Τρίτη 19 Μαΐου 2020

ΙΟΥΛΙΟΣ 5. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΠΡΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ Ε΄.
ΚΥΠΡΙΑΝΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλεόρτων συστήματα, συνελθόντα ὑμνήσωμεν, μνήμην τοῦ τρισμάκαρος ἱεροάθλου τε, καὶ Νεομάρτυρος ἅμα τε, Ἀγράφων τὸ βλάστημα, τοῦ σοφοῦ Κυπριανοῦ, ὡς ἐνδόξως ἀθλήσαντος, καὶ ἐκχέαντος, ἀφορήτοις βασάνοις δι’ ἀγάπην, τοῦ Χριστοῦ αὐτοῦ τὸ αἷμα, παρ’ οὗ τὸ στέφος ἀπείληφε.

Ὡς ἀστέρα πολύφωτον, ὡς προστάτην καὶ φύλακα, τῆς Μονῆς κεκτήμεθα σὲ πανόλβιε, Κουτλουμουσίου μονάζοντες, ἐν νόσοις καὶ θλίψεσιν, ἀρωγὸν Κυπριανέ, καὶ ἀκέστορα ἄριστον, πολιοῦχόν τε, τὸν φυλάττοντα ποίμνην τὴν ἰδίαν, ἐκ παντοίων καὶ ποικίλων, πειρατηρίων πανόσιε.

Ἱερέων ἐν χρίσματα, καὶ Μαρτύρων ἐν αἵματι, τῷ Χριστῷ προσήγγισας τελεώτατα, Κυπριανὲ παναοίδιμε, Μαρτύρων ἀγλάϊσμα, ἀσκητῶν ἡ καλλονή, καὶ ἡμῶν τὸ προπύργιον, τῶν τελούντων σου, τὴν σεβάσμιον μνήμην ἐτησίως, καὶ τιμώντων τὴν εἰκόνα, τὴν χαριτόβρυτον πάνσοφε.

Γῆ Ἀγράφων νῦν σκίρτησον, καὶ Λιτζᾶς πανηγύρισον, ἐν τῇ θείᾳ μνήμην νῦν τοῦ παμμάκαρος, Κουτλουμουσίου σὺν ἅμα τε, Μονὴ ἡ ἀρίζηλος, τοῦ σοφοῦ Κυπριανοῦ, τοῦ τὴν πλάνην πατήσαντος, καὶ νικήσαντος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ πᾶσαν πλάνην, τοῦ Βελίαρ αὐτοῦ τὸ κράτος συντρίψαντος.

Δόξα. Ἦχος δ΄.
Ἀσκητικοῖς πόνοις ὡραϊσθείς, ἐν τῷ τοῦ Ἄθω ὄρει τὸ πρότερον, τῆς ὑπερφώτου Τριάδος δοχεῖον ἐδείχθης, ὑπὲρ ἧς καὶ τὸ αἷμά σου προθύμως ἐξέχεας, Κυπριανὲ παναοίδιμε· διὸ καὶ παρ’ αὐτῆ, στέφος ἀμάραντον ἔλαβες, καὶ παῤῥησίαν ἔχεις πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Γῆ καὶ ὁ οὐρανός, εὐφραίνονται τῇ μνήμῃ, Κυπριανοῦ τοῦ θείου, πιστῶν τε πληθὺς πᾶσα, ἐπικροτεῖ τοῖς ᾄσμασι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Δεῦτε νῦν καὶ ἡμεῖς, Κυπριανὸν τὸν θεῖον, τιμήσωμεν ἀξίως, ἐν ἐγκωμίων ὕμνοις, ὑπὲρ ἡμῶν πρεσβεύοντα.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
ᾌσμασι λυγηροῖς, ᾐχήσωμεν κροτοῦντες, ἐν τῇ πανδήμῳ μνήμῃ, Κυπριανοῦ τοῦ θείου, ἰάματα προχέοντος.

Δόξα. Τριαδικόν.
Τριάδα τὴν σεπτήν, τὸν ἕνα Θεὸν μόνον, ἐκήρυξας πιστεύειν, Κυπριανὲ δι’ Ὅνπερ, ἐξέχεας τὸ αἷμά Σου.

Καὶ νῦν. Θεοτοκίον.
Νύμφη Σὺ τοῦ Θεοῦ, καὶ σκήνωμα τοῦ Λόγου, τοῦ Πνεύματος δοχεῖον, Παρθένε Θεοτόκε, ἐγένου παναμώμητε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγας πρόμαχος, τῆς εὐσεβείας, κλέος ἔνδοξον, ἱεροάθλων, καὶ τῆς Μονῆς σου περίδοξον καύχημα, τῶν ἀσεβῶν διελέγξας ἀσέβειαν, καὶ μαρτυρίου στεφθεὶς διαδήματι, Κυπριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.









ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, μοναζόντων ὁ χορός, τῶν ἐν ὄρει Ἄθω οἰκούντων, Κουτλουμουσίου Μονῆς, ᾄσμασι τιμήσωμεν τὸν ἱερόαθλον, τὸν τὴν πλάνην πατήσαντα, καὶ νίκης λαβόντα, στέφανον ἀμάραντον, Κυπριανὸν τὸν σοφόν· ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν πταισμάτων τὴν λύσιν, καὶ πλημμελημάτων τὴν συγχώρησιν. (Δίς)

Σκεῦος ἀπετέλεσας σαὐτόν, Πνεύματος Ἁγίου τρισμάκαρ, Κυπριανὲ ἱερέ, πόνοις τῆς ἀσκήσεως καθάρας σοῦ τὴν ψυχήν, καὶ ἀθλήσει τὸ δεύτερον, τὸ στέφος ἐδέξω, τὸ τῆς μαρτυρίας σου, παρὰ Χριστοῦ τοῦ Θεοῦ· ὅθεν τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦμεν αἰτοῦντες, ἱλασμὸν εὑρεῖν ταῖς ἱκεσίαις σου. (Δίς)

Ὕλην παρωσάμενος σοφέ, τῆς ἐπιχθονίου ῥευστῆς τε πρὸς φῶς ἀνέσπερον, καὶ ζωὴν αἰώνιον μετέβης πάνσοφε, Κυπριανὲ μακάριε, ἀσκητῶν τὸ κλέος, καὶ Νεομαρτύρων τε, θρόνου Χριστοῦ παρεστώς, πάντας ἱεραῖς σου πρεσβείαις, ἐκ κινδύνων ῥύου τοὺς πόθῳ, σοῦ τὴν ἱερὰν μνήμην γεραίροντας.

Ὅλον ἐγκρατείᾳ τὸ σεπτόν, στάδιον ἀσκήσεως μάκαρ διῆλθες πόθῳ Χριστοῦ, ἔνδον τοῦ κελλίου σου ἀδιαλείπτοις εὐχαῖς, καὶ δακρύων προσχύσεσι, θερμῶς ἱκετεύων, τοῦ καταπεμφθῆναί σοι, θείαν ἐξ ὕψους ἰσχύν, ὅπως τὸν ἀγῶνα τελέσας, τὸν τοῦ μαρτυρίου διόπερ, ἔτυχες παμμάκαρ τῆς ἐφέσεως.

Δόξα. Ἦχος α΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν μνήμην τοῦ Ἱερομάρτυρος Κυπριανοῦ ἐκτελέσωμεν. Οὗτος γάρ, τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπήσας, ἀσκητικῶς τὸν βίον διήνυσε, καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, ἐνώπιον τυράννων ἀφόβως ἐκήρυξε, Μάρτυς τῆς ἀληθοῦς ἡμῶν πίστεως γενόμενος. Τὸ γὰρ αἷμα αὐτοῦ προθύμως ἐξέχεε, τοῦ πονηροῦ καὶ ἀρχεκάκου δράκοντος, τὴν ἰοβόλον κεφαλὴν κατεάξας συνέτριψε, καὶ τοὺς πιστοὺς τῇ εὐσεβείᾳ ἐστήριξε. Καὶ νῦν ἐν οὐρανοῖς, σὺν τοῖς Ὁσίοις, ἱερεῦσιν καὶ Μάρτυσιν ἀγαλλόμενος, συμβασιλεύων Χριστῷ τῷ Θεῷ, πρεσβεύει ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην αὐτοῦ.




Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β΄.
Δεῦτε πιστοί, καὶ χορείαν στησώμεθα, ἐν τῇ μνήμῃ τοῦ ἱεροάθλου Κυπριανοῦ. Σήμερον γὰρ οὐρανὸς καὶ ἡ γῆ τὴν χάριν μερίζονται· ὁ μέν, τὸ πνεῦμα αὐτοῦ κατέχων· ἡ δέ, τῷ αἵματι αὐτοῦ φοινιχθεῖσα ἡγίασται. Πρὸς ὃν βοήσωμεν λέγοντες· Μὴ διαλείπῃς Ἀθλητὰ δυσωπεῖν, Χριστὸν τὸν Θεόν, δι’ Ὃν τὸ αἷμά σου προθύμως ἐξέχεας, ὡς παῤῥησίαν κεκτημένος, σωθῆναι ἡμᾶς, τοὺς ἐκ πόθου ἐκτελοῦντας, τὴν σεβάσμιον μνήμην σου.

Δόξα. Ἦχος δ’.
Ἀρετῶν καταστραπτόμενος ταῖς εἰδαῖς, Κυπριανὲ παναοίδιμε, καὶ τῇ αἴγλῃ τοῦ μαρτυρίου ὡραϊζόμενος, ἐκλάμπεις ὑπὲρ ἡλίου αὐγὰς ἔνδοξε, καὶ φωτίζει τηλαυγῶς ἀδαμάντινε τὴν ψυχήν, τοὺς ἐκτελοῦντάς σου πόθῳ τὴν ἄθλησιν· ἐν σοὶ γὰρ ἡ θεία χάρις τοῦ Πνεύματος ἀπαναπαυσαμένη, ἰαμάτων ταμεῖον ἀνέδειξε· διὸ ὁσιοάθλε, τοὺς ἐκτελοῦντας πιστῶς τὸ ἱερόν σου μνημόσυνον, ἐκ παντοίας βλάβης, σῶζε πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, Κυπριανὲ ἱερέ, ἱεροάθλων τὸ σεπτὸν ἀκροθίνιον, τῆς πλάνης ὁ καθαιρέτης, ἀγαρηνῶν δυσσεβῶν, καὶ τῆς εὐσεβείας θεῖος πρόβολος· τοῦ Ἄθω τὸ καύχημα, καὶ Μονῆς σου τὸ ἥδυσμα, Κουτλουμουσίου· ὁ ἀθλήσας στεῤῥότατα, καὶ δεξάμενος, παρὰ Χριστοῦ στέφος ἄφθαρτον, νίκης στεῤῥᾶς ἀθλήσεως· διό σου τὴν εὔσημον, μνήμην τρισμάκαρ τελοῦμεν, περιχαρῶς ἑορτάζοντες, αἰτοῦμεν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πάρεσο ἀοράτως ἡμῖν, τοῖς ἐν ᾠδαῖς τοὺς σοὺς ἀγῶνας γεραίρουσιν, ἀσκήσεώς σου τὸ πρῶτον, καὶ μαρτυρίου σοφέ, κλέος τε καὶ καύχημα ἡμετέρον, τὰς νόσους ἐλαύνοντα, καὶ ὑγείαν παρέχοντα, τοῖς ἐκτελοῦσιν, τὴν σεβάσμιον μνήμην σου, καὶ σωτήρια, ἐν ἑκάστῳ τὰ πρόσφορα, δώρησαι συμπαθέστατου, ὡς ἔχων πρὸς Κύριον, τὴν παῤῥησίαν θεόφρον, Κυπριανὲ ἱερόαθλε, Χριστὸν ἱκετεύων, τοῖς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Κυπριανὲ ἱερέ, τῶν ἐν τῷ Ἄθῳ μοναστῶν τὸ ἀγλάϊσμα, καὶ κλέος νέων Μαρτύρων, Εὐαγγελίου σεπτοῦ, κήρυξ ὁ λαμπρός τε καὶ διάσημος· φωστὴρ ὁ ταῖς λάμψεσι, διαλύσας σκοτόμαιναν, τῆς ἀσεβείας, καὶ φωτὸς θείας γνώσεως, ἐν τοῖς λόγοις σου, μεταδοὺς τοῖς τυφλώττουσιν· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, ὁ ἐναθλήσας γενναίως, καὶ ἐκτμηθεὶς θείας κάραν σου, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.
Κυπριανὲ ἱερόαθλε, τίς σε κατ’ ἀξίαν ἐπαινέσηται; Νικᾶ γὰρ δύναμιν λόγων, ταὰ ὑπὲρ φύσιν σου ἀνδραγαθήματα. Σὺ γὰρ ἐν τῇ ἀθλήσει σου τὸν Χριστὸν Θεὸν ὡμολόγησας, καὶ τυράννους ἐξέπληξας. Δαίμονας ἤσχυνας, Ἀγγέλους δὲ ηὔφρανας, τὴν πλάνην κατήργησας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐκράτυνας. Καὶ νῦν ἐν οὐρανοῖς ἀγαλλόμενος, τῇ μεθέξει θεούμενος, καὶ παῤῥησίας τυγχάνων, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων, τὴν σεβάσμιον μνήμην σου.





Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγας πρόμαχος, τῆς εὐσεβείας, κλέος ἔνδοξον, ἱεροάθλων, καὶ τῆς Μονῆς σου περίδοξον καύχημα, τῶν ἀσεβῶν διελέγξας ἀσέβειαν, καὶ μαρτυρίου στεφθεὶς διαδήματι, Κυπριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος, ὡς φαιδρὸς ἑωσφόρος, σεπτὲ Κυπριανέ, ἡ σὴ μνήμη ἐπέστη, ἡμῖν τοῖς ποθοῦσί σε, καὶ εἰς αἴνεσιν ἤγειρε, τοῦ ἰσχύσαντος, σὲ ἐν ἀθλήσει τρισμάκαρ, καὶ δοξάσαντος, ἔν τε τῇ γῇ καὶ ἐν πόλῳ, Χριστοῦ τοῦ παντάνακτος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθής, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς μητροπάρθενος οὖσα, παρθενεύειν με, ψυχῇ καὶ σώματι Κόρη, Παρθένε ἐνίσχυσον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸν τῆς ἀσκήσεως, τῆς καρτερίας σου, πάντας ἐξέπληξε, μάκαρ καὶ ηὔφρανε, τὴν πτῶσιν γὰρ κατανοῶν, τοῦ πρωταγγέλου Ὅσιε, δόξαν κατηγώνισαι, μελετῶν λαθεῖν ἅπαντας· ὅθεν καὶ πρὸς ἄθλησιν, ἀνδρικῶς ηὐτομόλησας· διό σε κατὰ χρέος ὑμνοῦμεν, Κυπριανὲ ἱερόαθλε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Αἱ ἀνομίαι μου, ψάμμον παράλυον, ὑπερνικήσασαι, τὴν ταπεινήν μου ψυχήν, κατακαλύπτουσιν ἁγνή, τῷ πλήθει τῶν οἰκτιρμῶν Σου, πάντα μου τὰ πταίσματα, διὰ τάχους ἐξάλειψον, καὶ τῆς κατεχούσης με, ἀθυμίας ἀπάλλαξον, καὶ πλήσον χαρᾶς καὶ εὐφροσύνης, Θεοκυῆτορ τὴν καρδίαν μου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Μαρτύρων τὰ ἆθλα κατανοῶν, καὶ στεφάνων τὰ γέρα προθεωρῶν, προθύμως ἐξώρμησας, πρὸς τὴν ἄθλησιν ἔνδοξε, μαρτυρίου πόθῳ, Χριστοῦ τοῦ παντάνακτος, ὑποστὰς δὲ γενναίως, τοῦ ξίφους δριμύτητα, ἔκτεινας τὸν ὄφιν, τῷ τοῦ Πνεύματος ξίφει, καὶ ὤφθης ἀήττητος, νικητὴς διὰ πίστεως, Κυπριανὲ ἱερόαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, Σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων. Τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν Σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον Σου, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως τὸν τόκον Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη μοι ὑπὸ τοῦ πατρός μου…
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου….
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον συγκαλεῖται ἡμᾶς ἡ μνήμη τοῦ ἱερομάρτυρος Κυπριανοῦ. Δεῦτε οὖν πνευματικὴν χορείαν ἐπικροτήσωμεν, τιμῶντες αὐτὸν ἐν ὕμνοις, καὶ πόθῳ αὐτὸν καταστέφοντες εἴποντες· Μὴ παύσῃ πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς, ἄνευ ταῶν Θεοτοκίων: Ὕμνον προσάδω, Κυπριανῷ τῷ θείῳ.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ὑπὸ πολλῶν τεθολωμένον ἔνδοξε, παθῶν καὶ θλίψεων, τὸ ὀπτικὸν ὄμμα, τὸ τῆς διανοίας μου, ἔχων καθικέτευε, ἱερόαθλε ὅπως, Κυπριανὲ ἀνυμνήσω σου, μνήμην τὴν σεβάσμιον ἄθλησιν.
Μείνας ἐν τόπῳ ἡσυχίας Ὅσιε, πόνους ἀσκήσεως, ἀνέδειξας μάκαρ, καὶ πρὸς τὸ μαρτύριον, ἀνδρείως ηὐτομόλησας, καὶ κατήσχυνας πλάνην, Κυπριανὲ παναοίδιμε, χαίρων δὲ ἐτμήθης τὴν κάραν σου.
Νοΐ τελείῳ πρὸς τελείους πάνσοφε, πόνους ἐχώρησας, καὶ γενναιοτάτους, αὖθις τῆς ἀσκήσεως, πρὸς πάλην τοῦ ἀλάστορος, καὶ τῆς νίκης βραβεῖα, Κυπριανὲ ἐναπείληφας· ὅθεν ἐπαξίως τιμῶμέν σε
Θεοτοκίον.
Ἰδοὺ ἡ κλίνη Σολομὼν ἡ ἔνδοξος, ἡ λογικὴ κιβωτός, τοῦ παμβασιλέως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δορυφορεῖται τάξεσιν, οὐρανίων Ἀγγέλων, πάντων Ἁγίων τοῖς δήμοις τε, ἡ Μήτηρ Θεοῦ ὡς βασίλισσα.

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Οὐ ξίφος Μάρτυς τὸ στεῤῥόν, τῆς καρτερίας σου πύργον, διετάραξε παμμάκαρ ἀλλ’ ὤφθης, ἀνδρικῶς Κυπριανέ, κηρύττων τὴν θεότητα, Χριστοῦ ἐν τῷ σταδίῳ, καὶ νίκης στέφος ἀπείληφας.
Νενευρωσμένῳ λογισμῷ, καὶ σταθερᾷ διανοίᾳ, τὴν τραχείαν καὶ στενὴν ὁλοψύχως, τεθλιμμένην τε ὁδόν, Κυπριανὲ διήνυσας καὶ ἤθλησας στεῤῥώτατα· ὅθεν πρὸς Παραδείσου, πλάτος κατήντησας ἔνδοξε
Πόθῳ συνδράμωμεν πιστοί, καταμαθεῖν τοὺς ἀγῶνας, καὶ τοὺς ἄθλους, Κυπριανοῦ τοῦ θείου, τοῦ ἐν Ἄθῳ καὶ ᾠδαῖς, τὴν μνήμην αὐτοῦ σήμερον, μετ’ εὐλαβείας πλείστης, ἐπιτελέσωμεν ἅπαντες.
Θεοτοκίον.
Ἀπὸ τῆς γῆς εἰς οὐρανούς, ἀνήγαγες τοὺς ἀνθρώπους· τῷ γὰρ τόκῳ Σου ἠνοίγησαν Κόρη, ἡμῖν πύλαι οὐρανοῦ, ἃς ὁ Ἀδὰμ ἀπέκλεισε, καὶ Θεὸς ἐν γῇ ὤφθη, εἰς οὐρανοὺς δὲ ὁ ἄνθρωπος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸ κελλίον σου μάκαρ Κυπριανέ, ἰατρεῖον ὑπάρχει πνεύματος, καὶ ἔνδειξις ἔμψυχος, τῶν ἀγώνων καὶ πόνων σου· τὸν γὰρ στενὸν οἰκίσκον, ὡς μέγα παλάτιον, ἐλογίσω τρισμάκαρ, θερμῶς δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς τολμήσας, ὡς τρυφὴν ἐλογίσω, ἐπώδυνον θάνατον, ὡς ζωὴν πανευφρόσυνον· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μυριώνυμον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος θεοχάρακτος, Ἡσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντος, Σὺ τοῦ Ἀμὼς ὑπάρχεις, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιὴλ τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν πάντων λάλημα· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σεβομένοις ἐν πίστει, τὸν ἄσπορον τόκον Σου.








ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Ῥείθροις ζωῆς, καταρδευόμενος πάνσοφε, ὥσπερ δένδρον, Παραδείσου εὔκαρπον, ἐν διεξόδοις θείων πηγῶν, καταφυτευθέντα, καρποὺς ἀθλήσεως δέδωκας, καιρῷ τοῦ μαρτυρίου, Κυπριανὲ ἐπαξίως τιμῶμεν ἐν ᾄσμασι.
Ὁ ἱερὸς Κυπριανός, χαίρων ἤθλησε, καὶ τὴν πλάνην ἅπασαν διήλεγξεν, Ὀθωμανῶν τῶν φρενοβλαβῶν· ὅθεν καὶ τὸ στέφος, παρὰ Χριστοῦ ἐκομίσατο, καὶ νῦν συναγελάζῃ, τοῖς χοροῖς τῶν Μαρτύρων, καὶ πολλὰ ἐκτελεῖ ταὰ θαυμάσια.
Σὺν μὲν πυκνῶς, παρακαλῶν οὐ διέλιπες, τὸν Δεσπότην, τοῦ καταξιῶσαί με, τοῦ μαρτυρίου ἐπιτυχεῖν, Κυπριανὲ μάκαρ, καὶ τοῦ σκοποῦ οὐ διήμαρτες, καὶ ἦρας τὸ βραβεῖον, τῷ Σωτῆρι κραυγάζων· ταῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Θεοτοκίον.
Ὁ τοῦ Θεοῦ, λαμπρὸς καὶ ἔμψυχος θάλαμος, παρθενίας, φωτὶ καλλυνόμενος, φαδραῖς ἀκτῖσι τῆς παμφαοῦς, θεογεννησίας, φωταγωγὼν τὴν ὑφήλιον, καὶ τὰς ὑπερκοσμίους, ἀγλαΐζεις δυνάμεις, καὶ αὐγάζεις τὴν κτίσιν νῦν ἅπασαν.

ᾨδὴ ε’. Ἵνα τι με ἀπώσω.
Ἄρας ἐπὶ τῶν ὤμων, τὸν σταυρόν σου Ὅσιε κατηκολούθησας, τῷ Χριστῷ τρισμάκαρ, ἐν ἀσκήσει τὸ πρῶτον διέπρεψας, καὶ τῷ μαρτυρίῳ Κυπριανὲ κατεκοσμήθης, καὶ διπλοῦν σοι τὸν στέφανον ἔπλεξας.
Δένδρον μάκαρ ὡράθης, τὸ πεφυτευμένον παρὰ τὴν ἐξοδον, τῶν ὑδάτων Ἄθω, τὸν καρπὸν τῶν ἱδρώτων σου πρότερον, φέρον καὶ τὸ δεύτερον δι’ ἀθλήσεως· διό σου ἐτησίως τὴν μνήμην γεραίρομεν.
Ὢ πολλῆς παῤῥησίας, ἧς πρὸς τὸν Δεσπότην ἁπάντων ἐπλούτισας, Κυπριανὲ μάκαρ, ὡς ἀσκήσει, ἀθλήσει διέπρεψας, καὶ νῦν συναγάλλῃ, χοροῖς Μαρτύρων καὶ Ὁσίων, εὐφροσύνης ἀῤῥήτου πληρούμενος.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν Κόρη, καὶ πταισμάτων λύτρωσις καὶ μέγα ἔλεος, ἀνεδείχθη πᾶσιν, ὁ Υἱὸς καὶ Θεός Σου τοῖς πίστει Σε, καὶ ἀπλέτῳ πόθῳ, δοξολογοῦσι καὶ τὴν τούτου, προσκυνοῦσιν ἀνείκαστον κένωσιν

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Κυπριανὲ ἱερέ, συντήρει τοὺς σὲ γεραίροντας, καὶ πόθῳ εἰλικρινεῖ, τελοῦντας τὴν μνήμην σου, τὴν θείαν καὶ εὔσημον, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.
Ὑμνοῦμεν πανευλαβῶς, Κυπριανὲ τοὺς ἀγῶνάς σου, οὓς ἔτλης ἐν τῷ στενῷ, κελλίῳ σου Ὅσιε, ὑπάρχεις γὰρ καύχημα, σῆς Μονῆς καὶ κλέος, ἡμῶν ὄντως ἱερόαθλε.
Πρεσβείαις σου πρὸς Θεόν, Κυπριανὲ ἱερόαθλε, διάσωζε τοὺς πιστῶς, τελοῦντας τὴν μνήμην σου, ἐκ πάση κακώσεως, τῆ ἐπερχομένης, ἐπηρείᾳ τοῦ ἀλάστορος.
Θεοτοκίον.
Ἡ βάτος τῷ Μωϋσῃ, Σὲ προετύπου πανάμωμε, ἐκ Σοῦ γὰρ ὁ λυτρωτής, τεχθεὶς ὡς ηὐδόκησε, διέσωσεν ἄχραντε, τοὺς προσκαλουμένους, Σοῦ τὴν ἄμαχον βοήθειαν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Τῷ ὑπερμάχῳ καὶ γενναίῳ ἀντιλήπτορι, Κουτλουμουσίου τῆς Μονῆς μιγάδες ἅπαντες, ἀναμέλψωμεν τὸν ὕμνον, ὡς ταύτης θρέμμα. Τῷ κηρύξαντι Χριστόν, Θεὸν καὶ ἄνθρωπον, ἐν σταδίῳ καὶ τυράννων κατ’ ἐνώπιον. Τούτῳ κράζοντες· Χαίροις, ὦ ἱερόαθλε.
Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων, Κυπριανὲ ἐγένου, ἐκ γῆς πρὸς τὰ οὐράνια φθάσας· διὸ σὺν Ὁσίων καὶ Μαρτύρων χοροῖς ἁμιλλώμενόν σε ὁρῶντες Ἅγιε, ἐξιστάμεθα καὶ πόθῳ σοι βοῶμεν σχετικῶς τοιαῦτα·
Χαῖρε, τερπνὸν Ὁσίων ἀγλάϊσμα·
χαῖρε, λαμπρὸν ἀθλήσεως ἄγαλμα.
Χαῖρε, τοῦ Ἄθω ἀθάνατον βλάστημα·
χαῖρε, τῶν πιστῶν ἀκλόνητον ἔρεισμα.
Χαῖρε, ὅτι τὰ οὐράνια ἀντηλλάξω τοῖς φθαρτοῖς·
χαῖρε, ὁτι καταλέλεξαι τῶν Μαρτύρων τοῖς χοροῖς.
Χαῖρε, τύραννον ἀπάνθρωπον καταισχύνας ἀνδρικῶς·
χαῖρε, Κύριον θεάνθρωπον, ὡς κηρύξας τὸν Χριστόν.
Χαῖρε, κυπρισμὸς αἱμάτων ἀθλητικῶν·
χαῖρε, γλυκασμὸς τῶν ναμάτων ζωτικῶν.
Χαῖρε, πιστῶν πρεσβευτὰ καὶ μεσίτα·
χαῖρε, ἡμῶν ἐξαιρέτως προστάτα.
Χαίροις, ὦ ἱερόαθλε.

Συναξάριον.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Κυπριανός, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἐν ἔτει 1679ῳ, ξίφει τελειοῦται.
Ὁ Κυπριανὸς ἀγάπῃ πεφλεγμένος,
ἡγεῖτο πάντως ὡς τρυφὰς τὰς βασάνους.
Βῆ δὲ εἰς Οὐλύμποιο φαεινόν δω Κυπριανός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ, καὶ τῶν σὺν αὐτῷ ἀποκτανθέντων ἓξ μαθητῶν αὐτοῦ.
Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων.
Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος.
Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι,
Ναοὶ λύονται σωμάτων ναοῦ λύσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαμπαδοῦ.
Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα
Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Στεφάνου, Μητροπολίτου Ῥηγίου τῆς Καλαβρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Σεργίου τοῦ Ῥάντονεζ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Modwena, τῆς Ἱρλανδής.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Ῥεόντων τὸ ἄστατον, κατανοήσας ἐμφρόνως Κυπριανέ, ἀρετῶν εὐκαρπίαν, τῷ φυτουργέτῃ ψυχῶν προσήγαγες, καὶ ἀποθήκαις ἀπεθησαύρισας, ὑπεραθλήσας γενναίων χαίρων ἐκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἱδρῶσιν ἀσκήσεως, καὶ μαρτυρίου πόνοις ἐνδιαπρέψας, Κυπριανὲ ἱερόαθλε μάκαρ, νῦν συνελθόντες ἐκ πόθου γεραίρομεν, μετ’ ἐγκωμίων ταὴν εὔσημον μνήμην σου, καὶ εὐλογοῦμεν Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.
Ἀκέστορα θεῖόν σε, εὐμοιρικότες παμμάκαρ Κυπριανέ, τῶν παθῶν θεοφόρε, ἐκ πάσης βλάβης δαιμονιώδους ὁρμῆς, σαῖς εὐπροσδέκτοις πρεσβείαις λυτρούμεθα, καὶ εὐλογοῦμεν Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἁπάντων ἐπέκεινα, Υἱὸς καὶ Λόγος τοῦ προανάρχου Πατρός, Σὸς Υἱὸς καθωράθη, Θεογεννῆτορ καθὼς ηὐδόκησας, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· εὐλογητὸς ὁ Θεός, ὁ ἐκ Παρθένου τεχθείς.

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Νῦν ἡ σεπτὴ πανήγυρις, τοῦ γενναίου ἐπέλαμψε, πάντων Ὀρθοδόξων, τὰς ψυχὰς εὐφραίνουσα, ἀγώνων ταῖς λάμψεσι, Κυπριανοῦ καὶ χάρισι, καὶ πανευλαβῶς, προτρέπουσα ἀνακράζειν· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς λαμπροτέραν ἔδειξας, ἱερόαθλε πάντιμε, τὴν ἱερωσύνην, τοῖς γενναίοις ἄθλοις σου, τὴν πλάνην διήλεγξας, Κυπριανὲ ἀθέων τορῶς, καὶ τὴν κεφαλήν σου ἐκτμηθεὶς ἀνεβόας· Πατέρα προσκυνεῖτε, Υἱὸν θεολογεῖτε, καὶ Πνεῦμα ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὰ τῶν Ἀγγέλων τάγματα, συνευφραίνονται σήμερον, ἅμα τοῖς βροτοῖς, Κυπριανὲ τῇ μνήμῃ σου, ἐκ γῆς γὰρ ἐδέξαντο, μελῳδικῶς τὸ πνεῦμά σου, τῆς κάρας σου τμηθείσης, καὶ σὺν τούτοις νῦν μέλπεις· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγιωτέρα πέφηνας, τῶν ἀχράντων δυνάμεων, καὶ τῶν Χερουβίμ, καὶ Σεραφὶμ θεόνυμφε, ὑπάρχεις βασίλισσα, ὡς τὸν Δεσπότην τέξασα, τούτων καὶ Θεόν, ᾧ κάμπτει ἅπαντα γόνυ, γηΐνων οὐρανίων, καὶ τῶν καταχθονίων, καὶ πᾶσα γλῶσσα μέλπει, ὕμνον εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ
Θεοῦ τῆς Βασιλείας ἐν οὐρανοῖς, κληρονόμος ἐγένου πανόλβιε Κυπριανέ, ὄντως ὡς ἀήττητος ἀθλητής, ἱερωσύνης χρίσματι, αἷμα συγκεράσας μαρτυρικόν· διὸ διπλοὺς στεφάνους, ἀπείληφας ἀξίως, ὡς ἱερόαθλος γενόμενος.
Ἐπέστη ἡ ἁγία σου ἑορτή, ἱερόαθλε μάκαρ θεσπέσιε, Κυπριανέ, πάντας καταυγάζουσα τοὺς αὐτήν, ἐπιτελοῦντας σήμερον, ἐν τῇ ἱερᾷ σου ταύτῃ Μονῇ, τῇ τοῦ Κουτλουμοσίου, ἣν φρούρει σαῖς πρεσβείαις, ταῖς εὐπροσδέκτοις σου πρὸς Κύριον.
Ἰδεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν ἱερόαθλε ἔνδοξε Κυπριανέ, βίον ἐνθεώτατον ἀληθῶς, ἐν ὄρει ταῷ τοῦ Ἄθωνος, διὰ πολιτείας εἰλικρινοῦς, ὡς ἄγγελος βιώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος.
Ὡράθης ὡς ῥυθμίσας ταῖς ἀρεταῖς, τῆς ψυχῆς τὰς δυνάμεις ἀείμνηστε, Κυπριανέ, καὶ παιδαγωγήσας φόβῳ Θεοῦ, αἰσθήσεις τὰς τοῦ σώματος, καὶ ὑπεραθλήσας καρτερικῶς, καὶ στέφει μαρτυρίου, παρὰ Θεοῦ ἐστέφθης· διό σε πόθῳ νῦν γεραίρομεν.
Θεοτοκίον.
Ὑμνῶ Σε τὴν πανύμνητον ἀληθῶς, μεγαλύνω σε τὴν πολυΰμνητον, ἣν ἀνυμνεῖ, ὕμνοις ἀσιγήτοις πᾶσα πνοή, τεκοῦσα ὑπερύμνητον, Λόγον Ὃν ὑμνοῦσιν ἐν οὐρανοῖς, χιλιάδες, μύριαι μυριάδες, ἐν φλογεροῖς ἀΰλοις στόμασιν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἱερωσύνης καύχημα, Μαρτύρων ἀγαλλίαμα, Κυπριανὲ ἀνεδείχθης, ὡς ἀριστεύσας κατ’ ἄμφω, σταυρῷ περιφραττόμενος, ἀλλὰ νῦν παριστάμενος, τῷ θρόνῳ τοῦ παντάνακτος, σὺν ἐκλεκτῶν ταῖς χορείαις, τοὺς εὐφημοῦντας σῶζε.
Θεοτοκίον.
Παρθένε παναμώμητε, Κυρία μου Δέσποινα, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, Κυπριανῷ ἅμα θείῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς Σε, καὶ αἰωνίων τεύξασθαι, τῶν ἀγαθῶν Παναγία, δύνασαι γὰρ ὅσα θέλεις.




Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Γνώσει, τῇ θείᾳ τοῦ Πνεύματος, Ὁσιομάρτυς ὁδόν, τὴν στενὴν καὶ ἀπάγουσαν, πρὸς πλάτος εὐρύχωρον, τῆς τρυφῆς τῆς ἀμείνωνος, Κυπριανὲ ἐκ πόθου διώδευσας, ἀσκήσει ταύτης τὸ μῆκος πάνσοφε, καὶ δι’ ἀθλήσεως ταύτην ἐκπεπλήρωκας· ὅθεν σαφῶς πρὸς εὐρυχωρότατον, χῶρον κατήντησας. (Δίς)

Νάμασι θείοις τοῦ Πνεύματος, καταρδευθεὶς τὴν ψυχήν, ὥσπερ δένδρον πολύφωτον, ἐν ὄρει τοῦ Ἄθωνος, ἐν καιρῷ τῷ προσήκοντι, καρπὸν πολύχουν σαφῶς προσήγαγες, τῆς μαρτυρίας καὶ τῆς ἀθλήσεως· ὅθεν προσήκατο, σὲ ὁ πάντων Κύριος Κυπριανέ, καὶ διπλῷ σε ἔστεψε, στέφει ἀοίδιμε.

Ἄμωμον καθάπερ πρόβατον, ὄρει τοῦ Ἄθωνος σοφέ, τόπῳ χλόης σκηνούμενον, καὶ τραφὲν ἐν ὕδασι, τῆς ἀσκήσεως πρότερον, οἱ αἱμοβόροι ξίφει σε ἔθυσαν, ἀλλ’ οὐ συνῆκαν ἀπεργαζόμενοι, ἄκοντες πάντιμε, σὲ θεῖον ὀψώνιον Κυπριανέ, τραπέζης ἐπάξιον, τῆς οὐρανίου σοφέ.

Δόξα. Ἦχος β΄.
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία τοῦ Θεοῦ, λαμπρυνομένη τῇ χάριτι, καὶ πιστῶς πανηγυρίζει, τῶν φιλεόρτων τὰ συστήματα, ἐπὶ τῇ πανιέρῳ μνήμῃ τοῦ ἱεροάθλου Κυπριανοῦ, καὶ δοξάζει Χριστόν, τὸν ὑπ’ αὐτοῦ λαμπρῶς κηρυχθέντα, καὶ παρέχοντα ἡμῖν, ταῖς αὐτοῦ εὐπροσδέκτοις πρεσβείαις, εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

Μεγαλυνάριον
Πνεύματος ἀκτῖσι καταυγασθείς, ἤσκησας τὸ πρῶτον, ὑπὲρ φύσιν ἀγωνισθείς, δεύτερον ἀθλήσας, διπλοῦν στέφος ἐδέξω, Κυπριανὲ θεόφρον· διὸ τιμῶμέν σε.