Πέμπτη 28 Σεπτεμβρίου 2023

ΑΥΓΟΥΣΤΟΥ 1. ΟΣΙΑ ΠΑΥΛΑ ΚΑΡΠΑΣΙΤΙΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΑΥΓΟΥΣΤΟΣ Α΄.

ΠΑΥΛΑ ΟΣΙΑ ΚΑΡΠΑΣΙΑΣ ΚΥΠΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια δ΄. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἀρετῶν δᾳδουχίᾳ παθῶν σκοτόμαιναν, καὶ τὰς μηχανουργίας, ἀπημαύρωσας πλάνου, λαμπὰς ὡς φωτοφόρος καὶ παμφαής, Παῦλα Κύπρου θησαύρισμα· διό σε πάντες τιμῶντες ὡς θεαυγῆ, ἀνυμνοῦμέν σε ἀσκήτρια.

 

Τῆς Καρπασίας τὸ θρέμμα, καὶ τὴν αὐτάδελφον, τῆς Φωτεινῆς τῆς πάνυ, Παῦλαν πάντες ἐκθύμως, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, ἐκβοῶντες· ὑπόδειξον, τῆς ἀρετῆς τὴν σωτήριαν ἀτραπόν, τοῖς τιμῶσί σου τὴν ἄσκησιν.

 

Ὡς πολυτίμητον προῖκα, τῷ παναχράντῳ σου, καὶ ποθεινῷ Νυμφίῳ, τὴν σὴν ἄσκησιν Παῦλα, προσήγαγες Ὁσία καὶ τιμαλφές, δῶρον· ὅθεν ἀπείληφας, στέφος ἀμάραντον δόξης τῶν οὐρανῶν, καὶ εὐκλείας τῆς ἀμείνονος.

 

Τῆς ἀρετῆς τὴν τρυγῶνα, τὴν παναμώμητον, χαρίτων τὸ δοχεῖον, θείου Πνεύματος ῥεῖθρον, ἁγνείας τὸ ταμεῖον καὶ ἱερᾶς, ἐνασκήσεως ἄγαλμα, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, Παῦλαν νήψεως τὸ ἔσοπτρον.

 

Δόξα. Ἦχος β΄.

Τὴν παριδοῦσαν τὴν ἀσθένειαν τῆς φύσεως, καὶ ἀνδρικῶς ἐν Αἰγιαλούσῃ ἀγωνισθεῖσαν, Παῦλαν τὴν ἀξιάγαστον ἐκθύμως ἐπαινέσωμεν· αὕτη γὰρ ἔρωτι θείῳ τρωθεῖσα, ἔσπευσε νυμφευθῆναι τῷ τῆς ὑφηλίου Κτίστῃ, καὶ Αὐτῇ εὐαρεστῆσαι, παρθενίᾳ καὶ ἀσκήσει τελείᾳ· καὶ νῦν τοῦ ἐφετοῦ ἐπιτυχοῦσα, καὶ σὺν Χριστῷ ἀγαλλομένη, ἀπαύστως πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος δ'

Ὁ συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σκήνωμα δωρεῶν, τοῦ Παρακλήτου ὤφθης, καὶ οἶκος φωτοφόρος, χαρίτων Παῦλα θεία, Ὁσίων ἀκροθίνιον.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις τῆς Φωτεινῆς, Ὁσίας τῆς ἐν Κύπρῳ, ὁμαῖμον τρισολβία, καὶ ἀρετῶν παντοίων, λαμπρότης Παῦλα ἔνδοξε.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Πάντας τοὺς εὐλαβῶς, τιμῶντας σοὺς ἀγῶνας, τοὺς ὑπὲρ φύσιν Παῦλα, ἐκλύτρωσαι κινδύνων, καὶ ἐπηρείας δαίμονος.

 

Δόξα. Τριαδικόν.

Κτίσεως Πλαστουργέ, Τριὰς ὑπεραγία, λιταῖς Ὁσίας Παύλης, εἰρήνευσον τὸν κόσμον, καὶ σῶσον τοὺς ὑμνοῦντάς Σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Λυτρωτοῦ, ὐπερευλογημένη, Σὸν ταπεινὸν οἰκέτην, ὑπὸ τὴν τῶν πτερύγων, σκιάν Σου διαφύλαττε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὴν συνώνυμον Παύλου οὐρανοβάμονος, βλαστὸν σεπτὸν Καρπασίας, καὶ Φωτεινῆς εὐκλεοῦς, τὴν αὐτάδελφον πιστοὶ ἀνευφημήσωμεν, Παῦλαν Ὁσίαν ἀγωγῆς, ὡς φανὸν ἀσκητικῆς, καὶ κόσμημα εὐσεβείας, τὰς εὐπροσδέκτους πρεσβείας, αὐτῆς πρὸς Κύριον αἰτούμενοι.

Δόξα... Καὶ νῦν... Τοῦ Σταυροῦ Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ τιμίου Σταυροῦ γ΄. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι

Ὡς κοινὸν φυλακτήριον, ὡς πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας, ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ τὸν τύπον, καὶ προσκυνοῦσι καὶ σέβουσιν.

Οἱ τοῦ βίου τοῖς κύμασι, θαλαττεύοντες ἄνθρωποι, παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα σωτήριον, τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ πνεύματα, καὶ ῥαγήσεται πάθη, καὶ πρὸς ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς καταντήσομεν.

Ὑπὲρ ἥλιον ἔλαμψεν, ὁ Σταυρὸς ὁ πανάγιος, ὡς ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας ἰάματα· προσέλθωμεν ἄνθρωποι, οἱ τῷ σκότει τῶν δεινῶν, συνεχόμενοι πάντοτε, καὶ ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων, τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν μεγαλύνοντες.

 

Καὶ γ’ τῆς Ὁσίας. Ὅμοια.

Τῆς ἁγνείας τὸ μέλαθρον, τῆς ἀσκήσεως τέμενος, ταπεινοφροσύνης τὸ σεμνολόγημα, τὸ ἐνδιαίτημα νήψεως, κανόνα χρηστότητος, καὶ χαρίτων θεϊκῶν, τὸν ἀείῤῥύτον χείμαῤῥον, εὐφημήσωμεν, ἀνακράζοντες· Παῦλα θεοφόρε, μὴ ἐλλίπῃς τὸν Δεσπότην, ὑπὲρ ἡμῶν ἱκετεύουσα.

 

Ἐκκλησίας διάκοσμον, Καρπασίας διάδημα, καὶ Αἰγιαλούσης τὸ θεῖον κόσμημα, Ὁσίαν Παῦλαν τιμήσωμεν, πιστοὶ μελῳδήμασιν, ἱεροῖς ὡς ἀρετῶν, θησαυρὸν πολυτίμητον, καὶ ἀδάμαντα, διαυγέστατον πίστεως Κύριου, τὸν κοσμήσαντα χορείαν, ἀσκητριῶν τὴν φιλόθεον.

 

Ἀπαθείας τὸ ὄργανον, ἐγκρατείας γεώργιον, τῆς διπλῆς ἀγάπης φανὸν πολύφωτον, καὶ ἀκραιφνοῦς θεοσμίλευτον, ἀσκήσεως ἄγαλμα, Παῦλαν δεῦτε μυστικῶς, φιλακόλουθοι στέψωμεν, ὕμνοις πρέπουσιν, ὡς πανάσπιλον νύμφην τοῦ Ὑψίστου, καὶ περίλαμπρον γυναίων, θεοφιλῶν ἐγκαλλώπισμα.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀσκητικὴν ποθήσασα βιοτήν, Καρπασίας πάντιμον γέρας, κατ’ ἀξίαν θεόθεν ἐδοξάσθης, Παῦλα Μῆτερ ἀοίδιμε· στοιχειωθεῖσα γὰρ τῇ θείᾳ ἀγάπῃ, ὅλον τὸν πόθον τῆς ψυχῆς σου Θεῷ ἀνέτεινας, καὶ τὴν στενὴν τρίβον καλῶς διώδευσας· τοῦ ξύλου ὅθεν τῆς ζωῆς ἀξιωθεῖσα τρυφῆσαι, ὡς ἀρετῆς σύγκαρπον δένδρον, ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ'

Ὅνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα Κύριε, σὺν τῷ Λῃστῇ τῆς Βασιλείας Σου ἀξίωσον ἡμᾶς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. ΜΑ, 1-12)

Ὢ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσι καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾍδου ἐλεγμὸς ζωῆς. Τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν. τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι᾿ αὐτὸν ὀνειδισθήσονται. οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Θεοῦ ῾Υψίστου· καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. πάντα ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται. φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμένει ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου.

 

 

 

 

 

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).

Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐ­γέ­νε­το ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦ­τον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐ­τῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐ­ρεί­δει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐ­τῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γί­νε­ται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

 

 

 

 

 

 

 

 

 

Λιτή. Ἦχος α’.

Βίον ἀκηλίδωτον μετελθοῦσα, καὶ Θεὸν ὁλοθύμως ἀγαπήσασα, ὑποτύπωσις μοναζουσῶν ὤφθης, Παῦλα ὁσίων γυναικῶν εὐπρέπεια· ἐν ἀληθεῖ γὰρ ὁσιότητι κεκοσμημένη, καὶ ἀρετῶν τοῖς ἔργοις διηνθισμένη, Χριστὸν ἐπὶ γῆς ἐδόξασας, τὸν περιπόθητον Νυμφίον σου· τὸ κάλλος οὖν Αὐτοῦ τὸ ἀμήχανον, νῦν θεωμένη ἐν οὐρανίῳ παστάδι, μὴ παύσῃ πρεσβεύουσα διδόναι, ἄμφω δύναμιν τοῖς σὲ μακαρίζουσιν.

 

Ἦχος β΄.

Τὸν σταυρόν σου ἀραμένη ἀγογγύστως ἐπωμαΐδιον, τὸν δρόμον τῆς μονήρους βιοτῆς καὶ νήψεως ἐβάδισας, ἀγλαόμορφε Παῦλα· ἀρνηθεῖσα γὰρ ὡς ἡ σὴ ὁμαίμων, Ὁσία Φωτεινὴ τὰ τοῦ κόσμου, ἀπεξεδύθω παθῶν τὸν χιτῶνα, δι’ ἐγκρατείας καὶ τελείας αὐταπαρνήσεως· ἡ χάρις ὅθεν τοῦ θείου Παρακλήτου, ἐν τῇ ἁγνῇ ψυχῇ σου σκηνώσασα, ἀρετῶν σε λύχνον φαεινὸν ἀνέδειξε, φωταγωγοῦντα τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Ἀνδρικῷ φρονήματι ἀγωνισθεῖσα, ὁμότροπος τῶν ἀπ’ αἰῶνος ὁσίων ἀνεδείχθης, Παῦλα Καρπασίας τιμαλφέστατον διάδημα· ἀποῤῥίψασα γὰρ τὸ χαῦνον τοῦ θήλεος, καὶ τὰ κρείττονα ζηλοῦσα χαρίσματα, εἰς νυχθημέρους ἐπεδόθης ἀγῶνας Μῆτερ θεόσοφε· ἀξίως οὖν δοξασθεῖσα παρὰ Κυρίου, χάριν δαψιλῆ εὕρες Αὐτῷ πρεσβεύειν ἀσιγήτως, σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων τὴν μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

Παθῶν σου τὴν σκοτόμαιναν διασκεδάσασα, ταῖς ἐναρέτοις πράξεσι, κατοικητήριον ὤφθης τοῦ Πνεύματος, Παῦλα μοναζουσῶν ἐγκαλλώπισμα· ὅθεν καὶ τοὺς προσκυνοῦντας λειψάνων σου τὴν θήκην, δωρεῶν πληροῖς οὐρανίων, καὶ πρεσβεύεις Κυρίῳ κοινωνὸς γενέσθαι, τῆς ἀφθίτου λαμπρότητος.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος ὁ αὐτός

Ὁ συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἡ τῷ Σωτῆρι Χριστῷ, ἀναθεμένην σεαυτὴν ἐκ νεότητος, παμμάκαρ Ὁσία Παῦλα, καὶ ὁλοτρόπῳ σπουδῇ, τούτου τῇ βουλήσει, ὑπακούσασα· ἐντεῦθεν ἰσάγγελον, πολιτείαν ἐβίωσας, καὶ ἀσκουμένων, γυναικῶν ὑποτύπωσις, ὤφθης καύχημα, Καρπασίας περίδοξον· ὅθεν σε μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, τὴν ἀεισέβαστον Μῆτερ, καὶ τῶν λειψάνων τὴν θήκην σου, πιστῶς προσκυνοῦντες, τὸν δοξάσαντά σε Κτίστην, Χριστὸν δοξάζομεν.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις, Αἰγιαλούσης φωστήρ, καὶ τῆς Τριάδος τῆς Ἁγίας ἐκπύρσευμα, τῆς κώμης Ὁσία Παῦλα, ἡ τῶν Κυπρίων χορόν, τῶν σεπτῶν Ἁγίων, ἐπαυξήσασα· ἐνθέου ἀσκήσεως, κλῆμα τὸ εὐφορώτατον, πέπειρον βότρυν, ἀπαθείας ἡ φέρουσα, ταπεινώσεως, ἀρετῆς καὶ σεμνότητος, γλεῦκος ἡμῖν ἀπόσταξον, εὐχῶν τῶν ἀόκνων σου, καὶ ἀρωγῆς σου τῆς θείας, ἵνα ὁδὸν διανύσωμεν, ζωῆς τῆς παρούσης, ἐν ἀγάπῃ ὁμονοίᾳ, καὶ ἀγαθότητι.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Χαίροις, τῆς θαυμαστῆς Φωτεινῆς, τῆς ἀσκητρίας θεοφόρε αὐτάδελφε, ὁμόζηλε ἐν ἀσκήσει, καὶ ἐν χαρᾷ οὐρανῶν, Παῦλα τῆς ἀγήρω, ταύτης σύναυλε· χαρίτων σκεῦος, θεϊκῶν διαυγέστατον, καὶ θησαύρισμα, τῆς μονήρους βιώσεως, πρέσβευε τῷ Παντάνακτι,  Θεῷ δοῦναι ἅπασι, τοῖς ἐκτελοῦσι σὴν μνήμην, τὴν παμφαῆ ἄμφω δύναμιν, ὑγιείαν ῥώμην, καὶ ἰσχὺν καταπαλαῖσαι, τὸν πολυμήχανον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἰσαγγέλως πολιτευσαμένη ἐν Καρπασίᾳ, Ἀγγέλων δήμοις ἠξιώθης συναγάλλεσθαι, Μῆτερ Ὁσία Παῦλα πανεύφημε· συντόνῳ γὰρ ἱκεσίᾳ, καὶ προσευχῇ διηνεκῆ θεοφόρε, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, μετασχοῦσα τῶν ὑπὲρ αἴσθησιν· διὸ νῦν τῆς δόξης ἐπαπολαύουσα, τοῦ σοῦ Νυμφίου Χριστοῦ, πρέσβευε σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων, τὴν πανσέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ'

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἐλευθεροῦται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα. Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε, Κύριε δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τῆς Ὁσίας. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὴν συνώνυμον Παύλου οὐρανοβάμονος, βλαστὸν σεπτὸν Καρπασίας, καὶ Φωτεινῆς εὐκλεοῦς, τὴν αὐτάδελφον πιστοὶ ἀνευφημήσωμεν, Παῦλαν Ὁσίαν ἀγωγῆς, ὡς φανὸν ἀσκητικῆς, καὶ κόσμημα εὐσεβείας, τὰς εὐπροσδέκτους πρεσβείας, αὐτῆς πρὸς Κύριον αἰτούμενοι.

Δόξα... Καὶ νῦν... Τοῦ Σταυροῦ Ἦχος α'

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὁσίων γυναικῶν, ἐγκαλλώπισμα θεῖον, καὶ γέρας ἱερόν, Καρπασίας τὴν χάριν, ὑψόθεν ἀπείληφας, τῶν θαυμάτων ὡς πρόβολος, ἀγαθότητος, καὶ ἀρετῶν θεαρέστων· ὅθεν μνήμην σου, Παῦλα Ὁσία τιμῶμεν, νῦν πάντες γηθόμενοι.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.

Ἡ φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μετ' εὐλαβείας καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὁσίως ἀνύσασα τὴν σὴν ζωὴν ἐπὶ γῆς, Κυρίῳ ἐδούλευσας, ἀρνησαμένη σαυτήν, συνέσεως πρότυπον, Παῦλα σημειοφόρε· ὅθεν ἄγγος εἰργάσω, τὴν σὴν ψυχὴν ἀφθίτου, βιοτῆς καὶ ταμεῖον, χαρίτων οὐρανίων κλυτή, νύμφη τοῦ Κτίσαντος.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.

Ταχὺ προκατάλαβε πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν∙ ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας∙ γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἀγάπην ἔνθεον, ὡς πῦρ οὐράνιον, ἐν τῇ ἁγίᾳ σου, ψυχῇ πανεύφημε, μοναζουσῶν περικλεὲς ὡράϊσμα δεξαμένη, χαίρουσα κατέλιπες, τὴν τοῦ κόσμου τερπνότητα, Παῦλα καὶ ἀσκήσεως λύχνος ὤφθης ἀείφωτος· διό σε ἀνυμνοῦντες βοῶμεν· Χαῖρε τῆς Καρπασίας γέρας.

Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος δ' Ἐπεφάνης σήμερον

Εὐφροσύνης πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος· καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ καὶ τὰ σώματα, τῶν προσκυνούντων, αὐτὸν μετὰ πίστεως.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, κατὰ Μάρκον (Κεφ. Η΄ 34-Θ΄1). Ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.

Ὁ Ν’ Ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὁσία Μῆτερ, φλεχθεῖσα πυρὶ τῆς θείας ἀγάπης, τῶν παθῶν κατέκαυσας τὴν ὕλην ὡς φρύγανα, καὶ λαμπὰς φωτεινὴ ὤφθης ἔργων ἐναρέτων· ὅθεν ἀξιωθεῖσα συναγάλλεσθαι Ἁγίοις, ἐν ταῖς λαμπρότησι τῶν οὐρανίων δήμων, πρέσβευε Χριστῷ ὑπὲρ τῶν τιμώντων σε, Παῦλα πανένδοξε.

 

Εἶτα, ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Παύλης, τιμίους ἀγῶνας, ὕμνοις στέφω. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Πρὸς ὕψος ὑπέρλαμπρον, ἀρθεῖσαν Παῦλαν τιμήσωμεν, σεπτὴν δι’ ἀσκήσεως, ἐν Καρπασίᾳ φαιδρῶς, τὸν οὐράνιον, αὐτῆς δοξολογοῦντες, Νυμφίον ἀείποτε, τὸν πανευΐλατον.

Ἀγάλλου περίχωρος, Αἰγιαλούσης ἡ εὔκρατος· ἐν σοὶ γὰρ ἐνήσκησεν, ὑπερφυῶς ἡ ἀμνάς, τοῦ Παντάνακτος, Χριστοῦ Ὁσία Παῦλα, ἡ σοῦ χθόνα δάκρυσι, καθαγιάσασα.

Ὑμνοῦμέν σε ᾄσμασι, τοῦ θείου Παύλου συνώνυμον, καὶ νύμφην περίλαμπρον, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν, Παῦλα κλέϊσμα, ἀσκητριῶν φωσφόρων, καὶ πίστεως κόσμημα, πολυτιμότατον.

Θεοτοκίον.

Λυτρώσεως πρόξενε, βροτείου γένους Μητρόθεε, Ἀδὰμ πύλας ἤνοιξας, τῆς ἀϊδίου ζωῆς, καὶ καθήρεσας, τὸν ᾍδην Σῇ κυήσει· διὸ χαριστήριον, αἶνόν Σοι πλέκομεν.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ἡ χάρις τοῦ θείου Παρακλήτου, φοιτήσασα Παῦλα ἐν τῇ σῇ, καρδίᾳ ἀπειργάσατο, σὲ σκήνωμα θεότευκτον, καὶ φλογοφόρον ὄχημα· διὸ ἀεί σε γεραίρομεν.

Σαρκός σου μαράνασα συντόνοις, ἀσκήσεσι Παῦλα εὐκλεές, τὸ εὐανθὲς κατέδειξας, εὐθαλεστάτην πάνσεμνε, τὴν σὴν ψυχὴν ἣν Κύριος, ὁ σὸς Νυμφίος παρέλαβεν.

Τοῦ κόσμου τὰ ῥέοντα λιποῦσα, Κυρίῳ νενύμφευσαι Χριστῷ, λελαμπρυσμένη κάλλεσι, ἁγνείας καὶ χρηστότητος, πεποικιλμένη ἄνθεσιν, Ὁσία Παῦλα πανένδοξε.

Θεοτοκίον.

Ἱκάνωσον Μῆτερ τοῦ Ὑψίστου, τοὺς Σὲ ἀναμέλποντας φαιδρῶς, πατῆσαι τοῦ ἀλάστορος, τὸ ἐπηρμένον φρύαγμα, καὶ Παύλης τῆς θεόφρονος, ἀκολουθῆσαι τοῖς βήμασι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Βάθρον ἄσειστον, ἀκτημοσύνης, ταπεινώσεως, καὶ ἐγκρατείας, Παῦλα Μῆτερ ἐμιμήσω τὰ σκάμματα, τῆς Φωτεινῆς τῆς σεπτῆς αὐταδέλφου σου· μεθ’ ἧς Χριστὸν δυσωπεῖς τὸν παντάνακτα, πάσης ῥύσασθαι τοὺς πόθῳ ἀνευφημοῦντάς σε, ἀνάγκης καὶ μανίας τοῦ ἀλάστορος.

Δόξα... Καὶ νῦν... Κάθισμα τοῦ Σταυροῦ  Ἦχος πλ. β'

Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν, ἐλέησον ἡμᾶς.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Μυροβόλος ἐποφθεῖσα, κῆπος βίου θεόφρονος, Παῦλα Καρπασίας ἀνάθρεμμα, Αἰγιαλούσης τοὺς δήμους κατεμύρισας, εὐωδίᾳ σου, ἀῤῥήτῳ θείας ἀσκήσεως.

Ἰσαγγέλου πολιτείας, ὁ κανὼν ὁ εὐθύτατος, τόμος ἀπαθείας, Παῦλα καὶ ἀῤῥήτου ἐπίλαμψις, εὐκλείας Μῆτερ ὀφθεῖσα κατηγλάϊσας, τὴν ὁμήγυριν, ἀσκητριῶν τὴν θεόλεκτον.

Οὐρανὸς ἐν Καρπασίᾳ, Παῦλα ὤφθης πολύφωτος, ἀρετῶν ἀστράσιν, ὁ κεκοσμημένος τῶν θείων σου, καὶ ἐν νυκτὶ τοῦ παρόντος βίου ἅπαντας, εὐσεβόφρονας, ὁ καταυγάσας φιλάνθρωπε.

Θεοτοκίον.

Ὑπερένδοξε Παρθένε, ἀστραπαῖς τῆς ἀφάτου Σου, δόξης λαμπομένη, τὴν Ὁσίαν Παῦλαν κατηύγασας, ἀΰλῳ φέγγει τὴν ᾄσμασιν ἀείποτε, μεγαλεῖά Σου, τὰ ὑπὲρ νοῦν μεγαλύνουσαν.

 

 

 

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Συνέσεως ἄγαλμα, καὶ ἀκτησίας κόσμημα, Παῦλα ἀκηράτου κάλλους λύχνε, πλεονεξίας, καὶ ἀφροσύνης ἀχλύν, ἀπέλασον πόῤῥῳ ἵνα σέ, σὺν τῇ αὐταδέλφῳ σου, Φωτεινῇ μακαρίζομεν.

Ἀσάρκων κατάπτωσις, ἐχθρῶν καὶ στήλη ἔμψυχος, Παῦλα θεοφόρητε ἐπάθλων, πολλῶν δειχθεῖσα, ἐν ταῖς σκηναῖς τοῦ οὐρανοῦ, Ἀγγέλων συγχαίρῃ στρατιαῖς, καὶ Χριστοῦ τὸ πρόσωπον, καθορᾶς τὸ ἀμήχανον.

Γαυρίαμα ὄφεως, ἐπάτησας ἀσκήσεως, πόνοις σου συντόνοις καὶ ἀπαύστοις, θεόφρον Παῦλα, τῆς Φωτεινῆς τῆς σεπτῆς, αὐτάδελφε καὶ θεοειδές, Καρπασίας βλάστημα, καὶ τῆς πίστεως σέμνωμα.

Θεοτοκίον.

Ὡς θρόνον περίδοξον, Θεοῦ Σε μεγαλύνομεν, τοῦ ἀπεριγράπτου Θεοτόκε, δεδοξασμένη, καὶ ζωηφόρον πηγήν, ἀφθόνως βλυστάνουσαν ἡμῖν, ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν τὴν αἰώνιον.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Νευρὰν ὡς ἄνω τερπνότητος, χαρίτων οὐρανίων ψαλτήριον, καὶ λύραν εὔηχον, ἀσκητικῆς τελειότητος, σὲ ἀνυμνοῦμεν Παῦλα, θεομακάριστε.

Ἁγνείας τόμε θεόγραφε, καὶ ὕψος ἀρετῆς δυσαντίβλεπτον, δρεπάνῃ πίστεως, σαρκὸς τὰ πάθη συνέκοψας, τὰ ψυχοκτόνα Παῦλα, Ὁσία πρόῤῥιζον.

Σκοτίαν Παῦλαν διέλυσας, παθῶν καὶ τοῦ ἐχθροῦ ἀπημαύρωσας, σεπτῇ ἀσκήσει σου, μηχανουργίας ἀείφωτε, λαμπὰς ἐνθέου ζήλου, καὶ ταπεινώσεως.

Θεοτοκίον.

Ὑπὲρ ἀγάπης τοῦ Τόκου Σου, τοῦ θείου τὰς τοῦ κόσμου τερπνότητας, παρεῖδε χαίρουσα, Θεοκυῆτορ Παντάνασσα, ἡ Καρπασίτις Παῦλα, ἡ παναοίδιμος.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Ἀρετηφόρου πολιτείας σεμνολόγημα, καὶ ψυχοτρόφου ἀσιτίας στηλογράφημα, τὴν ἀσκήσασαν ἐνθέως ἐν Καρπασίᾳ, νύμφην πάναγνον Χριστοῦ ἀνευφημήσωμεν, ὡς δεινὸν τοῦ πονηροῦ Βελίαρ σύντριμμα, πόθῳ κράζοντες· Χαίροις Παῦλα θεόληπτε.

Ὁ Οἶκος.

Ἄστρον ὡς φωτοφόρον, ἀρετῆς θεία Παῦλα, ἀνέτειλας ἐν τῇ Καρπασίᾳ, καὶ ἀσκήσεως σῆς ἀστραπαῖς, θεαρέστου πάντας τοὺς πιστοὺς ηὔγασας, τοὺς μέλποντας τοὺς μόχθους σου, καὶ ὕμνοις μελιχροῖς βοῶντας·

Χαῖρε, τὸ κλέος τῆς Καρπασίας·

χαῖρε, τὸ αὖχος τῆς Ἐκκλησίας·

 

Χαῖρε, Φωτεινῆς τῆς Ὁσίας αὐτάδελφε·

 χαῖρε, θεϊκῆς συνελεύσεως μέτοχε.

Χαῖρε, τύπος ἐνασκήσεως καὶ συνέσεως κανών·

χαῖρε, ὕψος ταπεινώσεως καὶ φρονήσεως εἰκών.

Χαῖρε, χρηστοηθείας καὶ στερήσεων γνώμων·

 χαῖρε, φιλοθεΐας καὶ ἁγνότητος ἄστρον.

Χαῖρε, λαμπὰς νοὸς καθαρότητος·

 χαῖρε, ψεκὰς ἠθῶν τῆς χρηστότητος.

Χαῖρε, θηλέων ἐνθέων λαμπρότης·

χαῖρε, γυναίων ὁσίων φαιδρότης.

Χαίροις, Παῦλα θεόληπτε.

 

Συναξάριον.

Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Παύλης τῆς Καρπασίτιδος.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Μύροις στέφομεν, ᾀσμάτων Παῦλα ἔνδοξε, τὴν θείαν μνήμην σου, ἀμνὰς βοῶντες Χριστοῦ, ἁγνὴ καὶ ἀμίαντε, τρυγὼν σεμνότητος, τὴν οὐράνιον, χαρὰν καὶ ἀγαλλίασιν, ἐκελάδησας τῷ κόσμῳ.

Νύμφη πάγκαλε, Χριστοῦ τοῦ Παντοκράτορος, γεώδη ἅπαντα, καὶ τῆς προσκαίρου ζωῆς, τερπνὰ ὑπερέδραμες, ψυχῆς ἐφέσει σου, ὅλῃ πάντιμε, καὶ πρὸς σεπτοὺς ἐχώρησας, τῆς ἀσκήσεως ἀγῶνας.

Οἱ τῶν θείων σου, ἱδρώτων πολυχεύμονες, κρουνοὶ προσήχθησαν, Χριστῷ ὡς μύρον τερπνόν, τῆς δὲ προστασίας σου, τὰ θεῖα χεύματα, καταρδεύουσι, πιστοὺς τοὺς εὐφημοῦντάς σε, Παῦλα εὔφημε ἀπαύστως.

Θεοτοκίον.

Ἱλαστήριον, τοῦ κόσμου ἀειπάρθενε, ἡμῖν συγχώρησιν, παραπτωμάτων πολλῶν, ἐξαίτει καὶ δώρησαι, εἰρήνην ἅπασιν, ἀμετάπτωτον, τοῖς ευλαβῶς γεραίρουσι, Παύληγς μνήμην τὴν ἁγίαν.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σύσκηνε ἐν δόξῃ τῇ ἀλήκτῳ, ὁμαίμονος Φωτεινῆς τῆς αὐταδέλφου σου, καὶ ἁπάντων σύναυλε, τῶν Ἁγίων πάνσεμνε, ἱκέτευε τὸν Κύριον, ὑπὲρ τῶν ὕμνοις σου, καὶ ᾄσμασι στεφόντων τὴν μνήμην, τὴν ἁγίαν Παῦλα, Αἰγιαλούσης γέρας.

Σκέπε καὶ βοήθει τοὺς οἰκοῦντας, Τριάδος ἁγίας κώμης τὴν περίχωρον, Παῦλα θεοβράβευτε, ἀρετῶν ἀρχέτυπον, ἐν ᾗ καλῶς ἠγώνισαι, καὶ τὸν ἐπίγειον, ἐτέλεσας ὁσίως ἀγῶνα, Καρπασίας γόνε, καὶ καύχημα τὸ μέγα.

Τῷ σεμνῷ λευΐτῃ τῆς Ἁγίας, Τριάδος κατ’ ὄναρ ἄρτι Παῦλα πάντιμε, ἐποφθεῖσα ἔδειξας, τόπον τῶν λειψάνων σου, τῶν μυριπνόων ἔνθεε, ἐν ᾧ ἐγεῖραί σοι, ἐπρόσταξας αὐτὸν πρὸς Κυρίου, δόξαν οἶκον θεῖον, καὶ εὐπρεπῆ Ὁσία.

Θεοτοκίον.

Ἕξεως κακίστης λύτρωσαί με, τὸν δοῦλόν Σου Θεοτόκε παμμακάριστε, καὶ πρὸς τὴν ἀπάθειαν, ἕλκυσόν με κράζω Σοι, εἰς ἣν δι’ ἐνασκήσεως, ἡ Παῦλα ἔφθασε, συντόνου καὶ ἀόκνου ἐν Κύπρῳ, ἡ ὑπεριδοῦσα, τῆς φύσεως τὸ χαῦνον.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Φρύγανα παθῶν, σοφῶς καταφλέξασα, πυρὶ τῆς χάριτος, Παῦλα τὴν καρδίαν σου, χαρίτων θείων, κατοικητήριον, ἀνέδειξας θεόφιλε· διὸ δεδόξασαι, κατ’ ἀξίαν, καὶ χαρᾶς ἀτέρμονος, ἐν σκηναῖς οὐρανῶν κατηξίωσαι.

Ὥσπερ ποταμός, θαυμάτων ἡ θήκη σου, λειψάνων ἅπασι, Παῦλα θεοβράβευτε, προχέει ῥῶσιν, ψυχῆς καὶ δύναμιν, τοῖς εὐλαβῶς ἑκάστοτε, αὐτὴν προστρέχουσι, προσκυνῆσαι, καὶ λαβεῖν τὴν ἄφθονον, εὐλογίαν σου Μῆτερ θεόληπτε.

Χάριν δαψιλῆ, ἡμῖν ἐπιβράβευσον, τοῖς ἀνυμνοῦσί σε, Παῦλα θεοτίμητε, ὡς πολιτείας, ῥαθύμου ἔκλυτρον, καὶ ἐνεργείας σκήνωμα, Θεοῦ πολύτιμον, ἵνα πάντες, θείας ἀπολαύσωμεν, χαρμονῆς καὶ ἀφθίτου τερπνότητος.

Θεοτοκίον.

Μεῖνον μεθ’ ἡμῶν, ἀπαύστως βοῶμέν Σοι, Θεογεννήτρια, θείᾳ ἐπισκέψει Σου, τῇ ἀοράτῳ ἡμᾶς θερμαίνουσα, πρὸς κρείττονα χαρίσματα, καὶ ἀποδίωξον, σκοτομήνην, τῆς ὀργῆς καὶ θλίψεων, ἀφ’ ἡμῶν συνοχῆς καὶ κακώσεων.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἀσκήσει κατεμάρανας, ὀρέξεις τοῦ σαρκίου σου, καὶ διαπρέψασα Μῆτερ, ἀσκητικῶς ἐν τῇ Κύπρῳ, τοῦ Παρακλήτου Πνεύματος, πολύτιμον κειμήλιον, Ὁσία Παῦλα πέφηνας· διὸ Χριστῷ χάριν εὗρες, ὑπὲρ ἡμῶν νῦν πρεσβεύειν.

Ἐξαποστειλάριον τοῦ Σταυροῦ Ἦχος β' Τῶν Μαθητῶν

Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

 

 

 

 

 

 

 

Αἶνοι. Προσόμοια τοῦ Σταυροῦ β΄. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.

 

Προσελθόντες ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῆς χάριτος προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ Αἵματι, καὶ τῷ Ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.

 

Καὶ β΄ τῆς Ὁσίας. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.

Βίον ἐπεπόθησας, θεοπρεπῶς τὸν ἰσάγγελον, ὃν προθύμως διήνυσας, τοῦ Κτίστου σου ἔρωτι, Παῦλα πτερουμένη, καὶ ἠρνήσω πάντα, ἡδέα βίου καὶ τερπνά· ὅθεν ἐπλήσθης, χαρίτων Πνεύματος, καὶ Καρπασίαν ηὔγασας, τῶν ἀρετῶν σου πυρσεύμασι, καὶ λαμπροῖς φρυκτωρήμασι, τῆς ἁγνῆς πολιτείας σου.

 

Πόνοις τῆς ἀσκήσεως, ὡραϊσμένη ἀνέδραμες, ὑπαντῆσαι ἐν δώμασιν, ἀφθίτου τερπνότητος, εὐκλεὲς ὁμαῖμον, τῆς πανολβίας Φωτεινῆς· διὸ στεφάνους, ἀξίως εἴληφας, ἐκ τῶν χειρῶν Νυμφίου σου, τοῦ ποθεινοῦ ἀφθαρτότητος, Παῦλα Μῆτερ ἀοίδιμε, ἐγκρατείας ἀρχέτυπον.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὴν ἀγαθὴν μερίδα ἐκλεξαμένη ἐκ νεότητος, καταλλήλως ἐν Αἰγιαλούσῃ διέπρεψας, Παῦλα γυναικῶν φιλοθέων ἀκρώρεια· σεαυτὴν γὰρ κοσμήσασα χρηστότητι, καὶ τὸν πλοῦτον πασῶν τῶν ἀρετῶν θησαυρίσασα, ἐν τῷ ταμιείῳ σῆς ψυχῆς τὸ ζῆν ἐξεμέτρησας· μετ’ Ἁγίων οὖν τῆς ἄνω δόξης μετέχουσα, σὺν αὐτοῖς καὶ Φωτεινῇ τῇ αὐταδέλφῳ σου πρέσβευε, τῷ σῷ Νυμφίῳ Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος δ'

Ὁ συμμαχήσας Κύριε τῷ πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ἡ ὁμαίμων τῆς Φωτεινῆς, τῆς Ὁσίας Μῆτερ, Παῦλα κλέος ἀσκητριῶν· χαίροις Καρπασίας, βλαστὸς ὁ μυροβόλος, καὶ νήσου Κύπρου κρίνον, πανευωδέστατον.