ΙΟΥΝΙΟΣ ΚΒ΄.
ΖΗΝΩΝ & ΖΗΝΑΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῆς Ὀκτωήχου
γ΄, καὶ τῶν Μαρτύρων γ΄. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ζήνων
ὁ θαυμάσιος, νεύροις τυπτόμενος ἔχαιρεν, καὶ πυρὶ δαπανώμενος, τὴν ὕλην
κατέφλεξεν, τῆ πολυθεΐας, ᾧ ἀκολουθήσας, ὁ ἀξιάγαστος Ζηνᾶς, ἴσον ἀγῶνα στεῤῥῶς
διήνυσεν· ταῖς τούτων παρακλήσεσιν, τοὺς οἰκτιρμούς σου κατάπεμψον, ἐφ’ ἡμᾶς ὑπεράγαθε,
καὶ τὸ μέγα σου ἔλεος.
Βουνεύροις
τυπτόμενοι, καὶ ἐκ τεσσάρων τεινόμενοι, καὶ λαμπᾶσι φλεγόμενοι, κλοιοῖς
βαρυνόμενοι, καὶ ὡς ὁ Δεσπότης, κρεμάμενοι ἐν ξύλῳ, καὶ κατασπώμενοι δεινῶς,
μεγίστων λίθων βάρει μακάριοι, οὐδόλως ἐξηρνήσασθε, Χριστὸν τὴν πέτραν τὴν ἄῤῥηκτον,
οὐ ξοάνοις ἐνείματε, σέβας ἄλογον Ἅγιοι.
Ἀστέρες
πολύφωτοι, τῆς Ἐκκλησίας στερέωμα, νοητῶς καταυγάζοντες, ἄθλων θείαις λάμψεσι,
καὶ θαυμάτων φέγγει, Ζηνᾶς τε καὶ Ζήνων, ἐναπεφάνθησαν· αὐτῶν, ταῖς ἱκεσίαις εὔσπλαγχνε
Κύριε, πταισμάτων ἡμῖν λύτρωσιν, παντός τε βίου διόρθωσιν, ὡς φιλάνθρωπος
δώρησαι, καὶ τὸ μέγα σου ἔλεος.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς: Ζυγὴν ἐπαινῶ Μαρτύρων στεφηφόρων. Ἰωσήφ.
ᾨδὴ α’. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Ζωὴν
τὴν ἀληθῆ, Ἀθλοφόροι ποθοῦντες, ἐνεκρώθητε πολλαῖς, βασάνων προσβολαῖς· διὰ τοῦτο
δεόμεθα· πίστει τοὺς ἀνευφημοῦντας, τὴν ὑμῶν μνήμην σήμερον, ψυχοφθόρου
νεκρώσεως ῥύσασθε.
Ὑπήλθετε
στεῤῥῶς, τοὺς ἀγῶνας καὶ πᾶσαν, δυναστείαν τοῦ ἐχθροῦ, ὠλέσατε σοφοί, καὶ τῆς
νίκης ἐδρέψασθε, στέφανον καὶ τῷ Κυρίῳ, μετὰ πάντων παρίστασθε, τῶν Ἁγίων
καλλίνικοι Μάρτυρες.
Γνωστὸς
ὢν τῷ Θεῷ, ἀξιάγαστε Ζήνων, ἀγνωσίας παντελῶς, διέφυγες ἀχλύν, καὶ ἀστὴρ
φαεινότατος, γέγονας ὑπέραστράψας, ταῖς τῶν ἄθλων λαμπρότησι, καὶ φωτίσας τῆς γῆς
τὰ πληρώματα.
Θεοτοκίον
Ἡ
μόνη πρὸς Θεόν, προστασία τοῦ κόσμου, ἡ βοήθεια ἡμῶν, ἁπάντων τῶν πιστῶν,
Θεοτόκε πανύμνητε, πάσης τοῦ ἀντικειμένου, ἐπηρείας διάσωζε, τὸν λαόν Σου ὑμνοῦντά
Σε Δέσποινα.
ᾨδὴ γ’. Τόξον δυνατῶν ἠσθένησε.
Νόμοις
πειθαρχῶν τοῦ κτίσαντος, τὴν παρανομίαν, τῶν δυσσεβῶν ὑπεξέφυγες, Μάρτυς Ζήνων ὁμολογίαις,
ἀληθείας καλλυνόμενος.
Ἔστης
πρὸ βημάτων Ἅγιε, ἐπανακηρύττων, τὸ τοῦ Θεοῦ ἡμῶν ὄνομα, καὶ ἐξ ὕψους ὁμολογίας,
τὰ βραβεῖα κομιζόμενος.
Παίων
στόμα σου ὁ τύραννος, καὶ τὰς σιαγόνας, συναθλῶν οὐκ ἠδύνατο, ἀμαυρῶσαι τὴν παῤῥησίαν,
Ζήνων Μάρτυς πολυΰμνητε.
Θεοτοκίον
Ἄνω
τῷ Πατρὶ τὸν σύνθρονον, ἄνθρωπον γενέσθαι, ἐκ Σοῦ προελόμενον, ἐν ἀγκάλαις ἁγνὴ
κατέχεις, Ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ποταμοὶ
πληρούμενοι, θείων ναμάτων, μυστικῶς ἐδείχθητε, Ζηνᾶ καὶ Ζήνων Ἀθληταί, τῆς ἀληθείας
γενόμενοι· ὅθεν ἐν πίστει, ὑμᾶς μακαρίζομεν.
ᾨδὴ δ’. Δι’ ἀγάπησιν οἰκτίρμον.
Ἱερεῖα
ὥσπερ ἄμωμα, καὶ θυσίαι, καὶ προσφοραὶ τῷ ζῶντι, προσηνέχθητε Λόγῳ, Μάρτυρες ἀήττητοι,
Ἀγγέλων συμμέτοχοι.
Νενευρωμένος
τῷ ἔρωτι, τοῦ Σωτῆρος, νεύροις ὠμοῖς ἐτύφθης, παναοίδιμε Ζήνων, τρέπων τὴν
δυσσέβειαν, λαμπροῖς ἀγωνίσμασιν.
Ὡραιώθης
ὡς χρυσίον, ἐν τῇ χωνείᾳ, τῶν ἀνυποίστων πόνων, ἀξιάγαστε Ζήνων, βληθεὶς καὶ
λαμπρότερον, ἡλίου ἐξήστραψας.
Μακαρίσωμεν
ἐπαίνοις, τοὺς Ἀθλοφόρους, Ζήνωνα τὸν γενναῖον, καὶ Ζηνᾶν ἐν τῇ τούτων, μνήμῃ ἀγαλλόμενοι,
καὶ πίστει χορεύοντες.
Θεοτοκίον
Ἀπειρόγαμε
Παρθένε, εὐλογημένη, ἡ τὸν Θεὸν τῶν ὅλων, ἀποῤῥήτως τεκοῦσα, σῷζε τὰς ψυχὰς ἡμῶν,
ἁγίαις πρεσβείαις Σου.
ᾨδὴ ε’. Τὸν φωτισμόν Σου Κύριε.
Ῥήσει
σεπτῶν χειλέων σου, οὐδόλως ἀντισχεῖν, ἰσχύων Μάρτυς ἀλάστωρ δυσμενής, τύπτειν
σε σφοδρῶς, προστάττει Ζήνων ἐν Θεῷ δυναμούμενον.
Τῷ
σῷ ποδὶ κατέστρεψας, βωμοὺς εἰδωλικούς, πρὸς τούτους βίᾳ ἑλκόμενος Μάρτυς,
Ζήνων θαυμαστέ, ὁπλῖτα θείας καὶ σεπτῆς παρατάξεως.
Ὑπὲρ
Χριστοῦ ξεόμενος, παμμάκαρ τὰς πλευράς, τοῖς τραύμασί σου ὀξάλμης χυθείσης, ἔφερες
στεῤῥῶς, θεόφρον Ζήνων τὴν φθορὰν ἐκδυόμενος.
Θεοτοκίον
Ῥήμασιν
Σοῖς ἑπόμεναι, ἀνθρώπων γενεαί, ἀξιοχρέως εἰς πάντας αἰῶνας, οἷα τοῦ Θεοῦ, ἁγνὴν
Μητέρα εὐσεβῶς μακαρίζουσιν.
ᾨδὴ στ’. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.
Ὡραῖοι
οἱ πόδες τῶν Μαρτύρων, τῶν μαρτυρίων θείας, βηματίζοντες Κυρίου τρίβους, οὓς εὐσεβῶς
οἱ πιστοὶ τιμήσωμεν, ἐν αἰνέσει μακαρίζοντες.
Νοΐ
στεῤῥοτάτῳ μάκαρ Ζήνων, ὑπενεγκὼν τοὺς πόνους, βαρυνόμενος κλοιοῖς ἐτέθης, ἐν
φυλακῇ ἐπὶ γῆς τεινόμενος, καὶ ἐνθέως ἀγαλλόμενος.
Στεῤῥῶς
καθορῶν σε τοὺς ἀγῶνας, Ζηνᾶς παμμάκαρ Ζήνων, διανύοντα σοῦ κατεφίλει, πόθῳ
πολλῷ τὰ δεσμὰ τοὺς ἴσους σοι, ὑπελθεῖν πόνους γλιχόμενος.
Θεοτοκίον
Τὴν
πύλην Θεοῦ τὴν φωτοφόρον, δι’ ἧς ὡς οἶδε μόνος, διελήλυθεν ἀφράστῳ λόγῳ, ὁ δι’ ἡμᾶς
καθ’ ἡμᾶς γενόμενος, τὴν Παρθένον μακαρίσωμεν.
ᾨδὴ ζ΄. Νέοι τρεῖς ἐν Βαβυλῶνι.
Ἔτεινεν
Ζηνᾶ σε Μάρτυς, τύραννος ἀνηλεῶς, πρὸς Κύριον τείνοντα, ὅλον τῆς καρδίας τὸ ὄμμα,
καὶ τῇ ἐκεῖθεν μάκαρ, θείᾳ ῥοπῇ δυναμούμενον.
Φάλαγγας
τῶν ἐναντίων, ὅπλοις θείοις τὴν ψυχήν, Ἅγιοι φραττόμενοι, πάσας ἐτροπώσασθε· ὅθεν
στεφάνοις νίκης, πάντοτε ἐν Χριστῷ ὡραΐζεσθε.
Ἤστραψεν
δυὰς Μαρτύρων, ὑπὲρ τὸ ἡλιακόν, φέγγος καὶ κατηύγασεν, πάντων τῶν πιστῶν
διανοίας, τῶν εὐφημούντων τούτων, τὰ φωταυγῆ προτερήματα
Θεοτοκίον
Φῶς
ἡμῖν ἐκ Σοῦ Παρθένε, ἔλαμψε τοῖς ἐν νυκτί, κακίας ὑπάρχουσιν· ὅθεν Σε φωναῖς ἀσιγήτοις,
ὑμνολογοῦμεν Δέσποινα, τοῦ Θεοῦ πόλις ἔμψυχε.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Οὐδαμῶς
σε πτοῆσαι δυναμούμενος, ταῖς πολλαῖς Μάρτυς Ζήνων κολάσεσιν, ὁ δολιόφρων
τύραννος, διατείνει μαστίζων, ὕπτιον μάκαρ, βοηθείᾳ Θεοῦ κρατυνόμενον.
Ῥαντισμῷ
τῶν αἱμάτων σου ἔσβεσας, τῆς ἀπάτης παμμάκαρ, τοὺς ἄνθρακας, τοὺς ὀβελοὺς
δεξάμενος, τοὺς πεπυρακτωμένους, κατὰ καρδίας, ἀξιάγαστε Ζήνων πολύαθλε.
Ὥσπερ
δύο φωστῆρες στερέωμα, τῆς σεπτῆς Ἐκκλησίας φωτίζετε, ἄθλων παντίμων λάμψεσι,
Ζηνᾶ καὶ Ζήνων, τῆς Ἁγίας Τριάδος ὑπέρμαχοι.
Θεοτοκίον
Νοερῶς
ἐμυεῖτο τοῦ τόκου Σου, Δανιὴλ τὸ παράδοξον ἄχραντε, ὄρος ὁρῶν Σε μέγιστον, ἐξ οὗ
λίθος ἐτμήθη, ἀπολεπτύνας, χειροποίητα ξόανα Δέσποινα.
ᾨδὴ θ’. Εὔα μεν τὸ τῆς παρακοῆς νοσήματι
Ἱμάσι
τεινόμενοι σοφοὶ τοῖς λίθοις τε, βαρυτάτως ἀλγυνόμενοι, ὑποφλεγόμενοι τὰ
στερνά, καὶ δρόσον οὐρανόθεν δεχόμενοι, ἀθέους δυσμενεῖς ἐτροπώσασθε· ὅθεν ἀξίως
μακαρίζεσθε.
Ὡς
παῖδας τοὺς τρεῖς ἐκ τῆς φλογὸς ἀπήμονας, ὁ Δεσπότης διεσώσατο, οὕτω βληθέντας ὑμᾶς
λάκκῳ, πυρὸς μεμεστωμένου ἐξείλατο, πολλῶν βεβαιωθέντων μακάριοι, καὶ
πιστευσάντων ἐπὶ Κύριον.
Στρατὸς
προηγήσατο ὑμῶν τὴν ἄνοδον, ποιουμένων πρὸς οὐράνια, θείων Ἀγγέλων Ἀθλοφόροι, ἡνίκα
τοὺς αὐχένας τοῖς ξίφεσιν, τμηθέντες θεῖον τέλος ἐδέξασθε· ὅθεν ἐν πίστει
μακαρίζεσθε.
Ἡ
γῆ ἡ τὰ σώματα ὑμῶν μακάριοι, δεξαμένη καθηγίασται, κρήνη θαυμάτων παραδόξων, ἐν
Πνεύματι Ἁγίῳ ὑπάρχουσα, Ζηνᾶ καὶ Ζήνων Μάρτυρες ἔνδοξοι, θείων Ἀγγέλων ἰσοστάσιοι.
Θεοτοκίον
Φορέσας
με πρόεισιν ἐκ Σοῦ ὁ Κύριος, διὰ μέγα Κόρη ἔλεος, τοῦτον οὖν πάντοτε δυσώπει,
ψυχῆς μου διαλῦσαι τὴν πόρωσιν, τοῦ λόγοις Σε πιστῶς μακαρίζοντας, τὴν ἀνωτέραν
πάσης κτίσεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου