ΜΑΪΟΣ Κ΄.
ΝΙΚΟΛΑΟΥ ΜΥΡΩΝ ΛΥΚΙΑΣ
ΠΑΡΟΔΟΣ ΛΕΙΨΑΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους η΄, καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς δ’, καὶ τοῦ Ἁγίου δ΄. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Ἐκκλησία ἀγάλλεται, τῇ παρόδῳ
λειψάνου σου, ᾗπερ καθηγίασας τὴν ὑφήλιον, καὶ μεγαλύνει τὸν Κύριον, τὸν σὲ ἀνάδειξαντα,
καλλονὴν Ἱεραρχῶν, καὶ πιστῶν ἀντιλήπτορα· Ὃν ἱκέτευε, τοῦ ῥυσθῆναι πταισμάτων
τοὺς ἐν πίστει, ἀνυμνοῦντάς σε τρισμάκαρ, ὦ ἀρχιθύτα Νικόλαε.
Τῶν Μυρέων τὸν Πρόεδρον, τῶν
Πατέρων ἀγλάϊσμα, οἰκουμένης καύχημα καὶ ἑδραίωμα, τῆς εὐσεβείας συνήγορον,
δογμάτων τὸν πρόβολον, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος, σὲ
γινώσκομεν, θησαυρὸν τῶν πενήτων καὶ πλεόντων, ἀντιλήπτορα καὶ ῥύστην, ὦ Ἱεράρχα
Νικόλαε.
Τῷ Χριστῷ πυρπολούμενος, θείῳ ζήλῳ
μακάριε, τοῦ Ἀρείου ᾔσχυνας θράσος ἄθεον, καὶ τὸν Υἱὸν ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον,
καὶ ὁμότιμον σαφῶς· ὃς δι’ οἶκτον ἀμέτρητον, ἀνελάβετο, τὸ ἡμέτερον φύραμα ἀσυγχύτως,
καὶ θεώσας ἀποῤῥήτως, εἰς οὐρανοὺς ἀνεβίβασε.
Τὸν Χριστὸν ἐπεπόθησας, ὁλικῶς
παναοίδιμε, καὶ Αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, ὡς Ἱεράρχης πανάριστος, ὡς
μύστης τῆς χάριτος, ὡς τὸ κλέος τῶν πιστῶν, ὡς πτωχῶν ἡ προμήθεια· ὅθεν Κύριος,
ἐθαυμάστωσεν ὄντως ἔτι ζῶντα, τῶν θαυμάτων τῇ πλημμύρᾳ, καὶ μετὰ πότμον
Νικόλαε.
Δόξα. Ἦχος πλ. β΄.
Ἱεραρχῶν τὸ μέγα κειμήλιον, καὶ Ἐκκλησίας
τὸ ἄσειστον ἔρεισμα, Οἰκουμένης τὸ κλέος, καὶ τῶν Ἀγγέλων δόξα καὶ ἀγαλλίαμα,
συνελθόντες ἀνυμνήσωμεν, καὶ θερμῶς ἐκβοήσωμεν λέγοντες· Χαίροις, ὁ τὸν Υἱὸν καὶ
Λόγον τοῦ Θεοῦ, ὁμοούσιον καὶ ὁμόδοξον τῷ Πατρί ἀνακηρύξας, θεολογῶν διὰ τῆς
παγχρύσου γλώττης, ἐξ οὗ καὶ τὰ πάντα τὸ εἶναι ἔλαβον· χαίροις, τῶν ὀρφανῶν τε
καὶ χηρῶν ἡ προστασία· χαίροις, τῶν ἀθώων λυτρωτής, καὶ ῥύστης θερμότατος·
χαίροις τῶν ἐν θαλάττῃ πλεόντων σωτήρ τε καὶ βοηθός· χαίροις, φωστὴρ
διαυγέστατος, ὁ τὴν ὑφήλιον πᾶσαν ἁγιάσας τοῖς θαύμασι. Καὶ νῦν πάρεσο καὶ ἡμῖν,
τοῖς ἐκ πόθου ὑμνοῦσι, τοῦ θείου σου λειψάνου, τὴν σεβάσμιον πάροδον, ὦ Ἱεράρχα
Νικόλαε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου
μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον
αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον
ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος
ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται
θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ
βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ
δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ
πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται
ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας
δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα
ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ
πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην
καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ
λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν
λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν
τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ
δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου
σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι
παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ
θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Πάτερ Νικόλαε, ἐκ βρέφους τὸν
Κύριον ἐπιποθήσας, τὸν κόσμον κατέλιπες, καὶ τὰ τούτου τερπνά, ὡς ἀνύπαρκτα
λογισάμενος, τοῖς πτωχοῖς τὸν σὸν πλοῦτον διένειμας. Ἀγγελικῶς ζηλώσας
διαγωγήν, ἀκαταπαύστους ὕμνους τῷ Δεσπότῃ προσήνεγκας· ὅθεν ὁ βλέπων τὰ κρύφια τῆς
ψυχῆς σου, θαυμάτων σε θείων κατηξίωσε, σύμβολα ἐναργῆ σοι διδούς, τῆς ἐκεῖ σε
μυούσης ἀϊδίου μακαριότητος. Εἰς ἥνπερ μεταστάς, καὶ τοῖς ἀΰλοις Ἀγγέλοις
συνδιαιτώμενος, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ὑμῶν Ἅγιε Νικόλαε.
Πατέρων ἀγλάϊσμα, θεῖε Νικόλαε,
ποιμὴν ποιμένων πανάριστος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ, ἐνθέως γὰρ τοὺς οἴακας
ταύτης ἰθύνας, πρὸς μάνδραν οὐράνιον σὸν ποίμνιον ὡδήγησας· ὀρφανοτρόφος ὀφθείς,
καὶ τῶν πλεόντων ἀντιλήπτωρ καὶ βοηθός, πρέσβευε καὶ νῦν ὑπὲρ ἡμῶν πρὸς Κύριον,
τῶν μετὰ πόθου ὑμνούντων τὴν τοῦ σεπτοῦ σου λειψάνου, πανέντιμον πάροδον.
Αἶνος Θεῷ τῷ ἀρχιποίμενι, τῷ
διδόντι ἡμῖν σε φρουρόν, καὶ ῥύστην θερμότατον, τοῖς μετὰ πόθου καὶ πίστεως ἐπικαλουμένοις
σε Ἱεράρχα Νικόλαε. ᾯ μὴ παύσῃ πρεσβεύειν, τοῦ οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε γηγενεῖς σήμερον, ᾄσματι
πανηγυρίζοντες, ἀνυμνήσωμεν τὴν θείαν πάροδον λειψάνου τοῦ πανσέπτου ἀρχιθύτου
τοῦ μάκαρος, καὶ πιστῶς ἐκβοήσωμεν λέγοντες· Χαίροις ἀστὴρ φαεινότατος, ὁ τὴν ὑφήλιον
ἅπασαν καταυγάσας τοῖς θαύμασι· χαίροις, πάντων τῶν εὐλαβῶς ἐπικαλουμένων σε, ὑπασπιστής
τε καὶ βοηθός· χαίροις, πτωχῶν ὁ πατήρ, καὶ τῶν ἐν θαλάσσῃ ῥύστης καὶ λυτρωτής.
Καὶ νῦν ὑπὲρ ἡμῶν δυσώπει Χριστῷ τῷ Θεῷ, ὦ Ἱεράρχα Νικόλαε.
Καὶ νῦν. Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ
ξύλου.
Χαῖρε, ὀρφανῶν ὁ πλουτιστής· χαῖρε
τῶν χηρῶν προμηθεία, καὶ τῶν πλεόντων σωτήρ· χαῖρε τῶν ἀιώων τε, ῥύστης
θερμότατος, τῶν πιστῶν ἀγαλλίαμα, Ἀγγέλων ἡ δόξα, στύλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας
Χριστοῦ· χαῖρε τῶν Πατέρων τὸ κλέος, τῶν Μυρέων καύχημα ὄντως, καὶ Ὁσίων θεῖον
σεμνολόγημα.
Στ.:
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Ὅτε,
ὁ παράφρων καὶ δεινός, Ἄρειος τὴν γλώτταν ἐκίνει, κατὰ Χριστοῦ ἀναιδῶς, τότε καὶ
ὁ σύλλογος ὁ ἱερὸς ἀθροισθείς, τῇ σφενδόνῃ τοῦ Πνεύματος, ὡς Γολιὰθ ἄλλον, τοῦτον
ἀπεδίωξαν, τῆς κοινωνίας πιστῶν, τότε, πυρωθεὶς θείῳ ζήλῳ, ἔργῳ τε καὶ λόγῳ ὦ
Πάτερ, ᾔσχυνας αὐτὸν θεῖε Νικόλαε.
Στ.:
Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα
αὐτοῦ λαλήσει κρίσιν.
Λόγῳ, τοῦ Προφήτου ὡς σοφός,
κατενωτισθεὶς Ἱεράρχα, βωμοὺς ἠφάνισας, ἤγειρας δὲ πάνσοφε, ναοὺς Χριστῷ τῷ Θεῷ,
προσφέρων θυσίας ᾗ, ὡς Μελχισεδέκ, ἀναιμάκτους Ἅγιε, ὡς Ἱεράρχης σεπτός· ὅθεν, ὁ
Δεσπότης τῶν ὅλων, θαύμασι παντοίοις δοξάζει, σκῆνός σου τὸ πάντιμον Νικόλαε.
Δόξα. Ἦχος πλ. β΄.
Ὅτε παμμάκαρ, εἰς χεῖρας τοῦ
Κτίστου παρέδωκας τὸ πνεῦμά σου, τότε ἅπασα ἡ τῶν Μυρέων πληθύς, καὶ πᾶσα ἡλικία,
περικυκλοῦντες τὴν κλίνην, γοεροῖς τοῖς δάκρυσιν ἔβρεχον τὸ ἄσπιλον σῶμά σου,
καῖ πικρῶς ὀδυρόμενοι ἔλεγον· ποῦ ἐγκατέλιπες τὰ τέκνα σου Ἅγιε; Πῶς ἄνευ σοῦ τὸ
ὑπόλοιπον ἐκτελέσαι δυνησόμεθα; Καὶ ταῦτα μὲν ἐκ πάντων ἠκούοντο. Ἔκλαυσαν δὲ οἱ
ορφανοὶ τὸν πατέρα, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θαλάττῃ τὸν κυβερνήτην, οἱ ἐν
νόσοις τὸν ἰατρόν, οἱ ἀθῷοι τὸν ἐλευθερωτήν, οἱ ἱερεῖς τὸν ποιμένα. Ἀλλ’ ὦ
πανάγιε Νικόλαε, μὴ ἐλλίπῃς ἐποπτεύειν ἡμᾶς ἐκ τῶν οὐρανῶν, τοὺς ἐκτελοῦντας ἐκ
πόθου τὴν μνήμην ἡμῶν, τῆς τοῦ θείου λειψάνου σεβασμίας διαβάσεως.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’.
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ
σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά,
τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε
Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Δεῦτε
πάντες εὐλαβῶς ἀνυμνήσωμεν, πάροδον λειψάνου τοῦ θείου, ἀρχιθύτου τοῦ μάκαρος,
βοῶντες πρὸς αὐτὸν περιδεῶς· βοήθησον ἡμῖν τοῖς σὲ πιστῶς, ἀνυμνοῦσιν ἐν
κινδύνοις, Ἱεράρχᾳ Νικόλαε· δόξα τῷ σὲ στεφανώσαντι Χριστῷ, αἶνος τῷ σὲ
μεγαλύναντι, κλέος τῷ σὲ ἀναδείξαντι λαμπρῶς Τύπον ἁγιότητος
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α’. Τὸν τάφον Σου Σωτήρ
Μεγάλως ὁ Θεός, σὲ ἐδόξασε Πάτερ,
ποιμάνας ἱερῶς, τὸν λαὸν ταῶν Μυρέων, παντοίοις τοῖς θαύμασιν, ἔτι ζῶντα
τρισόλβιε, μετὰ πότμον δε, τὸ σὸν πανάγιον σκῆνος, θαυματόβρυτον, ἀποκατέστησεν
ὄντως· ὃ πίστει δοξάζομεν.
Δόξα.
Μυρέων ἀληθῶς, ἀγαλλίαμα πέλεις,
καὶ κλέος τῶν πιστῶν, τῶν Πατέρων κρηπίς τε, πενήτων ἐπάρκεια, καὶ πλεόντων ἀσφάλεια,
τῶν ἀθώων δε, σωτὴρ καὶ ῥύστης τρισμάκαρ· ὅθεν πάροδον, νῦν τοῦ λειψάνου τιμῶμεν,
σοῦ Πάτερ Νικόλαε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν
σεπτὴν νῦν πάροδον, τοῦ σοῦ λειψάνου εὐλαβῶς, ὦ Ἱεράρχα Νικόλαε, Χριστὸν ὑμνοῦσα,
τὸν σὲ μεγαλύναντα.
Δόξα.
Ὤφθης λάτρης ἄριστος, θείας
Τριάδος, ἐπὶ γῆς πανάγιε, ἱερουργήσας καθαρῶς· καὶ νῦν ἐν πόλῳ Νικόλαε, σὺν τοῖς
Ἀγγέλοις, ὑμνεῖς ἀγαλλόμενος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ.
δ΄. Τὴν Σοφίαν καὶ Λόγον
Ἡ τοῦ Πνεύματος χάρις τοῦ
παντουργοῦ, εὑρηκυῖά σε μάκαρ σκεῦος σεπτόν, Μυρέων ἀνέδειξεν, Ἱεράρχην
θεόληπτον, πνευματικῶς καὶ θείως, ποιμάνας σὸν ποίμνιον, ἁγίως εἰς μάνδραν, ἁγνίαν
ἐνήλασας· ὅθεν ὁ Δεσπότης, ἀμοιβῆς σῶν καμάτων, ἀπείροις τοῖς θαύμασι, σὲ ἐδόξασεν
Ἅγιε, Ἱεράρχα Νικόλαε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, σοῦ λειψάνου τὴν πάροδον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν, κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν
Ἰουδαίους· Ἀμήν, ἀμήν, λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος...
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πατέρων τὸ ἔρεισμα, θεῖε Νικόλαε,
λατρευτὰ τῆς Τρισηλίου Θεότητος, μύστα τῶν ἀῤῥήτων, καὶ τῶν Μυρέων δόξα καὶ ἀγαλλίαμα,
παριστάμενος νῦν τῷ δεσποτικῇ θρόνῳ, καὶ σὺν Ἀγγέλοις χορεύων, πρέσβευε ὑπὲρ ἡμῶν,
Πάτερ ἱερώτατε.
Εἶτα, οἱ Κανόνες· τῆς
Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἀνοίξω τὸ στόμα
μου.
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, ὑμνήσωμεν
πάντες, ὦ φιλέορτοι εὐλαβῶς, ᾄσμασιν ἐνθέοις, Νικόλαον τὸν μέγαν, Μυρέων τε τὸ
κλέος, ἡμῶν δὲ καύχημα.
Τέρπεται χορεύει καὶ ἀνυμνεῖ, νῦν
ἡ Ἐκκλησία, τῇ παρόδῳ τοῦ ἱεροῦ, καὶ σεπτοῦ σου σκήνους, Νικόλαε τρισμάκαρ· ᾗ
καὶ καθαγιάζεις, τὸν κόσμον ἅπαντα.
Ὀρφανῶν χηρῶν τε καὶ τῶν δεινῶς,
πλεόντων ὡς ὄντως, ἀντιλήπτωρ καὶ βοηθός, ὤφθης ὦ τρισμάκαρ, Νικόλαε θεόφρον,
πρόστηθι οὖν κἀμοί τε, καὶ σῶσον Ἅγιε.
Θεοτοκίον.
Ἰάσω ἀράν τε ὦ Ἰησοῦ, τὴν πάλαι
τοῦ φύλου, τῶν Γυναίων προσειρηκώς, Χαίρετε ἡνίκα, τοῦ τάφου ἐξανέστης· διὸ καὶ
προσκυνοῦμεν, τὸ θεῖον κράτος σου.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὸν μύστην τῆς χάριτος, τῆς οἰκουμένης
τὸν κήρυκα, Μυρέων τὸν πρόεδρον, καὶ Ἱεραρχῶν Χριστοῦ, τίς ἰσχύσειεν, ἀξίως εὐφημῆσαι,
τὸν μέγαν ἐν θαύμασι, θεῖον Νικόλαον.
Ἁγίως διήγαγες, ἐπὶ τῆς γῆς
παναοίδιμε, ὡς ἄγγελος ἄσαρκος, ἐκβιωσάμενος· ὅθεν Κύριος, μεγάλως σε
τρισμάκαρ, προσκαίρως ἐδόξασε, καὶ μετὰ θάνατον.
Φαιδρύνεται σήμερον, ἡ Ἐκκλησία
κομπάζουσα, λειψάνου παρόδῳ τε, τοῦ ἱεροῦ σου σοφέ· ἥνπερ φύλαττε, ἀλώβητον
τρισμάκαρ, ἐκ πάσης αἱρέσεως, θεῖε Νικόλαε.
Θεοτοκίον.
Ἐκύησας ἄχραντε, ὑπερφυῶς τὸν Σωτῆρά
μου, τὸν οἴκτῳ φορέσαντα, ἡμῶν τὸ φύραμα· ὑπομείναντα Σταυρὸν ἐθελουσίως, καὶ
σώσαντα ἅπαντας, τῇ ἀναστάσει Αὐτοῦ.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνθεὶς τὴν καρδίαν, θείῳ φωτὶ
πάνσοφε, ηὔγασας σαφῶς Ἐκκλησίαν, παμφώτοις δόγμασι, σέβειν τὸν ἄναρχον, καὶ
Παναγίαν Τριάδα, ἣ καὶ σὲ ἐδόξασεν, ἀπείροις θαύμασιν.
Ὀρφανῶν τε προστάτης, καὶ τῶν χηρῶν
Ἅγιε, χορηγὸς καὶ ῥύστης, ἀθώων θερμότατος, ὤφθης Νικόλαε, καὶ ἀσθενούντων ἡ ῥῶσις,
τῶν πιστῶν ἡ εὔκλεια, ἀνάκτων πρόμαχος.
Παῤῥησίαν ὡς ἔχων, πρὸς τὸν Θεὸν Ἅγιε,
ἐπὶ γῆς ὁσίως, ᾯ σὺ ἐλάτρευσας, Πάτερ μὴ λήξειας, ὑπὲρ ἡμῶν ἱκετεύειν, τῶν
μακαριζόντων σε, θεῖε Νικόλαε.
Θεοτοκίον.
Τὸν ἀγχρόνως τεχθέντα, ἐκ τοῦ
Πατρὸς Δέσποινα, ἔτεκες Θεὸν ἀποῤῥήτως, διπλοῦν ταῖς φύσεσιν· Ὃ καὶ προσήλωται,
ὑπὲρ ἡμῶν ἐν ἰκρίῳ, καὶ ταφεὶς ἐγήγερται, ὡς παντοδύναμος.
Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
Τῷ ζήλῳ παντάνακτος ὦ μύστα, Ἀρείου
τὸ βλάσφημον σαφῶς, κατέβαλες στεῤῥότατα, θαλάττης ἐλυτρώσω δε, τοὺς μέλλοντας
βυθίζεσθαι, Πατὴρ πτωχῶν ἱερώτατε.
Ὁ δῆμος τῶν θείων Ἀσωμάτων, σὺν πᾶσι
τοῖς μύσταις τοῦ Χριστοῦ, ἔλαβον ἀγαλλόμενοι, τὸ πνεῦμά σου πανάγιε, Ἱεραρχῶν ἀγλάϊσμα,
ὦ θεοφόρε Νικόλαε.
Ἡγίασας κόσμον παρουσίᾳ, τοῦ
θείου λειψάνου σου σοφέ, τὴν Ἐκκλησίαν ηὔγασας, ἀκτῖσι τῶν θαυμάτων σου· ἣ
γηθομένη σήμερον, σεπτῶς ὑμνεῖ σε Νικόλαε.
Θεοτοκίον.
Ἑπόμενοι ῥήσει θεηγόρων, Μητέρα
κηρύττομεν Χριστοῦ, Σὲ Παναγία Δέσποινα· Ὃν ὑπὲρ οῦν κυήσασα, νῦν ἐκ νεκρῶν ἐγήγερται,
ἡμᾶς ἐγείρας τῆς πτώσεως.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τῶν Μυρέων ποιμένα τε καὶ
φρουρόν, συνελθόντες ὑμνήσωμεν οἱ πιστοί, πεινόντων χορήγησιν, καὶ χηρῶν τὴν
προμήθειαν, ὀρφανῶν πατέρα, ἀθώων τὴν λύτρωσιν, ῥύστην τῶν πλεόντων, νοσούντων ἀκέστορα,
βάσιν τῶν Μεδόντων, δυσσεβοῦς τε Ἀρείου, ὡς ὄντως τὸ θέλγιστρον, καὶ ἐκ πόθου
βοήσωμεν· Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, σοῦ λειψάνου τὴν πάροδον.
Δόξα.
Τῇ λαμπρᾷ φαεσφόρῳ καὶ φωταυγεῖ, τῆς
Χριστοῦ Ἀναστάσεως ἑορτῇ, ἡ πάροδος ἔλαμψε, τοῦ λειψάνου σου Ἅγιε, φωτίζων ἁγιάζων,
ὑφήλιον ἅπασαν, ἀκτῖσι τῶν θαυμάτων, δυνάμει τοῦ Πνεύματος. Θεῖε ἀρχιθῦτα,
μυστηρίων ἀῤῥήτων, παμμάκαρ Νικόλαε, τῶν πατέρων ἀγλάϊσμα, καὶ πιστῶν ἡ ἀντίληψις,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐπικαλουμένοις,
σὸν πανάγιον ὄνομα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἱεράρχης θεόληπτος, Πάτερ τῶν
Μυρέων κατεχρημάτισας, Ἐκκλησίας ὡς τοὺς οἴακας, εὐσεβῶς ἰθύνας, ὦ Νικόλαε.
Γεγηθὼς τῷ φρονήματι, ὁ λαὸς
δοξάζει θεῖε Νικόλαε, τοῦ λειψάνου σου τὴν πάροδον, ᾗπερ οἰκουμένην καθηγίασας.
Τῶν Πατέρων ἀγλάϊσμα, δόξα οἰκουμένης,
Μυρέων καύχημα, ἀνεδείχθης ὦ Νικόλαε, Ἐκκλησίας κλέος καὶ ἑδραίωμα.
Θεοτοκίον.
Ἀναστὰς ἐκ τοῦ μνήματος, Δέσποινα
Παρθένε ὄντως ὁ τόκος Σου, ἐδωρήσατο ὡς εὔσπλαγχνος, πᾶσι Παραδείσου τὴν
κατοίκησιν.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἑορτάζομεν συμφώνως, τὴν
πανένδοξον πάροδον, σοῦ σεπτοῦ λειψάνου, πάντων φιλεόρτων ὁ σύλλογος, ἣν ἀνυμνοῦντες
ἀπαύστως ἐκβοῶμέν σοι· ὦ Νικόλαε, σκέπε ἡμᾶς ταῖς πρεσβείαις σου.
Ἱεράρχης φωσφόρος, ἀνεδείχθης
Νικόλαε, Ἐκκλησίας ὄντως, ἄριστα πηδάλια ἴθυνας· ὅθεν Χριστός σε δοξάζει ἐν τοῖς
θαύμασιν, ἔτι ζῶντά τε, καὶ μετὰ πότμον πανάγιε.
Τοὺς ἀθώους ἐλυτρώσω, τοῦ θανάτου
πανένδοξε, καὶ ἀνέρα ὄντως, ἐκ βυθοῦ θαλάσσης διέσωσας, σῇ προσευχῇ Ἱεράρχα
παμμακάριστε, καὶ κατήσχυνας, ὀφρὺν Ἀρείου Νικόλαε.
Θεοτοκίον.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθώμεν
φιλέορτοι, καὶ Χριστὸν Σωτῆρα, ὕμνοις εὐσεβῶς ἐνδοξάσωμεν, ὡ τὴν ἀρὰν τῆς
προμήτορός τε λύσαντα, καὶ βοήσωμεν· δόξα τῇ ἐγέρσει Σου Δέσποτα.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ἐνοικοῦσαν κατέχων, χάριν τῆς ἀκτίστου
Τριάδος πανάγιε, σεαυτῇ ὁσίως, τοῦ Κυρίου ἐποίμανας ποίμνιον· ὅθεν ὁ Δεσπότης,
λαμπρῶς δοξάζει σε παντοίοις, θαυμασίοις Νικόλαε ἔνδοξε.
Τῶν χηρῶν Ἱεράρχα, καὶ πενήτων
Πάτερ τροφία γινώσκομεν, καὶ τῶν καχεκτούντων, ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων τε,
καὶ τῶν ἐν θαλάττῃ, παναληθῶς σε κυβερνήτην, ἐπιστάμεθα θεῖε Νικόλαε.
Μυστηρίων ἀῥήτων, θεῖος ἐχρημάτισας
ὑπουργὸς Ὅσιε, λάτρης τῆς Τριάδος, Ἐκκλησίας τε μέγα ἀγλάϊσμα, οἰκουμένης δόξα,
ἡμῶν δὲ πάντων σωτηρία, τῶν ὑμνούντων σε Πάτερ Νικόλαε.
Θεοτοκίον.
Χαῖρε κούφη νεφέλη, ἡ τῶν οὐρανῶν
πλατυτέρα Θεόνυμφε, ἐξ ἧς ὁ Δεσπότης, τὸ
ἡμέτερον ἔλαβε φύραμα, σταυρωθεὶς ἑκών τε, ἀπὸ τοῦ τάφου ἐξηγέρθη, συνεγείρας ἡμᾶς
ἐκ τοῦ πτώματος.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Τὴν πλάνην τὴν ἄθεον, Ἀρείου τοῦ
παράφρονος, ταύτην εὐθαρσῶς ἐστηλιτεύσω, σέβειν διδάσκων, Πατέρα τὸν ἄναρχον, ἅμα
τῷ Υἱῷ, σὺν παντουργῷ, Πνεύματι ὡς πέλοντα, ὁμοούσια σύνθρονα.
Ἠράσθης μακάριε, τὸν θεῖον
προσκυνήσασθαι, Τάφον τοῦ Σωτῆρος ἐν ᾧ δίκην, ἐλάφου μάκαρ διψώσης ἔφθασας· ὅθεν
ὁ ἐχθρὸς φθόνῳ δεινῶς, ἄνδρα Ὃν ἀπέκτεινε, δι’ εὐχῆς σου ἀνέστησας.
Ἀνῆλθες ἀκρότατον, ἐπὶ τὸ ὄντως ἔνδοξε,
θεῖον ἐφετόν, καὶ συγχορεύεις, ταῖς τῶν Ἀγγέλων χορείαις πάντοτε, βλέπων τὴν
λαμπρότητα Χριστοῦ, καὶ κατοπτριζόμενος, τὸ αὐτοῦ κάλλος ἄῤῥητον.
Θεοτοκίον.
Νενέκρωται βλέπουσα, ἡ κουστῳδία Ἄγγελον,
τάφῳ σοῦ Σωτῆρος ἀναστάντος, ὥσπερ προέφης ἡ τῶν μερόπων Ζωή, ᾍδου ἐξανάγων
πανσθενῶς, παγγενῆ ἀρχέγονον, ὡς Θεὸς πολυέλεος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ὄντως, τὰ ἐπὶ γῆς ὡς σκύβαλα,
κατὰ Παύλου Ἱεράρχα ἡγήσω, καὶ τὸν Χριστόν, ὁλοψύχως ποθήσας, κατηκολούθησας
τούτου τοῖς ἴχνεσι, καὶ ἔλαμψας παναληθῶς, ἐπ’ αὐτῆς ὡς ἀστὴρ διαυγέστατος.
Ἀρείου, τοῦ δυσσεβοῦς κατέβαλες, τὰς
ἀθέους βλασφημίας εὐτόνως, ὡς ἀληθής, τοῦ Κυρίου θεράπων, ὦ Ἱεράρχα Νικόλαε
πάντιμε, διδάξας πάντας προσκυνεῖν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τῷ Πνεύματι.
Ὡς ἄλλον σε, Σαμουὴλ ὁ Κύριος, ἐγνωκὼς
τὸ εὐγενὲς τῆς ψυχῆς σου, ἱερουργόν, ὦ τρισμάκαρ προκρίνει, τῆς Ἐκκλησίας
Μυρέων Νικόλαε· ἣν ὥσπερ πάγκαλος ποιμήν, πρὸς νομὰς Παραδείσου ὡδήγησας.
Θεοτοκίον.
Λυχνία, ἣν Ἡσαΐας ἔβλεψεν, ἐμφανῶς
καὶ πορφυρά τε κογχύλη, τῷ Βασιλεῖ, ἐξ ἀχράντων αἱμάτων, ἣν ἀλουργίδα ἐρυθρὰν πορφυρώσασα,
ἡ πανάγιος, ἡ τὴν ἀρὰν, τοῦ βροτείου ὡς ὄντως ἐξώσασα.
Ἕτερος. Τὴν θείαν ταύτην.
Τὸν μέγαν μύστην ὑμνήσωμεν,
φιλέορτοι πιστῶς καὶ βοήσωμεν· θεῖε Νικόλαε, σκέπε ἡμᾶς τοὺς δοξάζοντας,
λειψάνου σου παμμάκαρ, σεπτῶς τὴν πάροδον
Χηρῶν προστάτα Νικόλαε, πλεόντων
λυτρωτὰ ἀσφαλέστατε, σωτὴρ ἀθώων τε, ἀρχιερέων ἀγλάϊσμα, καὶ ὀρφανῶν ἡ σκέπη, ἡμᾶς
περίσωζε.
Σατᾶν τὸν δείλαιον ἤσχυνας, ναόν
σου πυρπολῆσαι πειρώμενον, ὄλπῃ Νικόλαε, ὡς τοὺς αἰσχίστους βωμοὺς αὐτοῦ, δυνάμει
τοῦ Σωτῆρος, σὺ κατηδάφισας.
Θεοτοκίον.
Χριστὸς ἀνέστη κροτήσωμεν, τὰς χεῖρας
ὦ φιλέορτοι κράζοντες· δόξα Χριστῷ τῷ Θεῷ, τῷ ἀναστήσαντι ἅπαντας, ἐκ τῶν
καταχθονίων, πατρὶ δ’ ἑνώσαντι.
Κοντάκιον. Ἦχος πλ. δ΄. Εἰ καὶ ἐν τάφῳ
κατῆλθες.
Εἰ καὶ τὰ ἄνω πολεύεις βασίλεια, ἀλλ’
ἐποπτεύεις ἡμᾶς τοὺς ὑμνοῦντάς σε· καὶ παρέχεις ὡς πρεσβευτὴς ᾀεὶ πρὸς Θεόν, τοῖς
τιμῶσι τὴν θείαν τοῦ σκήνους σου πάροδον, καὶ πιστῶς προσαιτοῦσι, ταχείαν ἀντίληψιν,
ὁ Ἱεράρχης Μυρέων Νικόλαος.
Ὁ Οἶκος.
Ἄνοιξόν μοι τὸ στόμα, ὁ Θεὸς ὁ
Σωτήρ μου, καὶ πλήρωσον αὐτὸ τῆς θείας σου σοφίας, ἵνα ἰσχύσω κ
ᾀγὼ ἀξίως ὑμνῆσαι τὸν μέγαν ἐν Ἱεράρχαις
διδάσκαλον, τὸν Μυρέων ποιμένα καὶ πρόεδρον, τὸν ὄντως ἄκακον, ἀμίαντον, καὶ
κατὰ πάντα ἄμεμπτον· τὸν προστάτην χηρῶν, ὀρφανῶν τὸν πατέρα, ἁμαρτωλῶν τὸν ἐγγυητήν,
τὸν σωτῆρα ἀθώων, καὶ τὸν ἐν θαλάττῃ πλεόντων τὸν κυβερνήτην καὶ ἀντιλήπτορα· ὃς
τῇ θείᾳ τοῦ ἱεροῦ αὐτοῦ λειψάνου παρόδῳ, ἡγίασε τὴν ὑφήλιον. Ἀλλ’ ὡ ἐκπληττόμενος
τῷ πλήθει τῶν θείων αὐτοῦ χαρίτων, ἐκβοῶ πρὸς αὐτὸν μετὰ πίστεως· Φρούρει, συντήρει
τὸν κόσμον σαῖς δεήσεσιν, ὁ Ἱεράρχης
Μυρέων Νικόλαος.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς καὶ μετακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Νικολάου ἐπισκόπου Μύρων
τῆς Λυκίας τοῦ θαυματουργοῦ
Νόων λαχόντα νῦν
χοροῦ δυσωποῦμεν,
κᾄμμας ἀείρειν ἤματ’
ἐν τήνῳ νέρθεν.
Νικολέω πάροδον
δεκάτη σκήνους γε τοι αἰνῶ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Θαλλελαίου τοῦ Ἀναργύρου
Ἀκέστορι
τμηθέντι τῷ Θαλλελαίῳ.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ Ἁγίου
Θαλλελαίου πιστεύσαντες τῷ Χριστῷ Δύο Μάρτυρες Ἀλέξανδρος καὶ Ἀστέριος, ξίφει
τελειοῦνται.
Ὑπῆρξε
τμηθεὶς Ἀστέριος τὴν κάραν,
ἀστὴρ
ὁδηγῶν Ἀλέξανδρον πρὸς ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγία
Λυδίας τῆς Φιλιππησίας
Πανοικεὶ
πιστεύσασα Χριστῷ Λυδία,
ἐν
Φιλίπποις πέφηνε ἀρχὴ ἁγία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀσκλᾶς,
ἐν ποταμῷ ῥιφθεὶς τελειοῦται.
Aἰγύπτιος τὴν γλῶσσαν
Ἀσκλᾶς πῦρ φέρει,
Δι’ ἔνθεον κήρυγμα γλωσσῶν ἐμπύρων.
Δι’ ἔνθεον κήρυγμα γλωσσῶν ἐμπύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Τρεῖς Ὅσιοι·
Νικήτας, Ἰωάννης καὶ Ἰωσήφ, οἱ κτήτορες τῆς Νέας Μονῆς Χίου, ἐν εἰρήνῃ τελειοῦνται.
Οἱ
τρεῖς Ὅσιοι τῇ Ἁγίᾳ Τριάδι,
Σὺν
τοῖς ἀΰλοις νῦν παρίστανται νόοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Θαλασσίου
Ὁ
Θαλάσσιος καὶ κατοικήσας τάφον,
Bλύζει
θαλάσσας χαρίτων ἐκ τοῦ τάφου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Μάρκου τοῦ ἐρημίτου.
Δίδωσι
Mάρκῳ τῆς Ἐδέμ κήπον μέγαν,
ὁ
κῆπον εὑρὼν εἰς ταφὴν Xριστὸς πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας
Μάρτυρος Πλατίλλα τῆς Ῥωμαίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Ζαβουλώνος καὶ Σωσσάνης, γονέων τῆς Ἁγίας Νίνας τῆς
Ἰσαποστόλου
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀναστάσιος,
ἐπίσκοπος Βρεσκίας τῆς Λομβαρδίας ὁ Ὁμολογητῆς, ἐν ἔτει 610ῳ, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Οὐλτρίλλου
ἐπισκόπου Μπουργκὲς τῆς Γαλλίας
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος ἐπίσκοπος
Παβίας τῆς Ἰταλίας ὁ Ὁμολογητῆς, ἐν ἔτει 778ῳ, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Στεφάνου τοῦ Σέρβου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Τιμοθέου τοῦ Πσκώφ, τοῦ Ῥώσσου
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς
τῶν Λειψάνων τοῦ Ὁσίου Ἀλεξίου τοῦ θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ θρόνῳ τῆς Τριάδος,
παριστάμενος ἤδη ὡς Ἱεράρχης σαφῶς, ποιέου ἱκεσίαν, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ
βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τρισμάκαρ νηπιόθεν, οὐρανίου
σοφίας ἔμπλεως γέγονας· δὶς γὰρ τῆς ἑβδομάδος, οὐ γάλακτος ἐγένου, ψαλμικῶς κινῶν
φᾶναι ἡμᾶς· ὡς θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Αὐτοῦ Ἁγίοις.
Τῷ πάντων Κυριάρχῃ, ἐνωτίσθης τῷ
Πέτρῳ προσειρηκότι ποτέ, ὦ μύστα εἰ φιλεῖς με, τὰ πρόβατά μου βόσκε, πανοσίως ἐποίμανας,
τὸν τῶν Μυρέων λαόν, Νικόλαε θεόφρον.
Θεοτοκίον.
Τὸ σύνδενδρόν τε ὄρος, ἐνδιαίτημα
θεῖον, τοῦ Θεοῦ Λόγου ἁγνή, λαβὶς ἀνθρακοφόρε, Παρθένε Παναγία, ἀγλαόχρυσε
τράπεζα, τὸν τοκετόν Σου, ὑπὲρ ἡμῶν δυσώπει.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Τὰ οὐράνια σκηνώματα κεκλήρωσαι,
θεῖε Νικόλαε· διὸ συνὼν τῷ Χριστῷ, σκιρτᾶς σὺν Ἀγγέλοις τε, βοᾷς γηθόμενος· ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἐξεχύθη ἡ χάρις ἐν τοῖς χείλεσιν,
ἱερομύστα σοφέ· ὅθεν Χριστὸς ὁ Θεός, σὲ ἔχρισε πρόεδρον, τῆς Ἐκκλησίας αὐτοῦ, ἣν
ἐποίμανας, οἷα θεράπων ἄριστος, τοῦ Σωτῆρος ἀραρότως.
Τὴν τοῦ ὕδατος μετέβαλε, πάλαι
πικρότητα, Μωσῆς τῷ ξύλῳ σὺ δε, δυνάμει ἐγλύκανας, τοῦ τανυθέντος Σταυρῷ, ἁλμυρόβρυτον,
τῆς ἀπιστίας θάλατταν· ὅθεν σε τανῦν τιμῶμεν.
Τὴν τοῦ Πνεύματος ἐξ ὕψους εἰσδεξάμενος,
χάριν Νικόλαε, ἑώρας ἐγγὺς τὰ μακράν, καὶ πλοῦτον ἐσκόρπισας, ἀφθόνως πένησι,
καὶ μεμύηκεν, αἰώνιος ἐνθύμησις, τῆς πρὸς σὲ δικαιοσύνης.
Θεοτοκίον.
Ἡ ἀΐδιος Σοφία τοῦ Γεννήτορος,
Χριστὸς ὁ Κύριος, Κόρη ἐκ Σοῦ ἀπαθῶς, ἐν χρόνῳ ὁ ἄχρονος, βροτὸς γεγέννηται, ὃς
ὡμίλησε, Σταυρῷ θέλων λυτρώσασθαι, τοὺς θανάτῳ ἀγομένους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν Ἱεράρχην, τῆς Ἐκκλησίας
Μυρέων, οἱ πιστοὶ ὑμνοῦμέν σε ἐκ πόθου, ὡς θερμὸν προστάτην, ἡμῶν τῶν ἐν ἀνάγκαις.
Λελαμπρυσμένος, ταῖς τῆς Τριάδος ἀκτῖσι,
καταυγάζεις ἡμᾶς Ἱεράρχα, τοὺς ἐν εὐλαβείᾳ, ὑμνοῦντάς σε αἰσίως.
Τῶν ὀρφανῶν σύ, ὁ χορηγὸς ἀνεδείχθης,
τῶν ἀθώων σωτὴρ Ἱεράρχα, τῶν τε ἐν θαλάττῃ, φανεὶς καὶ ἀντιλήπτωρ.
Θεοτοκίον.
Ὁ Ἀββακούμ Σε, προεπωνόμασεν ὄρος,
ὁ τμηθεὶς ἐξ οὗ λίθους ὑπάρχει, ὁ κατεδαφίσας, βωμοὺς Μονογενής Σου.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Μύρῳ νοητῷ Πνεύματος θείου,
χρισθεὶς σὺ ὦ Ἱεράρχα εὐωδίασας, ὀδμαῖς τῶν θαυμασίων σου, τὸν κόσμον πάντα Ἅγιε,
ὃς καὶ σοῦ σκήνους πάροδον γεραίρει ψάλλων σοι· Νικόλαε ἡμᾶς διατήρει, ταῖς
πανευπροσδέκτοις, εὐχαῖς σου πρὸς τὸν πλάστην.
Ἄλλος Ἰωσὴφ ὤφθης τρισμάκαρ, ἐκεῖνος
γὰρ σιτοδότης ἀληθέστατα, Αἰγύπτου ἐχρημάτισεν, ἀλλὰ σὺ ὦ Νικόλαε, λαὸν Μυρέων ἔθρεψας
ἀμφοῖν ἀνθρώποιν τε, λογίοις σου τὴν μὲν ἐκπιαίνων, τῷ δὲ χορηγέων, τὰ πρόσφορα
προβλέψει.
Ἐπώνυμος ὤφθης νίκης Πάτερ, ἀνάδειξον
νικητὰς ἡμᾶς Νικόλαε, παθῶν ταῖς σαῖς δεήσεσι, ψυχῆς τελούντων θάνατον, τοὺς ἀνυμνοῦντας
σκήνους σου σεπτοῦ τὴν πάροδον, καὶ ψάλλοντας Κυρίῳ τὸν αἶνον, τῷ δωρησαμένῳ ἡμῖν
ᾀεί σε πρέσβυν
Θεοτοκίον.
Τὸν κόλπον μὴ κενώσαντα τοῦ φῦντος,
ὠλέναις ὦ Παναγία σαῖς ἐβάστασας, Υἱὸν Θεοῦ τὸν ἄχρονον, ὡς βρέφος
σπαργανούμενον, ὃν σταυρωθέντα ἔβλεψας ταφέντα μνήματι, ἐγήγερται ἰδοὺ
πανενδόξως, πάντας συνεγείρας, τοῦ ᾍδου τῶν κεθμόνων.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Τρισμάκαρ ῥωμαλαίως, ὁρατοὺς ἐχθρούς
τε, καὶ ἀοράτους κατέβαλες χάριτι, Χριστοῦ ᾧ πίστει, ὁσίως ἐν γῇ ἐλάτρευσας.
Εὐχαῖς ἀτρώτους τήρει, σεισμοῦ καὶ
τῆς μαχαίρας, τοὺς σεβομένους σοῦ σκήνους τὴν πάροδον, λιμοῦ λοιμοῦ τε καὶ
πάσης ἄλλης κακώσεως.
Κρατοῦντι φιλοχρίστῳ, ὤφθης δι’ ὀνείρου,
τοὺς ἀναιτίους λυτρῶσαι σπουδῇ προσειπών· οἳ καὶ σωθέντες, σὲ ῥύστην
κηρύττουσιν.
Θεοτοκίον.
Ἀνέστη ὁ Υἱός Σου, ἐκ κεθμόνων ᾍδου,
λεηλατήσας σατᾶν τὰ βασίλεια. Χαῖρε οὖν Κόρη, ἐκ Σοῦ ἡμεῖς γὰρ ἐσώθημεν.
Ἕτερος. Ἅπας γηγενής.
Ἤδη προφανῶς, αὐτὰ τὰ οὐράνια, ἐγκατεσκήνωσας,
εὐκλείας νῦν λαβόμενος, τῆς ἀϊδίου, καὶ ταῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενος,
μέμνησο πάντων ἡμῶν, τῶν ὑμνούντων, πίστει τὴν πανίερον, σοῦ λειψάνου Νικόλαε
πάροδον.
Βίον τὸν ὑγρόν, οὐδόλως Νικόλαε,
σὺ ἐπεπόθησας· ὅθεν σὸν διένειμας, πτωχοῖς τὸν πλοῦτον· καὶ τὸν πολύτιμον, ὡς
νουνεχὴς οὖν λίθον νῦν κατεθησαύρισας, οὐρανίων, ἀγαθῶν συμμέτοχος γεγονώς, σαῖς
εὐχαῖς ἡμᾶς φύλαττε.
Θεοτοκίον.
Ἴασαι ἁγνή, ψυχῆς μου τὰ
τραύματα, τῇ συμπαθείᾳ σου, φώτισον πάντας ἡμᾶς, ποιεῖν ἀόκνως, τὰ ἀρεστὰ Σῷ Υἱῷ,
τοῦ παλαιοῦ πτερνιστοῦ τὸν σάλον παύουσα· τοὺς τῆς Ἄγαρ, γόνους ταῖς πρεσβείαις
σου, εὐσεβεῖ βασιλεῖ καθυπόταξον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Λαμπρῶς λαμπρὰν τὴν πάροδον, λειψάνου
σου πανάγιε, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἀγαλλομένη γεραίρει, ἥνπερ τρισμάκαρ
φύλαττε, ἀπήμονα ἐκ θλίψεως, σκανδάλων τοῦ ἀλάστορος, σαῖς πρὸς τὸ θεῖον πρεσβείαις, Νικόλαε Ἱεράρχα.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀρχιερέων τὸ κλέος ἀνευφημήσωμεν,
τὸν πρόεδρον Μυρέων, ὀρφανῶν τὸν προστάτην, ἀρχόντων βακτηρία καὶ τῶν πιστῶν, ἀντιλήπτορα
μέγιστον, τῶν τε κινδύνοις θαλάττης τὸν βοηθόν, καὶ ἀθώων τὴν προάσπισιν.
Οἱ ἱερεῖς τὸν ποιμένα, οἱ ὀρφανοὶ
τὸν τροφόν, αἰχμάλωτοι τὸν ῥύστην, πλέοντες τὸν σωτῆρα, πεινῶντες τὸν δοτῆρα,
καὶ οἱ πιστοί, πρεσβευτὴν τὸν ἀκοίμητον, καὶ καχεκτοῦντες τὸν ἄμισθον ἰατρόν, σὲ
ὑμνοῦμεν ὦ Νικόλαε.
Τῇ φωτοφόρῳ καὶ θείᾳ παρόδῳ Ἅγιε,
τοῦ ἱεροῦ λειψάνου, ἱερῶς καὶ ὁσίως, ἡ θεία Ἐκκλησία τελεῖ ἑορτήν, ᾗ τὸν κόσμον
ἡγίασας· ᾀσματικῶς ἀνυμνοῦσα τὸν Ἰησοῦν, τὸν δοξάσαντά σε θαύμασι.
Ἡ τῶν Μυρέων ὡς ὄντως πόλις
γινώσκει σε, ὡς ἄλλον Ἰωσήφ τε, σιτοδότην καὶ ῥύστην, παντοίων ἀλγηδόνων, καὶ
συμφορῶν, πολιοῦχον καὶ πρόμαχον· ὅθεν ἀπαύστως ὑμνεῖ σε χαρμονικῶς, ἱερώτατε
Νικόλαε.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου
ἀκούσας, σὸν πλοῦτον τοῖς δεομένοις δαψιλῶς διένειμας, καὶ κλῆρον οὐράνιον, ἀντ’
αὐτοῦ πρὸς Θεοῦ ἐκληρώσω ἀοίδιμε. Τῷ θρόνῳ οὖν τῆς Τριάδος παρεστώς, καὶ σὺν Ἀγγέλοις
ᾀεὶ μελῳδῶν τὸν τρισάγιον ὕμνον, αἴτησαι τοῦ οἰκτειρῆσαι ἡμᾶς, Ἅγιε Νικόλαε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια
Ἐν εὐσήμῳ γλώττῃ τὴν ἱεράν,
πάροδον σοῦ σκήνους, ἀνυμνοῦμεν μελῳδικῶς, φιλεόρτων στίφη· ἃ φύλαττε ἐκ
βλάβης, παντοίας σαῖς πρεσβείαις, θεῖε Νικόλαε.
Σφαίρας περιφέρειαν φρυκτωρεῖς, ἥλιος
καθάπερ, σῶν θαυμάτων μαρμαρυγαῖς, πρῶτον κινητόν σε, ἡγίασας ἀνόδῳ, τοῦ
πνεύματός σου θύρα, σοφὲ Νικόλαε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου