ ὡς ἔαρ δηλοῦσα, ἣν μετὰ τὸ βάπτισμα, φεῦ ἀπωλέσαμεν.
Σοὶ ἐσταύρωται κόσμος ὦ Συμεὼν Ὅσιε, διὰ πρακτικῆς καὶ σὺ Πάτερ, κόσμῳ ἐσταύρωσαι, λογιστικῶς τῷ νοΐ, διπλῆ Σταυροῦ γὰρ ἡ πρᾶξις, ὡς πατέρες λέγουσι, τοῦτο οἱ Ὄσιοι.
Ταῖς ἀκτῖσι ταῖς θείαις προσομιλῶν Ὅσιε, αἷς περ φύσει πρόσεστι πάντων ἡ ἀποκάλυψις, τὰ πόῤῥω ἔβλεπες, ὥσπερ παρόντα τρισμάκαρ, καὶ ὡς ἑνεστῶτα δέ, αὖθις τὰ μέλλοντα.
Θεοτοκίον.
Ὡς ὁ σκύλα εὑρίσκων, καὶ θησαυρὸν τέρπεται, οὕτως εὑρηκὼς κᾀγὼ Κόρη, Σὸν θεῖον ὄνομα, καὶ τὴν εἰκόνα Σου, ὡς πολυτάλαντον πλοῦτον, χαίρω ὀνομάζων Σε, καὶ ἀσπαζόμενος.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν μοναστῶν ὑπογραμμὸς καὶ κοσμήτωρ, τῶν ἀσκητῶν χειραγωγὸς καὶ μιγάδων, παιδαγωγὸς καὶ πάντων τὸ ἐντρύφημα, ὤφθης ἱερώτατε, Συμεὼν θεολόγε· ὅθεν καὶ νῦν πρέσβευε, παῤῥησίᾳ τῷ Κτίστῃ, ὑπὲρ ἡμῶν τῶν πίστει καὶ στοργῇ, ᾀεὶ τιμώντων, τὴν μνήμην σου Ὅσιε.
Δόξα.
Τῶν θεοφόρων εἷς καὶ γνήσιος πέλων, τῶν θεολόγων εἷς καὶ τρίτος ὑπάρχων, καὶ τῶν Ὁσίων εἷς καὶ μέγας γέγονας, διὰ μετριότητος, δι’ ἀγάπης τελείας, Συμεὼν θεόσοφε, καὶ καθάρσεως πάσης, καὶ δι’ αὐτῶν παντοίων ἀρετῶν, δι’ ὧν ὑψώθης, πρὸς Κύριον Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Νόμους τοῦ Δεσπότου ὑπείκων σοφέ, ἐντολὰς ἁπάσας ἐπλήρωσας, ἐν αἷς καὶ εὗρες, κεκρυμμένον τὸν Χριστόν, τὸν ταύτας ἐντειλάμενον, καὶ αὐτοῦ τὴν χάριν ἐπλούτησας.
Γλῶσσα ἡ βρενθύουσα ῥητορικαῖς, τέχναις καὶ μεθόδοις οὐ δύναται, ἐγκωμιάσαι τὰ χαρίσματα τὰ σά, ἃ ὑπὲρ φύσιν εἴληφας, Πάτερ Συμεὼν θεοδόξαστε.
Εὗρες τὸ δυσεύρετον πάλαι καὶ νῦν, χρῆμα Συμεὼν Πάτερ Ὅσιε, τὸ θεωθῆναι, καὶ ἁπράζεσθαι τὸν νοῦν, γῆθεν εἰς τὰ οὐράνια, ὢ τοῦ ξενηκούστου ἀκούσματος.
Θεοτοκίον.
ήμασιν ἑπόμενοι ἄχραντε Σοῖς, πᾶσαι γενεαὶ μακαρίζομεν, Σὲ ὡς τεκοῦσαν, τὸν μακάριον Θεόν, τὸν μακαρίους δείξαντα, νόας καὶ βροτοὺς θείᾳ χάριτι.

Ὁ β’ τοῦ Ἁγίου. Σύ μου ἰσχὺς Κύριε.
Σὺ εὑρηκώς, ἥλιον ἄλλον νοούμενον, ἐν καρδίᾳ, καὶ ὁδῷ χρησάμενος, φωτὶ αὐτοῦ, ἔφθασας σοφέ, πνεύματος δυνάμει, εἰς ὄρη τὰ ὑπερκόσμια, καὶ ἤκουσας καὶ εἶδες, ἃ οὐκ ἔστιν ἀκοῦσαι, καὶ ἰδεῖν ἐμπαθῆ τινὰ ἄνθρωπον.
Ὁ Ἰησοῦς, σοὶ μόνον ἦν ἀδολέσχημα, τρυφὴ γλώττης, καρδίας μελέτημα, πνοὴ ζωή, φῶς καὶ ἡδονή, γλυκυτάτη θέρμῃ, φωτίζουσα τὴν διάνοιαν, εὐφραίνουσα καρδίαν, πυρπολοῦσα τὰ πάθη, καὶ δακρύων πηγάζουσα ῥεύματα.
Τί μοι χρυσός, τί μοι ὁ λίθος ὁ σάπφειρος, τί μοι τ’ ἄλλα, βίου περισπούδαστα; ἐμοὶ τρυφή, δόξα καὶ χαρά, τὰ θεόπνευστά σου, ὑπάρχει Πάτερ συγγράμματα, ἐν οἷς τρυφῶ καὶ φλεγόμενος βλύζω, ἐξ ὀμμάτων γλυκύτατα δάκρυα.
Θεοτοκίον.
Ὦ Μαριάμ, τὸ κοσμοπόθητον ὄνομα, Σὺ Παρθένε, Θεοῦ μέσον ἔστηκας, καὶ τῶν βροτῶν, καὶ τὸν μὲν Θεόν, βροτὸν ἀπειργάσω, τοὺς δὲ βροτοὺς θεοὺς χάριτι, εὐχαριστοῦμεν Κόρη, μεσιτείᾳ Σου ταύτῃ, δι’ ἧς ἅπαντα κόσμον διέσωσας.







ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
γάπης καιόμενος, πυρὶ μέσην καρδίαν σου, ὅλος σεαυτοῦ ὅλου ἐξέστης, καὶ Θεῷ μόνῳ, ὅλῳ συγκέκρασας, τῷ ἠγαπημένῳ ὑπὸ σοῦ, ὡς ἓν πνεῦμα γίνεσθαι, μετ’ αὐτοῦ ἱερώτατε.
δοὺ νῦν ἀνέτειλε, τὸ φῶς τῆς θείας χάριτος, ἰδοὺ ἀμβροσία ἡ τοῦ μάννα, τοῦ ζωηῤῥύτου πᾶσι προτίθεται, Συμεὼν ὁ ἔνθεος πατήρ, δεῦτε καὶ τρυφήσατε, οἱ ζωῆς ὀρεγόμενοι.
ητόρων ἀνώτερος, ἀναδειχθεὶς τῷ πνεύματι, τοὺς περὶ Θεὸν καὶ θείων λόγους, καὶ ὑπολήψεις θεοπρεπέστατα, σὺ ἐθεολόγησας ἡμῖν· ὅθεν νέος κέκλησαι, θεολόγος φερώνυμε.
Θεοτοκίον.
Μῆτερ ὁλόφωτε, φωτὸς τοῦ πρώτου φώτισον, ψυχήν μου τὴν ἄφωτον φωτί Συ, ἵνα φῶς βλέπω πάλιν τὸ πρώτιστον, ὃ ἐκ Σοῦ ἐφώτισεν ἡμᾶς, καὶ Σὲ τὴν φωτίσασαν, τοῦτο γὰρ φωτὸς ἴδιον.

Ὁ β’ τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Ὦ πολλῆς παῤῥησίας, ἧς πρὸς τὸν Δεσπότην ἁπάντων ἐπλούτησας, σὺ γὰρ ὥσπερ φίλῳ συνελάλεις αὐτῷ ἐν καρδίᾳ σου, καὶ ὡς πατρὶ τέκνον, περιπλεκόμενος ἐφώνεις· Ἰησοῦ Ἰησοῦ μου γλυκύτατα.
Θεοῦ γέγονας στόμα, ὡς τὸ θεῖον λόγιον φάσκει μακάριε, σὺ γὰρ ταῖς ἐνθεόις διδαχαῖς σου, καὶ λόγοις ἐξήγαγες, ἀπὸ ἀναξίων, πολλοὺς τιμίους καὶ ἀξίους, οὐρανῶν Βασιλείας ἀνέδειξας.
Πῶς ἐξείπω τὸ μέγα, ἐπὶ σοὶ γενόμενον θαῦμα τῆς χάριτος· σὺ γὰρ φῶς ὑπάρχων, φῶς ὁρῶν καὶ φωτὶ συγγινόμενος, ἐν φωτὶ καὶ λέγεις, καὶ ἐννοεῖς καὶ καλλιγραφεῖς, τὰ συγγράμματα σοῦ τὰ φωτόμορφα.
Θεοτοκίον.
Ἔχεις Δέσποινα κόσμου, ἔχεις τῇ θελήσει Σου δύναμιν σύνδρομον, ὡς τεκοῦσα μόνη, παντοδύναμον Λόγον καὶ Κύριον· ὅθεν ἄν Σοι μόνον, ἐμὲ θελήσειας σωθῆναι, εὐχερῶς ἐγὼ Κόρη σωθήσομαι.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τὸν ποταμὸν τὸν ἀένναον, τὸν ἐκ τῆς νοητῆς Ἐδὲμ βλύζοντα, τῆς θείας χάριτος, δεῦτε ἐν ὕμνοις τιμήσωμεν, καὶ τῆς ζωῆς τὰ ῥεῖθρα, αὐτοῦ τρυφήσωμεν.
μετανοίας διδάσκαλος, ὁ κῆρυξ φωτισμοῦ τοῦ τῆς χάριτος, ὁ ἱερώτατος, νῦν Συμεὼν μακαρίζεται, ὁ ζήσας ἐν τῷ κόσμῳ, ζωὴν ἰσάγγελον.
Νικήσας σθένει τοῦ πνεύματος, καὶ πόνοις ἐγκρατείας καὶ δάκρυσι, Συμεὼν Ὅσιε, πάθη ψυχῆς τε καὶ σώματος, εἰς τὸ τῆς ἀπαθείας ἄκρον ἀνέδραμες.
Θεοτοκίον.
Θεὸν ἀσπόρως συνέλαβες, Παρθένε καὶ ἀκόπως ἐβάστασας, ἐν τῇ κοιλίᾳ Σου, ἀφθόρως δὲ τοῦτον ἔτεκες, ὢ τριπλοῦ τεραστίου, τίς οὐκ ἐξίσταται;

Ὁ β’ τοῦ Ἁγίου. Τὴν δέησιν ἐκχεῶ.
Τοῦ πνεύματος, θείαν χάριν Ὅσιε, ἐν καρδίᾳ ὡς πηγὴν κεκτημένος, καὶ ὕδωρ ζῶν, καὶ ἀλλόμενον Πάτερ, θεοσοφίας ἐξέβλυσας νάματα, καὶ αὔλακας τὰς ψυχικάς, τηκομένας τῷ δίψει ἐμέθυσας.
Ἐδόθη σοι, καὶ θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις ὦ Πάτερ· ἵνα μηδέν, ὑστερῇς τῶν Ἁγίων· ὅθεν καὶ ζῶν καὶ θανὼν ἀπετέλεσας, θαυμάσια πολλὰ σοφέ, καὶ ἰάσεις δυνάμει τοῦ πνεύματος.
Ἐξίσταντο, οἱ λαοὶ ἀκούοντες, τὴν σοφίαν τῶν σῶν λόγων ὦ Πάτερ, καὶ ὡς ποτέ, Ἰουδαῖοι ἐβόων, περὶ Χριστοῦ, οὕτως οὗτοι ἐκραύγαζον, ἡ χάρις λόγων ἡ πολλή, καὶ σοφίᾳ αὐτῷ πόθεν δέδοται;
Θεοτοκίον.
Ἀγκάλας Σου, καὶ μαστοὺς ὦ Δέσποινα, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, μῖξον τοῖς Σοῖς, τὰς ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ ἥλοις καὶ κάλαμον, καὶ οὕτως ἱλέωσαι αὐτόν, ἐφ’ ἡμῖν τοῖς πολλὰ ἁμαρτήμασι.













Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῷ φωτὶ λαμόμενος, τῷ τρισηλίῳ θεόφρον, θεολόγος γέγονας, τῆς ὑπερθέου Τριάδος· ἄνωθεν, σοφίαν λόγων καταπλουτήσας· ἔβλυσας, θεοσοφίας ἔνθεα ῥεῖθρα· ἐξ ὧν πίνοντες βοῶμεν· χαίροις τρισμάκαρ, Συμεὼν Ὅσιε.
Ὁ Οἶκος.
Τὸ πανάγιον Πνεῦμα, τὸ πρώην τοὺς ἁλιεῖς καὶ ἀγραμμάτους σοφίαν, καὶ ῥήτορας καὶ θεολόγους αὐτοὺς ἀναδεῖξαν, τοῦτο καὶ ἐν τοῖς ὑστέροις καιροῖς τῇ καθαρᾷ σου ψυχῇ ἐνοικῆσα, Συμεὼν ἁγιώτατε, ῥήτορα ῥητόρων, καὶ λογίων λογιώτατον, καὶ θεολόγον σε πάνσοφον, τὸν ἀμαθῆ καὶ ἄσοφον ἀπειργάσατο, καλλιγραφοῦντα, καὶ θαυμαστῶς ἐκτιθέμενον, τὰ δόγματα τῆς ὑπερφυοῦς θεολογίας, καὶ τὰ μυστήρια τοῦ θείου φωτός· καὶ τὰς ἐν τῇ ψυχῇ μυστικῶς γενομένας διαφόρους ἐνεργείας, τῆς θείας χάριτος τοῦ Ἁγίου Πνεύματος· ὧν καὶ ἡμεῖς τῆς ἀναγνώσεως ἀπολαύοντες, σὲ μακαρίζομεν ἀξιομακάριστε Πάτερ, ὡς ὑπερφυᾶ καὶ οὐράνιον ἄνθρωπον· καὶ τὴν ἁγίαν ἑορτήν σου μετὰ πόθου ἐκτελοῦντες ὁμοφώνως βοῶμέν σοι· χαίροις τρισμάκαρ, Συμεὼν Ὅσιε.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.
Βῆς δύο καὶ δεκάτη Συμεὼν πόλον ἀστερόεντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Πρόβου, Ταράχου καὶ Ἀνδρονίκου.
Ξίφει Τάραχος, Ἀνδρόνικος καὶ Πρόβος,
Ἤραντο νίκην, γῆν προβάντες ταράχου.
Οὗτοι ὑπῆρχον ἐν ὑπατείᾳ Διοκλητιανοῦ, καὶ Φλαβιανοῦ ἡγεμόνος. Καὶ ὁ μὲν Τάραχος προβεβηκὼς ἦν τὴν ἡλικίαν, Ῥωμαῖος τὸ γένος, στρατιώτης τὴν τύχην. Ὁ δὲ Πρόβος, ἐκ Σίδης τῆς Παμφιλίας. Ὁ δὲ Ἀνδρόνικος, πόλεως Ἐφεσίων τῆς Ἰωνίας.
Καὶ ὁ μὲν Τάραχος θλᾶται λίθοις τὰς σιαγόνας καὶ τὸν αὐχένα· τὰς χεῖρας πυρὶ καταφλέγεται, καὶ ἀναρτᾶται ἐπὶ ξύλου, καὶ καπνῷ πνιγηρῳ ὑποβάλλεται· ὄξος ἐπὶ τῶν ῥινῶν δέχεται· καὶ ὀβελίσκοις πεπυρακτωμένοις τοὺς μαστοὺς ὑποκαίεται· ξηρῷ τὰ ὦτα ἐκτέμνεται· τὸ δέρμα τῆς κεφαλῆς ἀποσύρεται· θηρίοις ἐκδίδοται, καὶ τελευταῖον μαχαίρᾳ κατακοπεὶς μεληδόν, τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.
Ὁ δὲ γενναῖος Πρόβος νεύροις ὠμοῖς τύπτεται· σιδήροις πεπυρακτωμένοις τοὺς πόδας κατακαίεται· ξύλῳ ἀναρτᾶται· τὸν νῶτον καὶ τὰς πλευρὰς πυρωθεῖσιν ὀβελίσκοις κατακαίεται, καὶ ἑτέραις σούβλαις τὰς κνήμας διατέμνεται. Καὶ τελευταῖον, μαχαίραις καὶ αὐτὸς κατακοπείς, τὸ μακάριον τέλος ἀπηνέγκατο.
Ἀνδρόνικος δὲ ὁ θεῖος ξύλῳ ἀναρτᾶται, καὶ σιδήροις ὀξέσι τὰς κνήμας χαράσσεται, καὶ τὰς πλευρὰς κατακεντᾶται· ἅλατι τὰς ὠτειλὰς ἀνατρίβεται· τὴν γλῶσσαν καὶ τὰ χείλη ἐκτέμνεται· καὶ σχεδὸν ὅλον τὸ σῶμα κατακοπεὶς μαχαίραις καὶ αὐτός, τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρατίθησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης.
Μέλη Δομνῖνα καὶ περ ἐξαρθρουμένη,
Οὐκ ἦν ἀληθῆ πίστιν ἐξαρνουμένη.
Αὕτη ἠγωνίσατο ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως· καὶ παραστᾶσα Λυσίᾳ τῷ ἡγεμόνι, ἐν τῇ Ἀναζαρβέων πόλει, τύπτεται ἐν πρώτοις βουνεύροις ὠμοῖς, καὶ σιδήροις πυρωθεῖσι τοὺς πόδας καταφλέγεται. Εἶθ’ οὕτω θλᾶται ῥάβδοις, καὶ ἐξαρθροῦται τὰς ἁρμονίας· καὶ τῇ εἱρκτῇ ἀποῤῥιφεῖσα, τὴν ψυχὴν τῷ Θεῷ παρατίθησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Ἀναστασίας.
Ἡγεῖτο λαιμοῦ τὴν τομὴν ἀσπασίαν,
ἡ καλλίνικος Μάρτυς Ἀναστασία.
Αὕτη, ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Δεκίου καὶ Οὐαλλεριανοῦ, ἐκ πόλεως Ῥώμης· ἦν δὲ μονάζουσα μετὰ ἑτέρων παρθένων ἐν μοναστηρίῳ τινί. Διαβληθεῖσα οὖν τῷ ἡγεμόνι, καὶ παραστᾶσα ἔμπροσθεν αὐτοῦ μετὰ κλοιοῦ σιδηροῦ, τύπτεται εἰς τὸ πρόσωπον, καὶ γυμνοῦται, καὶ ὑπὸ πυρὸς κατακαίεται, ἐπιῤῥαινομένων ἐπάνω αὐτῆς, πίσσης, καὶ ἐλαίου, καὶ τειάφης. Εἶτα κρεμᾶται ἐπὶ ξύλου, καὶ τοὺς μαστοὺς τέμνεται, καὶ τοὺς ὄνυχας ἀνασπᾶται. Καὶ μετὰ ταῦτα, τὰς χεῖρας κόπτεται, καὶ τοὺς πόδας· εἶτα τοὺς ὀδόντας ἐκριζοῦται. Καὶ τελευταῖον τὸ διὰ ξίφους τέλος δέχεται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑβδομήκοντα Μάρτυρες, ξίφει τελειοῦνται.
Τέθνηκεν ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
θνήσκειν ἑτοίμων εἰ δέοι καὶ πολλάκις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδότου, ἐπισκόπου Ἐφέσσου.
Ὁ Θεόδοτος γήϊνον λιπὼν θρόνον,
τὸν λαμπρὸν εὗρε τῆς ἄνω δόξης θρόνον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαλφεθᾶ, βέλεσι τοξευθεὶς τελειοῦται.
Οὐ μαλθακόν τι Μαλφεθᾶ βλέπειν ἔχει,
τόξου κατ’ αὐτῆς εὐτόνως τεταμμένου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀνθίας, βληθεῖσα εἰς πύρινον χάλκινον βοῦν, τελειοῦται.
Εἰς βοῦν ἀπανθεὶς ἔμπυρον βεβλημένη,
ἐν οὐρανῷ δὲ λαμπρὸν ἀνθεὶς Ἀνθία.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουβεντῖνος καὶ Μάξιμος, ξίφει τελειοῦνται.
Ἰουβεντῖνος Μαξίμῳ τμηθεὶς ἅμα,
χορῷ συνήφθη Μαρτύρων σὺν Μαξίμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Ἰάσωνος, ἐπισκόπου Δαμασκοῦ.
Παθὼν Ἰάσων τὰς βάρεις καταστρέφει,
πύργους ἐγείρας ἀρετῶν πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόμαχος καὶ Διόδωρος, πυρὶ τελειοῦνται.
Μάχου πρὸς ἐχθροὺς Ἀνδρόμαχε Κυρίου,
κᾂν τοῦ πυρὸς σύνθνησκε τῷ Διοδώρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐΐλφριντ τῆς Ὑόρκης Ἀγγλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀλαμάνων τῶν ἐν Κύπρῳ· Βαλαντίου, Βαρλαάμ, Βαρνάβα τοῦ μοναχοῦ, Βασιλείου ἐπισκόπου τοῦ Βαβατσινιώτη, Γεωργίου τοῦ ἐπιτηδειώτου, Γεωργίου τοῦ περαχωρίτου, Γεωργίου τοῦ Σαλαμάνου, Δημητριανοῦ τοῦ ἐπισκόπου, Εἰρηνικοῦ, Ἐλπιδίου, Ἐπαφροδίτου καὶ Ἐπίκτητου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοσεβίου καὶ τῆς Συμβίας αὐτοῦ, τῶν ἐν Ἀρσινόῃ.
Σέβας ὑπάρχεις Ὁσίων Ἀρσινόης,
Θεοσέβιε σὺν θείᾳ σου Συμβίᾳ.
Ὁ Ὅσιος Θεοσέβιος, ὁ ἐγκωμιασθεὶς ὑπὸ τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, κατήγετο ἐκ τῆς Μελάνδρας τῆς Ἀρσινόης καὶ ἦτο ἀδελφὸς κατὰ σάρκα τοῦ Ἁγίου Ἀρκαδίου, ἐπισκόπου Ἀρσινόης. Ἔγγαμος ὢν κοινῇ συνενέσει μετὰ τῆς Ὁσίας αὐτοῦ Συμβίας ἐν παρθενίᾳ ἐβίωσαν. Βόσκων ὁ Θεοσέβιος τὰ αὐτοῦ πρόβατα ἐν τοῖς λειμῶσι καὶ ταῖς νάπαις τῆς πατρίδος αὐτοῦ ἀδιαλείπτως προσηύχετο καὶ μὴ φεισάμενος τῆς νεότητος αὐτοῦ, τὴν σάρκα κατέτηκε νυχθημέροις πόνοις καὶ ἀτρύτοις σκληραγωγίαις. Ὁμοίως καὶ ἡ Συμβία αὐτοῦ ἐν ἁγνείᾳ καὶ παρθενίᾳ διάγουσα θεοπρεπῶς τὸ ζῆν ἐξεμέτρησε. Ἐκοιμήθησαν ἀμφότεροι ἐν εἰρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐπὶ τῇ ἐπετείῳ τῆς ἀπελευθερώσεως τῆς πόλης τῶν Ἀθήνων ἐκ τοῦ Γερμανικοῦ ζυγοῦ, ἐν ἔτει 1944, Σύναξις πάντων τῶν ἐν Ἀθήναις Ἁγίων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.














ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ξεχύθη σου ἡ χάρις ἐν τοῖς χείλεσι πλουσία ἄνωθεν, ὦ ἱερὲ Συμεών, καὶ χῦμα καρδίας σοι, ὡς ἄμμος δέδοται, ἡ θαλάσσιος, παρὰ τοῦ σὲ σοφίσαντος, ὡς ποτὲ τῷ Σολομῶντι.
πολύφωτος καὶ πάγχρυσος τῆς χάριτος καὶ λαμπρὸς ἥλιος, τῆς Ἐκκλησίας Χριστοῦ, σεπτὸν διερχόμενος, ἅπαν στερέωμα, καὶ τῆς νήψεως, αὐγάζων ταῖς ἐλλάμψεσι, Συμεὼν ἀνευφημείσθω.
Λογιώτατος λογίων θεοδίδακτος καὶ πνευματέμφορος, σὺ θεολόγος Χριστοῦ, ἐδείχθης τοῖς πέρασι, Συμεὼν Ὅσιε, ἐπιστήθιος, δεύτερος καὶ Γρηγόριος, ὁ πυρίπνους θεολόγος.
Θεοτοκίον.
πυρίμορφος θρόνος καὶ φλογερώτατος Χριστοῦ παντάνακτος, ὁ ὑψηλὸς οὐρανός, ἐκ πάσης ἐφέσεως, καὶ προσπαθείας με, ἐλευθέρωσον, τῆς χαμαιζήλου σχέσεως, ᾀειπάρθενε Μαρία.

Ὁ β’ τοῦ Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀμνησίκακος ὤφθης χριστομίμητος ὅλος καὶ γαληνότατος, τοὺς γὰρ ἐχθρούς σου Πάτερ, τοὺς σὲ κτεῖναι ζητοῦντας, εὐργέτεις ἑκάστοτε· ἕως φίλους αὐτούς, ταῖς δωρεαῖς ἐποίεις.
Σὺ τὴν κλεῖδα πλουτήσας τῶν γραφῶν τὴν τοῦ Πνεύματος Ὅσιε, ὁπότ’ ἐβούλου Πάτερ, διήνοιγες ἐκόπως, καὶ τῷ λόγῳ ἐδείκνυες, τὸν θησαυρὸν τῶν Γραφῶν, τὸν ἀποκεκρυμμένον.
Σὺ καθάρας τὸ σῶμα ἐμπαθείας τρισμάκαρ ἡδυπαθείας τε, ψυχὴν ἐλευθερώσας, καὶ νοῦν τῆς προσπαθείας, νεκρὸς γέγονας σώματι, καὶ πρὸ θανάτου σαρκός, τῷ πνεύματι ἀνέστης.
Θεοτοκίον.
Θείων ἀπαυγασμάτων ἀνεξάντλητος κρήνη Σὺ Κόρη γέγονας, βυθῶν τῶν ἀποκρύφων, τῆς ἀκαταληψίας, τοῦ Θεοῦ ἡ φανέρωσις, ὁ νοηθεὶς τῷ Θεῷ, σκοπὸς πρὸ τῶν αἰώνων.














ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γέγονας νοούμενος παμμάκαρ, παράδεισος ἐν Ἐδὲμ ὁ θεοφύτευτος, ἔχων στελεχούμενον, τὸν Χριστὸν ἐν μέσῳ σου, ὡς ξύλον ζωῆς Ὅσιε, θάλλον γλυκύκαρπον, κυκλόθεν δέ, ὡς δένδρα κομῶντα, καρποῖς τε καὶ φύλλοις, τὰς ἀρετὰς ἁπάσας.
μοιος ἐγένου τῷ ἐμπόρῳ, ὃν εἶπε Χριστὸς Συμεὼν Ὅσιε, σὺ γὰρ ἃ ἐκέκτησο, ἅπαντα ἐπώλησας, καὶ μαργαρίτην ἔλαβες, τὸν πολυτίμητον, ὃν ἔκρυψας, ἐντὸς τῆς καρδίας, καὶ ἠγαλλιάσω, ἀῤῥήτως ἐπὶ τούτῳ.
Νέος οὐρανὸς Πάτερ ὡράθης, τὸν Κύριον ὥσπερ ἥλιον παμμέγιστον, Συμεὼν θεόσοφε, ἔχων ἐν τοῖς στέρνοις σου, ὡς δὲ σελήνην πάμφωτον, ἀργυραυγίζουσαν, τὴν χάριν, τὴν τοῦ Πνεύματος κτήσας, καὶ ὡς φαιδρὰ ἄστρα, σεπτὰ συγγράμματά σου.
Θεοτοκίον.
γιον Ἁγίων ὡς τεκοῦσα, Ἁγίοις ᾀεὶ τὸν ἐπαναπαυόμενον, καὶ ὡς μόνη στήσασα, κατ’ ἐχθρῶν τὸ τρόπαιον, τῶν ἀοράτων πάναγνε, τὸν νοῦν φυλάξασα, ἀνώτερον, ἐννοίας ἀτόπου, καλῇ παρὰ πάντων, δικαίως Παναγία.

Ὁ β’ τοῦ Ὁσίου. Ἑπταπλασίως κάμινον.
Ἔρωτας θείους ἔσχηκας, ἐν καρδίᾳ σου Ἅγιε, οἳ εἰσὶ τοῦ Κτίστου, φῶς τὸ ἀνεκλάλητον, ἐντεῦθεν θεόληπτος, καὶ ἔνθους ὅλος γέγονας, ὅλος ἐνδημῶν, τῷ ὑπὸ σοῦ ἐρωμένῳ, καὶ πάθη πάσχων θείας, κατοχῆς καὶ βακχείας, καὶ διὰ στίχων ὕμνους, ἐρωτικοὺς συγγράφων.
Τριαδικῶς κατώπτευσας, τὴν Τριάδα τὴν ἄκτιστον, νοῦν λόγον καὶ πνεῦμα, νοΐ λόγῳ πνεύματι, Μονάδα δὲ αὖθίς τε, μοναδικῶς ἀνύμνησας, ἑνώσας εἰς ἕν, τὸν νοῦν λόγον καὶ πνεῦμα, καὶ φύσει μὲν ἐγένου, τοῦ Θεοῦ κατ’ εἰκόνα, τῇ γνώμῃ δὲ ἐδείχθης, καθ’ ὁμοίωσιν Πάτερ.
Εἰς τὸ τῆς ταπεινώσεως, Συμεὼν βάθος ἔφθασας, ἣν αὐτὸ τὸ πνεῦμα, ἔκτισεν ἐν σπλάγχνοις σου· ἐντεῦθεν ἠξίωσαι, εἰς ὕψος τελειότητος, ἀνελθεῖν σοφέ, ὡς ἐφικτὸν τοῖς ἀνθρώποις, καὶ πνεύματος πλησθῆναι, χαρισμάτων ποικίλων, καὶ Ἄγγελον φανῆναι, ὡς ἄϋλον ἐν ὕλῃ.
Θεοτοκίον.
Νῦξ με συνέσχε πάντοθεν, ἁμαρτίας τὸν δείλαιον, φωτισμὸν γὰρ εἶναι, τὴν τρυφὴν ὑπέλαβον, ἐντεῦθεν ἠλλοίωμαι, τὴν οὐ καλὴν ἀλλοίωσιν, εἰς τὰς σκοτεινάς, καταφερόμενος πράξεις, τὸ φῶς ἡ τετοκυῖα, φώτισόν με Παρθένε, καὶ θείᾳ ἀλλοιώσει, ἀλλοίωσόν με ὅλον.







ᾨδὴ θ΄. Ἅπας γηγενής.
Χαίροις νῦν χαράν, τὴν ὄντως ἀπέραντον, καὶ ἀνεκλάλητον, Συμεὼν τρισόλβιε, ὅπου χωρίον, χαρᾶς τὸ χάριεν, κλαύσας γὰρ ὦδε πρόσκαιρα, εἰς τὰ οὐράνια, παρεκλήθης, καὶ σκιρτᾷς αἰώνια, τὸ τερπνὸν καὶ μακάριον σκίρτημα.
Βλέπεις τὸν γλυκύν, Ἰησοῦν πρὸς πρόσωπον, νῦν ὅνπερ πρότερον, βλέπειν κατηξίωσας, ἀλλ’ ἐν ἐσόπτρῳ, καὶ ἐν αἰνίγματι, ἐντρύφα λοιπὸν Ὅσιε, σκίρτα καὶ χόρευε, ἀπολαύων, νῦν τοῦ ποθουμένου σοι, καὶ ἡμῶν τῶν τιμώντων σε μέμνησο.
Δέχου τὴν ᾠδήν, Συμεὼν θεόσοφε, ἥν Σοι προσάγομεν, δῶρον ὡς ἐλάχιστον, τοῦ πολλοῦ χρέους, οὗ πρὸς σὲ ἔχομεν, καὶ ἀμοιβὴν αἰτούμεθα, χάριν τοῦ πνεύματος, δωρηθῆναι, καὶ ἡμῖν πρεσβείαις σου, ἣν κακίαις πολλαῖς ἀπωλέσαμεν.
Θεοτοκίον.
Κτίσεως ἁγνή, καὶ Κτίστου μεθόριον, ἄμεσον γέγονας· ὅθεν καὶ τὸ πλήρωμα, πασῶν χαρίτων δέχῃ πανάμωμε, καὶ μεταδίδως ἅπασι, βροτοῖς Ἀγγέλοις τε· ὅθεν τούτου Σύ, μετάδος Δέσποινα, καὶ ἡμῖν τοῖς ἐν πίστει τιμῶσί Σε.

Ὁ β’ τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Τῇ Νύμφῃ Βασιλέως Χριστοῦ σοφέ, Ἐκκλησίᾳ σοὺς λόγους κατέλιπες, ὡς νυμφικόν, κόσμον καὶ ποικίλον ἱματισμόν, ὡς λιθομαργαρόχρυσον, στέφανον καὶ σκεῦος καὶ κιβωτόν, ὡς περιδέραιά τε, ψέλλια καὶ χλιδῶνας, καὶ δακτυλίους καὶ ἐνώτια.
Τὴν τάξιν ὑπερέβης τὴν δουλικήν, καὶ μισθίους αὐτοὺς ὑπερήλασας, καὶ ὡς υἱός, νῦν πατρὶ παρίστασαι τῷ Χριστῷ, εἰλικρινὴς καὶ γνήσιος, ὁρῶν καὶ ὁρώμενος ὑπ’ Αὐτοῦ, θεούμενος ἀμέσως, Χριστοῦ συγκληρονόμος, καὶ κληρονόμος Θεοῦ Ἅγιε.
Οὐ σθένει γλῶσσα οἶδά σε Συμεών, τὸν Θεὸν κατὰ χάριν γενόμενον, ἀνευφημεῖν, ἀλλὰ πάλιν οἶδα ὅτι ἡ σή, φιλανθρωπία δέχεται, καὶ γυμνὴν προαίρεσιν τῆς ψυχῆς· διὸ δέξαι μου ταῦτα, τὰ ᾄσματα τρισμάκαρ, ὥσπερ πατὴρ παιδὸς ψελίσματα.
Θεοτοκίον.
Παράκλητον προβάλλομεν πρὸς Θεόν, Σὲ Παρθένε οἱ δοῦλοί Σου ἅπαντες· ὅθεν Ἁγνή, δέησον προσάγαγε Σῷ Υἱῷ, Πατρί τε καὶ τῷ Πεύματι, τῷ ἑνὶ τῶν πάντων Δημιουργῷ, Τριάδι τῇ Ἁγίᾳ, ἵνα ἡμᾶς οἰκτείρῃ, καὶ πάντας σώσῃ κόσμου Σώτηρα.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν θεολόγον ἅπαντες, Συμεὼν εὐφημήσωμεν, τῶν μοναζόντων τὸ κλέος, καὶ ἱερέων τὴν δόξαν, τῶν θεολόγων καύχημα, καὶ τῶν πιστῶν ἀγλάϊσμα, τῆς χάριτος τὴν σάλπιγγα, καὶ τῆς Χριστοῦ Ἐκκλησίας, τὸν φωτοφόρον φωστῆρα.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὁ αἰσθητὸς μὲν ἥλιος, τῷ πρωΐ ἀνατέλλων, φωτίζει κόσμον ἅπαντα, φθάσας δὲ δύσιν ὅμως, ἰδίας κρύπτει ἀκτῖνας, σὺ δὲ Ὅσιε Πάτερ, ἥλιος ὤφθης ἄδυτος, ἐν νυκτὶ καὶ ἡμέρᾳ, τοῖς ἱεροῖς, λόγοις σου φωτίζων σύμπαντα κόσμον· ὅθεν ἡλίου γέγονας, αἰσθητοῦ πολλῷ κρείττων.
Θεοτοκίον.
Μετὰ Θεὸν πανάμωμε, Σὺ θεὸς ἀνεδείχθης, τὰ δευτερεῖα ἔχουσα, τῆς Ἁγίας Τριάδος, τῆς πίστεως ἀρχὴ πρώτη, καὶ ἐλπίδος ἡ βάσις, τὸ ἔρεισμα τῆς πράξεως, καὶ κρηπὶς θεωρίας, ἀκροστιχίς, Προφητῶν ἁπάντων καὶ γραφῶν πίναξ, πόλου καὶ γῆς τεράστιον, καὶ στοιχεῖον τοῦ κόσμου.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστῶν αἱ χορεῖαι πανηγυρίσωμεν, τοῦ νέου θεολόγου, Συμεῶν δὲ τὴν μνήμην, καὶ τούτου τὴν εἰκόνα τὴν ἱεράν, εὐλαβῶς προσκυνήσωμεν, τῷ πρωτοτύπῳ προσάγοντες δι’ αὐτῆς, τὴν τιμὴν καὶ τὴν προσκύνησιν.

Τῶν μακαρίων οἱ δῆμοι νῦν συναγάλλονται, τῷ πνεύματί σου Πάτερ, τῷ ἀΰλῳ ἐν πόλῳ, ἡμεῖς δὲ σοὶ δοῦλοι τὰ ἱερά, σοῦ συγγράμματα ἔχοντες, καὶ ἐξ αὐτῶν ὠφελούμενοι ψυχικῶς, ἐπὶ γῆς ἀγαλλιώμεθα.

Τὸ τριμερὲς τῆς ψυχῆς σου καθάρας Ὅσιε, κηλίδος ἀπὸ πάσης, ἀρετῶν τῇ τριάδι, νηστείᾳ καὶ ἀγάπῃ καὶ προσευχῇ, τῆς Τριάδος γεγένησαι, τῆς ὑπερθέου ἀνάκτορον ἱερόν, Συμεὼν Πάτερ ἀείμνηστε.

Τῆς ἀρχιφώτου Τριάδος νῦν ἀστραπτόμενος, πλουσίαις ταῖς ἀκτίσι, Συμεὼν θεολόγε, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς γεραιρόντων σε, καὶ τὴν ἁγίαν σου μνήμην περιχαρῶς, ἐκτελούντων παναοίδιμε.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὸ πλάτος τῆς ἀγάπης, ἣν πρὸς τὸν πλησίον ἔσχες, Συμεὼν ἁγιώτατε; Σὺ γὰρ οὐ μόνον ζῶν, διὰ λόγων καὶ ἔργων, πρὸς μάνδραν οὐράνιον ὡδήγησας τὸ ποίμνιον Χριστοῦ, ἀλλὰ καὶ μετὰ θάνατον· ὥσπερ πατὴρ φιλόστοργος, θηλὴν αὐξητικήν, καὶ στερεὰν τροφήν, τὴν θεόσοφόν σου βίβλον ἡμῖν παρέθηκας, δι’ ἧς τρεφόμενοι, εἰς ἄνδρα τέλειον, καὶ εἰς μέτρον ἡλικίας τοῦ Χριστοῦ ἀναγόμεθα· ὄντως ἐκκαλιώθησαν ᾀσματικῶς ἡ καρδία καὶ χείλη σου, ἀπὸ οἴνου τοῦ ἐκστατικοῦ τῆς θεώσεως, ἧς καὶ ἡμᾶς τυχεῖν καταξίωσον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλης καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν θεοχαρίτωτον Συμεών, πόθῳ εὐφημοῦμεν, τὸν φωτίζοντα δωρεάν, τοὺς μετ’ εὐλαβείας, καὶ προσοχῆς μεγίστης, τὴν θείαν αὐτοῦ βίβλον, ἀναγινώσκοντας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου