Δευτέρα 11 Μαΐου 2020

ΜΑΡΤΙΟΣ 19. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΑΓΧΑΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ ΙΘ΄.
ΠΑΓΧΑΡΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ὀκτωήχου γ΄, καὶ τοῦ Μάρτυρος γ΄. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἀξιοχρέως ὑμνοῦμέν σε παμμάκαρ· σοῦ γὰρ τὰ ἰάματα καθάπερ νάματα, διαψιλευόμενοι πάντοτε, ἐκ πάσης νόσου, λελυτρωμένοι θερμῶς προσπίπτομεν, καὶ κατασπαζόμεθα τὰ θεῖα λείψανα, ἐξ ὧν ἀντλοῦντες τὴν ἴασιν, ἐν κατανύξει, ἀναβοῶμέν σοι πανσεβάσμιε· τοῦ ἀλλοτρίου διαφύλαττε τοὺς σοὺς δούλους, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκετεύων τοῦ σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Μεγαλοφρόνως πιστοὶ δεῦτε συμφώνως, ὕμνοις εὐφημήσωμεν τὸν θεῖον Μάρτυρα, χαρμονικῶς ἀνακράζοντες· Θεοῦ ὁπλῖτα, ὑπὲρ ἡμῶν ἀπαύστως ἱκέτευε Παγχάριε ἔνδοξε Μεγαλομάρτυς Χριστοῦ, τῶν ἐκτελούντων τὴν μνήμην σου, πίστει καὶ πόθῳ, καὶ προσιόντων ἐν τῷ σεπτῷ σου ναῷ· σὲ γὰρ προστάτην ἀκαταίσχυντον κεκτημένοι, βοῶμεν πανόλβιε· ἐκ φθορᾶς καὶ κινδύνων, ἐλευθέρωσον τοὺς δούλους σου.

Λαμπροφορείτω Χριστοῦ ἡ Ἐκκλησία· κόσμου γὰρ ὁ πρόμαχος καὶ Μάρτυς ἄριστος, σήμερον χαίρων Παγχάριος, τὸν τῆς κακίας, συντρίβει ὄφιν θείοις ποσὶν αὐτοῦ, ὕψη πρὸς οὐράνια μεταβιβάζεται, Ἀγγέλων μέλπει σὺν τάγμασι, καὶ τῶν Μαρτύρων, συνεπαγάλλεται τοῖς στρατεύμασι, καὶ τῷ Δεσπότῃ παριστάμενος ἀνενδότως, αἰτεῖται δωρήσασθαι, τὴν εἰρήνην τῷ κόσμῳ, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Χάρ(ιν β)ραβεύεις, Παγχάριε, θαυμάτων. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κ(λ)ήμεντος.
ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.
Χάρις ἡμᾶς, σήμερον τοῦ θείου Πνεύματος, θεοπρεπῶς συνήγαγεν, τὴν ἀναβλύζουσαν, φερωνύμως δοξάσαι, τοῦ θείου Παγχαρίου, χάριν θαυμάτων πολλῶν.
γωνιστής, πέφυκας τῆς εὐσεβείας σοφέ, ὑπομονῆς τοῖς βέλεσιν, καταστρεψάμενος, ἀσεβείας τὴν πόλιν, καὶ οἶκος ἀνεδείχθης, τοῦ θείου Πνεύματος.
εῖθρον ζωῆς, ἔχων Χριστὸν ἐν καρδίᾳ σου, τοὺς νεκρωθέντας πάθεσι, θαυμάτων Ἅγιε, δαψιλεύεις τὴν χάριν, δι’ ἧς πρὸς εὐρωστίαν, ζωοποιοῦνται πιστῶς.
Θεοτοκίον.
Καινοπρεπής, ἔστιν ὁ τόκος Σου πάναγνε· ὁ γὰρ Πατρὸς συνάναρχος, ἐν θείῳ Πνεύματι, συναΐδιος Λόγος, ἐκ Σοῦ σωματοφόρος, ἡμῖν ἐπέφανεν.

ᾨδὴ γ’. Στειρωθέντα μου τὸν νοῦν.
ωμαλέᾳ τῇ ψυχῇ, τὴν ἰσχὺν τῶν αἰκισμῶν, ἀντεστρατεύσω, Ἀθλητὴς εὐσθενής, γεγονὼς τοῦ Ἰησοῦ, Μάρτυς Παγχάριε.
ναβλύζεις ποταμούς, χαρισμάτων τοῖς πιστοῖς, τῶν ἰαμάτων, τοὺς χειμάῤῥους στεῤῥῶς, τῶν παθῶν θαυματουργέ, Μάρτυς Παγχάριε.
Βραβευόμενος ἡμῖν, δαψιλῶς τῶν ἀλγεινῶν, τὴν εὐρωστίαν, συντηρεῖς ἀσινεῖς, ἀμφοτέρωθεν ἡμᾶς, Μάρτυς Παγχάριε.
Θεοτοκίον.
χωρήσασα γαστρί, τὸν ἀχώρητον παντί, Χριστὸν δυσώπει, τοῦ σωθῆναι ἡμᾶς, ἐκ παγίδος θηρευτῶν, τοὺς ἀνυμνοῦντάς Σε.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὰς τῶν τυράννων ἀπειλάς, αποκρουσάμενος στεῤῥῶς, τὸν Χριστὸν δὲ Ἀθλητά, ὁμολογήσας εὐθαρσῶς, τῆς ἀϊδίου ἐπέτυχες μακαριότητος· ὅθεν ἐκτενῶς δυσωποῦμέν σε, μνημόνευε ἡμῶν πρὸς τὸν Κύριον, τῶν ἐκτελούντων πίστει σου καὶ πόθῳ, τὴν πανσεβάσμιον κοίμησιν, ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου, λυτρωθῆναι τοὺς δούλους Σου.

ᾨδὴ δ’. Τὴν ἐκ Παρθένου Σου γέννησιν.
Εὐδοκιμῶν τοῖς παθήμασι, τοῦ Χριστοῦ ἠξιώθης, δοξασθῆναι σὺν αὐτῷ· τῆς γὰρ προσκαίρου, δόξης κατέπτυσας παμμάκαρ, δόξης ἀοράτου, ἐρασθείς· διὸ χαίρεις, εὐχαρίστως ὦ Παγχάριε Θεῷ.
περασπίζῃ Παγχάριε, ἐν τῇ χάριτι πάντας, τοὺς νοσοῦντας τοῦ Χριστοῦ· ἐξεστηκότων, γὰρ σύνεσις καὶ παρειμένων, ὤφθης θεόφρον, ὡς ἰατὴρ ὡς ὑπάρχων, τοῦ Ἁγίου πλήρης Πνεύματος Θεοῦ.
ν σοὶ οἰκῆσαν Παγχάριε, τὸ πανάγιον Πνεῦμα, χαρισμάτων σε πηγήν, εὐθυνουμένην, ἀνέδειξεν ῥείθροις θαυμάτων· ὅθεν φυγαδεύεις, ἀκαθάρτων πνευμάτων, τὴν ἔνεδραν ἀφθαρσίας ῥαντισμῷ.
Θεοτοκίον.
Μητρὸς τεχθεὶς ἀναλλοίωτε, ὑπὲρ λόγον ἀχράντου, ὡς ὑπέρθεος Λόγος, τὴν ἁμαρτίαν, κατήργησας ἐν τῇ σαρκί Σου· ὅθεν Σε ὑμνοῦμεν, ἐν μιᾷ ὑποστάσει, καὶ ἐν δύο φύσεσιν ὑπερτελῆ.



ᾨδὴ ε’. Ἄβυσσος ἁμαρτημάτων.
θυνας ἐπὶ τὴν ἄνω, ὁδὸν σοφῶς τὴν ψυχήν σου, τὴν ὁδὸν Χριστοῦ τῆς ζωῆς, ποθήσας Παγχάριε· διὸ τρυφῆς ἀπολαύεις ἀγήρω.
Στέφανον σαφῶς χαρίτων, ἡ θεία χάρις σοι πλέκει, δι’ ἧς τὰ ποικίλα ἡμῶν, ἰᾶσαι παθήματα, Παγχάριε αὐτουργὲ τῶν θαυμάτων.
Πνεύματος πλησθεὶς Ἁγίου, πνευμάτων τῶν ἀκαθάρτων, τὴν ἐνέργειαν ἐμφανῶς, διώκεις Παγχάριε, πληρῶν ἡμᾶς ἁγιάσματος δόξης.
Θεοτοκίον.
να Σε τὸν τῆς Τριάδος, προσλήμματι ἀσυγχύτως, ἐπὶ γῆς λατρεύομεν σεμνή, γεννήσασαν Κύριον, διπλότητι ὡς Υἱὸν ὑπὲρ λόγον.

ᾨδὴ στ΄. Ὡς ὁ Προφήτης πάλαι.
νελλιπὴς ὑπάρχων, οὐρανίων σοφὲ δωρεῶν, πλουσίως τοῖς θαύμασιν, ἐμφανίζειν σεαυτὸν τοῖς ἐν γῇ, βραβεύων τὴν ἴασιν, ἐν Χριστῷ τοῖς σοῖς οἰκέταις.
Νομίμως μαρτυρήσας, τὴν χάριν τῶν ἰάσεων, Παγχάριε εἴληφας, ἀπελαύνειν τὰ δαιμόνια, ἐν Ἁγίῳ Πνεύματι, καὶ τὰς νόσους τῶν ἀνθρώπων.
Χρίσμα χρισθεὶς θαυμάτων, μαρτυρήσας νομίμως σοφέ, παρέχεις τοῖς κάμνουσιν, εὐρωστίαν δαψιλῶς Ἀθλητά· διὸ νῦν ἁγίασον, καὶ ἡμᾶς τοὺς σοὺς οἰκέτας.
ξιονίκοις Μάρτυς, δωρεαῖς τῶν θαυμάτων, Χριστὸς ἐστεφάνωσεν· ᾯ ἐν δόξῃ λειτουργῶν Ἀθλητά, σωθῆναι ἱκέτευε, τοὺς τελοῦντάς σου τὴν μνήμην.
Θεοτοκίον.
Νοῦς ἀπαθὴς ὑπάρχων, ἁπλοῦς τε καὶ ἀσύνθετος, ὁ Λόγος ὁ ἄχρονος, χρονικὴν ἀρχὴν ἐδέξατο, καὶ σάρκα παχύτητος, ἐκ Παρθένου ἀσυγχύτως.

Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Μάρτυς Παγχάριος, ξίφει τελειοῦται.
Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν,
ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας τῶν συζύγων
Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,
κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Κλαυδίου τοῦ τριβούνου, τοῦ τιμωρήσαντος τοὺς Ἁγίους Χρύσανθο καὶ Δαρεία, Ἱλαρίας τῆς συζύγου του καὶ τῶν τέκνων αὐτῶν Μαύρου καὶ Ἰάσωνος.
Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης.
ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.
Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει,
Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει.
Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν,
ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἱερομάρτυρες· Διόδωρος ὁ πρεσβύτερος καὶ Μαριανὸς ὁ διάκονος, σπηλαίῳ ἐγκλεισθέντες τελειοῦνται.
Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει,
θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευΐτην

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος ὁ Τορναράς, ἐν ἔτει 1564, ξίφει τελειοῦται.
Δημήτριος δοὺς τὴν κεφαλὴν λαμβάνει,
στέφη ἄπειρα χειρὸς ἐκ τοῦ Kυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς  Ὁσίας Μαρίας Σβάρνοβα τῆς πριγκίπισσας τοῦ Βλαντιμὶρ τῆς Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰννοκεντίου τοῦ Κόμελ καὶ Βολογκντὰ τῆς Ῥωσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Τρεῖς παῖδες ἐν καμίνῳ.
οαῖς τῶν σῶν αἱμάτων, Ἀθλοφόρε ἔνδοξε, ἀποπνίξας τῶν ἐθνῶν τὴν ἄνοιαν, καὶ σωθεὶς νικητικῶς, ἐβόας θεοφρόνως· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
δρύσας τὴν καρδίαν, εὐσεβείᾳ ἔνδοξε, ἀσεβείας τὰς βάρεις διέῤῥηξας, καὶ τῆς πίστεως ἐδείχθης, ἀσάλευτος πύργος· εὐλογητὸς ὁ Θεός, ὁ ἐνισχύσας σε.
ν Πνεύματι Ἁγίῳ, διώκεις Παγχάριε, πονηρῶν πνευμάτων τὴν ἐνέργειαν, καὶ καθαίρων τοὺς ἀνθρώπους, προτρέπεις ἐκβοῆσαι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θαυμάτων ἀναβλύζεις, πελάγη Παγχάριε, καὶ βυθίζεις πᾶσαν νόσον ἀνθρώπων· διὸ ὤφθης χαρισμάτων, πηγὴ τοῖς βοῶσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Τὸν ἕνα τῆς Τριάδος, συλλαβοῦσα ἄχραντε, ὑπὲρ λόγον τέτοκας ἐν Πνεύματι, Ὃν ὑμνοῦντες εὐσεβῶς, βοῶμεν ὀρθοδόξως· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.


ᾨδὴ η’. Τὸν πάλαι δροσίσαντα.
νδρείως κατέβαλες, Ἀθλοφόρε τὸν τύραννον ἐχθρόν· Χριστοῦ γὰρ σθενοῦντός σε, κατενάρκησεν τῆς πλάνης ἡ ἰσχύς· ὅθεν ὤφθης ἀνόρθωσις, παρειμένων, καὶ ἐξεστηκότων σωφρονισμός παμμάκαρ.
ψώθη τὸ κέρας σου, ἐν Χριστῷ καὶ κατέβαλες ἐχθρῶν, ὑψαύχενον φρόνημα· διὸ δέδεξαι θαυμάτων ἀμοιβήν, ἰατρεύειν τοὺς πάσχοντας, πολυτρόπως, χάριτι τῇ θείᾳ Παγχάριε παμμάκαρ.
Μαρτύρων καλλώπισμα, εὐκλεὲς ἀνεδείχθης Ἀθλητά, κοσμούμενος χάριτι, τῶν θαυμάτων καὶ τῶν ἄθλων εὐσεβῶς· δι’ ἀμφοῖν δὲ στεφόμενος, ἀναμέλπεις· σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐ τρέψας εἰς ἄλληλα, τὰ τῶν φύσεων Λόγε τοῦ Θεοῦ, σαφῶς ἰδιώματα, εἷς κατ’ ἄμφω ὤφθης τέλειος ἡμῖν, ἐκ Παρθένου ἀρχόμενος, κατὰ σάρκα, ἣν ἀκαταπαύστως πιστῶς δοξολογοῦμεν.

ᾨδὴ θ’. Τὴν ἁγνὴν καὶ ἄχραντον.
κοὴ ἀνοίγεται, καὶ οἱ νωδοὶ φωνοῦσιν, τῇ ἐνεργείᾳ Παγχάριε τοῦ Χριστοῦ, ὡς ἀλάλους, μεγαλύνειν σου τὰ θαύματα.
Τῶν δαιμόνων φεύγουσιν, αἱ δυναστεῖαι πᾶσαι, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τοῦ ἐν σοί, ὡς ἀσυνέτους σὲ φρονήσει μεγαλύνειν σοφέ.
ς ἀστὴρ ἐξήστραψας, ἀειφανὴς τῷ κόσμῳ, τῇ τῶν θαυμάτων Ἅγιε ἀστραπῇ, τοῖς ἐν τῷ σκότει τῶν παθῶν τὴν ῥῶσιν λάμπων σαφῶς.
Νεουργῶν Παγχάριε, τὰ τῶν θαυμάτων πλήθη, τοὺς ἐκτελοῦντας πίστει σου τὴν σεπτήν, καὶ σεβάσμιον ἑορτὴν σῶζε καὶ φύλαττε.
Θεοτοκίον.
Συλλαβοῦσα ἄχραντε, τὸν ἕνα τῆς Τριάδος, διπλοῦν ἀτρέπτως τέτοκας ἐν σαρκί· διό σε πίστει εὐφημῶν τὴν προσευχὴν ἐκπληρῶ.
                                        

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου