ΟΚΤΩΒΡΙΟΣ Η΄!!
ΙΓΝΑΤΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος
α´. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
νεομάρτυρος μνήμην δεῦτε φιλέορτοι, ἐν ὕμνοις καὶ ᾠδαῖς τε, εὐφημήσωμεν πάντες,
οὗτος γὰρ τὰ θράση τῶν ἀσεβῶν, εἰς γῆν ἄρδην συνέτριψε, Θεὸν ὁμολογήσας τρανῶς
Χριστόν, παρ᾿ οὗ νίκης στέφος ἔλαβε. (Δίς)
Σὲ
τῇ φρικώδει ἀγχόνῃ μάρτυς Ἰγνάτιε, οἱ μὴ ὁμολογοῦντες, τὸν Χριστὸν Θεὸν εἶναι,
παρέδωκαν δι᾿ ἧσπερ ἀπὸ τῆς γῆς, τὰ οὐράνια ἔφθασας, ἐν οἷς χορεύων μὴ παύσῃ
ὑπὲρ ἡμῶν τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον.
Ὁ
ἱερώτατος Ἄθως σὲ ἀνεβλάστησεν, ἡ δὲ τοῦ Κωνσταντίνου μεγαλόπολις ὄντως,
ἐτρύγησεν ὡς βότρυν σὲ νοητόν, καὶ ὡς ἄνθος πανεύοσμον, καὶ τῷ Χριστῷ νῦν
προσήνεγκεν ἀληθῶς, ὥσπερ θῦμα ἱερώτατον.
Δόξα.
Ἦχος δ´.
Κροτήσωμεν
σήμερον ἐπὶ τῇ μνήμῃ Ἰγνατίου τοῦ νεομάρτυρος, μιμητὴς γὰρ οὗτος Εὐθυμίου τοῦ
πρώτου μεγαλομάρτυρος, συγκληρονόμος τε τῆς οὐρανῶν βασιλείας ἐκείνῳ ἐγένετο·
μεθ᾿ οὑ καὶ πρὸς τόν του φιλανθρώπου Χριστοῦ τοῦ Θεοῦ θρόνον μετὰ παῤῥησίας
παριστάμενος, δῶρα πλουτοποιά, ἡμῖν τοῖς εὐφημούσιν αὐτόν, τῶν θείων χαρίτων
παρέχει, καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Εὐφραθᾶ.
Δεῦρο
πᾶσα πληθύς, τῶν χριστωνύμων ὕμνοις, τῷ.ἤσωμεν αἰσίως, τὸν μάρτυρα τὸν νέον, ὃν
ὁ Χριστὸς ἐδόξασε.
Στίχ. Δίκαιος ὡς φοίνιζ ἀνθήσει καὶ ὡσεὶ κέ8ρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἄγχος
τῶν ἀσεβῶν, Ἰγνάτιε ἐγένου, τελειωθεὶς ἀγχόνη, Χριστοῦ δὲ νέος μάρτυς, ᾧπερ
πάντων πρέσβευε.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὖχος
τῶν ἀσκητῶν, ἀγλάισμα μαρτύρων, Ἰγνάτιε ἐδείχθης, πιστῶν τὸ θεῖον κλέος, ἡμῶν
δὲ πρέσβυς ἄγρυπνος.
Δόξα.
Τριαδικόν.
Σέλας
τρισσοφαές, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, πρεσβείαις Ἰγνατίου τοῦ σου πιστοῦ ἱκέτου,
διάσῳζε τὴν ποίμνην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Μῆτερ
τοῦ Ἰησοῦ, μετὰ τοῦ Ἰγνατίου, τοῦ νέου ἀθλοφόρου, ἡμῖν τοῖς κατακριτοῖς, σὸν
κτίστην ἰλεώσατε.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τριπλῷ
διαδήματι κατέστεψε σὲ Χριστός, ἀσκήσεως ἅγιε καὶ μαρτυρίου σαφῶς, Ἰγνάτιε
ἔνδοξε, θείας τε παρθενίας, ἢν ἐτήρεις εἰς τέλος. Ὅθεν καὶ ἡ σορός σου τῶν
λειψάνων ἐλαύνει, παθῶν καὶ νοσημάτων δεινῶν πάντας τοὺς μώλωπας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς
δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ᾿ καὶ
ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια, δευτερεοῦντες αὐτά. Ἦχος δ´. Ὡς γενναῖον ἐν
μάρτυσιν.
Τοῦ
Χριστοῦ κατὰ μίμησιν, ἐπὶ ξύλου ἀνῄρησαι, δι᾿ αὐτὸν θερμοτατα ὡς κατάδικος,
ἀλλ᾿ ἀντὶ τούτου εἰσήλασας, φαιδρὸς εἰς παράδεισον, καὶ τοῦ ξύλου τῆς ζωῆς,
ἐντρυφὰς ὦ Ἰγνάτιε, ὁ δὲ τάφος σου, ἀσθενείας ἐνταῦθα θεραπεύει, καὶ παντοίας
ἀῤῥωστίας, τῶν σὲ τιμώντων ἐκκρούεται.
Ἀεννάως
Ἰγνάτιε, φῶς ἐν σοὶ ἀνατέταλκεν, οὐχ ὡς τὸ αἰθέριον συστελλόμενον, περιελίξεσι
φύσεως, ἐκλεῖπον πολλάκις τε, καὶ σκοτίζον τὰ ἐν γῆ, ἀλλ᾿ ἐκεῖνον ὡς ἄϋλον, καὶ
θειότερον, ἀπειράκις ἀπείρως συστολῆς τε, καὶ παντοίας σκοτομήνης, ταῖς
ἀληθείαις ὑπερκεῖται.
Ὡς
ὡραῖος καὶ πάγκαλος, ὁ ναὸς οὗτος δείκνυται, ὃν ἐν πίστει ἤγειραν μάρτυς
ἔνδοξε, οἱ ἀδελφοὶ σοι ἐν πνεύματι εἰς δόξαν καὶ αἴνεσιν, τοῦ τῶν Ὅλων ποιητοῦ
τοῦ στεφάνοις τῆς δόξης σὲ στεφανώσαντος, τὸν τὴν πλάνην ἀνδρείως καθελόντα τῶν
ἐξ Ἀγαρ καὶ τὴν κάραν, τήν του Βελίαρ συντρίψαντα.
Δόξα.
Ἦχος πλ. β´.
Σήμερον
ἐξέλαμψεν ὡς ἀστὴρ νεοφανῇς, ἐν τῷ τῆς ἐκκλησίας στερεώματι, τοῦ ὀσιομαρτυρος
Ἰγνατίου ἡ σεβάσμιος πανήγυρις, τῶν φιλεόρτων τὰ συστήματα κραυγάζουσα δεῦτε
οὖν πνευματικῶς προσείπωμεν λέγοντες χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς ὑπὲρ Χριστοῦ
μαρτυρήσας στεῤῥότατα᾿ χαίροις τῆς εὐσεβοῦς πίστεως ἡ ἀνύψωσις, καὶ τῆς πλάνης
τῶν Ἀγαρηνῶν ἡ καταπτῶσις· χαίροις τῶν ὀρθοδόξων ἁπάντων τὸ ἀγαλλίαμα, καὶ ἡμῶν
τὸ ἐξαίρετον καύχημα1 καὶ νῦν ἐν οὐρανοῖς τῷ θρόνῳ τοῦ Δεσπότου Χριστοῦ
παριστάμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β´.
Τὸν
λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ καὶ νεομάρτυρα Ἰγνάτιον μακαρίσωμεν, ἐπαινοῦντες
αὐτοῦ τὴν συντρετριμμένην μετάνοιαν, τὸ πρὸς τὸ μαρτύριον διψητικόν τε καὶ
προθυμαν, τὸ πεπαῤῥησιασμένον τῆς ὁμολογίας καὶ εὔτολμον, τὸ ἐν τοῖς ἄθλοις
γενναῖον καὶ ἀκατάπληκτον, καὶ τὸ δι᾿ ἀγχόνης μακάριον τέλος" δι᾿ ὁ καὶ
τόν του μαρτυρίου δικαίως ἐκομίσατο στέφανον, παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ σωτῆρος
τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ´.
Κροτήσωμεν
σήμερον ἐπὶ τῇ μνήμῃ Ἰγνατίου τοῦ νεομάρτυρος· μιμητὴς γὰρ οὗτος Εὐθυμίου τοῦ
πρῴην μεγαλομάρτυρος, συγκληρονόμος τε τῆς οὐρανῶν βασιλείας ἐκείνῳ ἐγένετο·
μεθ᾿ οὗ καὶ πρὸς τόν του φιλανθρώπου Χριστοῦ τοῦ Θεοῦ θρόνον μετὰ παῤῥησίας
παριστάμενος, δῶρα πλουτοποιὰ ἡμῖν τοῖς εὐφημούσιν αὐτόν, τῶν θείων χαρίτων
παρέχει, καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
πλ. β´.
Σήμερον
πνευματικῶς εὐφρανθῶμεν ἐπὶ τῇ μνήμη Ἰγνατίου οὑ νεομάρτυρος· οὗτος γὰρ τήν του
Χριστοῦ πίστιν ὡς πανοπλίαν θωρακισάμενος, πρὸς παρατάξαν ἐξῆλθε τῆς τῶν ἐκ τῆς
Ἀγαρ ἀσεβείας, καὶ ταύτην ἀνδρικῶς στηλιτεύσας, λέοντα καὶ δράκοντα, ἐχθρῶν
ὁρατῶν καὶ ἀοράτων τὴν ἰσχὺν κατεπάτησε· τὴν εὐσέβειαν δὲ μετὰ παῤῥησίας
ἀνακηρύξας, τὸν δι᾿ ἀγχόνης ὑπήνεγκε θάνατον, καὶ ταύτῃ χρησάμενος ὥσπερ
κλίμακι, πρὸς Χριστὸν τὸν Θεὸν νικηφόρος ἀναβέβηκεν ᾧ καὶ πρεσβεύει
ἀδιαλείπτως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. α´.
Γενναῖε
μάρτυς τοῦ Χριστοῦ Ἰγνάτιε, ἐπαξίως εὐφημουμεν τὴν μνήμην σου᾿ σὲ γὰρ οὑ βίαι
τυραννικαί, οὑ θωπεῖαι ἀπατηλαί, οὑ μαστίγων ἐπιφοραί, οὔτε ὁ δι᾿ ἀγχόνης
θάνατος, τῆς πρὸς Χριστὸν ἀγάπης χωρήσαι ἰσχῦσαν καὶ νῦν ἐν οὐρανοῖς μετὰ
Εὐθυμίου καὶ Ἀκακίου τῶν συνάθλων σοι συναγαλλόμενος, μὴ παύσῃ πρεσβεύων ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομεν
σέ, Θεοτόκε παρθένε, καὶ δοξάζομεν σέ, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
τὴν Ἐκκλησίαν Χριστοῦ, ὁ ἐκλαμπρύνας τῷ σεπτῷ μαρτυρίῳ σου αὐτῆς γὰρ τῶν ἐν
αἱρέσει, κατηγορούντων πικρῶς, ὡς μετὰ τὸ σχίσμα οὐδεὶς ἅγιος, υἱὸς αὐτῆς
γέγονε, τὸν Χριστὸν κατὰ πρόσοψιν, ὁμολογήσας τῶν ἀθέων θεάνθρωπον, σὺ
θεόληπτε, ἐν ἐσχάτοις νῦν πέφηνας, ἅγιος ἀληθέστατος, καὶ μάρτυς λαμπρότατος,
οἰκονομίας ἐνσάρκου, ὀσιομαρτυς Ἰγνάτιε Χριστοῦ" ὃν δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις
γενναῖε μάρτυς Χριστοῦ, τῆς εὐσεβείας ἀθλητὴς ὁ ἀήττητος τῆς πλάνης καὶ
ἀσεβείας, Ἀγαρηνῶν ὁ πρηστήρ, τῶν πιστῶν ἁπάντων τὸ ἐκνίκημα, ἀπίστων τὸ ἠττημα
καὶ ἀγγέλων τὸ ἠδυσμα, καὶ τῶν δαιμόνων τὸ αἰώνιον ὄνειδος, ἡ καταργησις τοῦ
σαταν καὶ ἀπώλεια, θέατρον ὁ γενόμενος, ἡδύ τε καὶ χαρίεν, βροτοῖς ὁ.μοῦ καὶ
ἀγγέλοις, ἐν τῇ γενναία ἀθλήσει σου, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις
γενναῖε μάρτυς Χριστοῦ, Ὄρος τοῦ Ἄθω ὁ βλαστὸς ὁ θεόφυτος, μαρτύρων καὶ τῶν
ὁσίων, ἡ θεία δόξα σαφῶς, καὶ τῶν ὀρθοδόξων ἐγκαλλώπισμα᾿ ψυχὴ ὀσιοαθλος, ἡ
γενναία καὶ πάγκαλος, ἡ ἐν βασάνοις ἀκατάπτωτος μείνασα, καὶ ἀνένδοτος, καὶ
θωπείαις ἀνάλωτος· λίθος ἐγκολαπτόμενος, Χριστοῦ διαδήματν στέφανος δόξης τοῖς
πᾶσιν, ἐπιτελοῦσι τὴν μνήμην σου᾿ αὐτὸς ἐκδυσώπει τὸν Χριστὸν ἡμῖν δοθῆναι, τὸ
μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ´.
Δεῦτε
ἅπαντες πιστοί, ἐν τῷ ναῷ συνελθόντες τοῦ νεομάρτυρος Ἰγνατίου, τὸν θεῖον τάφον
αὐτοῦ, μετ᾿ εὐλαβείας καὶ πόθου περιπτυξώμεθα, ἵνα τὴν ἐκεῖθεν πηγάζουσαν χάριν
καὶ τὸν ἁγιασμὸν ἀρυσώμεθα· μαρτύρων γὰρ οὑ τὰ λείψανα μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ
τάφοι, πάσης εἰσὶ πεπληρωμένοι ἁγιότητος· καὶ πρὸς αὐτὸν ἀπὸ ψυχῆς βοήσωμεν
ἅγιε Ἰγνάτιε, καύχημα ἡμέτερον· πάρεσο βοηθός· ἡμῖν, καὶ πρέσβευε ἀπαύστως,
μετὰ τῶν συνάθλων σου Εὐθυμίου καὶ Ἀκακίου, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τριπλῷ
διαδήματι κατέστεψε σὲ Χριστός, ἀσκήσεως ἅγιε καὶ μαρτυρίου σαφῶς, Ἰγνάτιε
ἔνδοξε, θείας τε παρθενίας, ἢν ἐτήρεις εἰς τέλος. Ὅθεν καὶ ἡ σορός σου τῶν
λειψάνων ἐλαύνει, παθῶν καὶ νοσημάτων δεινῶν πάντας τοὺς μώλωπας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α᾿ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Εἰδὼς
σὲ Ἰγνάτιε πεπυρωμένον σαφῶς, τῷ φίλτρῳ τοῦ χτιστού σου, καὶ δι᾿ αὐτὸν πρὸς
ποινάς, παντοίας τὸ σῶμά σου, ὅλον ἐκδεδωκότα, ὀσιόαθλε θεῖε, πίστει σὲ
μακαρίζω, καὶ προστάτην μου θεῖον, αἰτοῦμαι σὲ ὑπάρχειν τὸν ἁγιώτατον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
μόνη κυήσασα, τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη Ἰκοσμήσασα τὴν ἀνθρωπότητα, τῷ
τόκῳ σου Ἄχραντε, ῥυσαὶ μὲ τῶν παγίδων τοῦ δολίου Βελίαρ, στῆσον μὲ ἐπὶ πέτραν,
τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωπουσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
Μετὰ
τὴν β᾿ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου
τοῖς στίγμασι καλλυνόμενος, καὶ συμπλέξας ἐκ τούτων σειρὰν θεόσοφε, ἀνηνέχθης
δι᾿ αὐτῆς πρὸς τὰ οὐράνια1 καὶ καταλέλειπται ἡμῖν, ὡς θησαυρὸς πολυτελής,
Ἰγνάτιε ἡ σορός σου, εὐεξίαν χαριζομένη, ἀποτροπήν τε τῶν παντοίων δεινῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Γαβριὴλ
σοι τὸ χαῖρε τὸ ἐπουράνιον, ἐπὶ γῆς παραδόξως ἐναπεκόμισε τῶν γὰρ ἀγγέλων
ποιητήν, ἐν σοὶ σαρκούμενον ὁρῶν, τὸ μελώδημα χαρᾶς, ἀναμέλπει σοι σεμνή,
βροτοὺς δι᾿ αὐτοῦ διδάσκων, ὡς μόνη χαρᾶς αἰτία, πᾶσιν ἀνθρώποις πεφανέρωσαι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἡσυχίας
ἐραστήν, καὶ σωφροσύνης φυλακήν, θήκην ἀνδρείας ἀσφαλῆ, καὶ τῶν ὁσίων καλλονήν,
καὶ τῶν μαρτύρων ἀγλάισμα σὲ εἰδότες, πόθῳ ἐκ.ψυχῆς εὐφημοῦμεν σέ; ἄριστον
καλῶν γὰρ κεκτήμεθα, οἱ συνελθόντες σήμερον ἐν πίστει, τῶν σῶν λειψάνων τὴν
λάρνακα χαρίτων ῥεῖθρα, τοῖς προσιοῦσι, ῥέει καὶ γὰρ ἀφθόνως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Γαβριὴλ
ἐξ οὐρανοῦ, τὸ χαῖρε κραυγάζει τῇ σεμνή, ὅτι συλλήψη ἐν γαστρί, τὸν προαιώνιον
Θεὸν ὅθεν Μαριὰμ ἀπεφθέγγετο· ἄνανδρός εἰμι καὶ πῶς τέξω υἱόν; ἄσπορον γονὴν
τίς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ ἄγγελος, τῇ Θεοτόκῳ καὶ Παρθένῳ ἐλεύσεται
σοι ἅγιον Πνεῦμα, καὶ δύναμις ἴψιστου ἐπισκιάσει σέ.
Οἱ Ἀναβαθμοί, τὸ α᾿ Ἀντίφωνον τοῦ δ´ ἤχου
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὀσιομαρτυρικόν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς του Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β´. Στ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ὁ
λαμπρὸς ἀριστεὺς τοῦ Χριστοῦ, καὶ νεομάρτυς Ἰγνάτιος, ὁ πρὸς τὸ μαρτύριον
διψητικός τε καὶ πρόθυμος, ὁ πεπεῤῥησιασμένος τῇ ὁμολογία καὶ εὔτολμος, καὶ ἐν
τοῖς ἄθλοις γενναῖος καὶ ἀκατάπληκτος, ὁ τὸ δι᾿ ἀγχόνης ὑπὲρ Χριστοῦ μακάριον
τέλος δεξάμενος, καὶ τόν του μαρτυρίου ἀμάραντον στέφανον παρ᾿ αὐτοῦ
κομισάμενος, διὰ παντὸς ἱκετεύει, ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ὁ κανὼν τοῦ Ἁγίου.
ᾨδὴ
α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Νοός
μου τὴν ζόφωσιν, φώτισον θείαις πρεσβείαις σου, καὶ λόγον μοι δώρησαι, μάρτυς
Ἰγνάτιε, ὅπως μέλψω σου ἀγῶνας τοὺς γενναίους, καὶ τὰ ὑπὲρ πίστεως ἀνδραγαθήματα.
Τρισσά
τε καὶ μέγιστα, ἄρας ἀοίδιμα τρόπαια, κατὰ τοῦ ἀλάστορος, τῇ παρθενία τῇ σή,
καὶ ἀσκήσει σοῦ, ἀθλήσει τε ἐνδόξῳ, τοῦτον ἐξενεύρισας, μάρτυς Ἰγνάτιε.
Ἐδόθη
Ἰγνάτιε, δῶρον τῷ ὄντι τρισόλβιον, ἡμῖν τοῖς ποθοῦσι σέ, ὁ σὸς νεκρὸς ἀθλητά,
καὶ κατηύφρανας, ἡμῶν τὰς διανοίας, τροπαίοις τῆς νίκης σου, καὶ ἀριστεύμασι.
Θεοτοκίον.
Νοεῖν
οὑ δεδύνηται, βρότειος νοῦς παναμώμητε, τὸ μέγα μυστήριον τοῦ θείου τόκου σου
τὸν γὰρ ἅπασαν βαστάζοντα τὴν κτίσιν, ἀγκάλαις ἐβάστασας, τὸ ξένον ἄκουσμα.
ᾨδὴ
γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ἀξίως
ἐν γῆ καὶ ἐν τῷ πόλῳ, σὲ μάρτυς ἐδόξασε Χριστός, ὡς τοῦτον προδοξάσαντα, διὰ
τοῦ μαρτυρίου σου, τοὺς γὰρ αὐτὸν δοξάζοντας, ἀντιδοξάζειν ὑπέσχετο.
Ἰδοὺ
εὐωδία γλυκύτατη, ἰδοὺ εὐωδία μυστική, ἰδοὺ ὀσμὴ οὐράνιος, ἐκ τάφου νῦν
ἐξέρχεται, τοῦ Ἰγνατίου σήμερον, δεῦτε αὐτῆς ἀπολαύσωμεν.
Ἡμέρα
διπλῆς χαρᾶς ἐπέστη, ἡμῖν τοῖς σοῖς φίλοις ἀθλητά, σὲ φέρουσα ὑπόθεσιν, καὶ
Πελαγίαν πάντιμον. Δι᾿ ὁ καὶ ἡμεῖς χαίρομεν, διπλὼς ἐν ταύτῃ Ἰγνάτιε.
Θεοτοκίον.
Ἀσπόρως
συνέλαβες Παρθένε, ἀκόπως ἐβάστασας ἁγνή, ἀφθόρως δὲ ἐγέννησας Θεὸν τὸν
ὑπερούσιον. Ὢ τέρατα παράδοξα! Τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;
Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἰσχὺν
τὴν ἄμαχον, Χριστοῦ πανεύφημε, ἔχων κατῄσχυνας, ἐχθρῶν παράνοιαν, τῶν ἐκ τῆς
Ἀγαρ δυσσεβῶν, Ἰγνάτιε μεγάλοφρον στάδιον διήνυσας μαρτυρίου πανένδοξε, τὸν
Χριστὸν ἐκήρυξας, ζωοδότην παντέλειον· διὸ καὶ ἀμαράντους στεφάνους, χαίρων
παρ᾿ Αὐτοῦ ἐνεδύσω.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
ἀδιόδευτος πύλη καὶ ἄβατος, ᾗπερ διώδευσε, Χριστὸς καὶ ἔδειξε, βατὸν βροτοῖς
τὸν οὐρανόν, τὸν ἄβατον παραβάταις, πύλην μοι διανοιξον μετανοίας ἀνάγουσαν,
πόλιν πρὸς οὐράνιον, καὶ πρὸς θεία εἰσάγουσαν, σκηνώματα τὰ ἠγαπημένα, ἔνθα
χαρὰ καὶ εὐφροσύνη.
ᾨδὴ
δ´. Τὴν ἀνεξιχνίαστον.
Ἵλεων
ἀπέργασαι ταῖς σαῖς λιταῖς, ἐφ᾿ ἡμῖν τὸν Κύριον ἅγιε, ὅπως ῥυσθέντες
αἰωνίζοντος πυρός, δόξης ἀξιωθείημεν, οἱ σὲ ἑξαιρέτως ποθήσαντες.
Ῥώμην
καὶ τὴν ἔνστασιν τῆς σῆς ψυχῆς, σοῦ οἱ ἀσεβεῖς κατεπλάγησαν καὶ μετὰ θάμβου
ἀνεβόων τὰ ἑξῆς· ὢ οἵας γενναιότητος ἣν παρ᾿ οὐδενὶ ἑωράκαμεν.
Ὥσπερ
πλοῦτον ἄσυλον, τὸν σὸν νεκρόν, μάρτυς τοῦ Χριστοῦ ἱερώτατε, οἱ σὲ ποθοῦντες,
ἐδεξάμεθα σαφῶς, ὃν περ καὶ νῦν κατέχοντες, χαρᾶς τῆς ἄῤῥητου πληρούμεθα.
Θεοτοκίον.
Πῶς
σοῦ ἐξυμνήσω τὸ κάλλος ἁγνή; ἢ πῶς σὲ δοξάσω Θεόνυμφε ἐν λόγοις οὖσαν, θείας
δόξης θησαυρόν; Ὅθεν σιγῇ σοῦ δέομαι. Δέσποινά μου ἄχραντε σῶσον μέ.
ᾨδὴ
ε´. Ἐξέστη τὰ σύμπαντα.
Οὐκ
ἄνθος νεότητος, οὑ κάλλος δὲ τοῦ σώματος, οὗ τῶν δωρεῶν αἱ ὑποσχέσεις, ὑπὸ
ἀπιστῶν σοι προτεινόμενα, ἴσχυσαν τῆς ψυχῆς σου τὸ στεῤῥὸν σαλεύσαι ἀήττητε,
Χριστομάρτυς Ἰγνάτιε.
Λέοντα
καὶ δράκοντα ἐπάτησας Ἰγνάτιε, τῇ γενναιοτάτῃ σου ἀθλήσει, καθάπερ ἔφης πρὸ τῆς
ἀθλήσεως, ὥσπερ προφητεύων ἀληθῶς, δύναμιν ζωσάμενος, τοῦ Χριστοῦ τὴν ἀήττητον.
Ὑπὲρ
τὰ δρώμενα, τὸν νοῦν ἄρας Ἰγνάτιε, πάντων κατεφρόνησας τῶν τῇδε. Ὅθεν ἐβόας
τοῖς τυραννούσι σέ, ὑπισχνουμένοις δωρεάς, πάντα ταῦτα πέλουσι ματαιότης,
παράνομοι.
Θεοτοκίον.
Διπλὼς
ἀναδέδειξαι, σὺ Θεοτόκε πάναγνε, τῷ τε καθ᾿ ὑπόστασιν γεννήσαι, τὸν Θεὸν Λόγον
καὶ τὴν ἀνθρώπινον, φύσιν τὴν ληφθεῖσαν ἀπὸ σοῦ, θεωθῆναι Ἄχραντε, ἐξ αὐτῆς τῆς
ἑνώσεως..
ᾨδὴ
στ´. Τὴν θείαν ταύτην.
Ναὸς
ὁ θεῖος τοῦ μάρτυρος, σκηνὴ ὡς μαρτυρίου γνωρίζεται, ἐν ᾧ ἀπέκειται, ὡς κιβωτὸς
ἁγιάσματος, , ὁ τῶν αὐτοῦ λειψάνων τάφος πανίερος.
Τηρ
ἃ κρίνα μάρτυς σοι ἠνθησαν, καὶ ἄνθη τῶν καλύκων προέκυψαν τὰ ἐπουράνια. Ἤδη
ἐντρύφα Ἰγνάτιε, μετὰ τοῦ Εὐθυμίου θείου συνάθλου σοι.
Νοήσαι
νοῦς οὗ δεδύνηται, καὶ γλῶσσα ἐξειπεῖν, ἢν ἀπείληφας, δόξαν ἀοίδιμε·
συγκληρονόμος γὰρ γέγονας, Χριστοῦ καὶ κληρονόμος Θεοῦ, ὡς γέγραπται.
Θεοτοκίον.
Τοῦ
πάντα κόσμον ποιήσαντος, τὸν μέγα ἐν μικρῷ κόσμον ἅπαντες, ἐνευφημήσωμεν, τὴν
Θεοτόκον ἐν ᾄσμασι, τὸ θαυμαστὸν ἐν πόλῳ καὶ γῆ τεράστιον.
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
ἐπὶ ξύλου διὰ σὲ κρεμασθέντα, προσεκμιμούμενος Χριστὸν θεομάκαρ, ἐπὶ τοῦ ξύλου
ἤρθης κρεμασθεὶς ὁ στεῤῥός. Ὅθεν ἀπηγχόνησαι ἐν χερσὶν τὴν εἰκόνα, · φέρων
παναοίδιμε, καὶ σταυρὸν τοῦ Κυρίου, ὃν ἐκδυσώπει ἅγιε ἡμᾶς, τοὺς σὲ τιμῶντας
σωθῆναι Ἰγνάτιε.
Συναξάριον.
Τῇ
Η΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἰγνάτιος, ἐν ἔτει 1814, ἐν
Κωνσταντινουπόλει, ἀγχόνῃ τελειοῦται.
Τὸν Ἰγνάτιον
ἄλλον ὡς ἄστρον βλέπω,
Ἐκ γῆς
φαεινὸν εἰς πόλον δι ἀγχόνης.
Ὄβριμον
ὀγδοάτη Ἰγνατίου λαιμόν τε πνίζαν.
Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας
Μητρὸς ἡμῶν Πελαγίας.
Αἴσχους
πλυθεῖσα καὶ λιποῦσα τὸν σάλον,
Πρὸς ὅρμον
ἥκεις οὐρανοῦ Πελαγία.
Αὕτη
ὑπῆρχεν ἐπὶ Νουμεριανοῦ βασιλέως, ἐκ πόλεως Ἀντιοχείας, ταῖς ὀρχήστραις καὶ
ταῖς θεατροκοπίαις σχολάζουσα. Καὶ παλλακευομένη τῇ πόλει, καὶ συνάγουσα ἐκ τῆς
πονηρᾶς ταύτης ἐργασίας πλοῦτον ἄπειρον. Αὕτη κατηχηθεῖσα παρά τινος Νόνου
ἐπισκόπου, ἁγίου ἀνδρός, καὶ θερμῶς μετανοήσασα καὶ βαπτισθεῖσα, ἀποβάλλεται
πάντα ὡς σκύμβαλα. Καὶ περιβαλλομένη τρίχινα, καὶ εἰς ἄνδρα μετασχηματισθεῖσα,
καὶ λαθοῦσα, κατέλαβε τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ ἐγκλείσασα ἑαυτὴν ἐν κελλίῳ, τὸ
λειπόμενον τῆς ζωῆς θεαρέστως ζήσασα, ἐν εἰρήνῃ ἀνεπαύσατο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας τῆς
παρθένου.
Κρημνῷ
φυγοῦσα κρημνὸν αἰσχύνης μέγαν,
Κρημνεῖς τὸν
ἐχθρὸν εὐφυῶς Πελαγία.
Αὕτη
ἦτο κατὰ τοὺς χρόνους Νουμεριανοῦ βασιλέως ἐν ἔτει σπδ΄ (284), πατρίδα ἔχουσα
τὴν Ἀντιόχειαν τῆς Συρίας, καὶ καταγομένη ἀπὸ ἔνδοξον γένος. Μαθὼν δὲ ὁ ἄρχων
τῆς Ἀντιοχείας ὅτι ἦτο χριστιανή, ἔστειλε στρατιώτας διὰ νὰ τὴν συλλάβωσιν, οἱ
δὲ στρατιῶται ἐλθόντες περιεκύκλωσαν τὸν οἶκόν της, διὰ νὰ τὴν ἁρπάσουν.
Μαθοῦσα δὲ τούτο ὀ Ἁγία, ἐζήτησε νὰ τὴν προσμένωσιν όλίγον, οἱ δὲ στρατιῶται
ἐπείσθησαν. Ὅθεν, ἡ μακαρία, σταθεῖσα κατ’ ἀνατολὰς εἰς τὸν τόπον, ὅπου
προσηύχετο, ὕψωσε τὰς χεῖρας καὶ τὰ ὄμματα εἰς τὸν Οὐρανόν, καὶ προσευχήθη
πολλὴν ὥραν πρὸς τὸν Θεόν, δεομένη νὰ μὴ παραδοθῇ εἰς τοὺς στρατιώτας, ἀλλὰ
ἁγνὴ καὶ παρθένος νὰ ἀπέλθῃ εἰς αὐτόν. Ἔπειτα, κρημνίσασα μόνη τὸν ἐαυτόν της,
παρέδωκεν τὴν ἀγίαν ψυχήν της εἰς χεῖρας Θεοῦ ζῶντος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ταϊσίας τῆς
πόρνης.
Ἐκ τοῦ ῥύπου
σμηχθεῖσα τῆς ἀσωτίας,
Φαιδρὰ
πρόσεισι τῷ Θεῷ Ταϊσία.
Αὕτη,
παιδιόθεν παρακινηθεῖσα ἀπὸ τὴν μητέρα της, ἔγινε ἐργαστήριον τοῦ διαβόλου,
διδαχθεῖσα δὲ ὕστερον ἀπὸ τὸν Ὅσιον Παφνούτιον τὸν Σιδώνιον, καὶ πληροφορηθεῖσα
μετὰ βεβαιότητος ὅτι εἶναι μετάνοια, καὶ δίδεται συγχώρησις ἁμαρτιῶν παρὰ
Κυρίου, διὰ τοῦτο διένειμεν ὅλα τὰ ὐπάρχοντά της εἰς τοὺς πτωχούς, τῶν ὁποίων ἡ
τιμὴ ἦτο τετρακόσιαι λίτραι χρυσίου. Ἔπειτα, κλείσασα τὸν ἑαυτόν της μέσα εἰς
ἕν κελλίον, ἐστέναζεν ἐκ βάθους καρδίας καὶ ἔλεγεν· Ὁ πλάσας με, ἐλέησόν με.
Καὶ οὕτω μὲ τὸν λόγον αὐτὸν διήνυσε τρία ἔτη. Εἶτα ἐξῆλθε τοῦ κελλίου της, κατὰ
προσταγὴν τοῦ ἐκεῖσε Ἀββᾶ καὶ προεστώτος, καὶ μετὰ δεκαπέντε ἡμέρας ἀνεπαύσατο
ἐν Κυρίῳ.
Τῇ
αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρτέμωνος Σελευκείας
Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ὁσιομάρτυρος Ἰγνατίου, τοῦ ἐκ Κίου Βιθυνίας, τοῦ Ὁμολογητοῦ, τοῦ ὑπὲρ τῶν
ἱερῶν Εἰκόνων ἀθλήσαντος.
Τῇ
αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τρύφωνος τῆς Βιάτκα.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Οὐκ ἐλάτρευσαν.
Ὅλος
ἔνθεος, γενόμενος Ἰγνάτιε, τοῖς ἀπειλοῦσι σοι, Ὀθωμανοις εὐθαρσῶς, ἐβόας τὰ βάσανα,
ἃ μοι προτείνετε, ξίφος θάνατον, ἀγχόνην οὐδὲν ἥγημαι, δι᾿ ἀγάπην τοῦ Χριστοῦ
μου.
Ἱκεσίαις
σου ταῖς θείαις ἐλευθέρωσον, μάρτυς Ἰγνάτιε, τοὺς ὑμνητάς σου ἡμᾶς, ἐκ πάσης κακώσεως
ἐν ὅσῳ πνέομεν, καὶ ἐκλείποντας εἰς τὰς μονάς σου πρόσδεξαι, κἂν τὸ αἴτημα ἡ
μέγα.
Δῶρον
ἔνθεον, καὶ κέρας Ἀμαλθείας σέ, καὶ ὄλβον ἄσυλον, καὶ ἀσφαλῆ θησαυρόν, καὶ
πλοῦτον ἀκένωτον, πᾶν ἀγαθὸν καὶ καλόν, ἐχαρίσατο, Χριστὸς τοῖς ἀγαπῶσι σέ, ὦ
Ἰγνάτιε τρισμάκαρ.
Θεοτοκίον.
Σοῦ
Πανύμνητε, ταῖς μεσιτείαις ἄνευθεν νοῶν βροτῶν τε οὐδείς, ἔχει ἐλθεῖν πρὸς Θεὸν
σὺ γὰρ μόνη γέγονας κοινὸν μεθόριον, κτίστης φύσεως, καὶ τῆς ἀκτίστου πάναγνε.
Ὢ πραγμάτων παραδόξων!
ᾨδὴ
η´. Παῖδας εὐαγεῖς.
Λαμπρὰ
ἡ πρὸς ἄθλησιν ὁρμῇ σοῦ, λαμπρὰ δὲ καὶ ἡ παράστασίς σου γέγονε, λαμπρὰ καὶ ἡ
ἄθλησις, λαμπρά τε καὶ τὰ τρόπαια, κατὰ τοῦ πολεμήτορος ἅπερ ἀνέστησας, τοῦ
τρόποις ἐν ποικίλοις τρισμάκαρ, πρὸς τὴν ἄθλησίν σου ἐμποδὼν γενομένου.
Ὅλοι
ἀσελγεῖς καὶ ὅλοι σάρκες, ὅλοι μεματαιωμένοι ὄντως πέλετε, τοῖς ἀπίστοις
ἔλεγες, ἔνδοξε Ἰγνάτιε, καὶ εἰς πῦρ βληθήσεσθε ἂν μὴ πιστεύσητε, Χριστῷ τῷ
ἀληθεῖ Θεοῦ Λόγῳ, καὶ ποιητῇ κόσμου ἐάσαντες τὴν πλάνην.
Πατήσας
δεινὰς μηχανουργίας, ἐχθροῦ τοῦ ἀπατεῶνος τῇ ἀθλήσει σου, ἤρθης πρὸς περίδοξον,
ὕψος ἀξιάγαστε, καὶ τῶν ἀγγέλων ἔφθασας, βοῶν τὰ τάγματα τὸν Κύριον ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅλος
Γαβριὴλ ὁ θεῖος λάμπων, λαμπρότητι ἀρχαγγελικὼς Θεόνυμφε, σοῦ τῇ ὑπὲρ ἄγγελον
ἁγνείας λαμπρότητι, ἀντελαμφθεὶς νενίκηται σὲ ἀσπαζόμενος, καὶ γέγονε βραχὺ
ὥσπερ ἄστρον, κρυβὲν τῇ ἐλλάμψει ἀνίσχοντος ἡλίου.
ᾨδὴ
θ´. Ἅπας γηγενής.
Ἱεροὶ
χοροί, Ἀγγέλων ηὐφράνθησαν ἐν τῇ ἀνόδῳ σου, τάγματα μαρτύρων δέ, φαιδρῶς
σκιρτώντα σὲ ὑπεδέξαντο, εἰς ἑαυτῶν σκηνώματα ὥσπερ ἀθλήσαντα, ψυχῆς γνώμη,
ἀνδρεία, Ἰγνάτιε, καὶ ἀνόμων τὴν πλάνην ἐλέγξαντα.
Στήριγμα
πιστῶν, καὶ δόξα καὶ καύχημα μάρτυς Ἰγνάτιε, διὰ τῆς ἀθλήσεως τῆς σῆς ἐδείχθης
τύπος γενόμενος, αὐτοῖς ὑπὲρ τῆς πίστεως ἀθλεῖν στεῤῥότατα, τῶν δ᾿ ἀπιστῶν,
αἰσχύνη αἰώνιος, ἢν οὐδέποτε ἄλλοτε ἔπαθον.
Ἔχεις
ἀληθῶς, ἔχεις τὸν Παράδεισον νῦν ὃν ἐπόθησας, ὑπὲρ οὑ ἠγώνισαι, ἐν τὲ ἀσκήσει
καὶ τῇ ἀθλήσει σου. Ἀλλὰ καὶ ἡμᾶς πρέσβευε, τοὺς ἀγαπῶντας σέ, Παραδείσου
γενέσθαι οἰκήτορας, μετὰ σοῦ εἰς αἰῶνα τὸν ἅπαντα.
Θεοτοκίον.
Ὕμνοις
σὲ ἁγνήν, ὑμνῶ τὴν πανύμνητον, ἢν ἡ ἐγκόσμιος, καὶ ὑπερκόσμιος, γλῶσσα καὶ πᾶσα
πνοὴ γεραίρουσιν, ὡς τὸν Θεὸν γεννήσασαν τὸν ὑπερύμνητον, ὃν ὑμνοῦσι χιλιάδες
χίλιαι, μυριάδες τε μύριαι Ἄγγελοι.
Ἐξαποστειλάριον.
Ἦχος γ´. Τὸν νυμφῶνά σου βλέπω.
Τὴν
σὴν ἀγχόνην ἐκ πόθου, προσπτύσσομαι Χριστομάρτυς, δι᾿ ἧς αὐτὸς μὲν ἀνέπτης εἰς
οὐρανοὺς μετὰ δόξης, ἐγὼ δὲ λύσιν καρποῦμαι τῶν νοσημάτων μου πάντων.
Ἕτερον.
Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Χαρὰ
ἡμῖν ἐπέλαμψε, θείας ἀγαλλιάσεως, ἐπὶ τῇ μνήμη σοῦ μάκαρ, Ἰγνάτιε θεοφόρε·
πλουτοῦντες γὰρ τὸν τάφον σου, χαρὰ καὶ πόθῳ κράζομεν μάρτυς ἡμᾶς περισῷζε, ἀπὸ
παντοίας ἀνάγκης, καὶ βλάβης τοῦ ἀλλοτρίου.
Θεοτοκίον.
Θεὸν
ὃν ἐσωμάτωσεν ἡ Θεοτόκος Δέσποινα, βαστάζουσα ἐν ἀγκάλαις, ἀδιαλείπτως
πρεσβεύει· ἐπισπλάγχνον γλυκύτατε ηὐδόκησας μητέρα σου, γενέσθαι μὲ τὴν δούλην
σου· τοὺς εἰς ἐμὲ προσφυγόντας, τῆς σῆς ἀξίωσον δόξης.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς
ἀρχιφώτου Τριάδος νῦν ἑλλαμπόμενος, θεουργικαις ἀκτῖσιν, ὦ Ἰγνάτιε θεῖε,
πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων σοῦ, τὴν παναοίδιμον μνήμην
καὶ ἐκ ψυχῆς ἀγαπώντων σοῦ τὸ ὄνομα. (δίς)
Τὴν
σὴν ἁγίαν εἰκόνα, νῦν ἀσπαζόμενοι, Ἰγνάτιε θεόφρον, φιλομάρτυρες πάντες, ἐν
πίστει προσκυνοῦμεν, καὶ τὴν τιμήν, ἐπ᾿ αὐτὸ τὸ πρωτοτύπον, ἀναβιβάζομεν ὥσπερ
ὁ ἱερὸς καὶ σοφός φησι Βασίλειος.
Τὰς
ἐνουμένας ἀκτῖνας τῷ θείῳ πνεύματι, τοῦ νοητοῦ ἡλίου, καὶ ἡμᾶς αὐγαζούσας, τοὺς
παῖδας τοῦ Χριστοῦ μου, καὶ τοὺς στεῤῥοὺς στρατιώτας τῆς πίστεως Εὐθύμιον,
Ἰγνάτιον καὶ σεπτόν, ἀνυμνήσωμεν Ἀκάκιον.
Δόξα.
Ἦχος πλ. α´.
Πανηγυρίζει
χορεύουσα σήμερον πᾶσα ἡ Χριστοῦ Ἐκκλησία, ἐν πνεύματι εὐφημούσα σὲ πίστει,
στεῤῥὲ Ἰγνάτιε· καὶ τὸν ἱερὸν σοῦ τάφον, Ἰατρεῖον κεκτημένη ἄσυλον, παντοίων
ἀῤῥωστημάτων, ἀσπάζεται τοῦτον ἐκ πόθου᾿ καὶ τοῖς ἐναντίους ἐμφαίνουσα τὴν ἐν
τούτῳ μαρτυρικὴν θείαν εὐχλειαν, ἐγκαυχωμένη ἐν σοὶ σεμνύνεται. Διὸ μὴ παύσῃ
πρεσβεύων ὑπὲρ ἡμῶν, ἀπαύστως πρὸς Κύριον, ἀεισέβαστε μάρτυς ἀήττητε.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομεν
σέ, Θεοτόχε παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοί χατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον.
Τοῦ
Χριστοῦ τὸ πάθος ἐπὶ σταυροῦ ἐμιμήθης μάρτυς, καὶ ἀήττητος ἀθλητής, εὐσεβείας
ὤφθης, Ἰγνάτιε θεόφρον, ἐν τοῖς ἐσχάτοις χρόνοις Ἄθω ἀγλάϊσμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου