Τετάρτη 27 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 29. ΑΓΙΑ ΜΑΡΤΥΣ ΚΑΣΔΟΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΘ΄!!
ΚΑΣΔΟΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Β. Μοναχῆς Μονῆς Κοιμήσεως Θεοτόκου)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια γ΄ τοῦ Ἁγίου Γοβδελαᾶ. Ἦχος α΄ Τῶν οὐρανίων ταγμάτων.
ᾈσματικῶς συνελθόντες πιστοὶ τιμήσωμεν, τὸν τοῦ Χριστοῦ ὁπλίτην, καὶ στεῤῥὸν στρατιώτην, Γοβδελαᾶν τὸν θεῖον καὶ πρὸς αὐτόν, ἀνακράξωμεν λέγοντες· μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν ἄθλησιν.

Εὐφραίνου τέρπου ἡ πόλις Περσῶν καὶ σκίρτησον, ἐκ σοῦ γὰρ ἀνεφύη, ὁ λαμπρὸς στρατιώτης, εὔοσμον ὡς κρίνον πάντας πιστούς, ἡδυπνόοις παθήμασιν, εὐωδιάζων καὶ πάθη φθοροποιά, ἀπελαύνων θείᾳ χάριτι.

Ἀνατολῆς ἀφ’ ἡλίου ἐξανατείλαντες, Γοβδελαᾶς καὶ Δάδας, σὺν Κασδόᾳ τῇ θείᾳ, ἤθλησαν νομίμως διὰ Χριστόν, τὸν ἀνέσπερον ἥλιον, θεοφεγγεῖς ὡς λαμπτῆρες πᾶσαν τὴν γῆν, φρυκτωροῦντες ἐν τοῖς θαύμασι.

Καὶ γ΄ τῆς Ἁγίας Κασδόας. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Ὦ Νύμφη ἀκήρατε Χριστοῦ, Κασδόα πανεύφημε, τοῦ Βασιλέως καὶ Κτίστου σου, τερπνὸν ὀσφράδιον, σὺ γὰρ δι’ Ἐκεῖνον, Βασιλείαν πρόσκαιρον, καὶ φίλτρον γεννητόρων παρέδραμες, καὶ εἰσελήλυθας, πρὸς ἀγῶνας ἀνδρικώτατα, δι’ Ἀγγέλου ἐνισχυθεῖσα πάνσεμνε.

Ὡραῖαν στολὴν καὶ καθαράν, φοινιχθεῖσα πάνσεμνε, Κασδόα Μάρτυς πολύαθλε, καὶ θεοΰφαντον, ἐκ τῶν σῶν αἱμάτων, πορφυρίδα ἔνδοξον, σαυτῇ περικειμένη τρισόλβιε, στεφηφοροῦσα νῦν, τῷ Δεσπότῃ τε καὶ Κτίστῃ σου, παρεστῶσα ὑπὲρ ὑμῶν ἱκέτευε.

Ὡς εἶδέ σε Νύμφη τοῦ Χριστοῦ, ἡ σὴ Μήτηρ θνήξασαν, τὰ σπλάγχνα ἤλγει καὶ ἐν δάκρυσιν, τὸ σὸν πολύαθλον, καὶ παρθενικόν σου σῶμα ἐνετύλιξεν, σινδόνι καθαρᾷ καὶ ἀρώμασιν, καὶ ἐναπέθετο, ἐν μνημείῳ μεγαλύνουσα, τὸν Σωτῆρα Ὃν σὺ ἐπεπόθησας.



Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοί, τὴν καλλιπάρθενον Νύμφην τοῦ Χριστοῦ Κασδόαν εὐφημήσωμεν. Αὕτη γὰρ τοῖς γλυκέοις ῥήμασι τοῦ ἀδελφοῦ ἐνωτισθεῖσα, ἀντὶ τῆς τῆς Εὔας πικρᾶς συμβουλῆς, γενναίως ἠνδρίσατο καὶ πάντα ὡς σκύβαλα ἀποῤῥιψαμένη, βασιλείαν πρόσκαιρον καὶ θωπείας γονέων, τὸν ὑπὲρ Χριστοῦ θάνατον σαφῶς προέκρινεν. Διὸ ὡς ἡ ᾀσματίζουσα Νύμφη περιπαθῶς ἀνέκραζεν· ποῦ ποιμένεις ὦ Λόγε; Ποῦ κοιτάζεις; Ἀπάγγειλόν μοι, ὅτι ἡ ὀσμὴ τῶν μύρων σου, τῷ σῷ πόθῳ μὲ καθήλωσεν. Διὸ νῦν ἐν ταῖς αὐλαῖς Αὐτοῦ χοροβατοῦσα μετὰ τοῦ αὐτῆς ὁμαίμονος πολυάθλου Γοβδελαᾶ, ὑπὲρ ἡμῶν ἀπαύστως αἰτοῦνται δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.


Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.








Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


















Λιτή. Ἦχος α΄.
Τῆς γεηρᾶς τρυφῆς τὴν ἀπόλαυσιν ὑπεριδοῦσα, καὶ Πατρὸς τὸν ὄλβον ὁμοῦ καὶ δόξαν μισήσασα, τὸν οὐράνιον Νυμφίον ἐπεπόθησας Κασδόα παναοίδιμε. Τὴν ζωήν σου γὰρ ὑπὲρ Αὐτὸν θύσασα, σὺ ταῖς φρονίμοις συνεισῆλθες παρθένοις, ἔνθα ὁ σὸς ἀδελφιδὸς πρὸ σοῦ κατεσκήνωσεν· μεθ’ οὖν νῦν συγχορεύεις εἰς αἰῶνα τὸν ἅπαντα.

Ἦχος β΄.
Τὴν γηθόσυνον σήμερον τῆς Ἀθληφόρου Κασδόας μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν· χαίροις αὐτῇ λέγοντες, ὅτι πάντα ὡς σκύβαλα ἐλογίσθης καὶ μόνον τοῦ Χριστοῦ τὸ ἐράσμιον κάλλος ἐπόθησας· χαίροις, τῶν παρθένων καλλονή, Μαρτύρων ἡ δόξα καὶ ἡμῶν τῶν πιστῶν τὸ καύχημα.

Ἦχος πλ. δ΄.
Ἠσχύνθη ὁ σὸς θηριόγνωμος πατήρ, καὶ σὺν αὐτῷ ὁ δόλιος καὶ παμπόνηρος σατᾶν. Ὡς γὰρ οὗτος ποτὲ ἐν τῇ Ἐδὲμ τὴν Προμήτορα εὕρεν ὄργανον πρὸς ἁμαρτίαν, οὕτω καὶ ὁ σὸς πατήρ, κενὰ μελετὼν ἀπέστειλέ σε ἐν τῇ εἱρκτῇ, ἵνα τὸν γενναῖον καὶ πάνσοφον Γοβδελαᾶν ἀποστήσης τῆς πίστεως. Ἀλλ’ ἠσχύνθη ὁ δόλιος ὅτι σὴ ἀοίδιμε ὥσπερ δορκὰς ἔδραμες πρὸς ὃν ἐφίλεις ἀδελφόν, ἔνθα τῆς ζωῆς τὸ νᾶμα ἀρκούντως ἔλαβες. Διὸ εὐώδης θυσία διὰ τῆς ἀθλήσεως ἀνῆλθες εἰς οὐράνια σκηνώματα.

Δόξα. Ἦχος πλ. α΄.
Ἡ πενυματοκίνητος ῥῆσις τοῦ σοφωτάτου Δαβίδ, πεπλήρωται σήμερον. Ἰδοὺ γὰρ οὗτος ἔφησεν· τὶ καλὸν ἢ τὶ τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Οὗτοι γὰρ οἱ μακάριοι καὶ πανένδοξοι ἀδάμαντες Γοβδελαᾶς καὶ Κασδόας ἀποῤῥίψαντες πᾶσαν πατρικὴν ἀσέβειαν, δόξαν καὶ βασιλείαν πρόσκαιρον, ἠκολούθησας τῷ Χριστῷ. Ἀδελφὰ νοοῦντες, ἀδελφὰ φρονοῦντες, ἀδελφὰ πράττοντες, ἐν ἐκβάσει ἤγαγον τὸ ῥηθὲν καὶ προείλοντο τὸν ὑπὲρ αὐτοῦ θάνατον, οὗ οὐδὲν τιμιώτερον νῦν δὲ παρεστῶτες τῇ Ἁγίᾳ Τριάδι, ὑπὲρ τοῦ κόσμου αἰτοῦνται εἰρήνην καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς, τοῦ Χριστοῦ καλλίνικε, ἐνστερνισθεῖσα καλῶς, σοῦ ἀδελφοῦ παραινέσεσι, προθύμως ἀπέῤῥιψας, τὴν προτέραν ἀσέβειαν, σὺν ταύτῃ πᾶσαν δόξαν ἐπίκηρον, πλοῦτον τρυφάς τε φίλτρον γονέων σων· ὦ τῆς ἀνδρείας σου, Μάρτυς καρτερόψυχε ὅτι Χριστόν, πάντων τῶν προσκαίρων τε, σαφῶς προέκρινας.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μάρτυς, τοῦ Χριστοῦ καλλίνικε, ἐνστερνισθεῖσα καλῶς, σοῦ ἀδελφοῦ παραινέσεσι, προθύμως ἀπέῤῥιψας, τὴν προτέραν ἀσέβειαν, σὺν ταύτῃ πᾶσαν δόξαν ἐπίκηρον, πλοῦτον τρυφάς τε φίλτρον γονέων σων· ὦ τῆς ἀνδρείας σου, Μάρτυς καρτερόψυχε ὅτι Χριστόν, πάντων τῶν προσκαίρων τε, σαφῶς προέκρινας.

Στ: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστων ὁ Κύριος.
Μάρτυς, Κασδόα πανεύφημε, καλλωπισθεῖσα τὸν νοῦν, καλλοναῖς ταῖς τοῦ Πνεύματος, ἀνδρείως ὑπήνεγκας, τὸν πικρότατον θάνατον, καὶ τῷ Δεσπότῃ σου ἠκολούθησας, τῷ πόθῳ τοῦτου φλεχθεῖσα πάνσεμνε· ὅθεν ἀνέδραμες, εἰς νυμφῶνα πάντερπνον ἐν οὐρανοῖς, ἐν ᾧ συνεφραίνῃ νῦν, μετὰ τοῦ σοῦ ἀδελφοῦ.

Δόξα. Ἦχος β΄.
Νύμφη ἀκήρατε, ἀμνὰς τρισόλβιε, Κασδόα Μάρτυς πανεύφημε· σὺ τὸν Χριστὸν ἐδόξασας ἐν τοῖς παθήμασί σου καὶ Αὐτὸς ὡς ἀγωνοθέτης καὶ Νυμφίος σὲ ἀντεδόξασεν. Παστάδα οὐράνιον σὺ ἡτοίμασεν, ὅτι σὺ δι’ Αὐτὸν τὰ πάντα κατέλιπες νεάνις οὖσα ἁπαλή· σὲ ἠγάπησεν, ὅτι σὺ Αὐτὸν πάντων τῶν τερπνῶν προέκρινας καὶ ᾑρετίσω ἁρμοσθῆναι Αὐτῷ· διὸ καὶ Αὐτὸς δι’ Ἀγγέλου ὡραίου προσεκαλέσατο ἐν τῇ δόξῃ Αὐτοῦ, ἐν ᾗ ἡμῶν μέμνησο.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον, Χριστὸν ἠγάπησας, Νύμφη ἀκήρατε, Κασδόα ἔνδοξε, καὶ τὸ σὸν αἷμα δι’ Αὐτόν, χειρὶ Πατρὸς ἐξέχεας· ἔχουσα ὡς σύναθλον, σὸν γενναῖον ὁμαίμονα, Γοβδελαᾶν τὸν ἔνδοξον, καὶ ἀκμαῖον ἀδάμαντα· μεθ’ οὗ ἐν παῤῥησίᾳ ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Καλλιπάρθενε Μάρτυς Κασδόα ἔνδοξε, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν ἱερὰν μνήμην σου, καὶ αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν, περιφύλαττε σεμνή, ἐκ παντοίων πειρασμῶν, ὡς νύμφη ὡραιοτάτη, Χριστοῦ τοῦ παμβασιλέως, ὑπὲρ Οὗ τὸ σὸν αἷμα προθύμως ἐξέχεας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Μετὰ τὴν θείαν Ἐξανάστασιν Λόγε, ὅτε τὸ Πνεῦμά Σου ἀπέστειλας πᾶσι, τοῖς προσκυνοῦσι τὴν οἰκονομίαν Σου, τότε καὶ νεάνιδες, κατεφρόνησαν πάντων, καὶ Σοὶ ἠκολούθησαν, ὡς Νυμφίῳ καὶ Κτίστῃ, ἐξ ὧν ἡ Μάρτυς τε καὶ βασιλίς, Κασδόα τούτων, ἐξάρχει ταῖς χάρισιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ λαμπρά σου σήμερον, καὶ θείαν μνήμην, Ἀθληφόρε ἔνδοξε, ἀνευφημεῖσθω εὐλαβῶς, ὅτι τὸν ὄφιν ἐνέκρωσας, τὸν τῆς Προμήτορα πάλαι πτερνίσαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, Σὲ Κόρη πανύμνητε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστων ὁ Κύριος.
Εὐαγγέλιον, τῆς Ἁγίας Βαρβάρας.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν γηθόσυνον σήμερον τῆς Ἀθληφόρου Κασδόας μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν· χαίροις αὐτῇ λέγοντες, ὅτι πάντα ὡς σκύβαλα ἐλογίσθης καὶ μόνον τοῦ Χριστοῦ τὸ ἐράσμιον κάλλος ἐπόθησας· χαίροις, τῶν παρθένων καλλονή, Μαρτύρων ἡ δόξα καὶ ἡμῶν τῶν πιστῶν τὸ καύχημα.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, τοῦ Ἁγίου Γοβδελαᾶ καὶ τῆς Ἁγίας Κασδόας.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Γοβδελαὰν εὐφημεῖ Κρὴς Καλλιόπιος.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Τὸν Κύριον αἴτησαι θεόφρον Μάρτυς, τὸν νοῦν φωτισθῆναί μου καὶ λαβεῖν σύνεσιν, δοξάζειν σε ἐμμελῶς, τὸν ἀπὸ πάντων τῶν πιστῶν ἀνευφημούμενον.
πόθος ὁ ἔνθεος κινεῖ με μάκαρ, ὁ φόβος συστέλλει με Ἀθλητὰ καθάψασθαι, τῶν παλαισμάτων τῶν σῶν, ὧνπερ ὑπέμεινας στεῤῥῶς ἀξιοθαύμαστε.
Νικᾶται ἡ σύνεσις τοῦ σοῦ οἰκέτου κηρῦξαι τὰ ἔπαθλα, καὶ σεπτὰ τέρατα, δεικνύοντα ἀληθῶς, τὴν δύναμιν τὴν ἀγαθὴν ἥνπερ ἀνέδειξας.
Θεοτοκίον.
Γυμνὸν ἐφανέρωσε δόλιος ὄφις, ἐμὲ τὸν πανάθλιον ἀρετῆς πάσης τε στρήσας με ἐκ Θεοῦ, ὑπέραγνε· διὸ βοῶ· παῦσον καὶ σῶσόν με.

Τῆς Ἁγίας. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς Τρισυπόστατε καὶ Θεαρχία Τρισήλιε, ἀκτῖνα σῆς χάριτος πέμψον μοι δέομαι, διαλύουσα, παθῶν μου τὴν ὀμίχλην, ὅπως ἀνυμνήσω σου, νύμφην τὴν πάνσεμνον.
Χορείαν στησώμεθα πνευματικὴν πᾶσαι σήμερον, ἡμᾶς γὰρ συνεκάλεσεν, ἐπὶ τῇ μνήμῃ αὐτῆς, ἡ ἀκήρατος, Χριστοῦ νύμφη Κασδόα, ἥνπερ εὐφημήσωμεν, πόθῳ γηθόμεναι.
Ψυχὴν ἀδαμάντινον ἔσχες ἐν σοὶ παναοίδιμε· διὸ ἐξενεύρισας, τὰς μηχανὰς τοῦ ἐχθροῦ, καὶ ἐνίκησας, αὐτοῦ τὰς μεθοδείας, ὁ Κτίστης σου· ὅθεν σε, ὄντως ἠγάπησεν.
Θεοτοκίον.
Μαρία πανάχραντε τῶν Προφητῶν περιήχημα, ψυχῆς μου τὸ ἄναγνον, κάθαρον δέομαι, κατακλύζουσα, παθῶν μου τὰς ἀβύσσους, καὶ γὰρ ἐν τῇ σκέπῃ Σου, πίστει κατέφυγον.





ᾨδὴ γ΄. Τοῦ Ἁγίου. Στερεωθήτω ἡ καρδία μου.
πλημμελήσας ὑπὲρ ἅπαντας, τοὺς ἀνθρώπους μόνος ἐγὼ εὑρεθείς, καὶ διὰ τοῦτό σοι βοῷ τῷ γυναίῳ ἐν Μάρτυσι, βοηθῆσαι τῷ οἰκέτῃ σου, λαβεῖν τὴν συγχώρησιν.
Βεβαρημένος τοῖς παθήμασι, καὶ ταῖς τρικυμίαις βυθῷ, καλυφθεὶς ὁ δολιόφρων, καὶ ἐχθρὸς ἐφερπίζει ἁρπάσαι με, ἀλλὰ ῥῦσαι, καὶ ἀνάγαγε πρὸς φῶς μετανοίας με.
Δεῖξόν μοι τρίβον τὴν σωτήριον, δι’ ἧς Βασιλείαν Θεοῦ εἰσελθεῖν, ἀξιωθῶτε τῶν ἐκεῖ ἀπολαῦσας δυνάμεων, καὶ ἀκοῦσαι τὴν τρισάγιον, ᾠδὴν ἀγαλλόμενος.
Θεοτοκίον.
γὼ ὑπάρχω ὑπερθαύμαστε τὸ σπατρὸν δοχεῖον μεστὸν μολυσμοῦ, ὅπερ ποιῆσας καθαρὸν δυσωπῶ Σε πανύμνητε, καὶ ἐμπλῆσάς με τῆς χάριτος Χριστοῦ Θεονύμφευτε.

Τῆς Ἁγίας. Τοὺς σοὺς ὑμνολόγους.
Πατρὸς τὸ ὠμὸν καὶ θηριώδες, οὐδὲν ἐλογίσθης ὦ σεμνή, ἀλλ’ ἀπελθοῦσα ἔδραμες, ἐν τῇ εἱρκτῇ πανόλβιε, ἔνθα ὁ σὸς αὐτάδελφος, τῆς ζωῆς νᾶμα σὲ ἔπλησεν.
Τὸ ὤφθης δορκὰς ὡραιοτάτη, Κασδόα ἀοίδιμε Χριστοῦ, τρωθεῖσα τὴν καρδίαν σου, τῷ ἔρωτι τῆς τούτου στοργῆς, περιπαθῶς ἀνέκραζες· δραμοῦμαι Λόγε ὀπίσω Σου.
Δυάδος ἐνδόξων αὐταδέλφων, τῆς θείας καὶ ὄντως ἱερᾶς, Γοβδελαᾶ τοῦ μαάκρος, καὶ τῆς αὐτοῦ σεπτῆς ἀδελφῆς, Κασδόας τὰ ἐγκώμια, σήμερον πᾶσαι προσείπωμεν.
Θεοτοκίον.
Παρθένε Ἁγία Θεοτόκε, ἡ σκέπη καὶ καύχημα ἡμῶν, Μονήν μας ταύτην φύλαττε, τὴν Σὲ τιμῶσαν ἄχραντε, καὶ ἐν αὐτῇ κατάπεμψον, πλουσίαν τὴν προστασίαν Σου.

Κοντάκιον. Τοῦ Ἁγίου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Περσῶν φρυάγματα, κατεπατήθη, τῇ στεῤῥᾷ ἐνστάσει σου, Γοβδελαᾶ καρτερικέ, καὶ γὰρ ἀνδρείως ὑπήνεγκας, τοῦ σοῦ πατρὸς δεινὰ κολαστήρια.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστοῦ τοῦ ἐραστοῦ, τὸ ἐράσμιον κάλλος, ποθήσασα σεμνή, βασιλείαν τὴν κάτω, καὶ πᾶσαν ἀπόλαυσιν, δι’ Αὐτὸν καταλέλειπας, καὶ ἀπείληφας, τοῦ μαρτυρίου τὸ στέφος· ὅθεν ἅπασαι, τὴν σὴ παγγέραστον μνήμην, Κασδόα γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσιν, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσιν, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἁγνὴ Σὲ δοξάζουσιν.

ᾨδὴ δ΄. Τοῦ Ἁγίου. Ἐν Πνεύματι προβλέπων.
Λαμπρόν σε ἐν τοῖς ἄθλοις, ἀνέδειξε Χριστός, ὑποτάξας ἔνδοξε, ὡραίοις σου ποσί, τὸν ἐν καίᾳ δυνάστην ἀνθρωποκτόνον, ὥσπερ στρουθίον ἐμπαιζόμενον, παιδίοις νίκης παρασχών σοι τὸ τρόπαιον.
νάλαβε Μαρτύρων Ἁγίων τοὺς χορούς, καὶ πρεσβείαν ποίησον ὑπὲρ ἐμοῦ βοῶν· τοῦ φωτισθῆναι τὸ ὄμμα τῆς διανοίας, καὶ ἐμπλησθέντα τῆς τροφῆς τῆς ἀκηράτου, χάριν με καὶ δύναμιν δέξασθαι.
νείληφας βραβεῖον ἐλαίας ἀγαθόν, κᾀμοὶ τοῦτο δώρησαι στεῤῥὲ Γοβδελαᾶ, τοῦ ἐκνικῆσαι τὰ ὅπλα τοῦ ἀντιπάλου, καὶ ἀποῤῥίψαι τὸν κημὸν τῆς ἁμαρτίας, δόλῳ τὸν φερόμενον θάνατον.
Θεοτοκίον.
ν ᾄσμασιν ὑμνῶ Σε Παρθένε Μαριάμ, καὶ γεραίρω πάνσεμνε καὶ ἄχραντε σκηνή, τὰ μεγαλεῖά Σου Κόρη ἐπιγνωσθέντα, ἐν τῷ ἀθλίῳ δυστυχεῖ καὶ φαρμαχθέντι, νεύσει πονηρᾷ τοῦ ἀλάστορος.

Τῆς Ἁγίας. Ὁ καθήμενος ἐν δόξῃ.
Τοῦ Νυμφίου σου ποθοῦσα τὴν τερπνὴν ὡραιότητα, καὶ Αὐτοῦ τῷ πόθῳ, ὅλη κολληθεῖσα πανεύφημε, τὰς ἀπειλὰς τῶν τυράννων κατεφρόνησας, τούτῳ ἄδουσα· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Τῶν παρθένων αἱ χορεῖαι νῦν φαιδρῶς συναθροίσθητε, καὶ μετ’ ἐγκωμίων, μνήμην ἱερὰν καὶ αἰδέσιμον, τῆς βασιλίδος Κασδόας εὐφημήσωμεν, πόθῳ κράζουσαι· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ὁ ὡραῖος ὑπὲρ πάντας τοὺς βροτοὺς κάλλει πάνσεμνε, εἰς παστάδα θείαν, ἐν τοῖς οὐρανοῖς σὲ ἐκάλεσεν, διὰ τοῦ θείου Ἀγγέλου δεῦρο λέγω σοι· εῦρο πρόσελθε, ὅλη καλὴ ἡ πλησίον μου.
Θεοτοκίον.
Ὦ Παντάνασσα Μαρία, ὦ φαιδρότατον λάλημα, ἔπιδε Παρθένε ἐφ’ ἡμᾶς εὐσπλάγνῳ Σου ὄμματι, καὶ τῇ Μονῇ μας δεόμεθα πρυτάνευσον, τὰ ἐλέη Σου, Σὺ γὰρ αὐτῆς τὸ κραταίωμα.











ᾨδὴ ε΄. Τοῦ Ἁγίου. Τὴν σὴν εἰρήνην.
μνεῖν ἀξίως δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ οὕσπερ ἐκ τοῦ σκότους βυθοῦ καὶ φλογώσεως, τῆς ἁμαρτίας ἀνεκάλεσας, ἔτι φρουρὸς πέλεις τῶν ἐπικαλουμένων.
Φθείρας ἀθλίως τὴν φαιδρὰν στολὴν τοῦ Θεοῦ, ἄλλος οὐκ ἔστιν ὡς ἐγὼ ὁ παμβέβηλος· διὸ βοῶ σοι ἀξιάγαστε Γοβδελαᾶ· σῶσον δοῦλον τὸν σὸν ἀχρεῖον.
σὴ πρεσβεία ἐπ’ ἐμοὶ ἐλθέτω ταχύ, δεικνύουσάν μοι τὴν ὁδὸν τὴν ἄγουσαν, πρὸς ἀφθαρσίαν ἀτελεύτητον, ὅτι τυφλὸς πέλω, καὶ εἰς κρημνὸν βαδίζω.
Θεοτοκίον.
Μονὴ φανεῖσαι καθαρὰ Χριστοῦ τοῦ Θεοῦ, ἄλλη γὰρ ἐκτός Σου Θεὸν οὐ γεγέννηκε, τὸ ὄνομά Σου ὀνομάζομεν, ὅτι λιμὴν πέλεις ἡμῖν τοῖς Σὲ ζητοῦσι.

Τῆς Ἁγίας. Ἐξέστη τὰ σύμπαντα.
Ἡ μνήμη σου σήμερον, ὦ καλλιμάρτυς ἀοίδιμε, πᾶσας εὐωδίασεν καρδίας, ὅτι ὡς κρῖνον, κοκοβαφὲς καὶ τερπνόν, ἐκ τοῦ Παραδείσου τὰ σεπτά, πάντερπνα σκηνώματα, πρὸς ἡμᾶς ἐπεδήμησας.
Τὴν σὴν παναοίδιμε, ὁμολογίαν καὶ ἔνστασιν, Τάγματα ἀνύμνησαν Ἀγγέλων, ακὶ τῶν δαιμόνων ἔφριξεν ἡ ζοφερά, φάλαγξ ὅτι κόρη ἁπαλή, τούτους κατετρόπωσεν, καὶ εἰς τέλος ἠφάνισεν.
Τοῦ πόθου σου πάνσεμνε, πρὸς τὸν σὸν Πλάστην καὶ Κύριον, ποῖα γηγενῶν γλῶσσα ἀξίως, ἐκδιηγήσεται; ὅτι ὅλῃ σαυτῇ ἔρωτος ἀνάψασα πυράν, πάντα κατεφρόνησας, καὶ Αὐτῷ ἠκολούθησας.
 Θεοτοκίον.
Πηγὴ ἀγαθότητος ὦ γλυκυτάτη Παντάνασσα, πᾶσας Σοῦ δεόμεθα Παρθένε, τὰς μοναζούσας, τῆς ἱερᾶς Σου Μονῆς, σῶσον καὶ κυβέρνησον ἁγνή, καὶ τῆς ἀπολαύσεως, τοῦ Υἱοῦ Σου ἀξίωσον.














ᾨδὴ στ΄. Τοῦ Ἁγίου. Τὸν Προφήτην Ἰωνᾶν.
Εἰρηναίαν μοι ζωήν, καταπέμψαι δυσωπῶ, ἱκεσίαις ἀγαθέ, τοῦ θεράποντος τοῦ Σοῦ, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα δόξα Σοι.
να γένῃ κοινωνός, τοῦ Σωτῆρος Ἰησοῦ, ἐκρεμάσθης Ἀθλητά, ὡς κακοῦργος ἀφειδῶς, δόξης οὖν σῆς, συγκοινωνόν με δεῖξον πολύαθλε.
Κυβερνήτης μοι γενοῦ, τῷ βεβήλῳ ἱερεῖ, ἀναξίως τὰς εύχάς, ἀναφέροντι Θεῷ, καὶ φώτισον τὸν νοῦν μου μάκαρ, πρὸς θείαν ἔλλαμψιν.
Θεοτοκίον.
αθυμίας χαλεπάς, καὶ δαιμόνων προσβολάς, ἐξαφάνισον ἁγνή, τοῦ προσφεύγοντος πιστῶς, τῇ σκέπῃ Σου, καὶ ἐξαιτοῦντος τὴν Σὴν βοήθειαν.

Τῆς Ἁγίας. Τὴν θείαν ταύτην.
Δέξαι ὦ Μάρτυς πανθαύμαστε, τὸν ὕμνον τὸν πτωχόν τε καὶ ἄμουσον, ὃν σοὶ προσφέρομεν, ἀπὸ καρδίας καὶ σῶσόν με, τῇ γὰρ σῇ ἱκεσίᾳ πίστει κατέφυγον.
Πολλαῖς συνέχομαι θλίψεσιν, καὶ νόσοις ψυχικοῖς περιπέπτωκα, Κασδόα πάνσεμνε, ἀλλά με τάχος βοήθησον, καὶ τῶν δεινῶν ἁπάντων, σὺ ἐλευθέρωσον.
Δεινὸς ἐπέστη μοι πάντοθεν, ὁ κλύδων τῶν παθῶν καὶ ταράττει με, τί οὖν ποιήσω; ἢ ποὺ προσφύγω ἡ ἄσωτος; Εἰμὴ τῇ σῇ πρεσβείᾳ ὦ καλλιπάρθενε.
 Θεοτοκίον.
Γενοῦ ἡμῖν καταφύγιον, ὦ Μῆτερ γλυκυτάτη καὶ ἄκουσον, φωνῆς παρθένων Σου, ὅτι ὡς θὴρ ὡρυόμενος, καταπτεῖν μας σπεύδει, σατᾶν ὁ δόλιος.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Βασιλείαν πρόσκαιρον, καταλιποῦσα θεόφρον, τῷ Χριστῷ νενύμφευσαι, τῷ γλυκυτάτῳ ἑραστῇ, Κασδόα τούτῳ κραυγάζουσα· Σύ μου ἡ δόξα, Χριστὲ καὶ κραταίωμα.
Ὁ Οἶκος.
Οὐκέτι πλέον Εὔα θρηνεῖ διὰ τὸ ἐν λύπαις τέκῃ τέκνα, οὐκέτι πλέον αὕτη τὸ ὄνειδος φέρει, διὰ τὴν τῶν ἀνθρώπων πτῶσιν· ἰδοὺ γὰρ σεμναὶ παρθένοι ἠκολούθησαν τῷ τῆς Παρθένου Υἱῷ· ἐξ ὧν ἡ Μάρτυς τε καὶ βασιλὶς Κασδόα, τὸ περσικὸν σκότος διαφυγοῦσα, ὅλη τῷ ἔρωτι τῆς τοῦ Κυρίου ἀγάπης τρωθεῖσα καὶ διὰ τοῦ μαρτυρίου Αὐτῷ νυμφευθεῖσα, περιπαθῶς ἀνέκραζεν· Σύ μου ἡ δόξα, Χριστὲ καὶ κραταίωμα.




Συναξάριον.
Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.
Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα.
Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.
Ἀδελφὰ φρονοῦντες Γοβδελαᾶς σὺν Κασδόα,
ὁμοῦ ἀνῆλθον εἰς οὐρανίους Νόας.
Εἰκάδι ἐννάτη, ὁμαίμονες ἔλαβον στέφανον δόξης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυριακοῦ τοῦ ἀναχωρητοῦ
Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἑκατὸν Πεντήκοντα Μαρτύρων.
Δεκὰς δεκαπλὴ μαρτύρων καὶ πεντάκις,
Δέκα ἀθλοῦσι καὶ κομίζονται στέφη.

Tρυφὴν τρόφιμον Tρόφιμός τε καὶ Tρύφων,
Σὺν τῷ Δορυμέδοντι εὗρον τὴν ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Πετρωνία, ξίφει τελειοῦται.
Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία,
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γουδελία, ξίφει τελειοῦται.
Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀναστασίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ φιλεύσπλαχνου, τοῦ ἐκ Γάζης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου νέου Ὁσιομάρτυρος Μαλαχίου τοῦ Λινδίου, τοῦ ἐν Ἱεροσολύμοις τελειωθέντος.
Ἐν Σιὼν ἠξίωσαι τοῦ θείου πάθους,
Κοινωνῆσαι ἔνδοξε ὡς Θεοῦ φίλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ζαντόσκ, τοῦ διὰ Χριστὸν σαλλοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τοῦ Ἁγίου. Τοὺς ἐν καμίνῳ παῖδας.
ῥαθυμία ἔπλησε κακῶν, τοὺς δούλους σου οὐδὲ ἀπολείπεται τὸ πῦρ, τῆς ἡδονῆς τοῦ ἀναφλέγειν τὴν καρδίαν εἰς ἀνοίας πάντοτε, Γοβδελαᾶ Ἀθλητὰ βοήθει πᾶσιν ἡμῖν.
Σὺ σωτηρίας πρόξενος ἡμῖν, καὶ πρόμαχος οὐδὲ κατενάρκησας ποτέ, τοῦ ἐξελεῖν ἡμᾶς τοὺς ὑμνητάς σου, ἐκ κινδύνων κράζοντας· ἀπὸ καρδίας θερμῶς χαριστηρίους ᾠδάς.
Κακῶς διάγω εὔσπλαγχνε Σωτήρ, ταλαίπωρος καὶ ἀμετανόητος εἰμὶ ὥσπερ ποτὲ οἱ ἐν σοδόμοις ἀσεβοῦντες, ἀλλὰ πρόσχες Κύριε, τοῦ Ἀθλητοῦ ταῖς φωναῖς βοῶντος ὑπὲρ ἐμοῦ.
Θεοτοκίον.
γνὴ Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἱκέτευσον, τὸν ἐκ Σοῦ τεχθέντα δι’ ἐμὲ τοῦ Σοῦ πιστοῦ οἰκέτου, ὅπως λάβῳ σύνεσιν τοῦ Ἁγίου Πνεύματος, δι’ οὗ παγίδων ῥυσθῶ τῶν ἀοράτων ἐχθρῶν.

Τῆς Ἁγίας. Οὐκ ἐλάτρευσαν.
Ὡς ἀνέσπερος ἀστὴρ καὶ τηλαυγέστατος, σὺ ἐξανέτειλας ἐκ τῆς Περσίδος σεμνή, τὸ σκότος διώκουσα, τὸ ζοφερώτατον, καὶ ἐφώτισας, τοὺς ἐν νυκτὶ καθεύδοντας, ὦ Κασδόα μακαρία.
Ῥόδον εὔοσμον ἐξ ἀκανθῶν ἐβλάστησας, ὦ καλλιπάρθενε, Κασδόα νύμφη Χριστοῦ, καὶ πάντας ἐνέπλησας, τῇ εὐωδίᾳ σου, Θεῷ ψάλλουσα· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὦ ὠμότητος ὦ ἀνηκούστου πράγματος τίς μὴ θαυμάσειεν; ἢ τίς μὴ ὅλως ἐκστῇ; ὅτι ὁ γεννήτωρ σου, καὶ φονευτὴς ἐν ταυτῷ, ἀναδέδεικται, σὺ δὲ πάντα ὑπέμεινας, τῷ Θεῷ εὐχαριστοῦσα.
Θεοτοκίον.
Σῶσον πάναγνε σῶσον ἁγνὴ Μητρόθεε τὰς καυχωμένας ἐν Σοί, καὶ πᾶσας κατέβαλε τὰς μηχανὰς τοῦ ἐχθροῦ, καὶ συντήρησον, τὴν σὴν Μονὴν ἀλώβητον, εἰς αἰῶνα Παναγία.



ᾨδὴ η΄. Τοῦ Ἁγίου. Ὃν φρίττουσιν Ἄγγελοι.
Λυτρούμενος Ἅγιε παντοίων πειρασμῶν, τὸν Κτίστην καὶ Κύριον δοξάζω ἐκτενῶς, δοξάσαντα πάλαι σὲ πολύτλα λαμπρῶς ἐν τοῖς οὐρανίοις καὶ ἐν τοῖς ἐπιγείοις.
Λειμὼν εὐωδέστατος ὑπάρχεις Ἀθλητά, εὐφραίνων τὰ Τάγματα, Ἀγγέλων νοερῶν, Μαρτύρων, Ἁγίων ἱερῶν Πορφητῶν τε καὶ Ἀποστόλων, καὶ Ἱερομαρτύρων.
δοῦσά σε ἔπτηξε δαιμόνων στρατιά, στεφάνῳ κοσμούμενον ὡς ὄντα ἰερόν, περιβεβλημένον, ἐν ἐσθῆτι λαμπρῷ, καὶ κατατρυφῶντα Τριάδος τῆς ἁγίας.
Θεοτοκίον.
μόνος τὴν σάρκαν μου φορέσας ἀληθῶς, σωθῆναι ἀξίωσον ἐμὲ τὸν ἐμπαθῆ, πρεσβείαις οἰκτίρμον, τῆς Μητρός Σου Θεέ, Παρθένου Μαρίας τῆς Σὲ ἁγνῶς τεκούσης.

Τῆς Ἁγίας. Παῖδας εὐαγεῖς.
Βήματι τοῦ Πατρὸς παρέστης, Κασδόα Μεγαλομάρτυς ἀξιάγαστε, καὶ τὴν ὑπεράνθρωπον, ἔδειξας ἀνδρείαν σου, ἐν παῤῥησίᾳ κράζουσα τούτῳ ἀοίδιμε· οὐ τῆς τοῦ Χριστοῦ ἀγάπης, ἰσχύεις με χωρίσαι, τοῦ μόνου ἐραστοῦ μου.
Ῥείθροις τῶν χυθέντων σου αἱμάτων, πορφύραν βασιλικὴν ἀξιοθαύμαστον, σεαυτὴν ἐκόσμησα, καὶ τὴν τῆς Προμήτορος, ἐν Παραδείσῳ γύμνωσιν σὺ ἐπανόρθωσας, καὶ νῦν, συμβασιλεύεις θεόφρον, μετὰ τοῦ Νυμφίου, Κασδόα εἰς αἰῶνας
Ὕμνον τὸν πτωχὸν καὶ νηπιώδη, ὡς δῶρον χηριακὸν προσδέχου πάνσεμνε, καὶ τὸν τῆς καρδία ςμου, πόνον τὸν πικρότατον, τῇ σῇ πρεσβείᾳ κούφισον, καὶ ἄρον δέομαι, ἐλπὶς γάρ, καὶ καύχημα πέλεις, ὦ Κασδόα Μάρτυς, ψυχῆς μου τῆς ἀθλίας.
Θεοτοκίον.
Ἄρον Σου τὰ ὄμματα Κυρία, καὶ εἶδε ἃ ὁ ἐχθρὸς ἡμῖν ἐποίησεν, σπεῦσον οὖν καὶ λύτρωσαι, πᾶσας ἡμᾶς ἄχραντε, εἰς καταισχύνην τρέψον δέ, τούτου τὸν γέλωτα, ἡμεῖς γάρ, ἐν τῇ σῇ ἀντιλήψει, πίστει καὶ ἐλπίδι, προσφεύγομεν Παρθένε.










ᾨδὴ θ΄. Τοῦ Ἁγίου. Τὴν φωτοφόρον νεφέλην.
Ποικιλοτρόπως βυθίζει, εἰς ἁμαρτίας ὁ πλάνος, ἀποπλανῶν με τῆς ὁδοῦ, καὶ προβάλλει τὰ πάθη, ἀπογινώσκειν τε ποιεῖ, δωρήματος Ἅγιε οὗ εἴληφας, παρὰ σοῦ εὐλαβείᾳ, ἀθλοθέτα τοῦ Σωτῆρος Ἰησοῦ.
δὼν τὸν πόιον μου μάκαρ, ᾦσοι προσάγω τὸν ὕμνον ὡς δυνατόν μοι Ἀθλητά, εἰ καὶ λίαν ὑπάρχω, τῶν ἀμυήτων ἐν γραφαῖς, ἀναξίως ἄνθρωπος καὶ ἄθλιος, μεγαλύνω σε ὅμως, ὡς προστάτην τῶν πιστῶν ἡμῶν σοφέ.
Οὐ δειλιῶ προσεγγίσαι, καὶ ἐξαιτῆσαι τὴν χάριν, ἀντιλαβεῖν Γοβδελαᾶς, τοῦ καμάτου τὸ γέρας, καὶ ἀφανίσαι διὰ σοῦ τὰ σκάνδαλα ἅπαντα, τὰ φέροντα, πρὸς ἀπώλειαν πάντας, τοὺς τελοῦντας τοῦ βελίαρ τὴν βουλήν.
Θεοτοκίον.
Σὲ προστασίαν καὶ σκέπην, πρὸς Σὸν Υἱὸν κεκτημένος, Σύ μου ἐλπὶς καταφυγή, Παναγία Παρθένε, καὶ διὰ τοῦτό Σοι βοῶ· Μαρία πανάσπιλε ἀξίωσον, τὸν πολλὰ ἐπταικότα, λυτρωθῆναι, καὶ ζωῆς ἐπιτυχεῖν.

Τῆς Ἁγίας. Ἅπας γηγενής.
Ἴθυνον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν πρὸς τρίβους θείας σεμνή, καὶ ἐν ταῖς καρδίαις ἡμῶν, τὸν τοῦ Κύριου ἄναψον ἔρωτα· σὺ γὰρ ὡς Νύμφη πάντιμος, τούτου ἀοίδιμε, παῤῥησίαν, ἔχεις τοῦ αἰτήσασθαι, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Νέος οὐρανός, ἡ μνήμη σου σήμερον ὦ καλλιμάρτυς Χριστοῦ, φωταυγὴς ἀνέτειλεν, καταφωτίζων ἡμᾶς, ταῖς θλίψεσι, βυθιζομένας πάντοθεν· ὅθεν βοῶμέν σοι· μὴ παρίδῃς, ἡμῶν τὰ αἰτήματα, ῶ Κασδόα Μαρτύρων τὸ καύχημα.
Ἥλιε Χριστέ, θερμῶς Σοῦ δεόμεθα, καὶ ἱκετεύομεν, εὐχαῖς τῶν Ἁγίων Σου, τῶν διαπύρων ἀγαπησάντων σε, Γοβδελαᾶ τοῦ μάκαρος, καὶ τῆς αὐτοῦ ἀδελφῆς, Κασδόας, φρούρει ταύτην τὴν ποίμνην ἀσινῇ, ἐκ βλάβης παντοίας τοῦ δολίου.
Θεοτοκίον.
Σύγνωθι ἁγνή, ἡμῖν καὶ κατάπεμψον νῦν τὰ ἐλέη Σου, καὶ τὴν προστασίαν Σου, ἐπὶ τὴν ποίμνην Σου Μητροπάρθενε, τήν τε Μονήν μας φρούρησον ἀδιαλώβητον, Παναγία, ἵνα Σὲ δοξάζομεν, ἵνα πίστε καὶ πόθῳ τιμῶμέν Σε.








Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν νυμφῶνά Σου βλέπουσα, Σωτήρ μου κεκοσμημένον, ἡ Ἀθληφόρος Κασδόα, πάντα τερπνὰ ὐπερεῖδεν, καὶ Σοὶ ἡνώθη ποθοῦσα, τὴν δόξαν Σου ὦ οἰκτίρμων.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαύμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν τρυγόνα τὴν ἄφθορον, καὶ ἀμνάδα τὴν ἄσπιλον, ἐν ᾠδαῖς ἀνυμνήσωμεν ὦ φιλέορτοι, ὅτι τὸν δρόμον τετέλεκε, τὸν εἰς ἄνω ἄγοντα, Παραδείσου τὰ τερπνά, καὶ εὐώδη σκηνώματα, καὶ νῦν χαίρουσα, ἀπολαύοι τῆς θείας ἀγλαΐας, καὶ ἐκεῖθεν ἐποπτεύει, ἡμᾶς τοὺς ταύτην γεραίροντας. (Δίς)

Τὸ στεῤῥὸν τῆς ἀνδρείας σου, γηγενῶν τίς ὑμνήσειεν, καὶ πρὸς τὸν Κτίστην σου φίλτρον ἔνδοξε, οὐ γὰρ τοῦ κόσμου τὰ ἔνυλα, οὐ πλούτου ὑστέρησις, ἠδυνήθη τῆς Αὐτοῦ, ἀποστῆσαι ἑνώσεως· ὅθεν ἔδραμες, εἰς ὀσμὴν τῶν Αὐτοῦ μύρων θεόφρον παναοίδιμε Κασδόα, ὑπὲρ τοῦ κόσμου πρεσβεύουσα.

Ἡ Προμήτωρ ἀγάλλεται, ἐπὶ σὲ νύμφη ἄφθορε, καὶ σκιρτᾷ τῷ πνεύματι εὐφημοῦσά σε, ὅτι τὸν δόλιον δράκοντα, τελείως ἠφάνισας, καὶ ἀφεῖλες τὸ αὐτῆς, ὄνειδος, παναοίδιμε Μάρτυς ἔνδοξε, ἑπομένη τοῖς θείοις, καὶ πανσόφους σοῦ ἀδελφοῦ διδασκαλίαις, μεθ’ οὗ συγχαίρεις ἀείποτε.

Δόξα. Ἦχος δ΄.
Σήμερον, τὰ στίφει τῶν πιστῶν συνελθόντα, μνήμην μετ’ ἐγκωίων ἄγωμεν, τῶν αὐταδέλφων Ἀθλητῶν, Γοβδελαᾶ τοῦ τρισμάκαρος, τοῦ ἐν ἄθλοις ἀηττήτου ἀριστέως, καὶ ἐν λόγοις οὐρανόφρονος κήρυκος· Κασδόας δὲ τῆς καλλιπαρθένου καὶ παγκάλου νύμφη τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ. Οὗτοι γὰρ ἀσέβειαν πατρὸς μισήσαντας σὺν τῇ προσκαίρῳ αὐτοῦ βασιλείᾳ, μᾶλλον ἐπόθησαν καὶ ἀκολούθησαν τῷ ἐπουρανίῳ ἐραστῇ Χριστῷ τῷ Θεῷ· καὶ διὰ τοῦ τιμίου αὐτῶν αἵματος, Αὐτῷ οἰκειωθέντες χοροβατοῦσιν χαρμονικῶς ἅμα, εἰς τὰς οὐρανίους σκηνάς, ὑπὲρ ἡμῶν πρεσβεύοντες, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.





Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τῆς ψυχῆς ἐδήλουν τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἡρμόσθη Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Κασδόα Ἀθληφόρε· ὅθεν τιμῶμέν σε.





























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ τὴν θείαν ἐξανάστασιν Λόγε, ὅτε τὸ Πνεῦμά Σου ἀπέστειλας πᾶσι, τοῖς προσκυνοῦσι τὴν οἰκονομίαν Σου, τότε καὶ νεάνιδες, κατεφρόνησαν πάντων, καὶ Σοὶ ἠκολούθησαν, ὡς Νυμφίῳ καὶ Κτίστῃ, ἐξ ὧν ἡ Μάρτυς τε καὶ βασιλίς, Κασδόα τούτων, ἐξάρχει ταῖς χάρισιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σκιρτῶσα Κασδόα ἐν οὐρανῷ, καὶ τῶν τοῦ Ὑψίστου, πληρουμένη μαρμαρυγῶν, φώτισον τὸν νοῦν μου σαῖς πρεσβείαις, καὶ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον.
Θερμῶς ἱκετεύω σε ὁ οἰκτρός, ταῖς σαῖς ἱκεσίαις, ὦ Κασδόα νύμφη Χριστοῦ, δυσχερῶν τοῦ βίου λύτρωσαί με, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον.
Ἀφθόνως τὴν χάριν παρὰ Θεοῦ, ὡς Μεγαλομάρτυς, εἰληφὼς ὦ Γοβδελαᾶ, πρυτάνευσον ταύτην τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου Ἅγιε.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχύς τε καὶ ἡ ἐλπίς, τῆς δ’ ἐσκοτισμένης μου καρδίας, Σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον Δέσποινα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Χαίρουσα πανόλβιε, ἐν οὐρανῷ σὺν ταῖς Μάρτυσιν, πάντας ἡμᾶς, φρούρησον εὐχαῖς σου, καὶ παθῶν ἐλευθέρωσον.
Ὕμνον χαριστήριον, ὁ σὸς οἰκέτης προσφέρω σοι, διασωθείς, παθῶν καὶ κινδύνων, ὦ Κασδόα πρεσβείαις σου.
Λαβὼν ὦ πολύαθλε, παρὰ Χριστοῦ χάριν ἄφθονον, ταύτην πιστοῖς, διάδος εὐχαῖς σου, Γοβδελαᾶ πολυΰμνητε.
Θεοτοκίον.
Ἔχεις ἐν ἀγκάλαις Σου, τὸν Ποιητὴν πάσης κτίσεως, Τοῦτον· διὸ δυσώπει Παρθένε, ἐκ κινδύνων ῥυσθῆναί με.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν ἁγίων αἱμάτων σου, οἱ κρουνοὶ Κασδόα κατέσβεσαν, τὴν δεινὴν παθῶν μου φλόγωσιν, καὶ εἰς σωτηρίαν με ὡδήγησαν.
Ἐντρυφῶσα πανένδοξε, καὶ ἐνηδομένη θείαις λαμπρότησι, τῶν τιμώντων σε μνημόνευε, καὶ ἐκ νόσων ῥύου ταῖς πρεσβείαις σου.
Ἐπὶ σὲ νῦν κατέφυγον, ὦ Γοβδελαᾶ Μάρτυς πολύαθλε, μὴ παρίδῃς με τὸν ἄθλιον, ἀλλ’ εὐχαῖς σου θείαις διαφύλαξον.
Θεοτοκίον.
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἡσαΐας Σε κατωνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκον Μῆτερ ἀειπάρθενε.






ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θείαις καλλοναῖς, τοῦ Νυμφίου σου ἀοίδιμε, ἐλαμπομένη τῶν ὑμνούντων σε, νῦν τὰς καρδίας, ταῖς εὐχαῖς σου καταφώτισον.
Κύμασι δεινοῖς, τῶν τοῦ βίου περιστάσεων, βυθιζομένους ἡμᾶς καὶ θλίψεσι, Κασδόα Μάρτυς, ταῖς εὐχαῖς σου ἐλευθέρωσον.
Νῦν αἱ δωρεαί, ὡς πηγαὶ πιστοῖς ἰάσεων, ταῖς λιταῖς σου ἐπιχέονται, Γοβδελαᾶ ἐκ Θεοῦ τοῖς προσιοῦσί σε.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, τῆς ψυχῆς μου τ’ ἀῤῥωστήματα, καὶ τοῦ σώματός μου ἴασαι, ταῖς μητρικαῖς Σου πρεσβείαις, Κόρη πανάσπιλε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐλήλυθε φωταυγής, σεμνὴ Κασδόα ἡ μνήμη σου, φωτίζουσα τοὺς πιστῶς, τιμῶντάς σε ἔνδοξε, καὶ σκότος διώκουσα, παθῶν ἀνιάτων, καὶ δαιμόνων ταῖς πρεσβείαις σου.
Ὑμνοῦσα σὺ τὸν Θεόν, ἐν οὐρανῷ σὺν ταῖς Μάρτυσιν, μὴ παύσῃ οὖν ἐκτενῶς, πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πίστει τιμώντων σε, καὶ ἐξαιτουμένω, τὴν σὴν χάριν παναοίδιμε.
Οἱ προσιόντες πιστῶς, Γοβδελαᾶ ἀξιάγαστε, ἐν τῷ σεπτῷ σου ναῷ, τὴν ῥῶσιν λαμβάνουσι, καὶ τὴν ἀπολύτρωσιν, πάντων τῶν κινδύνων, καὶ δεινῶν ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ἱλάσθητί μοι Σωτήρ, πολλὰ ἀφρόνως Σοι πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦσάν Σε, Κασδόαν τὴν θείαν, καὶ τὴν ἄχραντον Μητέρα Σου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου καλλιμάρτυς, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνέτειλεν ἡμῖν, λαμπρὰ ὥσπερ ἥλιος, ἡ μνήμη σου σεμνή, Κασδόα πανεύφημε, νέφη τῶν παθῶν ἀποδιώκουσα, καὶ τὴν ἀχλὺν τῶν νόσων σκεδάζουσα, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.

Προκείμενον: Μύρον ἐκκενωθὲν ὄνομά Σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν Σε.
Στ.: Εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.
Εὐαγγέλιον Μαρτυρικόν.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην ἀποθέμενοι, βασιλικὴν φαντασίαν, ὀπίσω σου ἔδραμεν, δυὰς τῶν Μαρτύρων τε ἡ πολύαθλος, τῶν πιστῶν καύχημα, καὶ Μαρτύρων δόξα, βασιλέων ἐγκαλλώπισμα, Περσίδος βλαστήματα, δεῦτε οὖν πιστῶς εὐφημήσωμεν, Κασδόαν τὴν πανένδοξον, καὶ Γοβδελαᾶν τὸν ἀοίδιμον, οὗτοι γὰρ νομίμως, ἀθλήσαντες στεῤῥῶς διὰ Χριστόν, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νυμφίῳ Κασδόα τῷ Ὑψίστῳ, στεφηφόρος ἀεὶ παρισταμένη, ὑπὲρ πάντων ἡμῶν, τῶν σὲ ὑμνολογούντων, διηνεκῶς ἱκέτευε, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.
Ἄνω χοροῖς τῶν Ἀσωμάτων, τὴν ὑπέρθεον ὑμνολογεῖς Τριάδα, ὑπὲρ πάντων ἡμῶν, πρεσβεύουσα ἀπαύστως, Κασδόα παναοίδιμε, τῶν ἐξ πόθου σε τιμώντων.
Ἵνα Γοβδελαᾶ τιμῶ σε, καὶ δοξάζω σου τὰς θείας ἀριστείας, ἀσθενείας δεινάς, σοὺς δούλους τυραννούσας, ἰάτρευσον καὶ δώρησαι, τὴν κατ’ ἄμφω τε ὑγείαν.
Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δεδούλωμαι ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ Σῇ, προστρέχω καὶ κραυγάζω, διάσωσόν με πάναγνε, μητρικαῖς Σου ἱκεσίαις.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος καὶ ἱερὰ εἰκών σου, καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας, καὶ τοὺς φλεγομένους, θλίψεσι παντοίαις, ἐνθέως ἀναψύχει.
Σὲ ὑμνοῦσιν χορεῖαι Ἀσωμάτων, τὸν παντάνακτα καὶ Κύριον τῆς δόξης, μετὰ Γοβδελαᾶ Μάρτυρος, τοῦ θεόφρονος, ὦ Τριὰς Ἁγία, φρούρει ἡμᾶς πάντας, τῷ θείῳ σου ἐλέει.
Θεοτοκίον.
Ἐμακρύνθην ἐκ Σοῦ καὶ ἐβδελύχθην, τοῖς κακοῖς μου· διὸ καὶ ἐγεννήθην, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ μου, ἀλλὰ μὴ παρίδῃς, δέομαι Παρθένε, εἰς τέλος τὸν Σὸν δοῦλον.








ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ὡς νύμφη καὶ ὡς Μάρτυς περικαλλής, καλλοναῖς τῶν σῶν ἄθλων ἐξέλαμψας, ἡλιακῶν, πλέον Ἀθληφόρε μαρμαρυγῶν, καὶ τῶν πιστῶν ἐφώτισας, ἔνδοξε Κασδόα νῦν τὰς ψυχάς, τῶν πόθῳ τὴν ἁγίαν, καὶ ὄντως φωτοφόρον, ἐπιτελούντων σου πανήγυριν.
Τριαδικόν.
Θεότης ἑνιαῖα καὶ φοβερά, τρισυπόστατε Κύριε ἄναρχε, μόνε Θεέ, ὕψιστε παντάρχα παμβασιλεῦ, Σὲ λιτανεύει κράτιστε, ἅπασα ἡ κτίσις τὸν πλαστουργόν, καὶ πᾶσαι αἱ χορεῖαι, Ἁγίων σὺν τῷ θείῳ, Γοβδελαᾷ τῷ καρτερόφρονι.
Θεοτοκίον.
ᾨδάς Σοι εὐχαρίστους πάντες ἡμεῖς, οἱ οἰκοῦντες Σὸν οἶκον προσφέρομεν, Μῆτερ Θεοῦ, ὅτι διασώζεις πάντας ἡμᾶς, ἐκ πάσης περιστάσεως, τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς, ἀλλ’ οὖν δεόμεθά Σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν, τὴν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καὶ πρὸς μετανοίας, ὁδήγησόν με τρίβους, Κασδόα Ἀθληφόρε, τὸν εὐφημοῦντά σε.
Δόξῃ Ἀθλοφόρε μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν πίστει, τὴν μνήμην σου τελούντων, Γοβδελαᾶ τρισμάκαρ, Μαρτύρων καύχημα.
Τῆς ψυχῆς ἐδήλουν τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἡρμόσθη Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Κασδόα Ἀθληφόρε· ὅθεν τιμῶμέν σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.









Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, προμηθείᾳ θεϊκῇ, προγιγνωσκομένη Κασδόα, σαφῶς ἐκέκλησο, τότε παναοίδιμε πάντα κατέλιπες, καὶ τρυφὰ καὶ βασίλεια, καὶ πλοῦτον καὶ δόξαν, καὶ πρὸς τὸν καλοῦντά σε Νυμφίον ἔσπευσας, σὺν Γοβδελαᾷ τῷ γενναίῳ, πάντα ὑπομείνασα Μάρτυς, ἵνα τῆς Αὐτοῦ τύχῃς λαμπρότητος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου