ΙΟΥΝΙΟΣ Η΄.
ΝΙΚΑΝΔΡΟΣ & ΜΑΡΚΙΑΝΟΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ’ τῆς Ὀκτωήχου, καὶ γ’
τῶν Μαρτύρων. Ἦχος πλ. δ΄. Οἱ Μάρτυρές Σου Κύριε.
Νικήσας
τῇ ἐνστάσει σου, μέγιστε Νίκανδρε, παρανομούντων, ἀνδρῶν τὴν ἔνστασιν, ξίφει τὴν
κάραν, ἐναπετμήθης καρτερῶς, καὶ πρὸς τὸν Δεσπότην ἀνελήλυθας, στέφος ἀφθαρσίας
κομισάμενος· διὸ ταῖς σαῖς πρεσβείαις Ἅγιε, πᾶσι δίδου τὸ μέγα ἔλεος.
Μαρκιανὸς
ὁ ἔνδοξος, πάντων ἠλόγησεν, τῶν ἐν τῷ βίῳ, καὶ τὴν οὐράνιον, ποθήσας πόλιν, πρὸς
τοὺς ἀγῶνας ἀνδρικῶς, τοὺς τῆς εὐσεβείας προσεχώρησεν, νίκαις κατὰ κράτος
κλεϊζόμενος, αὐτοῦ ταῖς ἱκεσίαις εὔσπλαγχνε, πᾶσι δίδου τὸ μέγα ἔλεος.
Τοῖς
αἵμασι φοινίξαντες, χλαῖναν μακάριοι, ὡραιοτάτην, ταύτῃ κοσμούμενοι, τῷ
παντεπόπτῃ Λόγῳ, παρίστασθε ἀεί, νίκης τοὺς στεφάνους περικείμενοι, καὶ τοῖς Ἀσωμάτοις
συγχορεύοντες· διὸ ὑμῶν τὴν μνήμην σήμερον, ἐκτελοῦντες πανηγυρίζομεν.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις
γεραίρω, Μαρτύρων ξυνωρίδα. Ἰωσήφ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνοῦντι
τὴν μνήμην τὴν εὐκλεῆ, ὑμῶν Ἀθλοφόροι, θείαν χάριν ἐξ οὐρανοῦ, αἰτεῖσθε δοθῆναί
μοι καὶ πάντων, τῶν ἐπταισμένων τελείαν συγχώρησιν.
Μεγάλως
ποθήσαντες τὸν Χριστόν, μεγίστους ἀγῶνας, διηνύσατε Ἀθληταί· ὅθεν καὶ μεγίστης ἐν
ὑψίστοις, κατηξιώθητε δόξης πανεύφημοι.
Νοΐ
στεῤῥοτάτῳ τὰς προσβολάς, πάσας τῶν βασάνων, ἀπεκρούσασθε ἀνδρικῶς, Μάρτυρες
Κυρίου καὶ θανάτῳ, τὴν αἰωνίαν ζωὴν ἐκληρώσασθε.
Θεοτοκίον.
Ὁ
ταῖς στρατηγίαις ταῖς νοεραῖς, ἀπρόσιτος μόνος, προσιτός μοι ὤφθη ἁγνή, ἐκ Σοῦ ὑπὲρ
λόγον ἀνατείλας, χρεωστικῶς· διὰ τοῦτο ὑμνοῦμέν Σε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἵσταντο
πρὸ βήματος, ἕνα Θεὸν Χριστὸν Κύριον, θεοπρεπῶς καθομολογοῦντες, οἱ καλλίνικοι
Μάρτυρες.
Σάρκα
περικείμενοι, πανευκλεεῖς Χριστοῦ Μάρτυρες, τοὺς δυσμενεῖς ἅπαντας ἀσάρκους, ἀνδρικῶς
ἐτροπώσασθε.
Γῆν
καὶ τὰ ἐπίγεια, ἀπαρνησάμενοι Μάρτυρες, τῶν οὐρανῶν νῦν τὴν κληρουχίαν, ἐκληρώσασθε
χαίροντες.
Θεοτοκίον.
Εὕροιμί
Σε πάναγνε, περιστατούμενος θλίψεσι, καὶ πειρασμοῖς τούτων ῥυομένην, ὡς τοῦ
κόσμου βοήθειαν.
Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν
αἱμάτων ῥεύμασι, πολυθεΐας, Ἀθλοφόροι ἔνδοξοι, ἀποξηράντες βυθόν, πᾶσιν ἀνθρώποις
πηγάζετε, ῥεῖθρα θαυμάτων, εἰς δόξαν Θεοῦ ἡμῶν.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ῥωμαλέῳ
φρονήματι, τοῖς παρανομοῦσιν ἀντιταξάμενοι, Ἀθλοφόροι ἐννομώτατοι, τοῦ Θεοῦ τῶν
ὅλων ἀνεδείχθητε.
Ἀπηρνήσατο
Νίκανδρος, γένους καὶ πατρίδος πᾶσαν προσπάθειαν· διὰ τοῦτο τὴν οὐράνιον,
κληρουχίαν εὗρεν ἀγαλλόμενος.
Ἱερῶς
τὰς πορείας σου, πρὸς Θεὸν τῶν ὅλων Μάρτυς ποιούμενος, τὰς ὁδοὺς πάσας ἐξέκλινας,
τῆς παρανομίας Μάρτυς Νίκανδρε.
Ῥαντισμῷ
τῶν αἱμάτων σου, τῆς πολυθεΐας ῥύσιν ἐξέκλινας, καὶ κρουνοὺς ἡμῖν ἰάσεων, ἐπομβρίαις
θείαις βλύζεις Νίκανδρε.
Θεοτοκίον.
Ὡς
παράδεισος ἔμψυχος, ξύλον ζωηφόρον ἁγνὴ ἐβλάστησας, Ἰησοῦν Χριστὸν Ὃν αἴτησαι,
οἰκτειρῆσαι πάντας τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Μηδόλως
ταῖς θωπείαις τυράννων, παμμάκαρ πτήξας, νομίμως ἐνήθλησας, Μαρκιανὲ κλεϊζόμενος
Ἁγίων
κατοικεῖς τὰς λαμπρότητας, διανύσας, γενναίως τοὺς ἄθλους σου, Μαρκιανὲ ἀνδρικώτατε.
Ῥομφαῖαι
στιλβωθεῖσαι τῷ Πνεύματι, Ἀθλοφόροι, ἐδείχθητε φάλαγγας, τῶν δυσμενῶν
διακόπτουσαι.
Θεοτοκίον.
Τὴν
μόνην ἀπειρόγαμον ἅπαντες, Θεοτόκον, ὡς πάντων ἀντίληψιν, καὶ προστασίαν ὑμνήσωμεν.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ὑμᾶς
τοὺς πανευκλεεῖς, Κυρίου μεγαλομάρτυρας, Μαρκιανὲ ἱερέ, καὶ Νίκανδρε μέγιστε, ὡς
δύο ὑπάρχοντας, φωταυγεῖς ἀστέρας, ἐν αἰνέσει μακαρίζομεν.
Ῥωσθέντες
σθένει Θεοῦ, τοῦ δυσμενοῦς πάσαν δύναμιν, οἱ θαυμαστοὶ Ἀθληταί, στεῤῥῶς
κατεπάτησαν, καὶ νίκης διάδημα, καὶ ἀθανασίας, τὰ βραβεῖα ἐκληρώσαντο.
Ὡς
ποταμοὶ μυστικοί, τὴν Ἐκκλησίαν ἀρδεύετε, αἱμάτων ἐπιῤῥοαῖς, καλλίνικοι
Μάρτυρες, καὶ θαυμάτων χάριτι, τῶν ἀῤῥωστημάτων, τὸν φλογμὸν ἀποδιώκετε.
Θεοτοκίον.
Νοσοῦσάν
μου τὴν ψυχήν, ταῖς πονηραῖς παραβάσεσιν, θεράπευσον ἡ Θεόν, ἀσπόρως κυήσασα, τὸν
μόνον βαστάσαντα, τῶν βροτῶν τὰς νόσους, Θεοτόκε ἀειπάρθενε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Νικάνδρου
καὶ Μαρκιανοῦ
Tοῦ
Mαρκιανοῦ τῷ ξίφει τετμημένου,
Nίκανδρος
εἶπεν, ἀκόλουθός εἰμί σοι.
Τῇ αὐτῇ ἠμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν
λειψάνων τοῦ Ἁγίου Θεοδώρου τοῦ Στρατηλάτου
Νεκρόν
με Θεόδωρον ἡ πατρὶς δέχου,
ὃν
ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος
Καλλιόπης
Kάλλη
παραβλέπουσα τῶν ποιημάτων,
Kτίστου
τὰ κάλλη ὀπτάνῃ Kαλλιόπη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μελάνειας
Tρέψασα Mελάνεια
πνεῦμα πᾶν μέλαν,
λευκὴ τὸ πνεῦμα πρὸς Θεὸν χωρεῖ Λόγον.
λευκὴ τὸ πνεῦμα πρὸς Θεὸν χωρεῖ Λόγον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθρέ
Kάλλη τὰ τῆς γῆς
ἐμφρόνως διαπτύσας,
ἀθρεῖς τὸ κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.
ἀθρεῖς τὸ κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νίκανδρος, ξίφει τελειοῦται.
Ἀλλ’ οἶδα καὶ
Nίκανδρον ἄνδρα γεννάδαν,
νίκης λαβόντα τὸ στέφος διὰ ξίφους.
νίκης λαβόντα τὸ στέφος διὰ ξίφους.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Μάρκος, ξίφει τελειοῦται.
Tμηθεὶς ὁ Mάρκος
θυμιᾷ τῷ Kυρίῳ,
ἀτμὸν προπέμπων ἐκ ζεόντων αἱμάτων.
ἀτμὸν προπέμπων ἐκ ζεόντων αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ναυκρατίου
τοῦ Στουδίτου
Γῆν Nαυκράτιος ἐκπερῶν
ἐπιτρέπει,
τὴν ψυχικὴν ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
τὴν ψυχικὴν ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Παύλου τοῦ νέου ὁμολογητοῦ
καὶ ἐλεήμονος, τοῦ μαρτυρήσαντος ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου τοῦ εἰκονομάχου.
Χριστὸν
ἀγαπήσας Παῦλε παμμακάριστε,
ἀθλητικῷ
τέλει αὐτῷ προσηνέχθης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Θεοφάνης, ὁ μαρτυρήσας ἐν
Κωνσταντινουπόλει ἐν ἔτει 1559ῳ, ὀγγίνοις τελειοῦται.
Ὁ
Θεοφάνης ὀγγίνοις στέφος μέγα,
ἐξηγόρασεν·
ὦ συναλλαγῆς ξένης!
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐκ Κολλυβάδων Ἁγίων Ὁσιομαρτύρων
Παϊσίου καὶ Θεοφάνους, τῶν ἐκ τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης τοῦ Ἄθωνος, χερσὶ
μιαιφόνοις εἰς βυθὸν βληθέντες θαλάσσης, ἐν ἔτει 1773ῳ, τελειοῦνται.
Φαίνετε,
Θεόφανες σὺν Παϊσίῳ,
φῶς
πᾶσι μαρτυρικῆς εὐσεβείας.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Θεόδωρος ὁ ἐπίσκοπος, ὁ Ῥώσσος, ἐν ἔτει
1023ῳ, ἐν εἰρήνῃ τελειοῦται
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν
λειψάνων τοῦ Ἁγίου Βασιλείου τοῦ Γιαροσλὰβλ τοῦ πρίγκιπος
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν
λειψάνων τοῦ Ἁγίου Κωνσταντίνου τοῦ πρίγκιπος
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξενοτρόπως
ἀθλοῦντες, ᾠκειώθητε λόγῳ, τῷ πανοικτίρμονι, τῷ ξένως Ἀθλοφόροι, εἰς ἴδια ἐλθόντι,
ἵνα σώσῃ τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑψηλῇ
διανοίᾳ, τὸν εἰς ὕψος κακίαν, δεινῶς λαλήσαντα, ποσὶν ὡραιοτάτοις, ἀνδρείως Ἀθλοφόροι,
συνετρίψατε ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νόμους
θείους τηροῦντες, τῶν ἀνόμων τὸ δόγμα, παρετηρήσατε, καὶ τὸν τῆς ἀφθαρσίας, ἀθλησάντες
νομίμως, ἀνεδήσασθε στέφανον, θεῖοι Χριστοῦ Ἀθληταί, Ἀγγέλων συμπολῖται.
Θεοτοκίον.
Ὡς
καλὴν ὡς ὡραίαν, ὁ καλὸς καὶ ὡραῖος, Σὲ ἐκλεξάμενος, ἐκ Σοῦ ἀνερμηνεύτως,
Παρθένε ἐσαρκώθη, διασώζων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Οἱ θεοῤῥήμονες Παῖδες ἐν καμίνῳ.
Ῥήμασι
θείοις ἐνώπιον τυράννων, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ἀνακηρύξαντες Μάρτυρες, θανατοῦσθε
καὶ ζῆτε, ζωὴν ἀτελεύτητον.
Ἰχνηλατοῦντες
τὸ πάθος τοῦ Σωτῆρος, αἵμασι θείοις τὴν φλόγα, τῆς ἀσεβείας ἐσβέσατε, Ἀθλοφόροι
Κυρίου· διὸ μακαρίζεσθε.
Δόξαν
τὴν ἄνω ποθοῦντες Ἀθλοφόροι, δόξης φθαρτῆς καὶ προσκαίρου, κατεφρονήσατε
χαίροντες, καὶ νῦν μετὰ Μαρτύρων, ἀξίως δοξάζεσθε.
Θεοτοκίον.
Ἁγιωτέρα
τῶν ἄνω στρατευμάτων, Θεογεννῆτορ ἐδείχθης, ὡς τῶν ἁγίων τὸν ἅγιον, ἀποῤῥήτῳ ἑνώσει,
ἁγνὴ σωματώσασα.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἰδεῖν
ἀξιωθέντες, Μάρτυρες Κυρίου, τὰ δι’ αἰῶνος ἡμῖν ἐλπιζόμενα, ἀγαλλομένῃ καρδίᾳ,
Θεὸν δοξάζετε.
Ὡς
δύο φωτοφόροι, ἥλιοι τὴν κτίσιν, καταφωτίζετε Ἅγιοι Μάρτυρες, ταῖς σελασφόροις ἀκτῖσι,
τῶν παλαισμάτων ἡμῶν.
Στησώμεθα
χορείαν, Νίκανδρον τιμῶντες, Μαρκιανόν τε τοὺς θείους θεράποντας, τοῦ
παντοκράτορος Λόγου, καὶ πανοικτίρμονος.
Ἡμέραν
εὐφροσύνης, ἄγομεν τὴν μνήμην, τὴν ἱερὰν ἡμῶν Μάρτυρες ἔνδοξοι, ἐν ᾗ ῥυσθῆναι κινδύνων,
ἡμᾶς πρεσβεύσατε.
Θεοτοκίον.
Φιλάγαθε
Παρθένε, τὴν ἐσκοτισμένην, τῇ ἀμελείᾳ ψυχήν μου καταύγασον, πρὸς μετανοίας ὁδούς
με, διεμβιβάζουσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου