Δευτέρα 11 Μαΐου 2020

ΙΑΝΟΥΑΡΙΟΣ 20. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΙΝΝΑΣ, ΠΙΝΝΑΣ & ΡΙΜΜΑΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ Κ΄.
ΙΝΝΑΣ, ΠΙΝΝΑΣ & ΡΙΜΜΑΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ γ’ τῆς Ὀκτωήχου καὶ γ’ τῶν Ἁγίων. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἀνδρέου τοῦ κήρυκος, τοῖς σελασφόροις διδάγμασιν, ἱερῶς φωτιζόμενοι, ἠστράψατε Μάρτυρες, τοῦ ἡλίου πλέον, καὶ τοὺς καθημένους, τῆς ἀγνωσίας ἐν νυκτί, πρὸς φῶς ἐνθέου βίου εἱλκύσατε, καὶ χαίροντες ἠθλήσατε, καὶ τὸν ἐχθρὸν κατησχύνατε, καὶ στεφάνους ἐδέξασθε, ἐκ Θεοῦ ἀγαλλόμενοι.

Ἰννᾶς ὁ θαυμάσιος, Ῥιμμᾶς ὁ μέγας καὶ πάνσοφος, καὶ Πιννᾶς ὁ πανεύφημος, Τριάδος ὑπέρμαχοι, Ἐκκλησίας στῦλοι, πύργοι εὐσεβείας, λίθοι φαιδροὶ καὶ διαυγεῖς, ἀναδειχθέντες ἄθλων λαμπρότησιν, Σιὼν τῆς ἄνω ὤφθησαν, λελαμπρυσμένοι οἰκήτορες· ταῖς αὐτῶν ἡμᾶς Κύριε, ἱκεσίαις οἰκτείρησον.

Πόνοις τῆς ἀθλήσεως, καταβαλόντες τὸν δόλιον, γενναιότατοι Μάρτυρες, θαυμάτων λαμπρότησι, τοὺς ἡμῶν ἀπαύστως, κουφίζετε πόνους, τῶν προστρεχόντων εὐσεβῶς, ὑπὸ τὴν σκέπην ὑμῶν ἑκάστοτε, Ἰννᾶ μακαριότατε, Ῥιμμᾶ Πιννᾶ ἀξιάγαστοι, τῶν Ἀγγέλων συνόμιλοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τοὺς Σοὺς ἀνυμνῶ Μάρτυρας, Θεοῦ Λόγε. Ἰωσήφ.
ᾨδὴ α’. Ἦχος δ΄. Χοροὶ Ἰσραήλ.
Τῷ θείῳ φωτί, λαμπόμενοι, καὶ ἐν οὐρανοῖς, τῷ Χριστῷ ἀεὶ παριστάμενοι, ἐπὶ γῆς τοὺς τελοῦντας, τὴν φωτοειδῆ, Μάρτυρες ὑμῶν μνήμην, πλήσατε φωτὸς ἀϊδίου, λύοντες τῶν παθῶν ἡμῶν, σκότος μακάριοι.
δὸν εὐθεῖαν, ζητοῦντες εὑρεῖν, τὴν εἰς οὐρανούς, Ἀθλοφόροι εἰσάγουσαν, ἐμυήθητε ταύτην, ταῖς τοῦ Ἀποστόλου, διδαχαῖς Ἀνδρέου, καὶ καταλιπόντες τὴν πλάνην, Μάρτυρες ᾠκειώθητε, τῷ θείῳ Πνεύματι.
πάρχων φωτός, ἀνάπλεος, οἵαπερ ἀστήρ, ὡς ἀληθῶς Ἀνδρέας ὁ ἀοίδιμος, πανολβίῳ μεθέξει, Μάρτυρες ἐξήστραψεν, ὑμᾶς ὥσπερ ἀκτῖνας, σκότος ἐλαυνούσας ἀπάτης, πᾶσάν τε τὴν ὑφήλιον, φωτὸς πληρώσας ἀεί.
Θεοτοκίον.
Σαρκὸς φανείς, ὁμοιώματι, ὁ ὑπερφερής, ἐξ ἀχράντων λαγόνων Σου, ἀφθαρσίαν ἐνδύει, τὴν καταφθαρεῖσαν, τῶν βροτῶν φύσιν Παρθένε, καὶ πρὸς τὸ ἀρχαῖον ἀνάγει, ἄχραντε παμμακάριστε, πάλιν ἀξίωμα.

ᾨδὴ γ’. Τόξον δυνατῶν.
Στέργειν τὸν Χριστὸν ἑλόμενοι, τούτου τοῖς βαρβάροις, τὸ σεβάσμιον ὄνομα, κατηγγείλατε Ἀθλοφόροι, συνεργείᾳ θείου Πνεύματος.
λῳ τῷ νοΐ νευρούμενοι, Μάρτυρες τῷ λόγῳ, τῆς ἀλογίας ἐῤῥύσασθε, τοὺς τῇ πλάνῃ δεδουλωμένους, θεῖοι κήρυκες γενόμενοι.
βριν τὸ σεπτὸν ἡγούμενος, κήρυγμα ὁ πλάνος, τοὺς ἀπλανεῖς χριστομάρτυρας, πρὸ βημάτων ὡς κατακρίτους, ὁ κατάκριτος παρίστησιν.
Θεοτοκίον.
Σῶσον τὴν ψυχήν μου πάναγνε, τὴν ἐν τῷ πελάγει, τῶν δεινῶν κινδυνεύουσαν, καὶ φθαρεῖσαν τῇ ἁμαρτίᾳ, καὶ τῷ πλάνῳ ὑποκύψασαν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ ὅπλα τῆς πίστεως θωρακισάμενοι, πρὸς πάλην ἐξήλθετε τοῦ παλαιοῦ πτερνιστοῦ, καὶ τοῦτον ὠλέσατε, Μάρτυρες στεφηφόροι, τῶν Ἁγίων πολῖται· ὅθεν ἐν εὐφροσύνῃ, τὴν ὑμῶν ἐκτελοῦμεν, πανήγυριν ὑμνοῦντες Χριστόν, τὸν ἐπὶ πάντων Θεόν.

ᾨδὴ δ’. Δι’ ἀγάπησιν οἰκτίρμον.
πειλαῖς ὑμᾶς ὁ πλάνος, ὑπολαμβάνων, καταπτοεῖν ἡττήθη, τῇ ὑμῶν ἀδιστάκτῳ, πίστει καρτερώτατοι, καὶ γέλωτα ὤφθλησεν.
Νενοθευμένῃ θρησκείᾳ, μὴ προσελθόντες, μὴ τὰ κτιστὰ τοῦ Κτίστου, προτιμήσαντες ὅλως, πόνοις παρεδώκατε, τὰ σώματα Μάρτυρες.
φηπλωμένων ὀργάνων, κολαστηρίων, καὶ ἀπειλῶν παντοίων, ἀπηνῶς πεμπομένων, οἱ μεγαλομάρτυρες, ἀνδρείως ἠρίστευσαν.
Μεμυημένοι τὰ θεῖα, οἱ Ἀθλοφόροι, τὸ τῶν ἀθέων σέβας, κατεπάτησαν πίστει, καὶ τὸν ἐθελούσιον, ὑπέστησαν θάνατον.
Θεοτοκίον.
Νοῦς οὐράνιος οὐ βρότειος, ἑρμηνεύει, τὸ ὑπὲρ νοῦν Παρθένε, τῆς λοχείας Σου βάθος· σάρκα γὰρ γενόμενον, τὸν Κτίστην ἐκύησας

ᾨδὴ ε’. Τὸν φωτισμόν Σου Κύριε.
ς ἀληθείας Μάρτυρες, τυπτόμενοι φαιδρῶς, καὶ ταῖς αἰκείαις βαλλόμενοι δεινῶς, ἔχαιρον Χριστόν, ὁμολογοῦντε τῷ Πατρὶ συννοούμενον.
Μέλη προδόντες τέμνεσθαι, προθύμῳ λογισμῷ, Ἰννᾶ θεόφρον Πιννᾶ τε καὶ Ῥιμμᾶ, θείων μιμηταί, παθῶν ἐν πίστει ἀληθῶς ἀνεδείχθητε.
Αἱμάτων ταῖς προσχύσεσιν, ἠρδεύσατε τὴν γῆν, καὶ χλαῖναν θείαν φοινίξαντες ταύτην, θεῖοι Ἀθληταί, λαμπροφοροῦντες τῷ Κυρίῳ παρίστασθε.
Θεοτοκίον.
ητορευόντων γλῶσσαί Σε, οὐ δύνανται ὑμνεῖν, ἀῤῥήτῳ λόγῳ ἐπείπερ Παρθένε, ἔσχες τοκετόν, υἱοὺς τοῦ Κτίστου τοὺς ἀνθρώπους δεικνύοντα.

ᾨδὴ στ’. Ἐβόησεν προτυπῶν τὴν ταφήν.
Τοὺς ῥύακας, τῆς ἀπάτης τῇ θάλψει ξηράναντες, θεοφόροι τοῦ πανσόφου, καὶ θείου κηρύγματος, πνιγμονῇ ὑδάτων, τὸ μακάριον τέλος ἐδέξασθε.
ψούμενοι, καὶ δεσμούμενοι ξύλῳ πανεύφημοι, ποταμίοις ὑπεβλήθητε, ῥείθροις πηγνύμενοι, καὶ τῇ θείᾳ θέρμῃ, τὸν κρυμὸν τῆς κακίας ἐξαίροντες.
ηγνύμενοι, τὰ πανάγια σώματα Μάρτυρες, τῷ βιαίῳ παγετῷ, ἐν εἰρήνῃ τὰ πνεύματα, τοῦ Θεοῦ εἰς χεῖρας, ἐναπέθεσθε δόξης πληρούμενοι.
Θεοτοκίον.
γίασον, τὴν ψυχήν μου ἁγία Θεόνυμφε, ἡ τεκοῦσα τὸν πανάγιον, Λόγον Χριστὸν τὸν Θεόν, τὸν τὴν πᾶσαν κτίσιν, ἐπιγνώσει Αὐτοῦ ἁγιάζοντα.

Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἰννᾶ, Πιννᾶ καὶ Ῥιμμᾶ.
Θάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους,
Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.
Τί κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;
Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου.

Χεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων,
χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.
Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,
τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.
Εὐτύχιον διεῖλον εἰς μέρη τρία,
θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.
Ἀποῤῥαγῆναι μὴ θέλων Βασιλίδης,
μοίρας Ἀθλητῶν, ἐῤῥάγη τὴν γαστέρα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ τελώνου.
Καλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίου,
πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θύρσου καὶ Ἁγνῆς.
Θύρσος σὺν Aγνῇ Χριστὸν ἠγαπηκότες,
θάνατον ἠγάπησαν ἀσμένως πάνυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου βασιλέως Λέοντος Μακέλλη τοῦ Θρακός.
Ἄνακτα πιστὸν τὸν Λέοντα τὸν μέγαν,
ἔστεψε Χριστὸς οὐρανοκράτωρ Ἄναξ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἄννης τῆς Ῥωμαίας.
Ἄννα ποθοῦσα τὸν νοητὸν νυμφίον,
Αὐτῷ προσῆλθε διὰ τοῦ μαρτυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ζαχαρίας ὁ ἐξ Ἄρτης, ἐν Πάτραις, ἐν ἔτη 1782ῳ, τὰ σκέλη σχισθείς, τελειοῦται.
Σκελῶν πλατυσμῷ ἐν πλάτει οἰκεῖς πόλου,
ὦ Ζαχαρία, καὶ βραβεῖον λαμβάνεις.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐθυμίου, ἀρχιεπισκόπου Τυρνόβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Πεττάϊ, τοῦ Ἱερομάρτυρος Ἐσθονίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ Τόμσκ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ.
Σταγόσι λόγων ὑμῶν, καὶ ἱερῶν αἱμάτων, πυρὰν κακίας κατεσβέσατε, βοῶντες πανεύφημοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θωρακισθέντες πίστιν, ἐλπίδα καὶ ἀγάπην, δαιμόνων στῖφος συνεκόψατε, κραυγάζοντες Μάρτυρες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ν ὁμονοίᾳ ψυχῆς, Ἰννᾶς Πιννᾶς Ῥιμμᾶς τε, τοὺς θείους ἄθλους διανύσαντες, συμφώνως κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἱ τῆς Τριάδος σεπτῆς, καὶ θαυμαστοὶ ὁπλῖται, θεολογοῦντες ταύτην ἄτμητον, ἀσύγχυτον ἄτρεπτον, τὸν ἱερὸν ἀγῶνα, ἐτέλεσαν νομίμως.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν τὸν ἐκ Σοῦ, ἀποτεχθέντα Λόγον, ἁγνὴ δυσώπει τῶν τιμώντων Σε, ὅπως ἡμᾶς ῥύσηται, τῆς αἰωνίου τε, καὶ χαλεπῆς γεέννης.

ᾨδὴ η΄. Τὸν ἐν τῷ Σταυρῷ σαρκὶ προσηλωθέντα.
Λόγοις ἱεροῖς τοὺς ἀνομοῦντας, πρὸς τὴν ἐπίγνωσιν Χριστοῦ, ἠγρεύσατε βοῶντες· Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Οἷα φωταυγεῖς ὑμᾶς ἀστέρας, ὁ ἱερώτατος ποιμήν, ὑδάτων ἀνιμᾶται, θείᾳ παραδοὺς ὄντως ταφῇ, ταῖς προστάξεσιν ὑμῶν πειθήσας.
Γῆ μὲν τῇ ταφῇ καθηγιάσθη, τῶν ἱερῶν ὑμῶν σοφοί, λειψάνων οὐρανὸς δε, ὅλως τῇ ἀνόδῳ τῶν ψυχῶν, παναοίδιμοι κατελαμπρύνθη.
Θεοτοκίον.
χουσα ἁγνὴ εὐλογημένη, τὸ συμπαθὲς ὡς ἀγαθή, σπλαγχνίσθητι καὶ ῥῦσαι, πάσης ἀπειλῆς τὸν Σὸν λαόν, καὶ κακώσεως καὶ ἁμαρτίας.

ᾨδὴ θ΄. Ὁ τόκος Σου ἄφθορος ἐδείχθη.
δεῖν ἠξιώθητε ὡς θέμις, τὴν δόξαν Κυρίου Ἀθλοφόροι· δι’ αὐτὸν γὰρ τὸ σῶμα, παρεδώκατε προθύμως εἰς κινδύνους, καὶ ἀλγηδόνας, καὶ βασάνους ἀξιάγαστοι.
ς κλήματα θεῖα τῆς ἀμπέλου, ἀθλήσεως βότρυας ἐμφρόνως, προσηνέγκατε οἶνον, ἀποστάζοντα ἐνθέου καρτερίας, πάντων καρδίας, θεοφόροι τὸν εὐφραίνοντα.
Συμφώνως Ἰννᾶν τὸν Ἀθλοφόρον, Πιννᾶν καὶ Ῥιμμᾶν ἀνευφημοῦμεν, ταῖς αὐτῶν θείαις μνείαις, κοινωνεῖν βουλόμενοι πίστει ἐνθέῳ, ὅπως ταῖς τούτων, ἱκεσίαις φωτισθείημεν.
λίου αὐγάσματα ἀΰλου, ἀμάραντα ἄνθη Παραδείσου, τῶν ἐν ζάλῃ λιμένες Ἀθληταί, πανεύφημοι μνείαν ποιεῖσθε, πάντων τῶν πίστει, μεμνημένων ἡμῶν πάντοτε.
Θεοτοκίον.
Φανεῖσα Ἀγγέλων ἀνωτέρα, ὡς πάντων τεκοῦσα τὸν Σωτῆρα, Παναγία Παρθένε, σῶσον οἴκτειρον λαὸν ἡμαρτηκότα, καὶ ἐν τῇ σκέπῃ, τῶν πτερύγων Σου προστρέχοντα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου