ΙΟΥΝΙΟΣ ΚΗ΄.
ΙΩΣΗΦ ΟΣΙΟΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια, γ’ τῆς Ὀκτωήχου,
καὶ γ’ τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Δι’ ἐγκρατείας τὰ πάθη χαλινώσας,
ὁσίως ἐβίωσας θεομακάριστε, καὶ παραστὰς πρὸ τοῦ βήματος, τῶν παρανόμων,
παραφροσύνην πᾶσαν διήλεγξας· ἐντεῦθεν στρεβλούμενος καὶ αἰκιζόμενος, τεκτονικῷ
Μάρτυς πρίονι, διεμερίσθης, καὶ τοῦ Κυρίου ἔμεινας ἄτμητος· ὅθεν συμφώνως
μακαρίζομεν, σὲ Ἰωσὴφ ἀξιάγαστε, τῶν Ἀγγέλων πολῖτα, τῶν Μαρτύρων ἀκροθίνιον.
Πυρποληθεὶς τὴν ψυχὴν ἀγάπῃ θείᾳ,
πρὸς ἄπειρα βάσανα Μάρτυς ἐχώρησας, ὅμιλον θεῖον ἑπόμενον, Μαρτύρων ἔχων,
μιμησαμένων τὰ σὰ παλαίσματα· ἐντεῦθεν στρεβλούμενοι καὶ δαπανώμενοι, τοῖς αἰκισμοῖς
οὐχ ἡττήθητε, οὐ τοῖς ξοάνοις, σέβας ἐνείματε ἀλογώτατον, καὶ ἕως τέλους ὑπομείναντες,
καρτερικῶς ἐδοξάσθητε, τὸν Δεσπότην τῶν ὅλων, ὑπὲρ πάντων ἱκετεύοντες.
Ἀλεξανδρέων ἡ πόλις ἑορτάζει,
προστάτην σε μέγιστον καταπλουτήσασα, καὶ πολιοῦχον πανάριστον, καὶ μέγαν
πρέσβιν, σὺν τοῖς συνάθλοις Ἰωσὴφ ἔνδοξε· ἐκ ταύτης ὡς ῥόδα γὰρ ἀναβλαστήσαντες,
εὐωδιάζετε ἅπασαν τὴν οἰκουμένην, ταῖς ἡδυπνόοις, ὀδμαῖς τῆς χάριτος, ἄνθη
Μαρτύρων θεῖον στράτευμα, Ἐκκλησιῶν ἐγκαλλώπισμα, τῆς Τριάδος ὁπλῖται, τῶν Ἀγγέλων
ἰσοστάσιοι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος,
οὗ ἡ ἀκροστιχίς: Πληθὺν
γεραίρω καλλινίκων Μαρτύρων. Ἰωσήφ.
ᾨδὴ α’. Ἦχος δ’. Τριστάτας κραταιούς.
Πληθὺς
φωτοειδῶν, καὶ Ἁγίων Μαρτύρων, τῶν κακῶν μου τὴν πληθύν, ἐξάλειψον βοῶ, δυσωποῦσα
τὸν Κύριον, πλῆθος ἔχοντα ἐλέους, ὅπως μέλψω γηθόμενος, τὴν σεπτήν σου καὶ
θείαν πανήγυριν.
Λαμπρύνας
σεαυτόν, Ἰωσὴφ γενναιόφρον, ταῖς ἰδέαις τῶν καλῶν, ὑπῆλθες τὸν ζυγόν, τοῦ
Χριστοῦ τὸν σωτήριον, πάθη σώματος ποικίλα, ἀγωγαῖς δουλευσάμενος, τῆς τελείας
παμμάκαρ ἀσκήσεως.
Ἠλλοίωσας
μωρόν, καὶ ἀλλόκοτον δόγμα, τυραννούντων δυσμενῶν, γενναῖε Ἀθλητά, καὶ ὑπῆλθες τὸ
στάδιον, Ὅσιε τῆς μαρτυρίας, καὶ νομίμως ἠρίστευσας, καὶ τὸν δόλιον ὄφιν ἐπάτησας.
Θαλάσσῃ
τῶν σεπτῶν, Ἀθλοφόροι αἱμάτων, Φαραὼ τὸν νοητόν, ἐπνίξατε σαφῶς, καὶ στεφθέντες
ἐν χάριτι, ἄνω τῷ ἀγωνοθέτῃ, καὶ Δεσπότῃ παρίστασθε, ὑπὲρ πάντων ἡμῶν ἱκετεύοντες.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε ἁγνή, διὰ Σοῦ οἱ σωθέντες, καὶ βοῶμεν ἐκτενῶς· περίσωζε ἡμᾶς, ἀπὸ πάσης
στενώσεως, πίστει Σὲ προσκαλουμένους, εἰς βοήθειαν πάντοτε, τὴν αἰτίαν τῆς
πάντων θεώσεως.
ᾨδὴ γ’. Οὐκ ἐν σοφίᾳ.
Νενευρωμένος,
θεϊκῷ Μάρτυς πόθῳ πανόλβιε, ἐξενεύρισας ἐχθροῦ, τὴν δυναστείαν ἐν χάριτι· ὅθεν ἀνυμνοῦμέν
σου, τὰ προτερήματα.
Γνώμῃ
ἀνδρείᾳ, ὑπεισῆλθες Μαρτύρων τὸ στάδιον, μὴ φεισάμενος σαρκός, μελλούσης Ὅσιε
φθείρεσθαι, καὶ τὸν πολυμήχανον, ὤλεσας δράκοντα.
Ἐν
ἐγκρατείᾳ, καὶ τελείᾳ ἀσκήσει νεκρώσαντες, πάθη Ἅγιοι σαρκός, θεοπρεπῶς ἐνηθλήσατε·
ὅθεν πρὸς αἰώνιον, ζωὴν μετέστητε.
Θεοτοκίον.
Ῥύπου
πταισμάτων, καὶ παθῶν ἀτιμίας με λύτρωσαι, ἀπαθείας τὴν πηγήν, κυοφορήσασα
Δέσποινα, ὅπως μακαρίζω Σε, Μαρτύρων καύχημα.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀγωνισάμενος καλῶς Ἀθλοφόρε, καὶ
τοῦ ἐχθροῦ τὰς νοητὰς μυριάδας, καταβαλὼν ἐν χάριτι ἀνέδραμες, πρὸς τὰ ἐπουράνια,
ἀφθαρσίας τὸ στέφος, ἐπαναδησάμενος· διὰ τοῦτο ἐν πίστει, τὴν σὴν τελοῦμεν
μάκαρ Ἰωσήφ, ἔνδοξον μνήμην Χριστὸν μεγαλύνοντες.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ
Ἀναρτώμενοι
ἐν ξύλῳ, καὶ ποικίλως ξεόμενοι, τῆς φθορᾶς τὸ πάχος, Μάρτυρες σοφοὶ ἐξεδύσασθε,
καὶ ἀφθαρσίας χιτῶνα, ἐνεδύσασθε, καὶ χειμάῤῥουν νῦν, τὸν τῆς τρυφῆς ἐκληρώσασθε.
Ἰατρεῖον
ἀνεδείχθη, τὸ σεπτὸν ἡμῶν τέμενος, Ἀθληταὶ Κυρίου, ἔνθα τὰ ὑμῶν νῦν
κατάκεινται, λείψανα βρύοντα χάριν, ἀδαπάνητον, τοῖς ἐν πίστει καὶ πόθῳ, ἀεὶ
προσπελάζουσιν.
Ῥαντισμῷ
θείων αἱμάτων, Ἰωσὴφ ἀξιάγαστε, τῆς πολυθεΐας, ἅπασαν τὴν φλόγαν κατέσβεσας, καὶ
ποταμὸς ἰαμάτων, πᾶσι γέγονας, τοῖς ὑμνοῦσί σου, περιχαρῶς τὰ παλαίσματα.
Ὡς
νομίμως τὸν ἀγῶνα, διανύσαντες Μάρτυρες, τῆς δικαιοσύνης, στέφος ἐκ Θεοῦ ἐκομίσασθε,
καὶ σὺν Ἁγίοις Ἀγγέλοις, πολιτεύεσθε, ἱκετεύοντες, πάντας ἡμᾶς διασώζεσθαι.
Θεοτοκίον.
Καταβὰς
καθάπερ ὄμβρος, ἐν νηδύϊ Σου ἄχραντε, τοῦ Πατρὸς ὁ Λόγος, τῆς πολυθεΐας τὰ ῥεύματα,
καὶ τῆς ἀπάτης τοὺς ὄμβρους, ἀπεξήρανεν, καὶ φθαρεῖσαν ἅπασαν, τὴν γῆν ἐκαινούργησεν.
ᾨδὴ ε’. Ἀσεβεῖς οὐκ ὄψονται.
Ἀσεβείας
ὤλεσας, ταὸ φρύαγμα σοφέ, καὶ πρισθεὶς μέσον ὡς ποτέ, Προφητῶν ὁ μέγιστος, πάσας
τὰς φάλαγγας, τῶν δαιμόνων ἔθραυσας, ἀριστεύσας ἐμφανέστατα.
Λαμπρυνθεὶς
ἀσκήσεσιν, γενναῖε Ἀθλητά, τῶν βασάνων περιφανῶς, τῇ πυρᾷ ἐξήστραψας, ὀβρυζότερος,
τοῦ χρυσίου Ὅσιε, Ἰωσὴφ μακαριώτατε.
Λυτρωθέντες
Μάρτυρες, τῷ αἵματι Χριστοῦ, τὴν αὐτοῦ χαίροντες σφαγήν, καὶ τὸν ἀξιάγαστον,
θάνατον Ἅγιοι, ἀνδρικῷ φρονήματι, παραδόξως ἐμιμήσασθε.
Θεοτοκίον.
Ἰησοῦν
ἱκέτευε, τὸν εὔσπλαγχνον Θεόν, Ὃν ἐκύησας ὑπὲρ νοῦν, συγχωρῆσαι πάναγνε, τὰ
πλημμελήματα, τὰ ὑμῶν δεόμεθα, τῶν πιστῶς μακαριζόντων Σε.
ᾨδὴ στ’. Ἦλθον εἰς τὰ βάθη τῆς
θαλάσσης.
Νόμοις
τοῦ Σωτῆρος πειθαρχήσας, πάντα τὸν πλοῦτον Μάρτυς, καταλέλοιπας καὶ τὴν
πτωχείαν, ἣν δι’ ἡμᾶς θέλων κατεδέξατο, ἐμιμήσω τελεώτατα.
Ἴαμα
ἡμῖν ἀναπηγάζει, τῶν σῶν λειψάνων Μάρτυς, τοῖς τιμῶσί σε ἡ θεία θήκη, ῥύπον παθῶν
Ἰωσὴφ ἐκπλύνουσα· ὅθεν πίστει σε δοξάζομεν.
Κόσμος
ἀνεδείχθης Ἀθλοφόρων, καὶ Ἐκκλησίας δόξα, καὶ προπύργιον τῶν ἐν ἀνάγκαις, καὶ
πειρασμοῖς βίου περιπίπτουσιν, Ἰωσὴφ μακαριώτατε.
Θεοτοκίον.
Ὡς
οὖσα τῶν ἄνω στρατευμάτων, πασῶν ὑψηλοτέρα, Μήτηρ ἄχραντε Θεοῦ τοῦ Λόγου, τοῦτον
ἀεὶ ὡς Θεὸν ἱκέτευε, οἰκτειρῆσαι τοὺς ὑμνοῦντάς Σε.
Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ
Ἁγίου Ὁσιομάρτυρος Ἰωσήφ, καὶ τῶν σὺν αὐτῷ.
ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Νεκροὶ
τῷ κόσμῳ ἀληθῶς, Μάρτυρες Χριστοῦ γεγονότες, κληρονομεῖτε τὴν ζωήν, τὴν αἰώνιον
πόθῳ κραυγάζοντες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Μέσον
πρισθεὶς ὥσπερ ποτέ, Μάρτυς ὁ κλεινὸς Ἡσαΐας, θέαμα ξένον Ἰωσήφ, τοῖς ὁρῶσι βοῶν
ἀπεδείκνυσο· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Αἵμασι
βάψαντες τὴν γῆν, ἔνδοξοι Κυρίου ὁπλῖται, ἐν τῷ αἰκίζεσθαι σφοδρῶς, τοῦ Κυρίου
εἰς χεῖρας παρέθεσθε, μελῳδοῦντες τὰ πνεύματα· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Ῥῦσαι
ἡμᾶς παντοδαπῶν, ἄχραντε σκανδάλων τοῦ βίου, καὶ καταξίωσον τυχεῖν, οὐρανῶν Βασιλείας
πρεσβείαις Σου, μελῳδοῦντας πανάχραντε· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Τῶν
βασάνων διῆλθες κλυδώνιον, Ἰωσὴφ κυβερνήσει τοῦ Πνεύματος, καὶ τοὺς λιμένας ἔφθασας,
τῆς Χριστοῦ Βασιλείας, μέλπων ἀπαύστως· εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ὑψωθέντες
ἐν ξύλῳ μακάριοι, τοὺς ξεσμοὺς ἀνδρικοὺς ὑπεμείνατε, τῆς παλαιᾶς νεκρώσεως, ἐκδυόμενοι
πάχος, καὶ οὐρανόθεν, ἀφθαρσίας στολὴν ἐνδυόμενοι.
Ῥωμαλέως
ἀντέστητε Μάρτυρες, παλαμναίοις ἐχθροῖς καταικίζουσιν, ὑμῶν τὰ θεῖα σώματα, καὶ
θανάτῳ βιαίῳ, ἀθανασίαν, αἰωνίζουσαν κατεκληρώσασθε.
Τριαδικόν
Ὡς
Τριάδα προσώποις δοξάζω Σε, ὡς Μονάδα τῇ φύσει γεραίρω Σε, Πάτερ Υἱὲ συνάναρχε,
ὁμοούσιον Πνεῦμα, καὶ ἀνακράζω· εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Νοερῶς
Σε λυχνίαν προέβλεψεν, ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Παρθενομῆτορ φέρουσαν,
καταυγάζον τοὺς πρώην, ἐσκοτισμένους, καὶ δεινῇ παραβάσει δουλεύοντας.
ᾨδὴ θ’. Εὔα μὲν τῷ τῆς παρακοῆς
νοσήματι.
Ἰλύος
καθάρας τῶν παθῶν τὰ ὄμματα, τῆς καρδίας ταῖς ἀσκήσεσιν, ἤρθης πρὸς ὕψος
μαρτυρίου, καὶ ἥλιος καθάπερ πολύφωτος, ἐφώτισας τῆς γῆς τὰ πληρώματα, θείαις ἀκτῖσι
τῶν ἀγώνων σου.
Ὡραῖος
παμμάκαρ Ἰωσὴφ τοῖς στίγμασι, τοῖς παντίμοις ἐχρημάτισας· πρίονι γὰρ καθάπερ
ξύλον, καὶ ἔμεινας Θεοῦ ἀδιαίρετος, τοῦ τὴν ἰσχύν σοι χορηγήσαντος.
Στρατὸν
ἐπαγόμενος σοφὲ ἀήττητον, συμμαρτύρων ἀνελήλυθας, στεφανηφόρος ἐν ὑψίστοις,
παρίστασθαι Θεῷ παντοκράτορι· μεθ’ ὧν ἡμῶν δεόμεθα μέμνησο, ὅπως πταισμάτων
λύσιν λάβωμεν.
Ἡ
γῆ ἑορτάζει τὴν ἡμῶν πανήγυριν, ἐκτελοῦσα θεῖοι Μάρτυρες, Ἄγγελοι χαίρουσι καὶ
πάντες, οἱ ἄνθρωποι ὑμᾶς μακαρίζουσιν, ὡς θείους τοῦ Δεσπότου θεράποντας, καὶ εὐεργέτας
τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Φανεῖσα τοῦ πάντων Λυτρωτοῦ
λοχεύτρια, Παναγία Μητροπάρθενε, τοῦτον ἑκάστοτε δυσώπει, κινδύνων πολυτρόπων
καὶ θλίψεων, καὶ τῆς αἰωνιζούσης κολάσεως, πάντας ῥυσθῆναι τοὺς ὑμνοῦντάς Σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου