ΑΥΓΟΥΣΤΟΣ Α΄!!
ΕΛΕΣΗΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΚΥΘΗΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Βλάστημα θεόσδοτον, καρπὸς
ἀγίας δεήσεως, ἐξ ἀκάρπου ἐβλάστησας, θείῳ νεύματι, ὡς ὁ θεηγόρος, Σαμουὴλ Ἐλέσα,
καὶ δαψιλῶς καρποφορεῖς, τῆς εὐσεβείας τὰ κατορθώματα, οἷα παρθένος ἄφθορος,
καὶ Ἀθληφόρος ἀήττητος, Ἰησοῦ τοῦ παντάνακτος, Ὃν ἐκ βρέφους ἐπόθησας.
Ἔνδον ἐν καρδίᾳ σου, ὡς
θησαυρὸν ἐπουράνιον, τῆς μητρὸς τὴν εὐσέβειαν, πλουτοῦσα πανεύφημε, ἀνενδότῳ
γνώμῃ, οὐδόλως ὑπήχθης, τῇ δυσεβείᾳ τοῦ πατρός· ἀλλ’ ὡς νεᾶνις καλὴ καὶ ἄμωμος,
Ἐλέσα παμμακάριστε, Χριστῷ τῷ Λόγῳ μεμνήστευσαι, καὶ Αὐτῷ ἠκολούθησας,
πολιτείας σεμνότητι.
Πάντα καταλέλοιπας, ὡς
Ἀβραὰμ ὁ θεσπέσιος, οὐρανίῳ φρονήματι, πατρώαν ἀσέβειαν, φεύγουσα προθύμως, καὶ
γῆν ἐπὶ ξένην, ὡς ξενωθεῖσα τῶν φθαρτῶν, τὴν τῶν Κυθήρων νῆσον ἐσκήνωσας, Ἐλέσα
παμμακάριστε, ἐν ᾗ ζωὴν τὴν ἰσάγγελον, θεοφρόνως ἐβίωσας, καὶ Χριστῷ
εὐηρέστησας.
Γνώμην ὁ γεννήτωρ σου,
βαρβαρικὴν ἐπεδείξατο, ἐφευρὼν ἐν Κυθήροις σε, πικρῶς θανατώσας σε, ὑπὲρ τῆς
ἀγάπης, Χριστοῦ τοῦ Σωτῆρος· δι’ Ὃν καὶ ἤθλησας στεῤῥῶς, καὶ ἐδοξάσθης θείοις
χαρίσμασι· δι’ ὧν λαμπρύνεις πάντοτε, καὶ ἁγιάζεις τὴν νῆσόν σου, τὴν τιμῶσαν Ἐλέσα
σε, προστάτιν καὶ ἔφορον.
Δόξα. Ἦχος β’.
Ἐκ στειρωτικῆς προελθοῦσα
νηδύος, τῆς κατὰ Χριστὸν ζωῆς τὰ ἀγαθά, ὡς γῆ πίων ἐξήνεγκας, Ἐλέσα
καλλιπάρθενε. Τὴν ἀληθῆ γὰρ ὁσιότητα ποθήσασα, ἐξ ἁπαλῶν ὀνύχων, μαρτυρικοὺς
ἀγῶνας διήνυσας, νυμφευθεῖσα τῷ Χριστῷ, ᾯ καὶ προσήχθης ὡς θυσία ἄμωμος, καὶ
προσφορὰ τελειοτάτη, πατρικῇ χειρὶ τυθεῖσα. Ἀλλ’ ὡς εὑροῦσα τοῦ πόθου τὸ πέρας,
ἱκέτευε δεόμεθα, πάσης βλάβης σώζεσθαι, Ὁσιομάρτυς ἔνδοξε.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ
αὐτός.
Σύ μου σκέπη κραταιὰ
ὑπάρχεις, ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ· ἁγίασόν με τῇ δυνάμει Σου, ἵνα πίστει
καὶ πόθῳ, προσκυνῶ καὶ δοξάζω Σε.
Εἰς τὸν Στίχον. Ἦχος β’.
Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄνθος πανευθαλές,
ἐπαγγελίας θείας, ἐβλάστησας Ἐλέσα, ὀδμαῖς τῶν σῶν χαρίτων, ἡμᾶς εὐωδιάζουσα.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἤνεγκας
τὸν θυμόν, τοῦ σοῦ πατρὸς ἀνδρείως, καὶ ἔχεας προθύμως, ὑπὲρ Χριστοῦ Ἐλέσα, τὸ
αἷμά σου τὸ τίμιον.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἤσκησας ἱερῶς, καὶ ἤθλησας
νομίμως, ἐν νήσῳ τῶν Κυθήρων, καὶ ταύτην μακαρίαν, Μάρτυς Ἐλέσα ἔδειξας.
Δόξα. Τριαδικόν.
Δύναμιν παρὰ Σοῦ, Πάτερ Υἱὲ
καὶ Πνεῦμα, Τριὰς ὑπεραγία, λαβοῦσα ἡ Ἐλέσα, ἀθλητικῶς ἠγώνισται.
Καὶ νῦν. Θεοτοκίον.
Δέχου τὰς προσευχάς, ἃς ἡ
σεμνὴ Ἐλέσα, ὑπὲρ τῆς νήσου ταύτης, προσφέρει Σοι Παρθένε, ἁγνὴ Μυρτιδιώτισσα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας
πίστεως.
Γόνος ἅγιος, Πελοποννήσου,
γέρας ἔνθεον, νήσου Κυθήρων, ἀνεδείχθης Ἐλέσα πανεύφημε· ὑπὲρ Χριστοῦ γὰρ
νομίμως ἀθλήσασα, χειρὶ πατρώα ἐτμήθης τὴν κάραν σου, Μάρτυς ἔνδοξε, Χριστὸν
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Ἐκ στείρας ἐβλάστησας
καθάπερ ἄνθος τερπνόν, πατρὸς δὲ μισήσασα, τὴν ἀθεΐαν στεῤῥῶς, Ἐλέσα πανένδοξε,
ἔλαμψας ἐν τῇ νήσῳ, τῶν Κυθήρων ὁσίως, ἤθλησας δὲ ἐν ταύτῃ, καὶ λαμπρῶς
ἐδοξάσθης· καὶ νῦν ἀναπηγάζεις, τὰ θεῖα δωρήματα.
Καὶ
νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.
Σῶσον
Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι,
κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ
Σταυροῦ γ΄. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς κοινὸν φυλακτήριον, ὡς
πηγὴν ἁγιάσματος, τὸν Σταυρὸν τὸν τίμιον ἀσπασώμεθα· καὶ γὰρ κοιμίζει,
παθήματα, καὶ παύει νοσήματα, καὶ παντοίων ἀλγεινῶν, ἀπαλλάττει τοὺς κάμνοντας,
ὑπὲρ ἄβυσσον, πελαγίζων τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς πιστῶς αὐτοῦ, τὸν τύπον,
καὶ προσκυνοῦσι καὶ σέβουσιν.
Οἱ τοῦ βίου τοῖς κύμασι,
θαλαττεύοντες ἄνθρωποι, παθημάτων ζάλῃ τε κυμαινόμενοι, ὡς εἰς ὁλκάδα σωτήριον,
τὸ ξύλον τὸ τίμιον, καταφύγωμεν πιστῶς, καὶ σιγήσει τὰ κύματα, καὶ τὰ πνεύματα,
καὶ ῥαγήσεται πάθη, καὶ πρὸς ὅρμον, ἀκυμάντου σωτηρίας, χαρμονικῶς
καταντήσομεν.
Ὑπὲρ ἥλιον ἔλαμψεν, ὁ Σταυρὸς
ὁ πανάγιος, ὡς ἀκτῖνας θαύματα προβαλλόμενος, καὶ ὡς βολίδας ἰάματα·
προσέλθωμεν ἄνθρωποι, οἱ τῷ σκότει τῶν δεινῶν, συνεχόμενοι πάντοτε, καὶ
ληψόμεθα, φωτοπάροχον χάριν ἰαμάτων, τὸν ἐν τούτῳ προσπαγέντα, σαρκὶ Θεὸν
μεγαλύνοντες.
Καὶ τῆς Ἁγίας γ΄. Ἦχος ὁ
αὐτός. Ἔδωκας σημείωσιν.
Θεῖόν σοι ἐνέπνευσε τῇ
διανοίᾳ σου φρόνημα καταυγάσας ὁ Κύριος, ἀνοίας λυτροῦταί σε βαθυτάτου σκότους,
ἥλιος ὑπάρχων δικαιοσύνης ἀληθῶς, Μάρτυς Ἐλέσα θεομακάριστε, ἐντεῦθεν τὰ
σεβάσματα τῶν κακοδόξων κατέβαλες, τοῦ Χριστοῦ παθήματα καρτερικῶς ἐξεικόνισας.
Ἤθλησας στερρότατα, Ἐλέσσα Μάρτυς
πανένδοξε, τὸν πατέρα μισήσασα, θηρῶν κατεφρόνησας, καὶ δεινὴν μανίαν, τῆς
πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς
μάρτυρα καὶ παρθένον πανεύφημε, ὁ Χριστὸς ἐστέφανωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὥσπερ ὡραΐσματα, τὰ τῶν
σαρκῶν σου σπαράγματα, νυμφικῶς περιφέρουσα, πορφύραν ἐξ αἵματος τὴν
προσβεβαμμένην, μάρτυς ἐνεδύσω καὶ τὸν Νυμφίον σου Χριστόν, πεποικιλμένη θείαις
λαμπρότησι, Ἐλέσα νῦν παρίστασαι περιχαρῶς τῆς θεώσεως, ἀπολαύουσα πάντοτε, σὺν
παρθένοις καὶ μάρτυσι.
Δόξα. Ἦχος β΄.
Ὡς ἀλάβαστρον μύρου τὸ αἷμά
σου προσενήνοχας τῷ σῷ Νυμφίῳ, Ἐλέσα Μάρτυς ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας
στέφος ἄφθαρτον παρ’ αὐτοῦ ἀξιάγαστε· ὅθεν τὸν θανέντα τοῖς δήγμασι τῶν ἰοβόλων
ὄφεων τῷ ῥήματί σου ζῶντα ἤγειρας, διὸ καὶ οὐρανίων θαλάμων ὡς θαυματουργὸν
κατηξίωσεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Δεῦτε πιστοί, τὸ ζωοποιὸν
ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας
ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός, δι'
ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοί, ξύλον προσκυνήσωμεν,
δι' οὗ ἠξιώθημεν τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ
τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρέ, τοῦ
πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται,
ὡς τῇ σῇ δυνάμει Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου
Χριστιανοὶ ἀσπαζόμενοι, τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε,
ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα.
Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ
λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς
ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε
πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ
παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ
ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων
κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς
Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ
γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ
ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς
ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ
δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος
γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ
ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Μετὰ τῶν ἄνω ταγμάτων
συνηριθμήθης, Ἐλέσα πανένδοξε, ὄλβον λιποῦσα καὶ τὸν Χριστὸν ποθήσασα, αἴτησαι
οὖν τοῖς τελοῦσι τὴν μνήμην σου τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Τοῦ Σταυροῦ μὲν τὸ κράτος Ἐλέσα
ἡ Μάρτυς κατέχουσα χερσί, τὴν πίστιν δὲ ὡς θώρακα, ἐλπίδα θηρεόν, ἀγάπην τόξον,
τῶν τυράννων τᾶς τιμωρίας ἐνίκησεν ἀνδρείως καὶ τῶν δαιμόνων τὰς πανουργίας
κατήργησε, τὴν κεφαλὴν ἐκτμηθεῖσα, πρεσβεύει Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Χαῖρε, ἡ πανένδοξος τῶν Κυθηρίων
πληθύς, ἡ τιμῶσα τοὺ Μάρτυρας, καὶ τὰ κατορθώματα αὐτῶν, ὅτι σήμερον λαμπρῶς
προβάλει ἄστρον φαεινόν, ἡ Ἐλέσα ἠ πανθαύμαστος· αὐτὴν δὲ νῦν δοξάσωμεν
λέγοντες· τὰς αἰτήσεις ἡμῶν Παρθενομάρτυς, εἰς τὸν Κύριον μετέφερε, ὅπως αὐτοῦ
δυνηθώμεν τὴν ἐνέργειαν.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε τῶν Κυθηρίων τὸ
σύστημα, ᾀσματικοῖς ἐγκωμίοις, ἐπαινέσωμεν τὴν πανένδοξον τοῦ Χριστοῦ
παρθενομάρτυρα, χαίροις λέγοντες, ἡ τὸν κόσμον καταλιποῦσα, καὶ τὰ τοῦ κόσμου
τερπνά, καὶ Χριστὸν μόνον ποθήσασα, χαίροις ἡ τὰ ἄνθη τῶν ἀρετῶν ταῖς χερσὶ
κατέχουσα καὶ Χριστῷ παρισταμένη, ἡ ἀθλοφοροῦσα ὡς περιστερά, κεχρυσωμένη τῷ
πνεύματι, χαίροις ἡ τὴν νῆσον ταύτην τοῖς θαύμασι καταλαμπούσα, νόσους γὰρ
παντοίας τοῖς πιστῶς τῷ ναῷ σου προστρέχουσιν ἀφθόνως ἰατρεύεις· διὸ βοῶμέν
σοι, Ὁσία Μάρτυς τοῦ Χριστοῦ Ἐλέσα παναοίδιμε, αἴτησαι πρεσβεύουσα λυτρωθῆναι
δυσχερῶν τοὺς πόθῳ τιμῶντάς σε καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ἡ φωνὴ τοῦ Προφήτου σου
Μωϋσέως, ὁ Θεός, πεπλήρωται ἡ λέγουσα. Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην,
ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης
ἐλευθεροῦται. Σήμερον τοῦ Χριστοῦ ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς
γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα.
Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἡμᾶς
ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε, Κύριε δόξα σοι.
Εἰς τὸν στίχον. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Τὰς στρεβλώσεις τοῦ
σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, και χειρῶν ὑπέφερας καρτερώτατα, τὴν τῶν
ὀδόντων ἐκρίζωσιν, πλευρὼν τὴν κατάφλεξιν, καὶ μελῶν τὴν συντριβήν, καὶ τὸν
ἄδικον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης οὐρανίοις, ἐν θαλάμοις
κατοικοῦσα, Ἐλέσα Μάρτυς πανθαύμαστε.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Παρθενίας κειμήλιον,
κεκλεισμένος Παράδεισος, θησαυρῶν ἀνάθημα, θεῖον τέμενος, νύμφη Χριστοῦ ἀξιάγαστε,
, Κυθηρίων εὐπρέπεια, ἀσκουσῶν ὑπογραμμός, τῶν Μαρτύρων καλλώπισμα βρύσης
βρύουσα, ποταμὸς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἐλέσα Μάρτυς
πολύαθλε.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν
Παρθένων ἀπάνθισμα, τῶν ὁσίων μέγιστον ἐγκαλλώπισμα, Ἐλέσα Μάρτυς ἀήττητε,
Κυθήρων τὸ καύχημα τὸ τερπνότατον Θεοῦ, καὶ Ἁγίων ἐκσφράγισμα τὸ ἀκράδαντον,
εὐσεβείας κρηπίς τε, ἥν ἀθρόως, ἀνυμνοῦμέν σε προθύμως πνευματικοῖς μελωδήμασι.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε τῶν Κυθηρίων τὸ
σύστημα, ᾀσματικοῖς ἐγκωμίοις, ἐπαινέσωμεν τὴν πανένδοξον τοῦ Χριστοῦ
παρθενομάρτυρα, χαίροις λέγοντες, ἡ τὸν κόσμον καταλιποῦσα, καὶ τὰ τοῦ κόσμου
τερπνά, καὶ Χριστὸν μόνον ποθήσασα, χαίροις ἡ τὰ ἄνθη τῶν ἀρετῶν ταῖς χερσὶ
κατέχουσα καὶ Χριστῷ παρισταμένη, ἡ ἀθλοφοροῦσα ὡς περιστερά, κεχρυσωμένη τῷ
πνεύματι, χαίροις ἡ τὴν νῆσον ταύτην τοῖς θαύμασι καταλαμπούσα, νόσους γὰρ
παντοίας τοῖς πιστῶς τῷ ναῷ σου προστρέχουσιν ἀφθόνως ἰατρεύεις· διὸ βοῶμέν
σοι, Ὁσία Μάρτυς τοῦ Χριστοῦ Ἐλέσα παναοίδιμε, αἴτησαι πρεσβεύουσα λυτρωθῆναι
δυσχερῶν τοὺς πόθῳ τιμῶντάς σε καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὅνπερ πάλαι Μωϋσῆς,
προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ μελῳδός,
ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός,
σήμερον ἁμαρτωλοὶ προσκυνοῦμεν, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι
ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ Λῃστῇ τῆς βασιλείας σου ἀξίωσον
ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας
πίστεως.
Γόνος ἅγιος, Πελοποννήσου,
γέρας ἔνθεον, νήσου Κυθήρων, ἀνεδείχθης Ἐλέσα πανεύφημε· ὑπὲρ Χριστοῦ γὰρ
νομίμως ἀθλήσασα, χειρὶ πατρώα ἐτμήθης τὴν κάραν σου, Μάρτυς ἔνδοξε, Χριστὸν
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Ἐκ στείρας ἐβλάστησας
καθάπερ ἄνθος τερπνόν, πατρὸς δὲ μισήσασα, τὴν ἀθεΐαν στεῤῥῶς, Ἐλέσα πανένδοξε,
ἔλαμψας ἐν τῇ νήσῳ, τῶν Κυθήρων ὁσίως, ἤθλησας δὲ ἐν ταύτῃ, καὶ λαμπρῶς
ἐδοξάσθης· καὶ νῦν ἀναπηγάζεις, τὰ θεῖα δωρήματα.
Καὶ
νῦν. Τοῦ Σταυροῦ. Ἦχος α’.
Σῶσον
Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι,
κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸ αἷμά σου σεμνή, ὡς
ἀλάβαστρον μύρου, ἐνήνοχας Χριστῷ τῷ Νυμφίῳ σου πόθῳ, ἀντάμειψιν δὲ εἴληφας
παρ’ αὐτοῦ ἀξιάγαστε, στέφος ἄφθαρτον, ὡς ἀδιάφθορος Μάρτυς· ὅθεν εἴληφας τῶν
ἰαμάτων τὴν χάριν, δυνάμει τοῦ Πνεύματος.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ἡ
φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς· τοῦ Σταυροῦ γὰρ τὸ
ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μέτ' εὐλαβείας
καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτῷ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον.
Μετὰ
τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν
ἀσκήσει πρότερον, ἀγωνισαμένη, ἐν ἀθλήσει ὕστερον, κατετροπώσω τὸν ἐχθρόν, τῇ
συμμαχίᾳ τῆς χάριτος, Παρθενομάρτυς, Ἐλέσα θεόληπτε.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Εὐφροσύνης
πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος· καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ
καὶ τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ πίστεως.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς μητρὸς τὴν εὐσέβειαν
ἀγαπήσασα, ἁπαλῶν ἐξ ὀνύχων προσανετέθης Θεῷ, καὶ διήλεγξας πατρὸς τὴν
ἀθεότητα, παρ’ Οὗ σφαγεῖσα ἀπηνῶς, προσηνέχθης τῷ Χριστῷ, ὠς ἄμωμον ἱερεῖον, Ἐλέσα
Παρθενομάρτυς, τῶν Κυθήρων ἐγκαλλώπισμα.
Δόξα.
Καὶ νῦν. Τοῦ Σταυροῦ.
Τὸν Σταυρὸν τὸν πανάγιον
προσπτυξώμεθα, τὸν προτιθέμενον κόσμῳ εἰς σωτηρίαν ἡμῶν, ἵνα χάριν ἐξ αὐτοῦ
πλουσίαν λάβωμεν· ὅτι δωρεῖται τοῖς πιστοῖς, πᾶσαν δόσιν ἀγαθήν, καὶ παύει
παθῶν τὴν φλόγα, τῇ τοῦ Σωτῆρος δυνάμει, τοῦ ἐν Αὐτῷ προσηλωθέντος σαρκί.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ
πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον· ἐκ
τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ἰδοὺ ἐγὼ
ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν
ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα,
ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον, ὦ Παρθενία ναὸς Θεοῦ! ὦ Παρθενία Ἀγέλων
συμμέτοχε!
Εἶτα, οἰ
Κανόνες· τοῦ Σταυροῦ, καὶ τῆς Ἁγίας εἰς δ΄.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν
διοδεύσας.
Χρησταῖς ἐπ’ ἐλπίσι
βεβαιωθείς, ὁ νοῦς σου Ἐλέσα ἐπτερώθη καὶ πρὸς Θεόν, Μάρτυς ἀνυψώθη τῶν ῥεόντων,
ἀνταλλαξάμενος μόνα τὰ μένοντα.
Ῥαγέντα καὶ κείμενον πρὸ
ποδῶν, κόρης Ἀθληφόρου, καθορῶντες τὸν δυσμενῆ, αἶνον τῷ Σωτήρι δῶμεν πάντως, τῶ
νικηφόρον αὐτὴν ἀναδείξαντι.
Ἰδεῖν τοῦ Νυμφίου τοῦ
καθαροῦ, κάλλος τὸ ὠραῖον ἐπεθύμησας καθαρῶς· ὅθεν ἀληθείᾳ Ἀθληφόρε, περιφανῶς
σεαυτὴν καθωράϊσας.
Θεοτοκίον.
Συνέλαβες Λόγον τὸν τοῦ
Πατρός, σαρκὶ ἐνωθέντα ὑπὲρ Λόγον Μήτηρ Ἁγνή, ὅν ἐπιποθήσας Ἐλέσα, τοῦ
μαρτυρίου τὸ κλέος ἐκτήσατο.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Τείνασα τὰ ὄμματα, καὶ τὴν
διάνοιαν ἔνδοξε, εἰς οὐρανούς· διὸ τὸν σὸν Κτίστην ἀληθείᾳ ἐπέγνωκας.
Ὄλβον ἀναφαίρετον, τὴν πρὸς
τὸν Κύριον ἔσχηκας πίστιν σεμνή· ὅθεν τὴν μανίαν τῶν εἰδώλων κατέλιπες.
Ὕμνον χαριστήριον, τῷ
Ποιητῇ Χριστῷ ἔμελπες, ξύλῳ δεινῷ Μάρτυς προσδεθεῖσα, καὶ δεσμοὺς ὑποφέρουσα.
Θεοτοκίον.
Στῆσόν μου τὸν τάραχον, τῶν
λογισμῶν ἀγνὴ Δέσποινα, πᾶσαν ἡμῶν παύουσα, ἀθυμίαν τὸν Χριστὸν ἡ κυήσασα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Ὡραία ἐν κάλλεσι παρθένε
γέγονας, τὰ στίγματα φέρουσα τοῦ μαρτυρίου τοῦ σοῦ, Ἐλέσα πανεύφημε· ὅθεν νῦν
παρεστῶσα τῷ Χριστῷ στεφηφόρος, πρέσβευε ὑπὲρ πάντων τῶν τιμώντων τὴν πάντιμον
μνήμην σου Μάρτυς πολύαθλε.
Δόξα. Καὶ νῦν. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
παμμακάριστος Σταυρὸς τοῦ Κυρίου, καθαγιάζων καὶ ψυχὰς καὶ καρδίας, τῇ Ἐκκλησίᾳ
σήμερον προτίθεται· δεῦτε ἀρυσώμεθα, ἐξ αὐτοῦ θεοφρόνως, ἴασιν καὶ λύτρωσιν,
καὶ παθῶν καὶ κινδύνων, τῷ πάντων Κτίστῃ κράζοντα θερμῶς· σῶσον οἰκτίρμον, ἡμᾶς
ὡς φιλάνθρωπος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐνετρύφας ταῖς μάστιξι,
θείων κηδομένη Μάρτυς Χριστῷ, θεωρίαις τοῦ Νυμφίου σου, καὶ Αὐτοῦ τὰ κάλλη
ἐνατένιζες.
Μεγαλύνω σε Κύριε, Μάρτυς
προσδεθεῖσα τροχοῖς ἐβόησας, καὶ δοξάζω Σου τὸ ὄνομα, τοῦ ἐνδυναμοῦντος τοὺς
ποθοῦντάς Σε.
Ἐκολλήθην ὀπίσω Σου, πόθῳ
τετρωμμένη τῆς ἀγαπήσεως, νικηφόρον μὲ ἀνάδειξον, ἐν τῷ πάσχειν Μάρτυς
ἀνεκραύγαζες.
Θεοτοκίον.
Προφητῶν Σε ὁ ἔνδοξος,
Ἠσαΐας ῥάβδον ὠνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκε Μῆτερ Ἀειπάρθενε.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν
σοι.
Ὡς Ἀγγέλον ἐν σώματι Μάρτυς
γεγενημένην, οὐράνιος Ἄγγελος τροφῇ Ἀγγέλων σὲ ἔτρεφε.
Τὴν πέτραν τῆς ζωῆς
Χριστόν, οὐκ ἠρνήθης Ἐλέσα στεῤῥότητι τῆς πίστεως, τὸν σὸν δὲ πατέρα
κατήσχυνας.
Ἡρπάγης πρὸς τὸ ὕψος
πετάσασα, ὥσπερ τρυγών, πτεροῖς θείου Πνεύματος, καὶ πρὸς τὸν Κτίστην
κατέπαυσας.
Θεοτοκίον.
Νεκρὸν ταῖς ἀμαρτίαις
γενόμενον, ζώωσόν με ζωὴν ἀναμάρτητον, Παρθενομήτωρ κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐφλέχθη σου, καλλοναῖς ἡ
καρδία, γλυκυτάτου ἐραστοῦ θεοφόρε, καὶ τὴν ὀσμὴν τῶν αὐτοῦ παθημάτων,
συντονωτάτως ἐπέδραμες, κράζουσα· Νυμφίε μου ὑπὲρ τῆς σῆς, σφαγιάζομαι νῦν
ἀγαπήσεως.
Πατέρα σε, τὸν οὐράνιον Μάρτυς,
ὁ γεννήτωρ κατιδὼν ἀγαπῶσαν, βαρβαρικήν, ἐπεδείξατο γνώμην, καὶ πολυτρόποις
βασάνοις ὑπέβαλε, τοὺς ὅρους γὰρ φρενοβλαβῶς, τῆς οἰκείας ἠγνόησε φύσεως.
Ὡς κρίνον, ταῖς τῶν
Μαρτύρων κοιλάσιν, ὡς ἡδύπνοον ηὐξήνθης ῥόδον, μυρεψυχικήν, ἀποστάζουσα χάριν,
καὶ τὰς καρδίας ἁπάντων μυρίζουσα Ἐλέσα Μάρτυς ἡ σεμνή, τῶν Ἁγίων Ἀγγέλων
συμμέτοχος.
Θεοτοκίον.
Νοήσαντες, θεηγόροι
Προφῆται, μυστηρίου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν θείῳ,
καταλαμπόμενοι πόῤῥωθεν πνεύματι, Μητέρα σε παναληθῆ, τοῦ τῶν ὅλων Δεσπότου
πανύμνητε.
Κοντάκιον. Τῇ Ὑπερμάχῳ.
Τὴν τῶν παρθένων καλλονὴν
μεγαλομάρτυρα, καὶ τῶν Κυθήρων κραταιὰν σκέπην καὶ πρόμαχον, ἀνυμνήσωμεν
συμφώνως θείαν Ἐλέσαν, πρὸς τὸν Κύριον γὰρ παῤῥησίαν κέκτηται ἡμᾶς πάντας ἐκ
κινδύνων περισκέπουσα, τοὺς κραυγάζοντας· χαίροις
Μάρτυς πανένδοξε.
Ὁ Οἶκος.
Σήμερον ἀνεδείχθη Ἑωσφόρος
τοῖς πᾶσι, ἡ ἔνδοξος καὶ πάνσεπτος μνήμη τῆς Παρθενομάρτυρος Χριστοῦ, διὸ
πιστοὶ ἅπαντες ἀθρόως συνέλθωμεν ἐν πίστει κραυγάζοντες αὐτῇ ἐκ πόθου·
Χαίροις σεμνὴ, παρθενίας
κάλλος·
χαίροις σὺ εἷ τῶν Μαρτύρων
κλέος.
Χαίροις, τῶν Κυθήρων ἡ δόξα
καὶ καύχημα·
χαίροις, τῶν σῶν δούλων ἡ
μόνη βοήθεια.
Χαίροις, ὅτι τῶν αἰτούντων
τὰς αἰτήσεις ἐκπληροῖς·
χαίροις, νύμφη Κυρίου
καλλιμάρτυς Ἐλέσα.
Χαίροις τῷ σῷ Νυμφίῳ,
στεφηφόρος ἡ στᾶσα·
χαίροις, σὺ γὰρ τὴν πλάνην
κατήργησας.
Χαίροις, σὺ γὰρ τὸν Χριστὸν
ἀνεκήρυξας·
χαίροις, πιστῶν κραταιὰ
προστασία.
Χαίροις, μάρτυς πανένδοξε.
Συναξάριον.
Τῇ Α΄ τοῦ αὐτοῦ
Μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἐλέσης τῆς μαρτυρησάσης ἐν Κυθήροις ἐν ἔτει
375.
Ἔλεος
σὺ δέδοσαι παρὰ Κυρίου,
τῇ σῇ μητρὶ παρθένε μάρτυς Ἐλέσα.
τῇ σῇ μητρὶ παρθένε μάρτυς Ἐλέσα.
Ἐλέσα
ἀμφὶ πρώτῃ χερσὶ τοκῆος ἀπετμήθη δειρήν.
Αὕτη ἦτον ἀπὸ τὴν
Πελοπόννησον, θυγάτηρ τινὸς περιφανοῦς καὶ πλουσίου ἄρχοντος Ἕλληνος, ὀνόματι
Ἑλλαδίου, ἡ δὲ μήτηρ αὐτῆς ὑπῆρχε χριστιανὴ ἀπὸ τοὺς προγόνους της, καὶ
φοβουμένη τὸν Θεόν, ὀνόματι Εὐγενία. Ἦτο δὲ στείρα, καὶ ἐπαρακάλεσε τὸν Θεὸν νὰ
κάμῃ ἔλεος εἰς αὐτὴν νὰ τὴν ἀξιώσῃ νὰ κάμῃ τέκνον, διὰ νὰ τὸ ἀφιερώσῃ τῆς
χάριτός του. Λοιπὸν μίαν τῶν ἡμερῶν εὑρισκόμενη μόνη εἰς τὸν οἶκόν της καὶ
προσευχομένη, ἤκουσε φωνὴν οὐρανόθεν ὅπου τῆς ἔλεγεν: Ἠλέησέ σε ὁ Θεὸς εἰς ὅ,τι τοῦ ἐζήτησες, καὶ ἔδωκέ σοι καρπὸν κοιλίας. Αὐτὴ
δὲ οὐκ εἶπε τότε τοῦ ἀνδρός της τὸ γενόμενον· ὅτε δὲ ἐγνώρισε τὸν ἑαυτόν της
ἔγγυον, ἐδόξασε τὸν Θεὸν καὶ ὁμολόγησε τὸ θαῦμα, καὶ λέγει τοῦ ἀνδρός της: Ἄς τὴν ὀνομάσωμεν Ἐλέσαν.Ὁ δὲ πατήρ
ἐταράχθη ὡς ἀσεβὴς περὶ τοῦ βαπτίσματος, ἀλλ’ ὅμως τὴν ἠγάπα καὶ διὰ τὴν ἀγάπην
αὐτῆς τὸ ὑπέφερε. Ἥ δὲ Ἐλέσα ἀκουλούθησε τὸ παράδειγμα καὶ τὴν πίστιν τῆς
μητρός της. Ὅταν δὲ ἔφθασεν εἰς ἡλικίαν ἐτῶν δεκατεσσάρων, ἐγνώρισε ἡ μήτηρ της
τὸ τέλος τῆς ζωῆς της, καὶ τῆς λέγει: Ἠγαπημένη
μου Ἐλέσα, θεωρῶ πῶς ἐγγίζει τὸ τέλος μου καὶ δὲν λυποῦμαι δι’ αὐτό. Πάρεξ διὰ
τὸν χωρισμόν σου, διότι ὁ πατήρ σου εἶναι ἀσεβὴς καὶ θέλεις ἔχει πείραξιν ἀπὸ
λόγου του εἰς κάθε καιρόν. Μὰ ἐσὺ φύλαξον τὴν πίστιν σου τὴν ἁγίαν, καθαρὰν καὶ
ἀμώμητον ἕως τὸ τέλος τῆς ζωῆς σου καθὼς ἐπαράλαβες ἀπὸ ἐμένα τὴν ταπεινήν,
διατὶ θέλει σὲ ἀξιώσει ὁ Κύριος νὰ γίνῃς ἰδική του, νὰ λάβῃς τὸ ἀμαράντινον
στέφανον εἰς τὴν οὐράνιον αὐτοῦ βασιλείαν, νὰ σὲ δοξάσῃ καὶ εἰς τὴν μέλλουσαν
ζωήν. Καὶ ἀσπασαμένη αὐτὴν μετὰ δακρύων, καὶ διδοῦσα εὐχὴν καὶ εὐλογίαν
ἐξέπνευσε. Ἔμεινε δὲ ἡ Ἐλέσα μόνη κυρία τοῦ οἴκου αὐτοῦ καὶ τίς διηγήσεται τὰς
προσευχὰς καὶ νηστείας καὶ ἐλεημοσύνας καὶ ἄλλας ἀρετὰς ὅπου ἔκαμνεν θεαρέστως;
Ὕστερον δὲ ἕναν χρόνον, ἐσυλλογίσθη ὁ πατὴρ αὐτῆς νὰ τὴν ὑπανδρεύσῃ, ἀλλὰ ἡ
Ἐλέσα ἀρνήθῃ. Ὁ δὲ πατήρ της πολλάκις παρινούσε αὐτὴν νὰ ὐπανδρευθῇ, αὐτὴ δὲ μὴ
θέλουσα νὰ ἀκούσῃ, στρέφουσα τὸ πρόσωπόν της ἐσιώπα, μόνο κρυφίως προσηύχετο.
Μετὰ δὲ πολλὰς ἡμέρας ἐταξίδευσε ὁ πατήρ της καὶ πήγε εἰς τόπον μακρινόν. Τότε
ἡ Ἐλέσα, βρίσκοντας εὐκαιρία, ἐναύλωσε ναύτη, καὶ μαζί μὲ τὶς δοῦλές της ὑπῆγαν
εἰς τὰ Κύθηρα, ὅπου ἦτον τόπος ἔρημος καὶ ἀρμόδιος διὰ ἄσκησιν μὲ τὸ νὰ μὴν
ἔχει ἄνθρώπους, πάρεξ θηρία καὶ ὀφίδια μόνον. Ἐξῆλθον δὲ καί τινες ἄνθρωποι διὰ
περιδιάβασιν, καὶ ὁδεύοντες ἔνθεν κακεῖθεν, ἐδάγκασεν ἕνας θανατηφόρος ὄφις ἕνα
ἀπὸ αὐτοὺς καὶ εἰς ὀλίγον διάστημα ἐπρίσθη ὅλον τὸ σῶμα, καὶ μετὰ δεινῶν πόνων
ἐξέψυξε. Οἱ δὲ λοιποὶ ἐλυπήθησαν σφόδρα διὰ τὴν στέρησίν του. Ἀκούσασα δὲ ἡ
Ἁγία τὸ συμβεβηκός, κάμνουσα ἐκτενῆ προσευχὴν πρὸς τὸν Θεόν, ἐσημείωσεν εἰς
αὐτὸν τὸν τύπον τοῦ Σταυροῦ καὶ ἔκραξε μεγαλοφώνως: Ὁ Κύριος Ἰησοῦς Χριστός, ὅπου εἶναι ἡ ζωὴ καὶ ἡ ἀνάστασις τῶν νεκρῶν,
ὥς παντοδύναμος νὰ σὲ ἀναστήσῃ ἵνα δοξασθῇ τὸ ὄνομά του τὸ πανάγιον. Καὶ
εὐθὺς ἀνέστη ὁ νεκρὸς καὶ ἐκάθισεν. Μετὰ δὲ ἡμέρας πολλάς, ἐπέστρεψεν ὁ πατήρ
της, καὶ μὴ εὐρὼν αὐτήν, ἐπληροφορήθη καὶ ἔμαθε λεπτομερῶς τὰ γενόμενα. Τότε,
ὑπῆγε εἰς τὰ Κύθηρα, τὴν εὑρήκε καὶ προσπάθησε ὅπως τὴν μεταπείσῃ. Ὅμως ἡ Ἁγία
ἔμενε στέῤῥεη εἰς τὴν πίστιν της. Ὁ δὲ θυμωθείς, ἤρπασεν αὐτὴν ἀπὸ τοὺς
πλοκάμους τῆς κεφαλῆς, καὶ ἔσυρε καταγῆς, καὶ ἔτυπτε μετὰ ῥάβδων, ἕως ὅτου τὴν
κατεπλήγωσεν. Αὐτὴ δὲ ἔψαλλε τὸ· Ἐλέησόν
με ὁ Θεός. Βλέπων ὁ Ἑλλάδιος τὸ ἀμετάθετον τῆς γνώμης, ὀπισθαγκώνισε τὰς
χεῖράς της, καὶ τὴν ἐκρέμασεν ἀπὸ τοὺς πλοκάμους εἰς δένδρον τι κερατίας, καὶ
ἐβασάνιζεν αὐτὴν μὲ πικρὰς τιμωρίας, ἀλλοπίστους δαρμούς, ἕως ὅτου ἐξέπνευσε
καὶ παρέδωσε τὴν μακαρίαν ψυχήν της εἰς χεῖρας Θεοῦ. Αὐτὸς δὲ ἔλυσε τὸ ἅγιον
καὶ μαρτυρικόν της σῶμα, καὶ τὸ ἔῤῥιψε κατὰ γῆς. Ἐλθοῦσα δὲ ἡ χάρις τοῦ Θεοῦ
ἐπ’ αὐτήν, ἀνεστήθη καὶ ἐκάθισε, καὶ εὐχαριστοῦσε τὸν Θεόν. Βλέποντας δὲ ὁ
πατήρ της ταῦτα ἐπλήσθη θυμοῦ, καὶ λαβῶν εἰς χεῖρας λίθον νὰ λιθάσῃ αὐτήν, ἥ
Ἁγία ἔτρεξε φεύγουσα, καὶ αὐτὸς τὴν ἐζύγωνε μὲ πολὺν θυμόν, καὶ ἐσχίσθη μιὰ
πέτρα μεγάλη τοῦ βουνοῦ, καὶ ἐπέρασεν ἡ Ἁγία τὸ ἄλλο μέρος καὶ κλίνασα τὰ
γόνατα προσηύχετο. Ὁ δὲ θηριόγνωμος πατήρ της τρέξας κατόπιν της, τὴν κτυπᾷ μὲ
ἕνα λίθον εἰς τὸ μέτωπόν της καὶ ἐσύντριψε τοὺς ὀδοντας, εἶτα ἀσπασάμενος τὴν
μάχαιράν του ἀπέκοψε τὴν ἁγίαν της κεφαλήν, τῇ 1ῃ Αὐγούστου του 375, καὶ οὕτως
ἔλαβε τὸ στέφανον τοῦ μαρτυρίου. Ἡ δὲ μία δούλη τῆς Ἁγίας ἔστεκεν ἀντίκρυ καὶ
ἐθεώρει τὰ γενόμενα. Τὴν δὲ ἄλλην τὴν ἐπῆρε καὶ τὴν ἔβαλε στανικῶς ὁ Ἑλλάδιος
εἰς τὸ πλοῖον, καὶ ἐγύρισαν εἰς τὴν Πελοπόννησον. Ἡ δὲ δούλη ὅπου ἦτο κρυμμένη
ἄντικρυ καὶ ἐθεώρει, ὅταν ἔφυγε τὸ πλοῖον, ἦλθεν εἰς τὸ λείψανον τῆς Ἁγίας
μακαρίζουσα καὶ καταφιλοῦσα αὐτὴν μετὰ δακρύων καὶ εὐλαβῶς ἐκήδευσεν αὐτὸ τὸ
μακάριο λείψανον εἰς τόπον ὑψηλὸν ἐνῷ ἦτον νεκρὴ εἰς τὸ ὄρος ἐπάνω, διὰ ταύτην
λοιπὸν τὴν αἰτίαν ὀνομάζεται ἕως τὴν σήμερον ὄρος τῆς Ἁγίας Ἐλέσας. Ἡ δὲ δούλη
τῆς Ἁγίας ἔμεινεν εἰς αὐτὸν τὸν τόπον τεσσαράκοντα ἡμέρας καὶ ἤκουε πολλὰς
ψαλμῳδίας Ἀγγέλων ἐπάνω τοῦ τάφου κατὰ πᾶσαν νύκτα, ἐθεώρει δὲ καὶ φῶς οὐράνιον.
Καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἦλθε ἕνα πλοῖον τῶν χριστιανῶν εἰς αυτὴν τὴν
νῆσον, καὶ κατελθοῦσα αυτὴ ἀπὸ τοῦ ὄρους εἰσῆλθεν ἐν αὐτῷ καὶ ἀνεχώρησε ἐκ τῆς
νήσου, καὶ ἐδιηγοῦσεν ἅπαντα τὰ περὶ τῆς ἁγίας γενόμενα εἰς πᾶσαν πόλιν καὶ
χώραν, ἅς ἐδιώδευσε. Καὶ πολλοὶ τῶν χριστιανῶν ἀκούοντες τὰ τοιαῦτα, ἤρχοντο
εἰς τὴν νῆσον ταύτην χάριν εὐλαβείας καὶ προσκυνήσεως τῆς Ἁγίας, καὶ ἔκτισαν
μικρὸν ναὸν εἰς τὸ ὄνομά της, πηγὴ θαυμάτων δὲ γέγονε εἰς τοὺς προσερχομένους
μετὰ πίστεως, καὶ μὲ τὴν βοήθειαν τῆς Ἁγίας εἰς ὀλίγους χρόνους κατοικήθηκε ἡ
νῆσος αὕτη ἀπὸ πλῆθος λαοῦ.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἑπτὰ Μαρτύρων Μακκαβαίων· Ἀβείμ, Ἀντωνίου, Γουρίου, Ἐλεαζάρου, Εὐσέβωνα, Ἀχείμ καὶ
Μαρκέλλου, τῆς μητρὸς αὐτῶν Σολομονῆς
καὶ τοῦ διδασκάλου αὐτῶν Ἐλεαζάρου
Πρῶτος
πρὸ Χριστοῦ πῦρ στέγων Ἐλεάζαρ,
ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
Κατὰ τοῦς χρόνους Βασιλέως
Ἀντιόχου υἱοῦ Σελεύκου ἐν ἔτει ρογ΄ (173), ἀκμάσαντες οἱ Ἅγιοι οὗτοι, καὶ
ἀναγκασθέντες ὑπὸ τοῦ ἄνωθεν Ἀντιόχου (ὅστις ἐξώντωσε καὶ αἰχμαλώτισεν ἅπαν τὸ
γένος τῶν Ἑβραίων), νὰ ἀρνηθῶσι τὰς συνηθείας καὶν διατάξεις τὰς παραδεδομένας
ὑπὸ τοῦ νόμου καὶ τῶν προγόνων των, τρώγοντες χοιρινὰ κρέατα, δὲν ἐπείσθησαν
εἰς τοῦτο οὔτε αὐτοὶ οὔτε καὶ ὁ διδάσκαλός των Ἐλεάζαρος, φυλάττοντες τὴν
παραγγελίαν τοῦ θείου νόμου λέγουσαν: «Τὸν
ὗν, ὅτι διχηλοῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει
μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τὸ κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν
θνησιμαίων αὐτῶν οὐχν ἅψεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν» (Λευϊ. Ια΄. 7)·
τουτέστι, μὴ φάγητε τὸν χοῖρον, διότι αὐτὸς ἔχει μὲν τοὺς ὄνυχας ἐσχισμένους
εἰς δύω, δὲν μηρυκάζει δέ, ἤτοι δὲν ἀναμασσᾷ τὴν τροφὴν του, διὸ ἐκ τῶν κρεάτων
τοῦ χοίρου μὴ φάγητε, καὶ τὸ νεκρὸν σῶμα αὐτοῦ μὴ πιάσητε, διότι εἶναι
ἀκάθαρτα. Τούτου ἔνεκα τοῦ μὲν Ἐλεαζάρου ἔδεσαν ὁπίσω τὰς χεῖρας, καὶ ἀφοὺ
ἔδειραν αὐτὸν δυνατά, ἔχυσαν ἐντὸς τῆς ῥινὸς του ὑγρά τινα βρωμερὰ καὶ δριμέα·
εἶτα ἔῤῥιψαν αὐτὸν εἰς πυράν, εἰς τὴν ὁποίαν προσευχηθεὶς νὰ γίνῃ τὸ αἷμα καὶ ὁ
θάνατός του λύτρωσις καὶ ἐλευθερία ὅλου τοῦ γένους του, οὕτω παρέδωκεν ὁ
ἀοίδιμος τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ ζώντος. Τοὺς δὲ Ἁγίους ἑπτὰ Παῖδας
ἔφερεν ἐνώπιόν του ὁ τύρρανος, καὶ ἐτιμώρησεν αὐτούς, ἕκαστον κατὰ τοὺς χρόνους
τῆς ἡλικίας του, τὰ ὁποῖα ἐνεπήγοντο εἰς τὰ ἄρθρα καὶ τοὺς ἁρμοὺς τοῦ σώματος.
Ὅθεν, οἱ μακάριοι παῖδες ἀποθανόντες ἐν μέσῳ τῶν τοιούτων βασάνων, ἀπέδειξαν,
ὅτι ὁ λογισμὸς εἶναι κύριος καὶ αὐτοκράτωρ τῶν παθῶν, καὶ δὲν νικάται ὑπ’ αὐτῶν
χωρὶς νὰ θέλῃ (ὡς τοῦτο ἀποδεικνύει ὁ Ἑβραῖος Ἰώσηπος εἰς τὸν ὁλόκληρον λόγον
ὅν συνέγραψε περὶ αὐτοκράτορος λογισμοῦ, ὅστις ἄρχεται οὕτω: «Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι μέλλων»)·
οὕτω δὲ ἔλαβον παρὰ Κυρίου τοὺς στεφάνους τῆς ἀθλήσεως. Μετὰ ταῦτα, ἡ μήτηρ
αὐτῶν Σολομονή, βλέπουσα τοὺς ἑπτὰ υἱούς της ἀνδρείως τελειωθέντας ἐχάρη, καὶ
χωρὶς οὐδεὶς νὰ ἐπιθέσῃ χεῖρα ἐπ’ αὐτῆς, ὑπῆγε μόνη καὶ ἐῤῥίφθη ἐντὸς τῆς
ἀναμμένης πυρκαϊᾶς, καὶ οὕτω παρέδωκε τὴν ψυχήν εἰς χεῖρας Θεοῦ. Τελεῖται ἡ
αὐτῶν Σύναξις εἰς τὸν μαρτυρικὸν αὐτῶν ναόν, τὸν εὑρισκομένον εἰς τὸ ἔμβασμα τὸ
λεγόμενον τοῦ Δομνίνου, καὶ πέραν εἰς τὴν Ἐλαίαν. Σημείωσαι, ὁτι ὁ μὲν Θεολόγος
Γρηγόριος ἕνα ἐγκωμιαστικὸν λόγον πλέκει εἰς τὰς μαρτυρικὰς κεφαλὰς τῶν ἁγίων
τούτων Μακκαβαίων, οὗ ἡ ἀρχή: «Τί δαὶ οἱ
Μακκαβαῖοι;». Ὁ δὲ Χρυσόστομος τρεῖς λόγους συνέγραψε περιεχομένους ἐν τῷ
πέμπτῳ τόμῳ τῆς ἐν Ἐτώνῃ ἐκδόσεως, ὧν τοῦ μὲν πρώτου ἡ ἀρχή: «Ὡς φαιδρὰ καὶ περιχαρὴς ἡμῖν». Τοῦ
δευτέρου: «Ἅπαντας μὲν οὖν ἐγκωμιάσαι».
Τοῦ δὲ τρίτου: «Καὶ τοῖς Μάρτυσιν ὁρῶν».
Ἀξιόλογο δὲ εἶναι ἐκεῖνο, τὸ ὁποῖον γράφει περὶ αὐτῶν ὁ ῥηθεὶς Γρηγόριος: «Οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες,
τίποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν
μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς ὑποδείγματος τοιοῦτοι καὶ τοσοῦτοι τὴν ἀρετήν,
πῶς οὐκ ἄν ὤφθησαν γενναιότεροι μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα
μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ λόγος, σφόδρα πιθανὸν ἐμοὶ γοῦν καὶ πᾶσι
τοῖς φιλοθέοις, μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς ἐις
Χριστὸν πίστεως τούτου τυχεῖν· ὁ γὰρ λόγος, ἐπαῤῥησιάσθη μὲν ὕστερον καιροῖς
ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διάνοιαν». Σημείωσαι,
ὅτι τὸ λείψανον τῆς Ἁγίας Σολομονῆς σώζεται ὁλόκληρον, ἐν τῷ Πατριαρχείῳ τῆς
Κωνσταντινουπόλεως. Εἰς τὸ μαρτύριον τούτων λόγον συνέγραψε Ἰώσηπος ὁ Ἰουδαῖος·
εὑρίσκεται δὲ ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἕτερος λόγος συντομότερος αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Πρόοδος τοῦ Τιμίου
καὶ Ζωοποιοῦ Σταυροῦ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐννέα
Μαρτύρων τῶν ἐν Πέργῃ τῆς Παμφυλίας· Λεοντίου, Ἄττου, Ἀλεξάνδρου,
Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου καὶ Εὐκλέου.
Ἐκ
Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.
μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.
Ἤκμασαν οἱ Ἅγιοι οὗτοι κατὰ
τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ, καὶ Φλαβιανοῦ ἠγεμόνος τῆς Παμφυλίας ἐν
ἔτει 300, ὅντες χριστιανοὶ ἐκ προγόνων. Καὶ ὁ μὲν Μηναῖος ἧτο τέκτων, οἱ δὲ
ἄλλοι γεωργοί, ὅλοι δὲ μίαν γνώμην ἔχοντες, καὶ μίαν καλὴν βουλὴν
βουλευσάμενοι, προσῆλθον αὐτόκλητοι εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου. Ἀφήσαντες
λοιπὸν ἀπὸ κοινοῦ ὅλα τὰ βιωτικὰ πράγματα, μετέβησαν εἰς τὸ ἐκεῖ ἱερὸν τῆς
ψευδοθεᾶς Ἀρτέμιδος, καὶ ἐν μιᾷ νυκτὶ ἐγκρέμισαν ὅλα τὰ ἐν αὐτῷ εὑρισκόμενα
εἴδωλα. Διὰ τοῦτο συλληφθέντες καὶ ἐρωτηθέντες, ἐὰν ἀρνῶνται τὸν Χριστόν,
ἐπειδὴ δὲν ἐπείσθησαν, ἐδάρησαν δυνατά, καὶ ἐκάησαν εἰς τὰς πλευράς. Ἄφοὺ δὲ
ἔσχισαν μὲ σιδηρὰ ὀνύχια τὸ δέρμα τοῦ σώματός των μέχρις ὀστέων, καὶ μὲ
λαμπάδας ἀναμμένας ἔκαυσαν τὰς μασχάλας των, καὶ μὲ ὀβελίσκους ἐκέντησαν τοὺς
ὀφθαλμούς των, τοὺς ἔῤῥιψαν ἐν τῇ φυλακῇ, ἀφήσαντες αὐτοὺς ἐκεῖ ἄνευ φαγητοῦ
καὶ ποτοῦ, καὶ ἄνευ τῆς ἐλαχίστης ἐπιμελείας, κατὰ προσταγὴν τοῦ ἡγεμόνος. Μετὰ
παρέλευσιν δὲ πολλοῦ χρόνου ἐδόθησαν οἱ Ἅγιοι βορὰ τοῖς θηρίοις, ἀλλὰ ταῦτα
οὐδόλως ἔβλαψαν αὐτούς, οὔτε κἄν ἐκινήθησαν. Ὅθεν βλέποντες τὸ παράδοξον τοῦτο
οἱ ἐκεῖσε παριστάμενοι ἐξεπλάγησαν, καὶ εἶπον μεγαλοφώνως: Μέγας εἶναι ὁ Θεὸς τῶν χριστιανῶν. Καὶ ὤ τοῦ θαύματος! εὐθὺς ἔγιναν
βρονταὶ καὶ ἀστραπαί, καὶ βροχὴ πολλὴ καὶ ῥαγδαία μετὰ χαλάζης, καὶ μὲ αὐτὰ
ἠκούετο ἄνωθεν καὶ θεϊκὴ φωνὴ προσκαλοῦσα τοὺς Ἁγίους εἰς τὰ οὐράνια.
Ἀκούσαντες δὲ οἱ Μάρτυρες, τὴν γλυκυτάτην ἐκείνην φωνὴν ἐχάρησαν, καὶ χαίροντες
ἀπεκεφαλίσθησαν· οὕτω δὲ ἔλαβον παρὰ Κυρίου τοὺς στεφάνους τοῦ Μαρτυρίου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πάπας, εἰς σάκκον
βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.
Σάκκος
Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
καὶ
τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐλεάζαρος,
πυρὶ τὴν κεφαλὴν καταφλεχθείς, τελειοῦται.
Καυτηριασθεὶς
Ἐλεάζαρος κάραν,
ψυχοβλαβῶν
ἀπῆλθε κρείττων ῥευμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Κήρυκος, ξίφει τελειοῦται.
Τοῦ
δημίου φήσαντος· Οὐ τμηθῇς θύων.
κλίνας
κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Θεόδωρος, ξίφει τελειοῦται.
Τῷ
Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους
τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.
Ἰὼβ
καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Μήνου καὶ Μηναίου, καὶ ἑτέρων, ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.
Mήνης κατοικεῖ συγκάτοικον νῦν ἔχων,
Mηναῖον ἔνθα οὐδαμῶς μήνη πέλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Τιμοθέου, ἀρχιεπισκόπου Προκοννήσου.
Τὸν
Τιμόθεον, τὸν Προκοννήσου θύτην,
τιμᾷ
Θεὸς πρίν, νῦν τε θαυματουργίαις
Οὗτος ἤκμασε περὶ τὰ μέσα
τοῦ ἕκτου αἰῶνος, ἐπὶ βασιλεία τῶν Αὐτοκρατόρων, Ἰουστίνου τοῦ Θρᾳκός, καὶ τοῦ
υἱοῦ αὐτοῦ Ἰουστινιανοῦ τοῦ Μεγάλου, ἐν τῇ Βασιλευούσῃ ποιούμενος τὰς
διατριβάς. Ἀρετῇ δὲ πάσῃ κεκτημένος, προχειρίζεται Ἐπίσκοπος Προκοννήσου, ἤ
συνηθέστερον εἰπεῖν, Προικοννήσου, ἥτις τὸ πάλαι καὶ Ἐλαφόννησος ἐκαλεῖτο· νῦν
δὲ ὑπὸ πάντων γινωσκομένη καὶ λεγομένη Μαρμαρᾶς. Ἀπελθῶν οὖν ἐκεῖσε ὁ θεῖος
Πατήρ, καὶ τοὺς κατοίκους τῆς νήσου ταύτης εὑρὼν τὴν πειρατείαν μετερχομένους,
καὶ πολλὴν ἀπανθρωπίαν τοῖς ἐν τὰ παράλια ἐκεῖνα ναυαγοῦσι δεικνύοντας,
κατέβαλε πᾶσαν σπουδήν, ἵνα τῆς τοιαύτης γνώμης ἀπαλλάξῃ αὐτούς, καὶ εἰς οἶκτον
πρὸς τοὺς δυστυχοῦντας προτρέψῃ· ὅ καὶ πεποίηκεν ἐν ὀλίγῳ χρόνῳ, διὰ τῆς
χριστομιμήτου αὐτοῦ πρᾳότητος. Καλῶς δὲ ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον,
καὶ ἀσκητικῶς διανύσας τὸν βίον, καὶ τὴν μὲν ἐπενεχθεῖσαν αὐτῷ συκοφαντίαν
ἀνεξικάκως ὑπενεγκών, τὴν δὲ θυγατέρα Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος
δαιμονιῶσαν, ἐμφανισθεὶς μόνον καὶ ἰασάμενος ἀνεπαύσατο ἐν Κυρίῳ, πλήρης
ἡμέρων, τῇ 1ῃ Αὐγούστου. Ἡ δὲ φιλόθεος μήτηρ τῆς ἰαθείσης παιδός, ἡ βασιλὶς
Θεοδώρα, πρὸς ἔνδειξιν εὐγνωμοσύνης της εἰς τὸν Ἅγιον, ἀνήγειρε ἐπὶ τῷ ὀνόματι
αὐτοῦ Μονὴν ἱεράν, ἐπί τινος εὐρυχώρου πεδιάδος, ὅπου ἡ πάσχουσα πρότερον
ἀπελθοῦσα ἰάθη, καὶ τὸ ἱερώτατον ἅγιον λείψανόν του εὑρέθη, μετὰ τὴν ἀποβίωσην
αὐτοῦ, καὶ πηγὴ ἁγιάσματος, μικρὸν ἀπωτέρω. Κεῖται δὲ ἡ πεδιὰς αὕτη
νοτιανατολικῶς τῆς νήσου, ἄνωθεν τῆς πάλαι ποτὲ κωμοπόλεως Προικοννήσου,
Κλαζάκιον τανῦν ὑπὸ τῶν ἐγχωρίων καλουμένης, καὶ μηδὲν ἕτερον ἔχούσης, εἰμὴ
περίπου οἰκίας σμικράς. Καίτοι δὲ ἐρειπίων ὄντων καὶ τῆς Μονῆς καὶ τοῦ μεγίστου
αὐτῆς Ναοῦ, συνέρχονται ὅμως ἐκεῖ κατ’ ἔτος οἱ ἐγχώριοι, ἐπιτελοῦντες τὴν τοῦ
ἁγίου ἑορτήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ὁσίας Παύλης τῆς Καρπασίτιδος.
Τρόπων
ἀπλάστων καὶ ἐνθέου βίου,
Παῦλα
βολίσι, κατεφώτισας Κύπρον.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἐθελγουάλδου (Ethelwald) τοῦ Σκώτου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Πέτρου τοῦ
Τραπεζούντιου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἐβραίων.
Ὕμνον τῷ πάντων εὐεργέτῃ,
ἀνεκραύγαζες Ἐλέσα ἐν βασάνοις, δεομένη πιστῶς ὑπὲρ τῶν σὲ τιμώντων, καὶ
κηρυττόντων Κύριον, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Μόνῳ τυχεῖν τυχεῖν ποθοῦσα,
οὐκ ἐφρόντισας μελῶν συνθλαττομένων, ἀλλὰ μᾶλλον αὐτὸν ἐκήρυττες βοῶσα·
Εὐλογητὸς εἷ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὄμβροις αἱμάτων σου τοὺς
ὄμβρους, ἀπεξήρανας τῆς εἰδωλομανίας, ἐπομβρύεις δὲ νῦν ἰάσεων πελάγη, Παρθενομάρτυς
παύουσα τὸν φλογμὸν τῶν παθημάτων.
Θεοτοκίον.
Νόμους Παρθένε ὑπερβᾶσα,
τοὺς τῆς φύσεως τῇ θείᾳ σου συλλήψει, ὑπὲρ φύσιν Θεὸν ἐκύησας βοῶσα· Εὐλογητὸς
εἷ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾨδὴ η΄. Ἑπταπλασίως
κάμινον.
Κυμαινομένην θάλασσαν
πειρασμῶν καὶ κολάσεων, θείᾳ κυβερνήσει ἀβλαβῶς διέπλευσας, τὸν ὄφιν βυθίσασα
τῷ σῷ ἀγώνων Μάρτυς βυθῷ· ὅθεν Παραδείσου τοὺς ἀκτίστους λιμένας κατέλαβες
βοῶσα· Ἱερεῖς εὐλογεῖτε Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Ὄφιν δεινὸν ἐνέκρωσας
ζωτικοῖς ἀγωνίσμασι, καὶ τῶν προσευχῶν σου ἐπῳδαῖς ἀνήμερα, θηρία ἐκοίμισας καὶ
τῆς ἐκ τούτων βλάβης ἐκτὸς ἔμεινας, τῶν πίστει μελῳδούντων Ἐλέσα· οἱ παῖδες εὐλογεῖτε
Θεὸν εἰς τοὺς αἰῶνας.
Ῥήματι ζῶντι ἤγειρας τὸν θανέντα
τοῖς δήγμασι, μάρτυς ἀθληφόρε ἰοβόλων ὄφεων, Θεὸς γὰρ τὸν θάνατον καταπατήσας
θείᾳ ταφῇ σου τῶν προσευχῶν καθυπακούει Ἐλέσα, πρὸς ὅν βοᾷς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε
Θεὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ κραταιὰ βοήθεια τῶν
πιστῶν Ἀειπάρθενε ῥῦσαί με τῆς πλάνης τοῦ δολίου δράκοντος, δεινῶς πολεμοῦντός
με καὶ ταπεινῶσαι σπεύδοντος, σὺ γὰρ ἀπλανῶς τοὺς ἐπὶ σοὶ πεποιθότας ὁδήγησον
βοῶντας ἀπαύστως· λαὸς ὑπερυψοῦτε Θεὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν κατηξίωθης,
κατηγλαϊσμένη, καὶ μαρτυρίου στολαῖς ἐξαστράπτουσα, τῷ σῶ Νυμφίῳ Ἐλέσα μάρτυς
πολύαθλε.
Ὡραῖόν σου τὸ κάλλος,
ὑπεραγαπήσας, ὁ ὑπὲρ πάντας κάλλει Χριστός, ἐπουρανίων θαλάμων σὲ κατηξίωσεν.
Ἡλίου λαμπροτέρα, ὤφθη σου
ἡ μνήμη, μαρμαρυγαῖς χαρισμάτων τοῦ Πνεύματος, τοὺς σὲ τιμῶντας Ἐλέσα
καταφωτίζουσα.
Θεοτοκίον.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή,
σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
Ἐξαποστειλάριον. Τῶν μαθητῶν
ὁρώντων σε.
Τὴν ἀθληφόρον ἅπαντες
θεοφρόνως, ὑμνήσωμεν συμφώνως θείαν Ἐλέσαν, αὐτὴ γὰρ τὴν πλάνην κατεπάτησε, καὶ
τὸν Χριστὸν ἐκήρυξε, Υἱὸν Θεοῦ τε καὶ Λόγον καὶ Ποιητὴν τῶν ἁπάντων.
Καὶ τοῦ Σταυροῦ. Ὅμοιον.
Σταυρὸς
ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς
βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ
τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Τῇ τοῦ Σταυροῦ προελεύσει
προϋπαντήσωμεν, καὶ πίστει προσελθόντες, προσκυνήσωμεν τοῦτον, βοῶντες ἐκ
καρδίας Σταυρὲ τοῦ Χριστοῦ, πάσης βλάβης ἀπάλλαξον, τοὺς προσιόντας σοι πόθῳ
καὶ τὸν ἐν σοί, προσπαγέντα μεγαλύνοντας.
Τῶν Κυθηρίων ἡ νῆσος τέρπου
καὶ χόρευε, ὡς φαεινὴ λαμπὰς γάρ, ἡ Ἁγία Ἐλέσα, τὸ φῶς τῆς εὐσεβείας καὶ τῆς
τοῦ Χριστοῦ, εὐσπλαγχνίας καὶ χάριτος, ἐν σοὶ ἐκλάμπει ἀσκήσασα ἱερῶς, καὶ
νομίμως ἐναθλήσασα.
Πελοποννήσου ἡ χώρα σε
ἀνεβλάστησεν, ἀλλ’ ἡ Κυθήρων νῆσος, ὥσπερ εὔοσμον ῥόδον, κατέχει σε Ἐλέσα καὶ
ταῖς ὀδμαῖς, τῶν ποικίλων χαρίτων σου, τοὺς ἑαυτῆς κατευφραίνει υἱοὺς ἀεί,
μακαρίζοντας τοὺς ἄθλους σου.
Χειρὶ πατρώᾳ τμηθεῖσα ὑπὲρ
ἀγάπης Χριστοῦ, λαμπρῶς ἐθαυμαστώθης, Ἀθληφόρε Ἐλέσα· ἀλλὰ τοὺς προσιόντας
πίστει θερμῇ, τῷ ἁγίῳ τεμένει σου, καὶ τὴν σὴν μνήμην τελοῦντας χαρμονιικῶς,
πάσης βλάβης διαφύλαττε.
Δόξα. Ἦχος δ΄.
Τὴν πατρικὴν ἀσέβειαν
Μάρτυς μισήσασα, τὴν μητρικὴν εὐσέβειαν θερμῶς ἀγαπήσασα, πρόσκαιρον πλοῦτον
ἀπέῤῥιψας καὶ τῶν ματαίων τερπνότητα. Χριστὸν δὲ ποθοῦσα τὴν Κυθηρίαν
κατέλαβες, ἀσκητικῶς ἐκεῖθεν διάγουσα, καὶ ὑπὲρ ἀγάπης Χριστοῦ πολλὰς βασάνους
ἐγκαρτερήσασα, τὴν κεφαλὴν ἀπετμήθης παρὰ τοῦ ἰδίου πατρός. Ὅθεν ἡμεῖς πιστῶς
ἀθροισθέντες μελῳδικοῖς ᾄσμασι τὴν μνήμην σου ἀνυμνοῦντες, λέγομεν· Χαίροις ἡ
τοῦ θείου ἐλέους ἐπώνυμος Ἐλέσα· χαίροις ἡ ἐξ ἐπαγγελίας τεχθεῖσα· χαίροις ἡ
τὸν νεκρωθέντα τοῖς ἰοβόλοις δήγμασι τῶν ὄφεων διὰ προσευχῆς ἀναστήσασα·
χαίροις ἡ διπλοῦν τὸν στέφανον παρὰ Χριστοῦ δεξαμένη, τοῦ μαρτυρίουν καὶ τῆς
ἀσκήσεως. Διὸ καὶ θαυματουργὸς ἀνεδείχθης, παῤῥησίαν οὖν πρὸς Χριστὸν ὡς
ἔχουσα, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Ὁ συμμαχήσας Κύριε τῷ
πραοτάτῳ Δαυΐδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τῷ πιστῷ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ
τῷ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ
ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες
νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα
ἔλεος.
Δοξολογία μεγάλη καὶ
Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἀθλοφόρε νύμφη
Χριστοῦ· χαίροις τῶν Παρθένων καὶ μαρτύρων ἡ καλλονή, δόξα ἐκκλησίας, εὐπρέπεια
ὁσίων, Ἐλέσα τῶν Κυθήρων τὸ μέγα καύχημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου