ΙΟΥΛΙΟΣ ΚΣΤ΄
ΓΕΡΟΝΤΙΟΣ ΟΣΙΟΣ
ΚΤΗΤΩΡ ΣΚΗΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΕΝ
Τῼ ΕΣΠΕΡΙΝῼ.
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου. Ἦχος
β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γέρας
φερωνύμως ἐκ Θεοῦ, δι’ ἀσκητικῆς πολιτείας, καὶ ἐναρέτου ζωῆς, Ὅσιε Γερόντιε,
λαμπρῶς ἀπείληφας, καὶ Ἀγγέλων συνόμιλος, καὶ πάντων Ἁγίων, ὤφθης ἰσοστάσιος, ὡς
ἐνθεώτατος· ὅθεν τὸν Σωτῆρα δυσώπει, ἄφεσιν πταισμάτων διδόναι, τοῖς
πανηγυρίζουσι τὴν μνήμην σου.
Ὅτε,
ἀπεκάθηρας σαὐτόν, πόνοις ἐγκρατείας συντόνοις, καὶ προσευχῇ ἐκτενεῖ, τότε οἶκος
γέγονας τοῦ θείου Πνεύματος, καὶ ποιμὴν πρακτικώτατος, τῆς Βουλευτηρίων,
Μάνδρας ἐχρημάτισας, Πάτερ Γερόντιε· ὅθεν ἀμοιβῶν ἐπαξίων, παρὰ τοῦ Δεσπότου τῶν
ὅλων, μετὰ τέλος ἅγιον ἠξίωσαι.
Ὤφθης
ἀπαρχὴ καὶ ἀρχηγός, τῆς Θεοπρομήτορος Ἄννης, τῆς Σκήτης Ὅσιε, καὶ τῷ ὑποδείγματι
τῷ σῷ ἑπόμενοι, οἱ ἐν ταύτῃ ἀσκούμενοι, τὴν θείαν σου μνήμην, πόθῳ ἑορτάζουσι,
καὶ ἐκβοῶσί σοι· πρέσβευε Χριστῷ θεοφόρε, ὑπὲρ τῆς μερίδος σου ταύτης, ῥύεσθαι
σκανδάλων τῶν τοῦ ὄφεως.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀρετῶν
ἐνδιαίτημα, ἀληθῶς ἐχρημάτισας, Ὅσιε Γερόντιε δι’ ἀσκήσεως, καὶ λαμπρυνθεὶς τὴν
διάνοιαν, τοῦ Πνεύματος χάριτι, ἐν Ὁσίοις ἀσκηταῖς, ὡς ἀστὴρ ὤφθης πάμφωτος, ἐν
τῷ Ἄθωνι· διὰ τοῦτο τῆς ἄνω κληρουχίας, ἐπαξίως ἠξιώθης, ἡμῖν Χριστὸν ἱλεούμενος.
Θεοσόφως
ἐποίμανας, καὶ καλῶς ἐκυβέρνησας, τὴν Βουλευτηρίων Μονὴν Γερόντιε· σαὐτὸν γὰρ
τύπον ἐν ἅπασι, καὶ θεῖον παράδειγμα, προβαλλόμενος σοφέ, τῷ Χριστῷ
προσενήνοχας, θείῳ λόγῳ σου, λογικὴν ὡς θυσίαν μοναζόντων, τὴν χορείαν καὶ ἐδέξω,
τῆς ἀφθαρσίας τὸν στέφανον.
Ναὸς
θεῖος γενόμενος, ἐνεργείας τοῦ Πνεύματος, τῷ Παντελεήμονι ναὸν ἅγιον, ἐδείμω
Πάτερ Γερόντιε, καὶ ὕδωρ ἀνέβλυσας, προσευχῇ σου ἐκτενεῖ, πρὸς τὴν μόνην
πανάχραντον Θεομήτορα, ἐν ἀνύδρω γῇ ὅπερ τὸ σὸν θαῦμα, ἐμφανῶς πᾶσι κηρύττει,
Χριστοῦ εἰς αἴνεσιν Ὅσιε.
Δόξα. Ἦχος β΄.
Ἀσκητικῇ
διαπρέψας πολιτείᾳ, πνευματικῶν χαρισμάτων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ δοτῆρος τῶν
καλῶν, Γερόντιε Ὅσιε. Προθύμως γὰρ Αὐτῷ ἠκολούθησας, ἀπαρνησάμενος σαὐτόν· καὶ τὴν
στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, ὡς ἄγγελος ἐν Ἄθῳ ἐβίωσας, Κυρίῳ ἀναγόμενος,
συντόνῳ ἀσκήσει· διὸ Ἁγίων συνόμιλος, ἐν οὐρανοῖς ἐγένου, τῆς αἰωνίου ζωῆς λαβὼν
τὸ στέφος, καὶ ἐν μεθέξει θεούμενος. Καὶ νῦν ἱκέτευε θεοφόρε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ.
Γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ
οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ.
Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος
ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ
ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ
μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις
αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ.
Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν
Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ
δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται
θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ
εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν
βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν,
καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Τῷ
θείῳ πόθῳ τρωθείς, τῶν ἐν κόσμῳ ὑπερεῖδες τὴν σχέσιν, καὶ ὑπερκόσμιον ζωὴν ὑπῆλθες,
θεοφόρε Γερόντιε. Τῆς γὰρ σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς ζωοποιοῦ ἐνεργείας τοῦ
Παρακλήτου ὄργανον ἐδείχθης, ἀπαθείας σεμνυνόμενος· δι’ ἄκρας γὰρ ἡσυχίας, ἡνώθης
τῷ Θεῷ, καὶ τῶν ἀοράτων ἐχθρῶν ἑλὼν τὸ κράτος, παρὰ Χριστοῦ ἐδέξω τῆς νίκης τὸ
γέρας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τελούντων τὴν μνήμην σου.
Ἦχος β΄.
Ὁλοτρόπως
Χριστῷ ἀνακείμενος, τῆς ἀρετῆς ἐργάτης γνήσιος πέφηνας, καὶ ἐγκρατείας διδάσκαλος,
καὶ ἡσυχίας ἐραστής, θεοφόρε Γερόντιε· ὅθεν Τριὰς ἡ ὑπέρθεος, ἐν σοὶ ἐπανεπαύσατο,
ὡς καθαρῷ τὴν καρδίαν· δι’ ἔργων γὰρ Ὁσίων, Αὐτῷ εὐηρέστησας, καὶ Ἀγγέλων ἰσότιμος,
γέγονας Πάτερ· μεθ’ ὧν ἀεὶ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τῇ
ἰσαγγέλῳ ζωῇ, ὡς λύχνος φαεινὸς ἔλαμψας, ἐν τοῖς Βουλευτηρίοις Γερόντιε· ὅλον γὰρ
τὸν νοῦν ἀνυψώσας Κυρίῳ, ὡς ξένος καὶ πάροικος, ἐν τῷ κόσμῳ ἐβίωσας. Καὶ τῶν
παθῶν νεκρώσας τὰς ὁρμάς, πρακτικὸς ὑφηγητής, καὶ ἀλείπτης πρὸς ἀρετήν, τῶν
μοναζόντων πέφηνας, λόγῳ καὶ ἔργῳ καθοδηγῶν, πρὸς σωτηρίας τρίβους Ὅσιε. Καὶ νῦν
τῶν πόνων τοὺς καρποὺς δρεπόμενος, ἀδιαλείπτως ἱκέτευε Πάτερ, ὑπὲρ τῶν τιμώντων
σε.
Δόξα. Ἦχος δ΄.
Τῷ
τῆς ἀσκήσεως ἀρότρῳ, γεηπονῶν ψυχῆς τὴν ἄρουραν, τοὺς τοῦ Πνεύματος καρποὺς
δαψιλῶς ἐξήνεγκας, θεοφόρε Πάτερ Γερόντιε· ἐξ ὧν τῶν φοιτητῶν σου διατρέφων τὰς
καρδίας, πάντας διεγείρεις πρὸς ἀρετῶν ἐργασίαν, ὡς τῶν ἱερῶν ἀναβάσεων,
θεοειδέστατος μύστης. Καὶ τῇ θείᾳ ἐλλάμψει καταλαμφθείς, δαιμόνων ἠμαύρωσας τὰς
μεθοδείας, ἐν τῇ ἄνωθεν ῥοπῇ· διὸ χρεωστικῶς ἑορτάζομεν, τὴν ἁγίαν μνήμην σου Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ θεοφόρος Πατήρ, ὁ τὰ τοῦ κόσμου ἡγησάμενος σκύβαλα, καὶ ἄρας ἐπὶ τῶν ὤμων, τὸν
τοῦ Κυρίου ζυγόν, ἴχνεσι τοῖς τούτου ἠκολούθησας, Γερόντιε Ὅσιε, ἀσκητῶν ἀκροθίνιον,
ὁ τῶν Ἀγγέλων, μιμητὴς βίῳ κρείττονι, καὶ τῆς χάριτος, ἱερὸν ἐνδιαίτημα· ὅθεν σὲ
μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, καὶ σὲ μεσίτην καὶ πρέσβυν, πρὸς τὸν
Χριστὸν προβαλλόμεθα, αἰτούμενον πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Τύπος
τῆς ἐναρέτου ζωῆς, ἐν τῇ Μονῇ Βουλευτηρίων γενόμενος, ἀξίως ταύτης ἡγήσω, τῇ ἐπινεύσει
Θεοῦ, ὡς φωτὸς δοχεῖον Πάτερ Ὅσιε, καὶ ταύτην ὡδήγησας, ἀρετῶν πρὸς ἐπίδοσιν,
λόγῳ σου θείῳ, καὶ σοφῷ ὑποδείγματι, λαμπρυνόμενος, ἀπαθείας ταῖς χάρισιν· ὅθεν
τῆς ὑπὲρ ἔννοιαν, χαρᾶς κατηξίωσαι, καλῶς τελέσας τὸν δρόμον, καὶ τῷ Κυρίῳ
παρέστηκας, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Ὅλος
τῇ ἀγαπήσει Χριστοῦ, δι’ ἡσυχίας πτερωθεὶς πρὸς οὐράνια, Γερόντιε θεοφόρε, ἀγγελικῶς
τὴν ζωήν, διανύων ὤφθης μετὰ σώματος· ἐντεῦθεν ἐντεύξει σου, πρὸς τὴν ἄχραντον
Δέσποιναν, ἐν γῇ ἀνύδρῳ, ὕδωρ ἔβλυσας Ὅσιε, ἀρδευόμενος, ἐπομβρίᾳ τοῦ
Πνεύματος· ὅθεν ταῖς ἱκεσίαις σου, κἀμοὶ βλύσον Ἅγιε, θείας χρηστότητος ῥεῖθρα,
παθῶν μου πλύνοντα βόρβορον, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ
τῆς ἀσκήσεως πυρί, τῶν παθῶν φλέξας τὴν ἄκανθαν, τῆς ἀπαθείας τὸ φωτοειδὲς
περιβόλαιον, ἠμφιάσω Πάτερ Ὅσιε· ἐν ἀγρυπνίαις καὶ νηστείαις γάρ, δουλαγωγῶν τὸ
σῶμα, θείου φωτὸς ἐδέξω τὰς ἀκτῖνας, καθαρθεὶς τὴν διάνοιαν. Καὶ νῦν παμμάκαρ
Γερόντιε, ἀγγελικαῖς συνὼν χοροστασίαις, καὶ τὸ κάλλος Χριστοῦ θεωρῶν, πρέσβευε
δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Γέρας
πέφηνας, τῆς ἐγκρατείας, γέρας εἴληφας, τῆς ἀφθαρσίας, φερωνύμως θεοφόρε
Γερόντιε· ἀσκητικαῖς ἀρεταῖς γὰρ κοσμούμενος, Βουλευτηρίων Μονῆς ὤφθης
πρότυπον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἄδυτος ἀστήρ, ἐν τῷ Ἄθῳ ἐκλάμπων, Γερόντιε σοφέ, μοναστῶν τὰς καρδίας,
λαμπρύνεις θείῳ Πνεύματι, καὶ παθῶν τὴν σκοτόμαιναν, λύεις πάντοτε, τῶν ἐκτελούντων
ἐν πίστει, τὴν φωσφόρον σου, καὶ ἀξιέπαινον μνήμην, Ἀγγέλων συνόμιλε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεὸν
ὑπερφυῶς, σωματώσασα Κόρη, καινίζοντα ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, φθαρέντα με
τοῖς πάθεσιν, ἀνακαίνισον ἄχραντε, καὶ παράσχου μοι, ἁμαρτημάτων τὴν λύσιν, καὶ
μετάνοιαν, εἰλικρινῆ ἐν τῷ βίῳ, καὶ σῶσόν με δέομαι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῖς
ὄμβροις τοῦ Πνεύματος καταρδευθεὶς τὴν ψυχήν, θερμῇ ἱκεσίᾳ Σου πρὸς τὴν
Παρθένον ἁγνήν, Γερόντιε Ὅσιε, ἔβλυσας ἐν ἀνίκμῳ, καὶ ξηρᾷ γαίᾳ ὕδωρ, ὅπερ ἄχρι
τῆς δεῦρο, τὸ σὸν θαῦμα κηρύττει· διὸ κἀμοὶ ἀνάβλυσον, νᾶμα χρηστότητος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χριστὸν
τὸν φιλάνθρωπον καὶ Ποιητὴν τοῦ παντός, ἀφράστως κυήσασα δι’ εὐσπλαγχνίαν
πολλήν, Παρθένε πανάμωμε, ἔλυσας τὴν κατάραν, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας· ἔβλυσας τοῖς
ἐν κόσμῳ, εὐλογίας τὰ ῥεῖθρα· διό Σε μεγαλύνομεν, ὑμνοῦντες τὸν τόκον Σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Βουλευτηρίων
τῆς Μονῆς ὡς προέστης, ταύτην ἐποίμανας καλῶς καὶ ὁσίως, ὡς ἀρετῆς διδάσκαλος
Γερόντιε· ὅθεν καὶ τῆς Σκήτεως, τῆς Προμήτορος Ἄννης, ἀπαρχὴ γενόμενος, πρὸς Θεὸν
μετετέθης· Ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς ἐκτελοῦντας, τὴν πάνσεπτον μνήμην
σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν
ὑπερούσιον Θεὸν τετοκυῖα, οὐσιωθέντα διὰ σπλάγχνα ἐλέους, ἐκ τῶν ἁγνῶν αἱμάτων
Σου κυήσασα, σωτηρίας εἴσοδον, ἡμῖν ὤφθης Παρθένε, ἅπαντας προσάγουσα, τῷ Υἱῷ
καὶ Θεῷ Σου· Ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς προσκυνοῦντας, τὸν ἄφραστον Τόκον
Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τῶν
ἐπιγείων ἀγαθῶν, ὑπεριδὼν τὴν σχέσιν, πρὸς ἀσκητικοὺς πόνους ἀπεδύσω, Ὅσιε
Γερόντιε, ἐν θεολήπτῳ ψυχῇ. Καὶ καλῶς ἀγωνισάμενος ἐν Ὄρει τοῦ Ἄθω, τῷ ἐξ αἰωνίων
ὀρέων, δαβιτικῶς φωτίζοντι λόγῳ, ὁσίως εὐηρέστησας. Καὶ νῦν τὰς ἀμοιβὰς τῶν
καμάτων δρεπόμενος, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Γεροντίῳ τὸν ἔπαινον φέρω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Γηΐνων
ἁπάντων ὑπεριδών, Χριστοῦ τῇ ἀγάπῃ, τὴν συνάφειαν νουνεχῶς, Γερόντιε Πάτερ
θεοφόρε, ἀσκητικῶς ὥσπερ ἄγγελος ἔζησας.
Ἐν
Ἄθῳ ηὐλίσθης πόθῳ θερμῷ, Γερόντιε Πάτερ, καὶ τὸν νοῦν σου πρὸς οὐρανόν, ἀνύψωσας
πόνοις ἐγκρατείας· δι’ ὧν Χριστῷ εὐηρέστησας Ὅσιε
Ῥωννύμενος
Πάτερ θείᾳ ῥοπῇ, ἐχθροῦ τοῦ δολίου, καταβέβληκας τὴν ἰσχύν, Γερόντιε ψάλλων ἐν ἀσκήσει·
τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Θεοτοκίον.
Ὁ
πάντων Δεσπότης καὶ Ποιητής, ἐκ Σοῦ ἐσαρκώθη, Θεοτόκε ἄνευ τροπῆς, καὶ ἔσωσε
πάντας τοὺς ὑμνοῦντας, τοῦ τοκετοῦ Σου τὸ μέγα μυστήριον.
ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Νόμοις
τῆς ἀσκήσεως, Πάτερ ἰθύνων τὸν βίον σου, ἐν ἀσκηταῖς, ἔλαμψας ὡς ἄστρον, ἐν τῷ Ἄθῳ
Γερόντιε.
Τύπος
θείων πράξεων, καὶ ὑποφήτης θεόληπτος, ἐν τῇ Μονῇ, τῶν Βουλευτηρίων, ἀνεδείχθης
Γερόντιε.
Ἴθυνας
πρὸς Κύριον, λόγῳ καὶ ἔργῳ Γερόντιε, σοὺς φοιτητάς, ὡς τοῦ Παρακλήτου,
δεδεγμένος τὴν ἔλλαμψιν.
Θεοτοκίον.
Ὤφθης
ἐνδιαίτημα, τοῦ Ποιητοῦ πάσης κτίσεως, φωτοειδές, τοῦτον Θεοτόκε, ἐν νηδύϊ
χωρήσασα.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὁσίοις
σκάμμασι, καλλωπιζόμενος, Πάτερ Γερόντιε, θεράπων γνήσιος, τοῦ Παντοκράτορος
Θεοῦ, ἐδείχθης καλῶς ἀσκήσας· ὅθεν ἡ οὐράνιος, μετὰ τέλος τὸ ἅγιον, χαρὰ καὶ ἀπόλαυσις,
σὲ ἐδέξατο Ἅγιε, ἐν ᾗ χοροβατῶν ἐκδυσώπει, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χριστὸν
δυσώπησον, Ὃν ἐσωμάτωσας, δι’ ἀγαθότητα, Παρθένε ἄχραντε, διδόναι ἄφεσιν ἡμῖν, ὧν
πράττομεν καθ’ ἑκάστην· πίστει γὰρ προστρέχομεν, τῇ θερμῇ προστασίᾳ Σου, καὶ
μετὰ δακρύων Σοι, ἐκβοῶμεν πανύμνητε· προσδέχου τὰς ἡμῶν παρακλήσεις, καὶ δίδου
βοήθειαν Παρθένε.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Τὸν
ἐνάρετον βίον σου, ὁ Χριστὸς ἀμείβων Πάτερ Γερόντιε, θείαν χάριν σοι δεδώρηται,
πᾶσιν ἀναδείξας σε αἰδέσιμον.
Ὁλικῶς
ἀνακείμενον, τῷ Χριστῷ εἰδώς σε Πάτερ Γερόντιε, ἐν ἀγάπῃ σε προσήκατο, Μάξιμος ὁ
μέγας ἐν τῷ Ἄθωνι.
Νοῦν
τὸν σὸν καθηράμενος, τῆς παθῶν ἀχλύος Πάτερ Γερόντιε, δεκτικὸν αὐτὸν ἀνέδειξας,
τῆς τοῦ Παρακλήτου ἐπιλάμψεως.
Θεοτοκίον.
Ἐκ
νηδύος Σου πάναγνε, τῆς δικαιοσύνης ὁ μέγας Ἥλιος, ἐν τῷ κόσμῳ ἀνατέταλκεν, οὗ
ταῖς αἴγλαις λάμπρυνόν με δέομαι.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς
Πόνοις
ἱεροῖς, ἀπαθείας ἐγεώργησας, μυστικῶς τὴν ἱερὰν συγκομιδήν, δι’ ἧς τρέφεις τὰς
ψυχὰς ἡμῶν Γερόντιε.
Ἄνωθεν
σοφέ, θείαν χάριν εἰσδεξάμενος, ἐν ἀσκήσει διαλάμπεις ὡς ἀστήρ, καὶ πυρσεύεις, τὰς
ψυχὰς ἡμῶν Γερόντιε.
Ἴασαι
ἡμῶν, τῆς καρδίας τὰ συντρίμματα, εὐπροσδέκτοις σου πρεσβείαις πρὸς Χριστόν, καὶ
πταισμάτων ἡμῖν, αἴτει Πάτερ ἄφεσιν.
Θεοτοκίον.
Νέκρωσον
ἁγνή, τῆς σαρκός μου ἅπαν φρόνημα, καὶ τῷ φόβῳ τείχισόν με τοῦ Θεοῦ, ἐκφυγεῖν πᾶν
ἁμαρτίας ἐπιτήδευμα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνιον,
ὑπελθὼν πολιτείαν, οὐρανίων χαρισμάτων ἐπλήσθης· τῶν γὰρ γηΐνων ἁπάντων ἀπέστης,
καὶ τῷ Σωτῆρι ἡνώθης Γερόντιε· Ὃν ἐκδυσώπει ἐκτενῶς, οἰκτειρῆσαι τοὺς σὲ
μακαρίζοντας.
Ναμάτων,
πνευματικῶν πεπλησμένος, ἐκ πηγῶν προφητικῶς σωτηρίου, ὕδωρ Γερόντιε Πάτερ
πηγάζεις, ἐν γῇ ξηρᾷ καὶ ἀνύδρῳ ἐντεύξει σου, πρὸς τὴν πανύμνητον ἁγνήν, ὡς
θεράπων αὐτῆς ἐνθεώτατος.
Φιλίᾳ,
πνευματικῇ θεοφόρε, τῷ Ὁσίῳ συνημμένος Μαξίμῳ, τῆς δαψιλοῦς αὐτοῦ χάριτος
Πάτερ, συγκοινωνὸς καὶ συνόμιλος πέφηνας· ὅθεν Γερόντιε κἀμέ, τῶν παθῶν τῆς
φιλίας ἀπάλλαξον.
Θεοτοκίον.
Ἐτέχθη,
ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, μετὰ σώματος ἁγνὴ ἀποῤῥήτως, ὁ ἐκ Πατρὸς πρὸ αἰώνων ἐκλάμψας,
καὶ τῆς κατάρας ἡμᾶς ἐλυτρώσατο, δι’ ἀγαθότητα πολλήν, Θεοτόκε Παρθένε
πανύμνητε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μοναστῶν
ὑπόδειγμα, ὤφθης ἐν Ἄθῳ, ὡς θεράπων ἔνθεος, τοῦ σὲ δοξάσαντος Χριστοῦ, ᾯ καὶ
προσάγεις ἑκάστοτε, τοὺς σὲ τιμῶντας,
Γερόντιε Ὅσιε.
Ὁ Οἶκος.
Τῶν
ἐν τῷ κόσμῳ ἀγαθῶν, μακρύνας ὁλοτρόπως, οἷα ματαίων καὶ φθαρτῶν, νοΐ τελείῳ
Πάτερ, προσέδραμες ἐν Ἄθῳ, ἀγαλλομένῃ ψυχῇ καὶ καρδίᾳ. Καὶ ἀσκητικοῖς ὑποβληθεὶς
καμάτοις, σῶμα μὲν ἐκάθηρας τῆς τῶν παθῶν ἀχλύος, τὴν δὲ ψυχὴν δεκτικὸν δοχεῖον
ἀπειργάσω, τῆς θείας ἐπιπνοίας· ἐντεῦθεν ἀξίως προέστης τῆς τῶν Βουλευτηρίων
μάνδρας, ἀπαρχὴ δὲ θεία ἐχρημάτισας, τῆς τοῦ Χριστοῦ Προγόνου Σκήτης· καὶ ναὸν ἐγείρας
τῷ Ἀθλοφόρῳ Παντελεήμονι, καὶ πηγὴν ὕδατος βλύσας, Χριστῷ προσάγεις ἑκάστοτε, τοὺς σὲ τιμῶντας, Γερόντιε Ὅσιε.
Συναξάριον.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Γεροντίου τοῦ Ἁγιορείτου,
τοῦ κτήτορος τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης.
Γέρας
ἀρετῶν, Γερόντιε, πλουτήσας,
γέρας
ὤφθης ἔνθεον τοῖς ἐν τῷ Ἄθῳ.
Γεροντίοιο
γέρας εἰκάδι Ἕκτῃ δέον γεραίρειν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς
Θεῷ
παρεσκεύασας ἁγνὸν ὡς δόμον,
Σαυτὴν
ἄγουσα, σεμνή, εἰς κατοικίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου
καὶ Ἑρμοκράτους
Ἕρμιππος,
Ἑρμόλαος ἠδ' Ἑρμοκράτης
Ἑρμῆν
σέβοντας ᾔσχυναν παῤῥησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.
Εἰς
πῦρ βληθεῖσα Ὡραιοζήλη, Λόγε,
ἅπασι
βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου.
Πρὶν
γῆς ἀπελθεῖν ἀρετῶν καρποὺς φύσας,
τὸ
στεῖρον ἐκπέφευγεν ὁ Στειρωνίτης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀππίων, ξίφει τελειοῦται.
Τὸν
σὸν ξίφει τράχηλον ἀτρέπτως κλίνας,
τὸ
τῆς τελευτῆς Ἀππίων πίνεις πόμα.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱερουσαλήμ, ξίφει τελειοῦται.
Τομὴν
κεφαλῆς Ἱερουσαλὴμ φέρει,
καὶ
τὴν ἄνω νῦν Ἱερουσαλὴμ βλέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ ἀρχιμανδρίτου, τοῦ
στυλίτου, τοῦ ἐπέκεινα τοῦ Ἀνάπλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ ἐν Ἀλάσκᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων
Ῥώμῃ
τῇ θείᾳ διανύσας, τῆς ἀσκήσεως Γερόντιε τὸν δρόμον, τοῖς Ἀγγέλων χοροῖς,
συνήφθης ἀνακράζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὥσπερ
ἀρχήν σε καὶ ποιμένα, τῆς Προμήτορος Χριστοῦ ἡ θεία Σκήτη, κεκτημένη τὴν σήν,
γεραίρει θείαν μνήμην, Γερόντιε μακάριε, τὸν Χριστὸν ὑπερυψοῦσα.
Γέρας
ἐδείχθης ἐγκρατείας, ὥσπερ ἄγγελος βιώσας ἐν τῷ Ἄθῳ, καὶ ἐβόας Χριστῷ, Γερόντιε
θεόφρον· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἔχεις
ὡς Μήτηρ παῤῥησίαν, πρὸς Ὃν ἔτεκες Θεὸν καὶ Βασιλέα, Θεοτόκε Ἁγνή, ᾯ πρέσβευε ἀπαύστως,
ῥυσθῆναί με τὸν τάλανα, τῆς παθῶν ἐπικρατείας.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Ῥείθροις
ἱδρώτων, ἀσκητικῶν θεοφόρε, ἀρδευόμενος ἐξήνθησας ὡς φοῖνιξ, τὴν καρποφορίαν,
ζωῆς τῆς ἀθανάτου.
Ἀσκήσει
Πάτερ, συντονωτάτῃ ἐκλάμψας, ἀπημαύρωσας Γερόντιε τὰς ὄψεις, τοῦ τὴν ἁμαρτίαν,
τεκτήναντος τῷ κόσμῳ.
Σὺν
τοῖς Ἀγγέλοις, ἀγαλλιώμενος Πάτερ, πάσης λύτρωσαι λύπης καὶ ἀθυμίας, τοὺς σὲ ἀνυμνοῦντας,
Γερόντιε θεόφρον.
Θεοτοκίον.
Ἴασαι
Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, ἐπιθέσεσιν ἐχθροῦ τοῦ ἀοράτου, καὶ τῆς ἁμαρτίας,
τῆς μοχθηρᾶς με ῥῦσαι.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Μονὰς
τὰς οὐρανίους, Πάτερ κατοικήσας, καὶ ἐν μεθέξει ἀΰλῳ θεούμενος, ὑπὲρ ἡμῶν ἐκδυσώπει,
Χριστὸν Γερόντιε.
Ὁσίων
ταῖς χορείαις, συνηριθμημένος, ὡς μιμητὴς τούτων Πάτερ Γερόντιε, ταύτην τὴν
Σκήτην, σκανδάλων ῥύου τοῦ ὄφεως.
Ὑπῆλθες
τὸν ἀγῶνα, τὸν τῆς ἐγκρατείας, ὡς ὑπερόπτης τῶν κάτω Γερόντιε· διὸ τῆς ἄνω
μετέσχες θείας λαμπρότητος.
Θεοτοκίον.
Ὑπέραγνε
Μαρία, ἐναγῶν με λόγων, καὶ καταπτύστων ἀπάλλαττε πράξεων, καὶ ἐναρέτως βιοῦν
με Κόρη ἐνίσχυσον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς
ἐβίωσας, ἐν Ἄθωνι Γερόντιε, δι’ ἡσυχίας καθάρας, τὴν σὴν ψυχὴν θεοφόρε· διὰ τοῦ
θείου Πνεύματος, ἐδέξω τὴν ἐνέργειαν, καὶ τῆς χαρᾶς ἠξίωσαι, τῆς οὐρανίου καὶ
θείας, καλῶς τελέσας τὸν δρόμον.
Θεοτοκίον.
Παρθενομῆτορ
ἄχραντε, Ἀγγέλων ἀγαλλίαμα, ἡ τὸν Σωτῆρα τοῦ κόσμου, κυήσασα ἀποῤῥήτως, ῥοπῆς
με πρὸς τὰ χείρονα, καὶ ἐφαρμάτου ἕξεως, τῇ κραταιᾷ σου χάριτι, ἀπάλλαξον
Θεοτόκε, καὶ ῥῦσαί με τῆς γεέννης.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε
Πάτερ Γερόντιε, τὸ θεῖον πῦρ τοῦ Χριστοῦ, ἐν καρδίᾳ δεξάμενος, κοσμικὴν
τερπνότητα, νουνεχῶς καταλέλοιπας, καὶ ἐν τῷ Ἄθῳ βίον ἰσάγγελον, ἔρωτι θείῳ
πολιτευσάμενος, ὤφθης συμμέτοχος, τῶν Ἀγγέλων Ἅγιε, ἐν οὐρανοῖς, δόξης ἀξιούμενος,
τῆς ὑπὲρ ἔννοιαν.
Ὅσιε
Πάτερ Γερόντιε, ἀνακαθάρας τὸν νοῦν, τῶν παθῶν τῆς συγχύσεως, ἐπιπνοίας
κρείττονος, σκεῦος ὤφθης πολύτιμον, καὶ καθηγήσω ὡς ἐνθεώτατος, Βουλευτηρίων τῆς
Μάνδρας Ἅγιε· ὅθεν ἡ Σκήτη σε, Ἄννης τῆς Προμήτορος, ὡς ἀρχηγὸν θεῖον μακαρίζει
σε, Χριστὸν δοξάζουσα.
Ὅσιε
Πάτερ Γερόντιε, ἐν ἡσυχίᾳ πολλῇ, τὸν Χριστὸν ἱλεούμενος, προσευχαῖς καὶ
δάκρυσι, θείας χάριτος πέπλησαι, καὶ ὕδωρ ἔβλυσας τῇ ἐντεύξει σου, πρὸς τὴν
Παρθένον καὶ Θεομήτορα· ὅθεν ἐπόμβρησον, τὰς σταγόνας Ἅγιε ταῖς σαῖς λιταῖς,
θείας ἀγαθότητος, τοῖς σὲ γεραίρουσιν.
Ὅσιε
Πάτερ Γερόντιε, τῇ καθαρᾷ σου ζωῇ, οἶκος ὤφθης καὶ σκήνωμα, τοῦ Ἁγίου
Πνεύματος, καὶ ναὸν θεῖον ἵδρυσας, τῷ Ἀθλοφόρῳ Παντελεήμονι, καὶ πρὸς τὸν ἄνω
ναὸν ἀνέδραμες· ὅθεν ἱκέτευε, θεῖον δοῦναι ἔλεος, πᾶσιν ἡμῖν, τὸν παντελεήμονα
Χριστὸν μακάριε.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν
ἀγῶνα τῆς ἀσκήσεως, ἐν θεολήπτῳ ψυχῇ τελέσας, οὐρανίων γερῶν καὶ βραβείων,
φερωνύμως ἠξιώθης, θεοφόρε Γερόντιε· ὅλῳ γὰρ νοΐ, τῷ Σωτῆρι ἀνατεινόμενος, παρ’
οὐδὲν ἡγήσω τὰ φθαρτά, τῶν ἀφθάρτων τυχεῖν ἐφιέμενος. Καὶ νῦν τοῦ πόθου εὑρὼν τὸ
πέρας, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος ὤφθης, ὡς τῶν Ἁγίων ἰσοστάσιος· μεθ’ ὧν
πρέσβευε Ὅσιε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ
οὐράνια ὑμνεῖ Σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστον
Σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὥφθης
ἀρχηγέτης καὶ καλλονή, τῆς ἐν Ἄθῳ Σκήτης, τῆς Προμήτορος τοῦ Χριστοῦ, ὡς
Βουλευτηρίων, Μονῆς κανὼν καὶ τύπος, Γερόντιε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου