ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΗ΄!!
ΑΡΙΑΔΝΗ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Δαμασκηνοῦ
μοναχοῦ Γρηγοριάτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸ ἀνυψούμενον ξύλον τῆς σωτηρίας ἡμῶν, ἐν ᾧ
Χριστὸς τὰς χεῖρας, ἡ ζωὴ τῶν ἁπάντων, προσήλωσε βουλήσει, πάντας πιστούς,
προσκαλεῖται ἐν ᾄσμασιν, ἑορταζόντων μετ᾽ ἤχου τοῦ προσκυνεῖν, ὑποπόδιον τὸ
θεῖον αὐτοῦ.
Τῶν ἐγκαινίων τὴν μνήμην τῆς ἀναστάσεως, δι᾽ ἧς
τοῖς ἐν τῷ σκότει, φῶς ἐπέλαμψε μέγα, ζωῆς καὶ ἀφθαρσίας, δεῦτε πιστοί,
ἐκτελοῦντες ὑψώσωμεν, τὸ ζωοπάροχον ξύλον τὸ τοῦ Σταυροῦ, προσκυνοῦντες τὸν
Σωτῆρα Χριστόν.
Μωσῆς ὁ μέγας, τὸ πάλαι ἐπὶ τοῦ ὄρους Σινᾶ,
σταυροειδῶς τὰς χεῖρας, ἐκπετάσας εἰς ὕψος, ἐτύπου τὸν Σταυρόν σου, Χριστὲ ὁ
Θεός, τὸν ὑψούμενον σήμερον, καὶ ἁγιάζοντα πάντας τοὺς ἐπὶ γῆς, ἐν αὐτῷ σε
προσκυνοῦντας πιστῶς.
Ἕτερα.
Τῆς Ἁγίας. Ὅμοια.
Νεανικῷ
σου τῷ ζήλῳ τύραννον ἤσχυνας, ποθοῦσα διὰ πίστιν, τοῦ Σωτῆρός σου Κόρη, τυχεῖν
βασάνων πλῆθος καὶ ἐκκοπήν, μεληδὸν τοῦ σαρκίου σου, ἀλλ’ ὅμως ὤφθησαν τάξεις
ἀγγελικαί, σὲ φρουροῦσαι παναοίδιμε.
Τῶν
ἀσεβούντων τὰ στίφη δεινῶς διωκόμενα, ὑπὸ λευκοφορούντων, καὶ ἐν ἵπποις
βαινόντων, Ἀγγέλων ἀριθμήτων συντριπτικήν, ἔσχον τὴν ἧτταν ἐκραύγαζον· ὄντως σὲ
σκέπει ὦ Κόρη μέγας Θεός, καὶ στρατεύματα Ἁγίων Του.
Διὰ
εὐχῶν σου συντόνων πέτρα ἐδέξατο, πολύαθλόν σου σῶμα, Ἀριάδνη τρισμάκαρ, καὶ
πνεῦμα σου ἐνδόξως εἰς οὐρανούς, ἐμβιβασθὲν συναγάλλεται, ἐν τοῖς ἁγίοις
σκηνώμασι τοῦ Θεοῦ, καὶ πρεσβεύεις ὑπὲρ πάντων ἡμῶν.
Δόξα.
Ἦχος πλ. β΄.
Ἀθροίσθητε
σήμερον Χριστιανῶν τὰ πληρώματα, ὑμνῆσαι ἐπαξίως τὴν ἀήττητον Μάρτυρα Κυρίου.
Αὕτη, ὡς ἀρνηθεῖσα μετασχεῖν γενεθλίοις τοῦ παιδὸς ἄρχοντος Τερτύλλου, ἐν ναῷ
εἰδωλικῷ, ἐδέχθη ἀνδρειοτάτῳ φρονήματι σωματικὰς βασάνους. Ὡς παριδοῦσα μετὰ
βδελυγμίας ἐγκοσμίων τὴν τερπνότητα, ὁλικῷ τῷ πόθῳ, ἐνητένιζε τῶν οὐρανίων
καλλονῶν τὰ σκηνώματα. Μὴ πεισθεῖσα ταῖς προτροπαῖς τοῦ δυσσεβοῦς, σκληρῶς
ἐβασανίσθη καὶ ἱππομαχία ἐγένετο ὑπερθαύμαστος. Ἄγγελοι λευκοῖς ἱματίοις
περιβεβλημένοι τοὺς ἀσεβεῖς διὰ δοράτων ἠφάνισαν καὶ τὴν νύμφην τοῦ Χριστοῦ, ἐν
πέτρᾳ ῥαγείσῃ καλῶς διεφύλαξαν. Ὢ φιλανθρωπίας Δεσπότου καὶ Ἀγγέλων
ἀκαταμαχήτου ἱππομαχίας! Πρέσβευε οὖν, δεόμεθα Παρθενομάρτυς, Κυρίῳ τῷ Θεῷ,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ
αὐτός.
Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν
τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν·
καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τήν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι᾿
ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ
εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς
οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς σε.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ
φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς
ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ
αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς
γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ
αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη
αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν.
Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι
καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ
συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων
αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι,
ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Δεῦτε
φιλομάρτυρες πάντες, τὴν πολυέραστον κόρην Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, Ἀριάδνην,
ὕμνοις ἀσιγήτοις ἐπαινέσωμεν. Αὕτη γάρ, ὡς θησαυρὸν πολύτιμον τὴν πίστιν
τηρήσασα, μαρτυρικὰς ἀλγηδόνας καὶ ὀνειδισμοὺς ὑπήνεγκε, καὶ τὸ βραβεῖον τῆς
ἄνω κλήσεως λαβοῦσα, σὺν χοροῖς Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων, χορεύει χαίρουσα
καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Τῇ
ἀηττήτῳ δυνάμει τοῦ Πνεύματος πυρποληθεῖσα ἡ καρδία σου, Μάρτυς Χριστοῦ Ἀριάδνη,
ἐφάνης τοῖς ἀθέοις τυράννοις, οὖσα θῆλυς τῇ φύσει, ἰσότιμος καὶ ἰσοσθενὴς ἐν
παλαίσμασι γενναιοτάτων ἀνδρῶν. Διό σε ἀγαπήσας ὁ φιλάνθρωπος Πατήρ, ἀγγελικῇ
παρατάξει σὲ ἄτρωτον διεφύλαξε καὶ τὴν ψυχήν σου παρέλαβεν εἰς αἰωνίους μονάς.
Ἦχος
γ΄.
Οἱ
τῶν Μαρτύρων ἐρασταί, νέοι καὶ νεάνιδες, ὡς ἀρετῶν θησαύρισμα, δεῦτε ἀπολαύσετε
τοὺς καλλινίκους ἀγῶνας τῆς θεόφρονος Ἀριάδνης. Αὕτη, δουλωθεῖσα τῷ σώματι,
παρέμεινεν ἐλευθερία τῷ πνεύματι καὶ ἐν καιρῷ τῷ δέοντι, διετράνωσε παῤῥησίᾳ
τῶν τῆς ἀσεβείας παρατάξεων, πίστιν τὴν σωτήριον, δι’ ἣν ἀγογγύστως ὑπέμεινε
ῥαβδισμοὺς καὶ ξέσεις καὶ εὐτελεῖς ὀνειδισμοὺς ἡ πολύαθλος, πρὸς εὐστοχίαν
ἐπηγγελμένων ἀγαθῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Εἴληφας
παιδιόθεν ἐκ γονέων εὐλαβῶν, ὡς ὅπλον ἀοίδιμε Μάρτυς Ἀριάδνη, τὴν ἁγίαν πίστιν
σου. Ἐφρύαξαν οἱ δαίμονες, νικηθέντες κατὰ κράτος, καθ’ ὅσον εἶδον τὴν
ἀθλητικήν σου καρτερίαν ἐν τοῖς ἐπονειδίστοις βασάνοις σου. Τότε καὶ ὁ Νυμφίος
σου Χριστός, ὁ ἐραστὴς τῶν ἐκλεκτῶν Του δούλων, πέτραν διέταξε καὶ ἐχώρησέ σε,
ἐνῶ ἱππομαχοῦντες λευκοφόροι Ἄγγελοι ἐδίωξαν ἀπηνῶς τὰ στίφη τῶν διωκόντων σε
ἐχθρῶν. Οὕτω λαμπρῶς ἐνδοξασθεῖσα ἐν οὐρανοῖς, τὸ πνεῦμά σου ἀγάλλεται Μάρτυς
ἀξιομακάριστε, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν ἐκ πόθου ἑορταζόντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν
προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν
ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη,
ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς
ἐλευθερώσας, δόξα σοι.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
παρθενομάρτυς Χριστοῦ, ἡ ἑκουσίως εἰσαχθεῖσα τῷ σκάμματι, καὶ ῥώμῃ Πνεύματος
θείου, καθοπλισθεῖσα τρανῶς, ῥάπισμα γενναῖον σὺ ἐπέδωκας, ἐχθροῖς τοῖς τὰ
εἴδωλα, προσκυνοῦσι καὶ τρέμουσιν, ὅτι ἠρνήθης, ἡγεμόνος γενέθλια, τοῦ παιδὸς
αὐτοῦ, μετασχεῖν πολυθαύμαστε· ὅθεν τῇ θείᾳ γλώττῃ σου, ᾐσχύνθησαν ἅπαντες, καὶ
τῇ μανίᾳ βελίαρ, ἐδίωξάν σε ἀοίδιμε, καὶ αὖθις αἰσχύνην, εἰληφότες Ὡς Ἀγγέλων,
πλήθη ὁρώμενα.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Χαίροις,
μεγαλομάρτυς Χριστοῦ, ἡ τὸ ἀρχέτυπον εἰκόνος φυλάξασα, προνοίᾳ ἐπουρανίῳ, καὶ
Ἐκκλησίας στοργῇ, ἔσχες παιδόθεν ἐν καρδίᾳ σου· αὐτῆς τὰ ἐντάλματα, δι’ ἀγάπην
τοῦ Κτίσαντος, πλείῳ ματαίων, ἡδονῶν ἠκολούθησας, καὶ τὸν στέφανον, μαρτυρίου
ἀπείληφας· ὅθεν ὑμνολογοῦμέν σε, τιμῶντες πολύαθλε, ἀθλητικάς σου ἐνστάσεις,
καὶ αὐλακώσεις τοῦ σώματος, δι’ ὧν ὑψωθεῖσα συναγάλλει, Ἀριάδνη Ἀγγέλων
τάγμασι.
Στ.: Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Σάλπιγξ
ὀξυφωνοῦσα ἡμῖν, δι’ ἀρετῶν σου Ἀριάδνη γεγένηκας, ὀφθεῖσα ἐν βιοτῇ σου,
τέμενος ὄντως στεῤῥόν, πάσης χορηγίας τῆς τοῦ Πνεύματος· ἰδὼν ὁ Δεσπότης σου,
καὶ παντάναξ τῆς κτίσεως, τὸν καθαρόν τε, καὶ ἀμώμητον βίον σου, σὲ ἠξίωσε,
Βασιλείας τῆς ἄνωθεν· ὅτι εἰς τέλος ἤνεγκας, ἐπάχθειαν ἄρχοντος, καὶ θαρσαλέως
ἠρνήθης, συμμετασχεῖν εἰς γενέθλια, λαβοῦσα προθύμως, αἰκισμοὺς καὶ
μαστιγώσεις, καὶ τέλος ἔνδοξον.
Δόξα.
Ἦχος πλ. δ΄.
Σήμερον
φιλομαρτύρων οἱ χοροί, σκιρτήσατε ἀγαλλόμενοι, ἐπὶ τῇ μνήμῃ τῆς θεοφόρου
Μάρτυρος· ἰδίᾳ οἱ ἔχοντες, τιμητικῶς ταύτης τὸ ὄνομα, ἀξιοχρέως ταύτην
ὑμνείτωσαν. Χαίροις, ἡ δαπανηθεῖσα ξεσμοῖς τοῦ σώματός σου καὶ ὡς σίτος καθαρὸς
τῷ οὐρανίῳ θαλάμῳ συγκομισθεῖσα· χαίροις, τῶν Μαρτύρων καλλονή, Ἀριάδνη
ἀήττητε, ἡ τὸν ἐχθρὸν ἐκποδὼν βαλοῦσα καὶ τὸν Χριστὸν υἱοπρεπῶς ἐναγκαλισθεῖσα.
Πρέσβευε οὖν, ὡς ἔχουσα παῤῥησίαν ἀκλινῆ, τῷ σὲ θαυμαστῶς δοξάσαντι, ὑπὲρ τῶν
πόθῳ ἑορταζόντων σε, ἀειμακάριστε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα·
Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς
ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ, Ἀνάστασις
ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον
σοι προσφέροντα, καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν
καὶ τὴν Ἀνάστασιν, δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε
δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῇ τοῦ Χριστοῦ κυβερνωμένῃ παλάμῃ, οὐκ ἐδουλώθης τὴν
ψυχὴν Ἀριάδνη, ἀλλὰ ἐλευθέρᾳ γνώμῃ ἠνδραγάθησας, πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ
καθελοῦσα, στέφος χαριτόπλοκον, ἐκ Θεοῦ ἐκομίσω, ὃν ἐκδυσώπει Μάρτυς ἐκτενῶς,
ἐλεηθῆναι, τοὺς σὲ μακαρίζοντας
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει
ἔχουσα, οὐ νῦν ὡς δούλην, Μάρτυς ἔνδοξε, ἀλλ’ ἐλευθέραν, ἡ Ἐκκλησία Χριστοῦ
καλλιπάρθενε, ὅτι ἐχθρὸν ἐν σταδίῳ κατήσχυνας, τὸν πτερνιστὴν Ἀριάδνη Φρυγὶς
στεῤῥῶς, καὶ ἐξέχεας ἔνδον τῆς πέτρας τὸ τίμιον, σὸν αἷμα ὑπὲρ τῆς πίστεως
ἀθλήσασα· διό σε νῦν γεραίρομεν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν
σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ
Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, φωταυγής σου ἡμέρα, ἀνέτειλεν ἡμῖν, Ἀριάδνη
τρισμάκαρ, φωτίζουσα καὶ τέρπουσα, δι’ ἐνθέων ἀγώνων σου, τὰ πληρώματα, τῶν σοὶ
πιστῶς προσιόντων, καὶ ἐν ᾄσμασι, ὑμνολογούντων σε πόθῳ, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ
γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον.
Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν
καὶ πίστει δοξάζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
γ’. Θείας πίστεως.
Χαίρει ψάλλουσα, ἡ Ἐκκλησία, τὰ παθήματα, καὶ τοὺς ἀγῶνας,
Ἀριάδνης τῆς σοφῆς καλλιμάρτυρος, καὶ τοῖς πιστοῖς παρασχοῦσα ὡς πρότυπον,
ταύτης τὴν πίστιν καὶ θείαν ἀγάπησιν, ἅμα χαίρουσα, ἐν ὕμνοις τιμᾶ ὡς ἔνεστι,
τὴν εὔκλειαν ἐπάθλων τῆς θεόφρονος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν
ὡραιότητα.
Τὸν ἐπονείδιστον, οἰκτίρμον
θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας· Ὃν ἡ τεκοῦσά Σε Χριστέ, ὁρῶσα
ἐτιτρώσκετο, σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι
διὰ σπλάγχνα ἐλέους Σου, οἰκτείρησον καὶ σῶσον τὸν κόσμον, ὁ αἴρων τούτου τὴν
ἁμαρτίαν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ
ὑψωθείς.
Ὡς μεθυσθεῖσα ἡδονῶν τῶν ἐνθένδε, καὶ προσκληθεῖσα εἰς
ἀγῶνας γενναίους, ὑπὲρ Χριστοῦ τοὺς ἄθλους καθυπέμεινας· ὅθεν πᾶσιν ἄριστον,
ἀρετῶν ἐκμαγεῖον, ὤφθης καλλιπάρθενε, καὶ Ἀγγέλων Δυνάμεις, περιφρουροῦσί σε
θαυμαστικῶς, τοῖς οὐρανίοις μετέστης σκηνώμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ
βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ
ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ
ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ Σταυρώσει σου Κύριε.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι
καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῶν
Δέκα Παρθένων.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τιμᾶ γεγηθότως
ἀθλητικὰς ἀριστείας, Ἀριάδνης τῆς πανευφήμου Μάρτυρος. Οὕτως ἔδει ὑμνεῖν καὶ
δοξάζειν ἡ Μήτηρ Ἐκκλησία, τῶν ἑαυτῆς τέκνων τὰ κατορθώματα, ἵνα καὶ ἡμεῖς οἱ
περιλειπόμενοι, στοιχοῦντες τοῖς ἴχνεσιν αὐτῶν, μαχητικῶς ἐκχωρήσωμεν εἰς
πίστεως καὶ εὐσεβείας ἀγῶνας, διὰ τὴν δόξαν τοῦ παναγάθου Θεοῦ ἡμῶν, καὶ
σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς
Ἁγίας, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις:
Δαμασκην(οῦ).
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ἐπιποθῶν ὑμνολογῆσαι ἄριστα κατορθωμάτων πληθύν,
Μάρτυρος Ἁγίας, Ἀριάδνης Δέσποτα, τὸν νοῦν μου νῦν καταύγασον, καὶ προσφόρως
μοι δίδου, φωτιστικὴν ζωοπάροχον, ἄφθονον τὴν χάριν τοῦ Πνεύματος.
Ἀπὸ προγόνων εὐσεβῶν ἐξήνθησας Μάρτυς καλλίνικε, καὶ
ἀσχέτῳ πόθῳ, τὸν Χριστὸν ἠγάπησας, ἀπὸ παιδὸς τηρήσασα, τὴν σὴν πίστιν ὡς
δῶρον, τοῦ Παντοκράτορος μέγιστον, ἣν καὶ διετράνωσας πάνσοφε.
Περιχαρῶς τῷ σώματί σου εἴληφας δαρμοὺς καὶ ξέσεις
σεμνή, ἔχουσα τῷ Κτίστῃ, ὅλην τὴν καρδίαν σου, καὶ τοῦ νοὸς ἐνέργειαν, καὶ ἰσχὺν
ἐκομίσω, ἐξ οὐρανοῦ τὸν παγκάκιστον, πάντῃ ἐτροπώσω θεόσοφε.
Θεοτοκίον.
Δαυϊτικῶς
Σε ἀνυμνεῖ θεόνυμφε τῆς Ἐκκλησίας χορός, ἅπας εὐσεβούντων, ὅτι ὄντως γέγονας,
ἀπὸ παιδὸς παλάτιον, καὶ καλὴ καὶ ὡραία, ἣν ὁ Χριστὸς Σὲ ἐπέλεξεν, ὡς Αὐτοῦ
τερπνὸν οἰκητήριον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν βροτῶν ἅπαν γένος ὦ Ἀριάδνη πολύαθλε, διὰ
καρτερίαν ἀγώνων, καὶ τῶν ἐπάθλων σου, ὧνπερ ἀπήλαυσας, παρὰ Χριστοῦ αἰωνίως,
σοῦ γεραίρει ἄπαυστα, μνήμην τὴν ἄληστον.
Ἀνενδότῳ φρονήσει καὶ ἀνδρικῷ πείσματι, ἔστης
ἀναιροῦσα προτάσεις, ἀπίστου ἄρχοντος, ὅς σε ἱκέτευε, συμπροσευχὴν ἐκτελέσαι,
εἰς παιδὸς γενέθλια, τούτου θεόληπτε.
Τὸν τῆς πίστεως πλοῦτον διακρατοῦσα ἀνέκλειπτον,
ἔδειξας τοῖς πᾶσιν εὐστόχως, Χριστοῦ ἀγάπησιν, ὡς ὑπομείνασα, ξέσεις φλογώσεις
σαρκός σου, ἄχρι τοῦ θανάτου σου, Μάρτυς πανένδοξε.
Θεοτοκίον.
Ἀνεδείχθης
ὦ Μῆτερ τοῦ Λυτρωτοῦ σκήνωμα, Βάτος ἀκατάφλεκτος ὅπως, Μωσῆς ἑώρακε,
διατηρήσασα, παρθενικόν Σου τὸ κάλλος, ὡς κυοφορήσασα, ἄσπορον Τόκον Σου.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺ ἐδιώχθησαν πάντες ἐχθροί σου σεμνή, ὁρῶντες τὸ
στράτευμα λευκοφορούντων ἀνδρῶν, Ἀγγέλων ἐν δόρασι, σὲ γὰρ περιφρουροῦντες
διεφύλαξαν σῶαν, ἄμωμον καὶ ὡραίαν, ἐν ῥαγείσῃ τῇ πέτρᾳ, ἐξ ἧς Ἀριάδνη, Χριστῷ
ὑψώθης χαρίεσσα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς,
ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν∙ ἄνελε τῷ
Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας∙ γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις,
πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
ᾨδὴ
δ’. Εἰσακήκοα Κύριε.
Ὡς
τὰ μῦρα ἐδέξατο, ἄθλους καὶ ἀγῶνάς σου καλλιπάρθενε, ὁ Δεσπότης καὶ τὸν
στέφανον, τῆς ἀθανασίας σοὶ κεκλήρωται.
Καρτερίᾳ
τῶν πόνων σου, Μάρτυς Ἀριάδνη δεδόξασαι, ἀπιστούντων δὲ βουλεύματα, χάριτι
Χριστοῦ σὺ ἐξηφάνισας.
Νῦν
γεραίροντες ᾄσμασι, μνήμην τὴν ὁλόφωτον τῆς θεόφρονος, Ἀριάδνης ἀρυόμεθα, θείων
δωρημάτων τὰ ἀρδεύματα.
Θεοτοκίον.
Μετὰ δέους προσφεύγοντες,
τῇ εὐσθενεστάτῃ ἁγνὴ πρεσβείᾳ Σου, ἵνα τύχωμεν λυτρώσεως, ἐκ παραπτωμάτων καὶ
κακώσεων.
ᾨδὴ
ε’. Ἵνα τί με ἀπώσω.
Φωτισθεῖσα
τῇ αἴγλῃ, ἀρετῶν κατέβαλες φρύαγμα ἄπιστον, καὶ πολυωδύνους καθυπέμεινας,
ξέσεις τοῦ σώματος· ὅθεν κατὰ κράτοις, οἱ ἀνομίας ἡγεμόνες, ἐνικήθησαν ξίφει
Ἀγγέλων γάρ.
Διηγούμενος
πάντα, Μάρτυς Ἀριάδνη τὰ σὰ κατορθώματα, ἡ ἐμὴ καρδία, εὐφροσύνης πληροῦται
κραυγάζουσα· χαίροις ἡ ἐν Χώρᾳ, τῶν πρωτοτόκων κατοικοῦσα, καὶ ἐμοῦ οὖσα
πρέσβυς ἀκοίμτος.
Ὢ
μεγίστου σημείου, γενομένου νεύσει Θεοῦ Παντοκράτορος, πέτρα γὰρ ἐῤῥάγη, καὶ
ἐδέχθη σαρκίον τῆς Μάρτυρος, ἥτις καλυφθεῖσα, ὁλοσχερῶς διεφυλάχθη, καὶ τὸ
πνεῦμα Θεῷ παραδέδωκε.
Θεοτοκίον.
Ἀσθενείαις ποικίλαις,
τρυχωθεὶς τὴν σάρκα Παρθένε βοῶ Σοι νῦν, μητρικῇ στοργῇ Σου, καὶ πρεσβείᾳ
ἐμπόνῳ πρὸς Ὕψιστον, πρόφθασον γενοῦ μοι, ἀπαλλαγὴν τῶν παθημάτων, καὶ ψυχῆς
μου τὸ ἄλγος θεράπευσον.
Ὠδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Μαρτυρικαῖς
καλλοναῖς, ὡς κοσμηθεῖσα ἀοίδιμε, ὑπὸ Χριστοῦ τοῦ Θεοῦ, βραβείου τῆς
κρείττονος, ζωῆς ἐκληρώσω γάρ, καὶ τῆς τῶν Ἀγγέλων ὤφθης δόξης ἰσοστάσιος.
Ὑμνοῦντες
πανευσεβῶς, τῶν ἀθλημάτων σου πάνσεμνε, τὸ σθένος τὸ ἀνδρικόν, νοός σου τὸ
φρόνημα, δεινῶς ἐκπληττόμεθα, καὶ καρδίας πόθῳ, Ἀριάδνη σὲ δοξάζομεν.
Σκιρτάτω
μελῳδικῶς, γένος τὸ θῆλυ ἐν ᾄσμασι, τιμῆσαι τὰς ἀρετάς, καὶ ἄθλων στεῤῥότητα,
ὡραίας νεάνιδος, Ἀριάδνη σκεῦος, τοῦ Κυρίου χρηματίσαντος.
Θεοτοκίον.
Σκηνὴ τοῦ Λόγου ἁγνή,
ἐφάνης ὄντως βαστάσασα, Δεσπότην καὶ Λυτρωτήν, βροτείας γὰρ φύσεως· διὸ νῦν
δεδόξασαι, ἔχουσα ἀξίως δευτερεῖα τῆς Θεότητος.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνη ὁ Σωτήρ.
Τοῖς
πιστοῖς οἱ ἆθλοι σου, λύχνος ἐφάνη, ὁδηγῶν τοὺς θέλοντας, τῆς σωτηρίας
ἐντυχεῖν, Μάρτυς Χριστοῦ καλλιπάρθενε, ὦ Ἀριάδνη, Μαρτύρων ἀγλάϊσμα.
Ὁ
Οἶκος.
Ὕμνον
ἀναπέμψωμεν ἅπαντες πιστοί, τῷ δωρησαμένῳ ἰσχὺν τὴν ἀήττητον, τῇ ἀοιδίμῳ
Μάρτυρι. Αὕτη γὰρ ὁπλισθεῖσα τοῖς θείοις ἅρμασι, κατῆλθεν ἀτρομήτῳ φρονήματι
εἰς στάδιον ἀθλητικῶν ἀγώνω, μηδόλως δειλιάσασα διὰ τὸ ἀσθενὲς τῆς φύσεως
αὐτῆς. Ὡς ἀρνηθεῖσα ποιεῖν ἐντεύξεις καὶ εὐφραίνεσθαι δαιμονικῶς ἐν ναῷ
εἰδωλικῳ, ὅπου γενεθλίων ὀρχήσεις καὶ πότοι καὶ κώμαι ἐγένοντο, πρὸς τιμὴν
παιδὸς ἄρχοντος, ἠξιώθη ἡ μακαρία τυχεῖν μαρτυρικῶν αἰκισμῶν καὶ ξεσμῶν
ἀπανθρώπων. Καὶ αὖθις συληφθεῖσα ἀνένδοτος διέμεινε καὶ Ἀγγελικαὶ παρατάξεις,
ἐλαύνουσαι ἐφ’ ἵππων, ταύτην ἐν ῥαγείσῃ πέτρᾳ καλῶς διεφύλαξαν, καὶ τοὺς
ἐχθροὺς τῆς κακίας διὰ δοράτων ἐφυγάδευσαν. Διό περ καὶ ἡμεῖς, καυχώμενοι ἐν
Κυρίῳ, διὰ τὰς καλλινίκους ἀριστείας τῆς Μάρτυρος, προσείπωμεν αὐτῇ· Χαίροις,
πολύαθλε θυγάτηρ Κυρίου, ὦ Ἀριάδνη, Μαρτύρων ἀγλάϊσμα.
Συναξάριον
Τῇ
ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, ἡ Ἁγία Μάρτυς Ἀριάδνη,
πέτρας ῥαγείσης καὶ ὑποδεξαμένης αὐτήν, τελειοῦται.
Σῴζει ῥαγεῖσα τὴν Ἀριάδνην πέτρα.
Χριστὸς γὰρ αὐτήν ἔσκεπε ζωῆς πέτρα.
Ὀγδόῃ καὶ δεκάτῃ ἔκθανε λίθῳ, Ἀριάδνη Μάρτυς.
Αὕτη ἐπὶ Ἀνδριανοῦ καὶ Ἀντωνίνου τῶν
βασιλέων ἤθλησε, δούλη τινὸς χρηματίσασα Τερτούλλου, πρώτου τῆς Προμισέων
πόλεως, Φρυγίας Σαλουταρίας· καὶ διὰ τὸ μὴ θελῆσαι αὐτὴν συνεορτάσαι ἐπὶ τοῖς
γενεθλίοις τοῦ παιδὸς τοῦ κυρίου αὐτῆς ἐν τῷ ναῷ τῶν εἰδώλων, ἐξέσθη σφοδρῶς,
καὶ ἀφείθη. Ἐπεὶ δὲ πάλιν ἐδιώκετο ὑπὸ τοῦ ἡγεμόνος, πέτρᾳ τινὶ πλησιάσασα,
ηὔξατο ῥυσθῆναι· καὶ θείᾳ νεῦσει ῥαγείσης αὐτῆς, μέσον αὐτῆς εὑρέθη, τῶν πετρῶν
αὖθις εἰς ἓν συνελθουσῶν· οἱ δὲ διώκοντες αὐτὴν ἄνδρες, ἐξ ἐπιφανείας Ἀγγέλων
ἐφίππων δόρατα κατεχόντων, διεφθάρησαν, καὶ ἀπώλοντο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐμενίου ἐπισκόπου Γορτύνης τῆς Κρήτης.
Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης,
Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου.
Οὗτος, ἐκ νεότητος πολλαῖς σκληραγωγίαις
ἀκσήσεως ἑαυτὸν καθυποβαλών, τὴν ἄκραν ταπείνωσιν ἐκτήσατο· διὸ καὶ τοὺς οἴακας
τῆς κατὰ Γορτύνης Ἐκκλησίας πιστεύεται. Οὗτος, δεινότατον δράκοντα καθ’ αὐτοῦ
ὁρμήσαντα, λαμπάσι κατέφλεξεν. Ἐκεῖθεν δὲ τὴν Ῥώμην καταβαλών, οἷά τις πυρσὸς
ταῖς θείαις διδαχαῖς κατεφώτισε, σημείοις καὶ τέρασι πολλοὺς καταπλήξας.
Κἀκεῖθεν τὴν Θηβαΐδα καταβαλών, καὶ μὴ βουλόμενος, παραυτίκα τοῦ αὐχμοῦ τὴν
κατήφειαν καταστέλλει. Οἱ δὲ παῖδες τῶν Θηβαίων, τῇ πατρίδι καὶ ποίμνῃ τὸ
τούτου σκῆνος παραπέμπουσι, Ῥάξος ὄνομα τῷ τόπῳ, ἥτις καὶ Κυρίλλου τὸ σεπτὸν
κατέχει σῶμα.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἁγίαι Μάρτυρες
Σοφία καὶ Εἰρήνη, ξίφει
τελειοῦνται.
Εἰρήνη καὶ
Σοφία τμηθεῖσαι κάρας,
Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε.
Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος
Κάστορος
Οὐ θὴρ ὁ
Κάστωρ, ἀλλ᾽ ἀνὴρ τις γεννάδας,
Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας.
Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμύλου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς
Ὄπτινα
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων.
Πέτρα
ῥαγεῖσα δεξαμένη, σὲ ἀλώβητον ἐφύλαξε Μάρτυς, ὅτι Πέτρα Χριστός, ἀντίληψιν
παρέσχεν, ἰδὼν ψυχῆς σου εὔτονον, Ἀριάδνη θεομάκαρ.
Ἄγει
Χριστοῦ ἡ Ἐκκλησία, τὴν ἑόρτιον ἡμέραν χαρμοσύνως, Ἀριάδνης Χριστοῦ, τῆς
Μάρτυρος παρθένου, καὶ πάντες νῦν εὐφραίνονται, τῷ Θεῷ εὐχαριστοῦντες.
Στράτευμα
ὅλως ἐδιώχθη, τῶν δαιμόνων μὴ φέρον ἀριστείας, τῶν σῶν ἄθλων σεμνή, Ἁγία Ἀριάδνη·
διὸ πρεπόντως σήμερον, σὲ γεραίρομεν προφρόνως.
Θεοτοκίον.
Κτίσις καὶ πᾶσα τῶν
ἀνθρώπων, ἀνυμνεῖ Σε γενεὰ ἁγνὴ Παρθένε, ὅτι Τόκῳ τῷ Σῷ, ἡ φύσις ἀνεπλάσθη, τὸ
δὲ βελίαρ στράτευμα, κατὰ κράτος ἠφανίσθη.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὐρανόθεν
κατῆλθον λευκοφόροι, καὶ δοράτων αἰχμαῖς, ἐδίωξαν ἀγρίως, τῶν διωκόντων πλῆθός
σε πανεύφημε, ἵπποις προσδραμόντες, καὶ σὲ ἐν τῇ πέτρᾳ, ἐφύλαξαν ἐξόχως.
Ἐκ
τῆς πέτρας ὑψώθης εὐφροσύνως, Ἀριάδνη σεμνή, ἐν δόξῃ ἀκηράτῳ, ἔνθα τρυφῆς
ἠξίωσαι τῆς κρείττονος, ὁρῶσα ἀσάρκως, Δεσπότου τὴν γλυκεῖαν, μορφὴν
θαυματοφόρε.
Τοῖς
ἐκ πόθου τελοῦσί σου τὴν μνήμην, Ἀριάδνη σοφέ, γενοῦ αὐτῶν μεσίτης, διδοῦσα
λύσιν πᾶσαν ὑποθέσεων, καὶ τοὺς ἐν κινδύνοις, ἰσχύϊ πρεσβειῶν σου, ἐκλύτρωσαι
ἐν τάχει.
Θεοτοκίον.
Ἤνεσάν Σε Ἀγγέλων αἱ
Δυνάμεις, καὶ ἀνθρώπων φυλαὶ ἠγάπησάν Σε Μῆτερ, ὅτι προστάτις ὤφθης καὶ
διάσωσμα, παρέχουσα πᾶσι, ψυχῶν καὶ σωμάτων, προθύμως ἰατρείας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸ
ἄστατον τοῦ βίου εἰλικρινῶς, Ἀριάδνη σκοπήσασα προήρηκας, ἄθλοις σεπτοῖς,
οὐρανῶν σκηνώμασιν ἀνελθεῖν, χορεῖαι ὅπου ᾄσμασι, Μαρτύρων Ὁσίων καὶ Προφητῶν,
τιμῶσι τὸν Δεσπότην, καὶ χορηγὸν ἁπάντων, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.
Ἐμφρόνως
ἀρνηθεῖσα συμμετασχεῖν, εἰς παιδὸς ἑορτὴν τὴν γενέθλιον, Μάρτυς Χριστοῦ, ἄθλοις
σου γενναῖοις διηνεκῶς, μετέστης εἰς γενέθλιον, δόξαν καὶ ἡμέραν ἀειλαμπῆ, τῆς
ἄνω Βασιλείας, χορεύουσα ὀλβίως, ὦ Ἀριάδνη παμμακάριστε.
Ἐξέστησαν
ὁρῶντες οἱ γηγενεῖς, ἀσεβεὶς καὶ βελίαρ οἱ τρόφιμοι, ὅτι Χριστοῦ, τάγμα τῶν
Ἀγγέλων λευκοφοροῦν, αὐτοὺς δεινῶς κατέκοψεν, Ἀριάδνην ἔσωσε θαυμαστῶς, ἐν πέτρᾳ
ῥαγισθείσῃ, ἐξ ἧς ἡ μακαρία, τῇ ἄνω δόξῃ μεταβέβηκε.
Θεοτοκίον.
Νοήσας ὁ παγκάκιστος
Μαριάμ, τῷ Σῷ Τόκῳ αὐτοῦ τὴν ἐκλύτρωσιν, πάσης φυλῆς, ἀνθρωπίνης κλαίων ἐπιβοᾶ·
ἡ ἄσπορός Σου σύλληψις, Θεοῦ καὶ Ἀνθρώπου ἐπὶ ταυτῷ, ἐξέβαλεν ὁδόντας καὶ
ἄχρηστος ὑπάρχω, ἐν κατηφείᾳ διακείμενος
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀδούλωτον
ὡς ἔχουσα, ψυχήν σου καλλιπάρθενε, τὸν δυσμενῆ ἐτροπώσω, τοῖς καλλινίκοις σου
ἄθλοις, ἐν τόπῳ· ὅθεν κρείττονι, μετέστης καὶ ἀΐδιον, ἐπιλαβοῦσα εὔκλειαν, μετὰ
χοροῦ τῶν Ἁγίων, ἐν Χώρᾳ ζώντων θεόφρον.
Τῆς
ἑορτῆς. Τῶν μαθητῶν ὁρώντων σε.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς
Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα·
Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς,
Χριστοῦ παμμακάριστε, φλογιζομένη θερμῶς, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, ὡς χρυσὸν
ἐκάθηρεν, Ἰησοῦς τὴν καρδίαν σου, καὶ ἁγνισθεῖσα τοῖς τῶν αἱμάτων σου, ῥείθροις
θεόφρον ὤφθης ἰσάγγελος· ὦ τῶν ἀγώνων σου, δι’ ὧν πολυθαύμαστον παρὰ Θεοῦ,
εἴληφας λαμπρότητα, χαίρουσα πάντοτε.
Δεῦτε,
φιλέορτοι ἅπαντες, ἐν Ἐκκλησίᾳ Χριστοῦ, Ἀριάδνην τὴν Μάρτυρα, ἐγκωμίων ᾄσμασιν,
ἐπαινέσωμεν λέγοντες· χαίροις τρισμάκαρ ἡ ἀναλώσασα, ἰσχὺν σαρκός σου χάριν τοῦ
Κτίσαντος, οὗ ὡραιότητα, προελοῦσα πάνσεμνε ὤφθης Αὐτοῦ, θεῖον ἐνδιαίτημα,
χαρίτων ἔμπλεον.
Πάντες,
ὡς ἔχοντες σέμνωμα, ὑπογραμμὸν ἀρετῆς, καὶ Μαρτύρων ὡράϊσμα, Ἀριάδνη πολύαθλε,
σὲ τιμῶντες γεραίρομεν· ὅτι καθεῖλες ἐχθρῶν τὰ τρόπαια, καὶ εὐσεβούντων, ὁδοὺς
ἡγίασας· ὅθεν βοῶμέν σοι· προσευχῶν σου ξίφεσι θραῦσον ἡμῶν, δαιμόνων
βουλεύματα, καὶ παγιδεύματα.
Μὴ
διαλίπῃς πρεσβεύουσα, ὦ Ἀριάδνη σεμνή, τῶν ἐκ πόθου μνημόσυνον, ἐκτελούντων
ᾄσμασι, εὐλαβῶς ἱκετεύοντες· σῶσον εὐχαῖς σου ἡμᾶς πανύμνητε, καὶ φωταυγείαις
τοῦ θείου Πνεύματος, λάμψον φαιδρότερον, ὅπως εἰς ἀείφωτον ἐν οὐρανοῖς, σκηνὴ
κατοικήσωμεν, περιχορεύοντες.
Δόξα.
Ἦχος πλ. β΄.
Δικαίως
καυχᾶται ἡ Ἐκκλησία τοῦ Χριστοῦ, λαμρπυνομένη ἐν τῇ πανηγύρει τῆς θεοφόρου
Μάρτυρος Ἀριάδνης. Αὕτη παιδιόθεν ῥιζωθεῖσα ταῖς ὄχθαις εὐαγγελικῶν χειμάῤῥων,
ἀπέδειξεν εὐλαλήτως ἐν διωγμῷ εὐσεβείας, τὸ εὐπαῤῥησίαστον τῆς πίστεως ἄχρι
θανάτου. Μὴ πτοηθεῖσα οὖν, μηδόλως βασάνων ἐπιφοράς, ὑπήνεγκε ῥαβδισμοὺς καὶ
ξέσεις σαρκὸς ἡ ἀοίδιμος. Δορυφοροῦντες Ἄγγελοι δέ, ἐφ’ ἵππων προήλασαν
ἐκδιώξαντες ἀπηνῶς τὰ στίφη τῶν βαρβάρων, τὴν δὲ Μάρτυρα ἀσφαλῶς ἐκάλυψαν ἐν
ῥαγείσῃ αὐτομάτῃ πέτρᾳ. Οὕτω παραδοῦσα τὸ πνεῦμα αὐτῆς τῷ ἠγαπημένῳ Χριστῷ,
ἀγάλλεται ἐς ἀεὶ καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται
αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης
μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς
ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ
προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Ἀδουλώτον
σώζουσαν τὴν ψυχήν, ἐδούλωσας Μάρτυς δι’ ἀγώνων τὸν δυσμενῆ, καὶ τῆς ἐλευθέρας,
Σιὼν πολῖτις ὤφθης, ἐν ᾗ Ἀριάδνη, ἡμῶν μνημόνευε.
Κατέσχες
ὡς μέγιστον θησαυρόν, τὴν πίστιν θεόφρον, ὡμολόγησας τῷ Χριστῷ, καὶ ἄθλοις
ἀμέτροις, ἀπέδειξας προθύμως, ὦ Ἀριάδνη Μάρτυς, ψυχῆς τὸ εὔτονον.
Ὑμνοῦμεν
βασάνους καὶ ῥαβδισμούς, σαρκός σου τὰς ξέσεις, Ἀριάδνη νικητικῶν, βραβείων
ἐνθέων, ἐν δόξῃ ἠξιώθης, καὶ χαίρεις μετ’ Ἀγγέλων, τέρψιν τὴν ἄχρονον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου