Κυριακή 24 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 12. ΟΣΙΟΣ ΔΑΝΙΗΛ ΘΑΣΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΥ 12!!
ΔΑΝΙΗΛ ΟΣΙΟΥ ΘΑΣΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους ικαὶ ψάλλομεν τῆς Ἑορτῆς Ἰδιόμελα. Ἦχος πλ. β'
Σήμερον, τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Ὁ αὐτός.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε, καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀγόνου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τὸν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός· ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθὼν κεκλεισμένην διεφύλαξε· καὶ πάντας σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτός, πᾶσι τοῖς ἀνθρώποις, σωτηρίαν ἀπειργάσατο.

Καὶ γ’ τοῦ Οσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μοναστὴς ἀληθέστατος, καὶ ἀστὴρ διαυγέστατος, καὶ πηγὴ γενόμενος κατανύξεως, ἀγάπης ὤφθης ἀνάπλεως, Δανιὴλ πανόσιε, νήσου Θάσου ὁ φωστήρ, ἐξ αὐτῆς γὰρ ἀνέτειλας καὶ ἐφώτισας, μοναζόντων τὰ πλήθη φοιτητῶν σου, καὶ ὡδήγησας πρὸς Πόλον, θαυματουργίαις λαμπόμενος.

Ὡς ἀστέρα πολύφωτον, ἐκ τῆς Θάσου πανόλβιε, Δανιήλ σε ἔγνωμεν, ἀνατείλαντα, καὶ πᾶσαν νῆσον φωτίσαντα, σημείοις καὶ θαύμασι, καὶ ἰάσεσι παθῶν. Ἐπιτελοῦμεν τὴν μνήμην σου, τὴν σεβάσμιον, ἰατρόν σε πλουτοῦντες ἀσθενούντων, καὶ καλὸν ἡμῶν προστάτην, καὶ πρεσβευτὴν ἑτοιμότατον.

Ἀγρυπνίαν παννύχιον, καὶ ἐγκράτειαν ἄφατον, προσευχὴν ἀθόλωτον, βίον ἔνθεον. Πίστιν ἐλπίδα ἀνόθευτον, ἐκτήσω πανόλβιε, Δανιὴλ θαυματουργέ, καὶ μεγίστην συμπάθειαν, μάκαρ ἔσχηκας, καὶ θανὼν καὶ πρὸ τέλους ἀπαστράψας, ἐν σημείοις παραδόξοις. Διὸ τελοῦμεν τὴν μνήμην σου.

Δόξα. Ἦχος α΄.
Ἐν τῇ πανδήμῳ καὶ πανευσήμῳ πανηγύρει, τῆς σεβασμίας σου μνήμης Δανιὴλ Ὅσιε, ἐν ψαλμοῖς καὶ ὕμνοις χορεύοντες, οἱ τῆς Θάσου οἰκήτορες, δοξάζομεν παντοδαπῶς τὸν Δεσπότην Χριστὸν θεοπρεπῶς, τὸν ὑπὲρ τῶν πολλῶν σου καμάτων, καὶ ἀνενδότου ἀσκήσεως, τὴν τῶν θαυμάτων καὶ ἰαμάτων σοι χάριν δωρήσαντα, Θάσου τὸ καύχημα, καὶ ἡμῶν τὸ ἥδυσμα. Ὅθεν συνελθόντες σήμερον, χορείαν ἐπικροτοῦμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημοῦντές σε λέγομεν· ἀξιΰμνητε Πάτερ, ἱκέτευε δωρηθῆναι ἱλασμόν, πᾶσι τοῖς πόθῳ τιμῶσι, τὴν παναοίδιμον μνήμην σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Τῆς ἑορτῆς.
Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ προπάτωρ, καὶ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· Ἐτέχθη μοι γὰρ φησι λύτρωσις, δι᾿ ἧς ἐκ τῶν δεσμῶν τοῦ ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω Δαυΐδ κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.















Εἴσοδος. Φῶς ἱλαρόν. Τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἔξοδος αὐτῶν, καὶ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου κράτησις ὑμῖν, καὶ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Φαιδρύνεται σήμερον, ἡ θεόσωστος Θάσος, τῇ παγγεράστῳ μνήμῃ σου Δανιὴλ ὁσιώτατε, καὶ ἡ τῶν ὀρθοδόξων Ἐκκλησία λαμπρῶς καταυχάται ὑμνοῦσά σε, πιστῶν δὲ τὰ πλήθη, τῶν σῶν θαυμάτων ἀρυόμενα πανηγυρίζει. Ἀλλ συμπαθέστατε Πάτερ, πρέσβευε ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, εὐρωστίαν, καὶ ταῖς ψυχαῖς ἠμῶν τὸ μέγα καὶ πλούσιον ἔλεος.

αὐτός.
Ἐπίβλεψον ἐξ ὕψους ἁγιώτατε Πάτερ, ἐν τῇ δοξολογίᾳ τῶν ψαλλόντων σοι, καὶ τὰς ἐκτενεῖς ἡμῶν δεήσεις πρόσδεξαι, Δανιὴλ παμμακάριστε, καὶ προσάγαγε αὐτάς, ἐν τῷ ἐπουρανίῳ θρόνῳ τοῦ Παντάνακτος, ὅπως ταῖς εὐπροσδέκτοις μεσιτείαις σου, σῴσῃ τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Κατὰ χρέος σε μακαρίζομεν Δανιὴλ ἀξιάγαστε, ὡς λύχνον τῆς πίστεως, καὶ Ἄγγελον ἐν σώματι· ὁ βίος γὰρ ὁ σὸς ἔντιμος πέφυκε, καὶ ἡ κοίμησις σὺν τοῖς Ἁγίοις. Ἐν ἔργοις γὰρ ἀγαθοῖς ἐξέλαμψας, ὡς ποιμὴν μοναζόντων θεόσοφος, καὶ ἐν θαύμασιν ἐδοξάσθης, ὠς πιστὸς δοῦλος καὶ φίλος Χριστοῦ, ὅθεν σοι προσπίπτοντες ἱκετεύομεν δεόμενοι, οἱ τῆς Θάσου λαοί, πρέσβευε ὑπὲρ ἡμῶν Ἅγιε πρὸς Κύριον, καταπέμψαι ἱλασμὸν ἁμαρτιῶν, ὑγείαν καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τρυφὴν νῦν τὴν ἀκήρατον, καὶ αἰώνιον ἀπόλαυσιν, κομίζῃ πανόλβιε, τὰς ἐπικαρπίας τῶν ἀμέτρων σου πόνων, καὶ ὧν ἀρετῶν ἐθησαύρισας, Δανιὴλ παμμακάριστε. Διὸ ἐν ὕμνον ἀπὸ χειλέων πηλίνων προσαγόμενον δέξαι, μετεὐμενείας Ὅσιε Πάτερ, καὶ παράσχου πλουσίας τὰς ἀντιδόσεις, τοῖς τελοῦσι τὴν μνήμην σου, παρὰ τοῦ ἔχοντος τὸ μέγα ἔλεος.






Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες οἱ τῆς νήσου οἰκήτορες, θίασον πνευματικὸν συγκροτήσαντες, Δανιὴλ τὸν ἰσάγγελον, τὸν ἐν τῇ νήσῳ ἡμῶν, ἀγγελικῶς τὸν βίον διανύσαντα, καὶ ὑπὲρ ἄνθρωπον βιοτεύσαντα, ἐπαξίως εὐφημήσωμεν. Σήμερον γὰρ Ἄγγελοι ἐπὶ τῇ μνήμῃ αὐτοῦ, σὺν ἡμῖν πανηγυρίζουσιν. Οὗτος γὰρ τρισόλβιος, ὑπὲρ φύσιν ἀγωνισάμενος, ἐκ παιδικῆς ἡλικίας ἄχρι τέλους ἐκαρτέρησε, καὶ πρὸς αἰωνίους μονὰς κατέπαυσε, τὰ γέρα τῶν πόνων αὐτοῦ κομισάμενος, ὅθεν καὶ ἡμεῖς συνελθόντες, τὴν θείαν αὐτοῦ μνήμην ἑορτάσωμεν, ὅπως ταῖς πρεσβείαις αὐτοῦ, ῥυσθῶμεν πειρασμῶν καὶ θλίψεων, καὶ εὕρωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος. 

Εἰς τὸν στίχον. Ἦχος δ΄. ἐξ Ὑψίστου κληθείς.
Θεοπρεπῶς σου τὸν βίον διανύσας, τὸν ξένον γενόμενον Χριστὸν μιμούμενος, δι’ εὐσπλαγχνίαν ἀμέτρητον, κατηξιώθης, Μονὴν συστῆσαι Δανιὴλ Ὅσιε, ὅθεν καὶ συνήθροισας, τῶν φοιτητῶν τὴν πληθύν, ὀσμῇ σεπτῆς πολιτείας σου, προσάξας τούτους, οἶά περ δῶρα Χριστῷ ἀοίδιμε, καὶ νῦν τῷ θρόνῳ παριστάμενος, τοῦ Σωτῆρος μὴ παύσῃ δεόμενος ὑπέρ πάντων τῶν πόθῳ, σοῦ τὴν μνήμην ἑορταζόντων.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Ὁ τὴν ἐν Θάσῳ μονὴν καταλαμπρύνας, τω βίῳ σου Ὅσιε, Δανιὴλ πάνσοφε, κεκαθαρμένος τῷ σώματι, καὶ ἀγλαΐαις, τῶν ἀρετῶν σου πάντας ἐφαίδρυνας, ὅλος γὰρ οὐράνιος ἐν γη ἐτέλεσας, καὶ ἀρετῶν διὰ πράξεως, ἐκτελουμένων, εὗρες πορείαν τὴν πρὸς οὐράνια, ὅθεν σε πάντες νῦν γεραίρομεν, ἐπιτελοῦντες τὴν πάνσεπτον μνήμην σου, δυσωποῦντες πρεσβεύειν, διασῴζεσθαι τὴν νῆσόν σου.

Στ.: Μακάριος ἀνὴρ...
Ὁ τὴν ἐν Θάσῳ ἀσκῶν διατελέσας, διάνοιαν ἤσκησας, Δανιὴλ Ὅσιε, πρὸς ἐποπτείαν οὐράνιον, κατανοῆσας τὰ θεῖα κάλλη καὶ πανακήρατα, ὅθεν καὶ ὁ Κύριος τούτων ἠξίωσε, καὶ τῆς χορείας ἐποίησεν, Ὁσίων πάντων, ὧν καὶ τὸν βίον ἐν γῇ ἐζήλωσας. Διὸ αὐλίζῃ τὰ οὐράνια, σὺν Ἀγγέλοις Θεῷ παριστάμενος, ὅν ἱκέτευε μάκαρ, ὑπὲρ τῶν ἀνευφημούντων σε.

Δόξα. Ἦχος πλ. δ΄.
Εὐφράνθητι νῆσος τῆς Θάσου, καὶ ἀγάλλεσθε οἰ ἐν αὐτῇ οἰκοῦντες, καὶ δεῦτε πανηγυρίσωμεν ἐν πνεύματι, τὴν παμφαῆ πανήγυριν, Δανιὴλ τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ κοινοῦ προστάτου καὶ πολιούχου. Οὗτος γὰρ τοῦ Χριστοῦ μιμητής, ἀρετῶν χάρισιν ὡραϊζόμενος, ἔλλαμψεν ἀστέρον δίκην, ἐκ τῆς Θάσου ἀνίσχων, καὶ τοὺς πιστοὺς καταυγάζων, σελασφόροις ἀρετῶν αὐτοῦ λαμπηδόσιν. Ἀλλ Πάτερ θεόσοφε, καὶ ἡμᾶς τοὺς ἐκ πόθου τελοῦντας τὸ ἱερόν σου μνημόσυνον, δυσωποῦμεν πρεσβεύειν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ναὸς ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, βασιλικός θάλαμος, ἐν τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν ἀληθέστατος, καὶ μοναστῶν ἀρχηγός, ἐδείχθης πανόσιε, τῆς ἐν τῇ Θάσῳ μονῆς, Δανιὴλ ἀξιΰμνητε· ὅθεν καὶ ἰαμάτων, ἐκομίσω τὴ χάριν, νέμων τοῖς προσιοῦσι, τὰς ἰάσεις ἀφθόνως, τοῖς πόθῳ σου τὴν μνήμην τελοῦσι πανόλβιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ἥλιος τῆς δικαιοσύνης, Χριστὸς Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. 

Ἀπόλυσις.




ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος φαιδρά, ἁγία σου μνήμη, ἀνέτειλεν ἡμῖν, Δανιὴλ θεομάκαρ, φωτίζουσα ἅπαντας, τοῦς αὐτὴν ἑορτάζοντας, ἥν ἐκ πίστεως, ἐπιτελοῦντες βοῶμεν, σκέπε, φύλαττε, πειρατηρίων τοῦ βίου, ἠμᾶς ταῖς πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα ὅμοιον.
Εὐφραίνου ἐν Χριστῷ, νῆσος Θάσος ἰδοὺ γάρ, ἐπέφανέ σοι νῦν, Δανιῆλ τοῦ Ὁσίου, ἡ μνήμη ἡ πάντιμος, τοὺς πιστοὺς καταυγάζουσα, ὅθεν σκίρτησον, μετὰ χαρὰς ἐκβοῶσα, δόξα, αἴνεσις, σὺ τῶν Ὁσίων ὐπάρχεις, Χριστὲ καὶ κραταίωμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, οὐρανός καὶ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὸν Πολυέλαιον, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ἀγαλλιάσθω ἡ σεμνὴ νῆσος τῆς Θάσου, καὶ εὐφραινέσθω ἡ πληθὺς πᾶσα Θασίων, ὡς προστάτην θερμότατον πλουτήσασα μέγαν, καὶ κρήνην πολλῶν θαυμάτων καὶ δωρεῶν, παντοίων ἀῤῥωστημάτων ἀπαγωγήν, Δανιὴλ τὸν θαυμάσιον. Διὸ συμφώνως αὐτῶ βοῶμεν ἀρυόμενοι· Χαίροις Πάτερ τρισόλβιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!





Οἱ ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στ.: Μακάριος ἀνήρ...
Εὐαγγέλιον τοῦ Ὁσίου Ἀντωνίου.
Ν΄.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὁ τὴν χάριν τῶν ἰαμάτων θεόθεν δεξάμενος, καὶ τὴν Θάσον πᾶσαν φωτίσας διδάγμασι, Δανιὴλ ἱερώτατε, τῶν μοναστῶν ἀκροθίνιον. Παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τοὺς σὴν μνήμην ἐπιτελοῦντας, ἐτησίως ἐν ᾄσμασιν.

Οἱ κανόνες τῆς ἑορτῆς· καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην.
Τριὰς Ἁγία καὶ Μονάς ὑπέρθεε, χάριν μοι βράβευσον, τοῦ ὑμνῆσαι θείου, Δανιὴλ παλαίσματα, κατὰ τοῦ κοσμοκράτορος, τοῦ προστάτου τῆς Θάσου, τοῦ ἀσκητοῦ καὶ παμμάκαρος, καὶ τῶν μοναστῶν προεξάρχοντος.
Ἀπὸ νεότητος Σταυρὸν ἀράμενος, χαίρων ἐπ’ ὤμων σου, καὶ ἐν γῇ ἐρήμῳ, καὶ ἀβάτῳ ᾤκησας, Μονὴν δὲ συστησάμενος, μοναζόντων ἀγέλην, Θεῷ προσῆξας διδάγμασι, καὶ σαῖς παραινέσεσιν Ὅσιε.
Χαρᾶς αἰτία ἡ σὴ μνήμη Ὅσιε, πνευματικῆς ἀληθῶς, γέγονεν ὡς ὅτι, ἐν τῇ Θάσῳ ἔλαμψας, ἡλίου δίκην θαύμασι, τοῦ Θεοῦ σε ἀξίως, δοξάσαντος καὶ λαμπρύναντος, μάκαρ Δανιὴλ ἀξιάγαστε.
Θεοτοκίον.
Ἴασαι Κόρη τὴν ψυχήν μου δέομαι, τὴν ἀσθενοῦσαν δεινῶς, δραστικῷ φαρμάκῳ, τοῦ Υἱοῦ σου Πάναγνε, εἰς σὲ γὰρ τὴν ἐλπίδα μου, ἀνατίθημι πᾶσαν, καὶ σὲ μεσίτην προβάλλομαι, πρὸς τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν.













ᾨδὴ γ΄. στερεώσας κατἀρχάς.
Καταφρονήσας τῶν τῆς γῆς ἠδέων, τὰς οὐρανίους ἀπολαύσεις ἐκληρώσω πανσόφως, καὶ ἐξέβλυσας κρουνοὺς διδασκαλίας Ὅσιε, καθοδηγῶν τοὺς πάντας, ὦ Δανιὴλ πρὸς οὐράνια.
Ἔχοντες ὄντως πρὸς Θεόν, μεσίτην ἡμῶν καὶ πρέσβυν, σὲ τιμῶμεν Δανιὴλ θεομάκαρ, καὶ τὴν μνήμην σου σοφέ, τελοῦμεν τὴν σεβάσμιον, ἁγιασμὸν καὶ ῥῶσιν, ψυχῆς καὶ σώματος δρέποντες.
Ῥῦσαι τρισμάκαρ ψυχικῆς, δεόμεθα ἀπωλείας, καὶ ἐχθρῶν ἐπιφορᾶς ἡμᾶς πάντας, Δανιὴλ θαυματουργέ, τῆς Θάσου τὸ ἀγλάϊσμα, Πνεύματος γὰρ τὴν χάριν, παρὰ Χριστοῦ σὺ πεπλούτηκας.
Ἐπλήγημεν σωματικῶς, καὶ ψυχικῶς θεοφόρε, μὴ ἑάσῃς οὖν δεινῶς ἀπολέσθαι, ἀλλὰ ἴασαι ἡμᾶς, σὲ γὰρ ἐπιγραφόμεθα, προστάτην τε καὶ πρέσβυν, πρὸς τὸν Θεὸν ἀνεπαίσχυντος.
Θεοτοκίον.
Ἀνερευνήσας ἐμαυτόν, εὐρίσκω πάντας ἀνθρώπους, ὑπερβάντα ταῖς κακίαις Παρθένε, καὶ ποῦ φύγω ὁ δεινός, εἰμὴ πρὸς σὲ τὴν εὔσπλαγχνον, ὅτι οὐκ ἔχω ἄλλην Δέσποινα, πλήν σου βοήθειαν.

Κοντάκιον τοῦ Ἁγίου, ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς μοναζόντων ποδηγέτην καὶ διδάσκαλον, καὶ νήσου Θάσου πολιοῦχον εὐφημοῦμέν σε, Δανιήλ, ἐπιτελοῦντες σεπτήν σου μνήμην, ὡς οὖν ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκδυσώπει ἡμᾶς, ῥύσασθαι κακώσεως, ἵνα κράζωμεν· Χαίροις Πάτερ πανόσιε.
Ὁ Οἶκος.
Ἄνθρωπος μὲν τῇ φύσει, ἐχρημάτισας μάκαρ, ἀλλ’ ὤφθης συμπολίτης Ἀγγέλων, ὠς γὰρ ἄσαρκος ἐπὶ γῆς βιοτεύων, σαρκὸς πάσαν τὴν πρόνοιαν ἀπέῤῥιψας, διὸ καὶ παρ’ ἠμῖν ἀκούεις·
Χαῖρε τῆς Θάσου βλαστὸς καὶ γόνος·
χαῖρε τῆς νήσου ἁπάσης πόνος.
Χαῖρε
Ἁγίου Πνεύματος οἰκητήριον·
χαῖρε τῆς Τριάδος φαιδρὸν ἐργαστήριον.
Χαῖρε λύχνε διακρίσεως, ἀπαστράπτων τηλαυγῶς·
χαῖρε ἄστρον διοράσεως, καταυγάζον φαεινῶς.
Χαίροις ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῶ·
χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς τὰς ἡδονάς.
Χαίροις μοναζόντων πρόξενος σωτηρίας·
χαίροις τῶν ῤαθυμούντων τρόπος παρηγορίας.
Χαίροις ζυγὸν τοῦ Χριστοῦ βαστάσας·
χαίροις αὐλαῖς οὐρανίοις σκηνώσας.
Χαίροις Πάτερ Δανιὴλ Ὅσιε.



Κάθισμα, ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφέ, τῶν Ἀσωμάτων οἱ χοροί, σὲ ὁρῶντες ἐπὶ γῆς, βιοῦντα ὡς ἐν Οὐρανοῖς, καὶ ἐκδιδάσκοντα τὴν ποίμνην σου, θεομάκαρ, πορεύεσθαι ἀεί, πρὸς τὰς εὐθείας ὁδούς, εἰς δόξαν καὶ τιμήν, τοῦ φιλανθρώπου Θεοῦ, ὅς διὰ τοῦτο πλείστοις σε χαρίσμασι, καὶ θαυμασίοις ἐδόξασε. Καὶ νῦν πρεσβεύεις, εἰς τὸ σῳθῆναι τοὺς τιμῶντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι Ἀδὰμ κατακρίνεται· Εὔα τῷν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Τὸ τοῦ Χριστοῦ, ὄντως σεπτὸν Εὐαγγέλιον, περιφέρων ἐν τῇ διανοίᾳ σου, καὶ τῇ τοῦ Πνεύματος ὁπλισθείς, Δανιὴλ δυνάμει, ἐν ταῖς ἐρήμοις κατῴκησας, ἰσάγγελον τὸν βίον, καθαρῶς ἐκτελέσας. Διὰ τοῦτο τιμῶμεν τὴν μνήμην σου.
Ὄντως Θεῷ, εὐχαῖς συντόνοις ἐνούμενος, καὶ ἀγρύπνοις στάσεσι, δακρύων τε τοῖς ὀχετοῖς, ὅλως ἀγνισθεὶς καὶ λελαμπρυσμένος, ταῖς ἱεραῖς ἀναβάσεσιν, εἰς ὕψος θεωρίας ἐφίπτασαι, τὰ ἄνω, Δανιὴλ κατοπτεύων θεάματα.
Νοῦς τῶ νοΐ, ἐνατενίζων γενόμενος, ἐλαμπρύνθης, φωτισμω τοῦ Πνεύματος, ποιμὴν γενόμενος μοναστῶν, ὀδηγήσας τούτους, πρὸς πολιτείαν ἰσάγγελον. Διό σου τὴν φωσφόρον, ἑορτὴν ἐπιτελοῦμεν, Δανιήλ, οἱ τῆς Θάσου οἰκήτορες.
Θεοτοκίον.
Διὰ παντός, μὴ διαλίπῆς με σκέπουσα, σὲ γὰρ ἔχω μόνην καταφύγιον, ἐν πειρασμοῖς ὑπερασπιστήν, καὶ ῥύστην ἐν κινδύνοις, ἐν συμφοραῖς παραμυθίαν, προστάτην ἐν ἀνάγκαις, εὐθυμίαν ἐν λύπαις, καὶ χαρὰν ἐν ταῖς θλίψεσι, Δέσποινα.











ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ῥῦσαι πάσης ἀνάγκης, τοὺς εἰς σὲ προστρέχοντας, Δανιὴλ Ὅσιε, καὶ ἐξαιτουμένους, τὴν θερμήν σου τρισμάκαρ ἀντίληψιν, καὶ καρδίας τούτων, πλῆσον χαρᾶς καὶ εὐφροσύνης, ἵνα πόθῳ τελοῦμεν τὴν μνήμην σου.
Ἵνα σε κατὰ χρέος, ἑορτάζωμεν πάντες, Δανιὴλ Ὅσιε, ἀπέλασον τὸ νέφος, τῶν ἐν βίῳ δεινῶν περιστάσεων, καὶ τῇ σῇ πρεσβείᾳ, ἁμαρτιῶν ἡμῖν τὴν λύσιν, πρὸς Χριστοῦ δωρηθῆναι δεόμεθα.
Σωτηρίας ἐξ ὕψους, καὶ θερμῆς προστασίας ἀξίωσον δέομαι, τω κατακειμένῳ, Δανιὴλ ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῇ σῇ πρεσβείᾳ, ἐπιτυχεῖν τῆς ἄνω δόξης, τῷ σὲ πίστει καὶ πόθῳ γεραίροντι.
Θεοτοκίον.
Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀπροσμάχητον τῶν εὐφημούντων σε, ἡ παντὶ τω γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τὴν ψυχήν μου διάσωσον Πάναγνε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁδήγησον πρὸς ὁδούς, τῆς σωτηρίας δεόμεθα, τοὺς πόθῳ σε καὶ χαρᾷ, γεραίροντας Ὅσιε, Δανιὴλ πανάριστε, καὶ δοξολογοῦντας, τὴν σεβάσμιόν σου κοίμησιν.
Ὁλολαμπέσι δωρεαῖς, παγχρύσοις μάκαρ τοῦ Πνεύματος, σὺ στολισθεὶς τὴν ψυχήν, Δανιὴλ κατηύγασας, τὴν Θάσον πανόλβιε, ἐκδιδάσκων πάντα, μοναζόντων τὰ συστήματα.
Νέος ἐδείχθης φωστήρ, τῆς νῆσου Θάσου πανόλβιε, διὸ συμφώνως ἡμεῖς, γηθόμενοι σήμερον, τελοῦμεν τὴν μνήμην σου, Δανιὴλ παμμάκαρ, ταῖς πρεσβείαις σου φρουρούμενοι.
Θεοτοκίον.
Ἡ Μήτηρ τοῦ Λυτρωτοῦ, καὶ τῶν κτισμάτων Βασίλισσα, αἰχμαλωσίᾳ δεινῇ, ληφθέντα με λύτρωσαι, Μαρία Πανάμωμε, καὶ τῆς Βασιλείας τοῦ Υἱοῦ σου καταξίωσον.

Κοντάκιον. Ἦχος δ'. Αὐτόμελον
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ὁ Οἶκος
Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ νέου, τοῦ ἐν τῇ νήσῳ Θάσῳ ἀσκήσαντος καὶ ἐν αὐτῇ μονὴν συστησαμένου.
Ὁρμὰς παθῶν επέσχε Δανιὴλ νέος,
ὡς πρὶν Δανιήλ, τῶν λεόντων τὰς μύλας.
Ἀμφὶ δύο καὶ δεκάτην Δανιὴλ βίοτον λίπε τόνδε.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀπόδοσιν ἑορτάζομεν τοῦ Γενεθλίου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Πάσας ἀληθῶς Ἄννα νικᾷς μητέρας,
Μήτηρ ἕως ἄν Σὴ γένηται θυγάτηρ,
ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα τῆς εὑρέσεως καὶ τῶν θαυμασίων τῆς θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικεκλημένης Ῥοβελίστης καὶ εὑρισκομένης ἐν τῇ φερωνύμῳ αὐτῆς Κοινοβιακῇ Μονῇ ἐν Ῥαδοβυζίοις τῆς Ἄρτης.
Οἷα ῥοδεὼν ἐν ἔαρι μυρίζει,
ἡ τῆς Ῥοβελίστης Εἰκὼν τας Μητροθέου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ προσκύνησις τῶν Τιμίων Ξύλων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Αὐτονόμου.
Θῦμα τραπέζῃ προὐτέθη τῇ σῇ Λόγε,
Θύτης σὸς Αὐτόνομος ἐκθανὼν λίθοις.
Ὅς ἧν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως. Καταλιπὼν δὲ τὴν Ἰταλίαν, τὴν Βιθυνῶν κατέλαβε. Καὶ διὰ τὸ πολλοὺς διδάσκειν τὴν εἰς Χριστὸν πίστιν, ἀναιρεῖται ὑπὸ τῶν εἰδωλολατρῶν, ξύλοις καὶ λίθοις βληθείς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κουρνούτου, ἐπισκόπου Ἰκονίου.
Κλέους καταγνοὺς τοῦ παρόντος Κουρνοῦτος,
Ξίφει τὸ μέλλον ἐμπορεύεται κλέος.
Οὗτος τῆς αὐτῆς πόλεως ὑπάρχων γέννημα καὶ θρέμμα, κατὰ τὸ χωρίον Σούρσαλον τηνικαῦτα διατρίβων, κατεσχέθη ὑπὸ τῶν διωκτῶν, καὶ ἀχθεὶς Περινίῳ τῷ ἡγεμόνι, μετὰ τὸ τὴν ἀπόνοιαν αὐτοῦ διελέγξαι, τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, ἐπισκόπου Ἀλεξανδρείας.
Τμηθεὶς κεφαλὴν Θεόδωρος ἐκ ξίφους,
Θεοῦ μετέσχε δωρεῶν φερωνύμως.
Ὅν συλλαβόντες οἱ Ἀλεξανδρεῖς, ὡς παῤῥησίᾳ τὸν Χριστὸν κηρύττοντα, καὶ θυμῷ ἐκκαυθέντες, ἐστεφάνουν ἀκάνθαις, ἔπαιον κατὰ κόῤῥης, τὴν πόλιν περιῆγον δέσμιον, ἔῤῥιπτον αὐτὸν τῷ βυθῷ, ἀνασωθεὶς δὲ θείᾳ προνοίᾳ, κελεύσει τοῦ Ἄρχοντος, τὴν κεφαλὴν ἀπετμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μακεδονίου, Τατιανοῦ, καὶ Θεοδούλου.
Μακεδόνιος, Τατιανός, Χριστέ μου,
Καὶ Θεόδουλος ἐκτέμνονται σοῦ χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ὠκεανός, πυρὶ τελειοῦται.
Τὸν Ὠκεανὸν ἥλιον λαμπρὸν νόει,
Εἰς Ὠκεανὸν τὴν πυρὰν λελουμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ, τοῦ ἐν Γαλατείᾳ.
Ἀσκητικοὶς ἱδρῶσι συμμίξας ἄθλους,
Ἰουλιανὸς διττὰ τὰ στέφη λάβε.
Οὗτος ἦν ἐν τοῖς χρόνοις Διοκλητιανοῦ, ἐν πόλει τῶν Γαλατῶν γεννηθεὶς καὶ τραφείς. Ἀντωνίνου δὲ ταύτης πόλεως ἡγεμονεύειν λαχόντος, ἐπὶ προσηγγέλθη τῷ Ἄρχοντι τὰ περὶ τοῦ Ἰουλιανοῦ, ὅτι σὺν ἑτέροις 40, τῷ δεῖνι σπηλαίῳ τοῦ ὄρους χωρισμένος, θρησκεύει τὰ τῶν χριστιανῶν, ἐκρατήθη, καὶ βιαζόμενος ὑποδεῖξαι τοὺς λοιπούς, οὐκ ἐπείσθη. Ὡς δὲ ἔμελλεν ἤδη παραστῆναι τῷ Ἄρχοντι, ἀνέκραξε μεγάλῃ τῇ φωνῇ πρὸς τοὺς συνασκητὰς αὐτοῦ· Ὡς ἰδοὺ ἐγὼ κρατηθεὶς ἀπέρχομαι μαρτυρήσων, μὴ προδοὺς ὑμᾶς, ὑμεῖς δὲ σπεύσατε καταλαβεῖν με.
Ἤδη δὲ τούτου παραστάντος, Ἀντωνῖνος φησὶ πρὸς αὐτόν: Πρόσελθε τῷ Θεῷ καὶ θῦσον. Ὑπολαβὼν δὲ ὁ μακάριος ἔφη: Ἄριστος ἡμῖν γέγονας σύμβουλος, οὐδὲ γὰρ ἄλλο κρεῖττον ἡμῖν ἤ συμφέρον, ἀλλ’ ἤ τὸ θανεῖν ὑπὲρ εὐσεβοῦς, δι’ ἧς ἀνατέθραμμαι πίστεως. Ἐπερωτᾶν οὖν μὴ προσθεὶς ὁ δικάζων, κλίνην σιδηρᾶν λαύρῳ πυρὶ ὑπανθρακωθῆναι προστάττει, καὶ ὕπτιον ἐν αὐτῇ τὸν Ἀθλητὴν ἁπλωθῆναι. Πυρακτωθείσης οὖν τῆς κλίνης, ἄγουσι τὸν Μάρτυρα, καὶ ὅς, ὅλον ἑαυτὸν σημειωσάμενος τῷ Τιμίῳ Σταυρῷ, τῆς πεπυρακτωμένης κλίνης ἐπέβη. Ἄγγελος δὲ Κυρίου τὴν φλόγα δροσίσας, ἀβλαβῆ τὸν Μάρτυρα διεφύλαξε. Τοῦτο τὸν Ἀντωνῖνον ὑπεβαλλόντως ἐξέπληξεν.
Ἤρξατο οὖν ἐρωτᾶν τὸν Ἅγιον: Τις εἶ σύ, ὅτι καὶ τοῦ πυρὸς κατεκυρίευσας εὐκόλως; Πρὸς ὅν ὁ Μάρτυς: Λειτουργὸς Θεοῦ, καὶ Ἰουλιανὸς ὀνομάζομαι. Καὶ ὁ Ἀντωνῖνος: Γεννήτορές σοι τίνες; Καὶ ὁ Ἅγιος: Γηραιά φησι μήτηρ, τοῦ πατρὸς πρὸς Κύριον ἐκδημήσαντος. Καὶ κελεύει τὴν τούτου μητέρα τάχει παραστῆναι, πρὸς ἥν καὶ παραστᾶσαν, λοξῷ τῷ ὄμματι ἀπιδών: Πεῖσον ὦ γύναι, τὸν σὸν κάκιστον τοκετόν, ὁ Ἀντωνῖνος ἐπαπειλούμενος ἔλεγε, λιβανωτὸν τῷ θεῷ ἐπιθεῖναι· εἰδ’ οὖν ἀκόλαστοί σε παραλαβόντες, τὸ σὸν ἀσέμνως καθυβρίσουσι σῶμα. Ἡ δὲ γενναία μήτηρ: Καὶ ποία μοι καταδίκη φησίν, ἀκουσίως μου περιϋβριζομένου τοῦ σώματος; Τοῦτο γὰρ ἐμοὶ και γέρας καὶ στέφανος. Τούτοις ναρκήσας ὁ τύραννος, τὴν μὲν μητέρα τοῦ Μάρτυρος ἀπολυθῆναι κελεύει, ξίφει δὲ τὸν μακάριον τελειωθῆναι Ἰουλιανόν.
Τὸ ὄρος οὖν μετὰ τῶν δημίων καταλαβὼν ὁ Ἅγιος, καὶ μικρὰν εὐχῆς ὥραν αἰτησάμενος εἶπεν: Εὐχαριστῶ Σοι Κύριε, ὅτι διετήρησάς με ἀκαταίσχυντον, μέχρι τῆς τοῦ αἵματός μου ἐκχύσεως. Παράσχου δὲ καὶ τοῖς χοῦν ἐκ τῆς σοροῦ μου λαμβάνουσιν, ἄφεσιν ἁμαρτημάτων, καὶ παθῶν ἀποτροπήν. Μὴ ἐπέλθοι ἐπ’ αὐτοῖς ληϊζομένων πετεινῶν ἐπιφοίτησις, ἤ ἀκρίς, ἤ ἄλλη ἐπίφθορος λύμη, καὶ δέξαι ἐν εἰρήνῃ τὸ πνεῦμά μου. Καὶ φωνὴ οὐρανόθεν ἐγένετο: Τὰς πύλας ὁ ἀγωνοθέτης ἀνέῳξε καὶ ὡς νομίμως ἀγωνισάμενος εἴσελθε. Καὶ τῆς φωνῆς οἱ κεκρυμμένοι ἀκούσαντες 40, καταλαβόντες τὴν ὑπώρειαν, ὡς εὗρον ἤδη τελειωθέντα τὸν Μάρτυρα, καὶ αὐτοὶ παρευθὺς εἰς ἐπήκοον τῶν δημίων τὸν Χριστὸν ὡμολόγησαν. Οὕς καὶ δεσμεύσαντες τῷ Ἄρχοντι προσήνεγκαν, εἰς ἑτέραν φυλαχθησομένους ἐρώτησιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀνδρόνικος ὁ ἐν τῇ Ἀτρώᾳ, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μνήμη τῆς ἀφωνίας καὶ τῆς ὅρασης τοῦ Ζαχαρία.
Ταῖς τῆς Παναχράντου Δεσποίνης Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ τῶν Σῶν Ἁγίων Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ῥυσθῆναι ἱκέτευε, Χριστὸν τὸν μόνον ὄντα φιλάνθρωπον, ἀπὸ πάσης ἀνάγκης καὶ ἐπηρείας τοῦ κοσμοκράτορος, τοὺς μετὰ πόθου τελοῦντας τὴν μνήμην σου, θαυματουργὲ Δανιήλ, τῆς Θάσου θεῖος βλαστός.
Μακάριος γέγονας, τῆ θείᾳ αἴλγῃ καταλαμπόμενος, Δανιὴλ θεομάκαρ, ἐναποστίλβων ἡλίου λαμπρότερον, διὸ γηθόμενοι, πάντες τελοῦμέν σου, τὴν θείαν μνήμην σοφέ, εὐχαριστοῦντες Θεῷ.
Ἁγίων λαμπρότησιν, ἁγιασθεὶς Πάτερ κατεσκήνωσας, ἐπιπέμπων τοῖς πᾶσιν, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν, τοῖς εὐφημοῦσί σε νῦν καὶ κραυγάζουσιν· Εὐλογητὸς ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἀῤῥήτως συνέλαβες, Παρθενομῆτορ ἐν τῇ νυδύϊ σου, τὸν Θεοῦ Θεὸν Λόγον καὶ ἀπεκύησας, Μόνη Μητρόθεε, δι’ οὗ σῳθέντες ἐν πίστει κράζομεν· Εὐλογητὸς ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Εἰς τὸ ταπεινώσεως, βάθος φθάσας ἀοίδιμε, ἥν αὐτὸ τὸ πνεῦμα, ἔκτισεν ἐν σπλάγχνοις σου, ἐντεῦθεν ἠξίωσαι, εἰς ὕψος τελειότητος, ἀνελθεῖν σοφέ, ὡς ἐφικτὸν ἀνθρώποις καὶ τῶν Πνεύματος πλησθῆναι χαρισμάτων ποικίλων, καὶ Ἄγγελον φανῆναι ἄϋλον ἐν τῇ ὕλῃ.
Νεοφανῆ ἀστέρα σε, ἐκ τῆς Θάσου αὐγάζοντα, σὲ ἐπεγνωκότες, οἱ πιστοὶ προστρέχομεν, πρὸς τὴν ἀκαταίσχυντον, σὴν προστασίαν τὴν σταθηράν. Μὴ οὖν ἡμᾶς παρίδῃς, ἀλλ’ ἴασαι καὶ σῷσον, τοὺς σὲ δοξολογοῦντας, καὶ πιστῶς ἐκβοῶντας· Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἡ σὴ σεπτὴ πανήγυρις, Δανιὴλ ἱερώτατε, πάντας συγκαλεῖται, ὑψηλῷ κηρύγματι, πρὸς θείαν ἐστίασιν, καὶ πρὸς εὐωχίαν πνευματικήν, φαιδρῶς προτειθεμένην, τὰς ἀφθόνους ἰάσεις, τὰς ἐκ τῶν σῶν λειψάνων, χεομένας τρισμάκαρ, ἐν ᾗ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τριαδικόν.
Γεώδης φύσις Δέσποτα, ἀνυμνεῖν σε οὐ δύναται, τὸν ὑπὸ τῶν ἄνω, ἀΰλων Δυνάμεων, ἀπαύστως ὑμνούμενον, τριαδικοῖς ἐν ᾄσμασιν, ἀλλὰ ταῖς λιταῖς, τοῦ ἱεροῦ Δανιὴλ νῦν, ἀξίωσον σὺν τούτῳ, αἰωνίως βοᾶν σοι· Τριάδα τὴν Ἁγίαν, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κατεφθαρμένην, ἰοβόλοις δήγμασι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως ὑπὲρ φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Σὲ πάντες μεγαλύνομεν ἱερέ, τοὺς σεπτούς σου ἀγῶνας γεραίροντες καὶ ἀρετάς, καὶ τὰ κατορθώματα Δανιήλ, καὶ τὰς διδασκαλίας σου, ἅς ἐγκατατρυφῶντες διηνεκῶς, ἀγόμεθα πρὸς πόθον, τὸν θεῖον καὶ τροποῦμεν, τῶν ἐναντίων τὰ βουλεύματα.
Ὀσμῆς καὶ εὐφροσύνης πνευματικῆς, πλήρης μνήμη σου ἔλαμψε σήμερον ἡ ἱερά, κατευωδιάζουσα τὰς ψυχάς, καὶ διανοίας πάνσοφε, τῶν μετ’ ἐυλαβείας πνευματικῆς, καὶ πόθου ἐπιτελούντων αὐτὴν Δανιὴλ μάκαρ, οὕς διαφύλαττε πρεσβείαις σου.
Τὸν δρόμον ἐκτελέσας ἀσκητικῶς, τῆς σαρκὸς τῇ ἐνδείᾳ ἐμίσησας, ὡς παροικῶν, ἐν τῷδε τῷ βίῳ, νῦν δὲ πρὸς φῶς, μεταβέβηκας ἄδυτον, Δανιὴλ πανθαύμαστε δυσωπῶν, ἀπαύστως τὸν Σωτῆρα, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ εὐφημούντων σε τρισόλβιε.
Θεοτοκίον.
Ῥαθύμως διανύων μου τὴν ζωήν, τοῦ Υἱοῦ σου Ἁγνὴ τὸ κριτήριον τὸ φοβερὸν δέδοικα ὅ ἄθλιος, ἐννοῶν. διὸ μὲ ἀκατάκριτον, τήρησον πρεσβείαις σου ἱεραῖς, Ἀγία Θεοτόκε, ἐλπίς ἀπηλπισμένων, ἁμαρτανόντων ἡ διόρθωσις.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοὺς πόθῳ ἐορτάζοντας, σὴν μνήμην Πάτερ Ὅσιε, Δανιὴλ ἀξιΰμνητε, τῆς Θάσου τερπνὸν βλάστημα, ἐκ πάσης περιστάσεως, καὶ συμφορᾶς διάσῳζε, καὶ τῶν πταισμάτων ἄφεσιν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ἡμῖν δοθῆναι δυσώπει.
Τῆς Ἑορτῆς.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος. 









Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τῶν Ὀρθοδόξων τὰ πλήθη δεῦτε συνδράμωμεν, καὶ ἐν ᾠδαῖς ᾀσμάτων, εὐφημήσωμεν πάντες, τῆς νήσου τὸν προστάτην Θάσου θερμόν, Δανιὴλ τὸν πανάριστον, μὴ διαλίπῃς βοῶντες ὑπὲρ ἡμῶν, τοῦ πρεσβεύειν πρὸς Κύριον.

Ἀγγελικῶς ἐν τῷ βίῳ πολιτευσάμενος, ἐν Οὐρανοῖς ἀλήκτως βιοῦν κατηξιώθης, ἐκεῖθεν δὲ τὴν νῆσόν σου ἐφορῶν, καταπέμπεις ἰάματα, σωματικῶν ἀλγηδόνων καὶ ψυχικῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Τὸ τριμερὲς τῆς ψυχῆς σου καθάρας Ὅσιε, ἐκ κοσμικῶν θορύβων, Δανιὴλ θεομάκαρ, Τριάδος ὑπερθέου οἶκος τερπνός, ἀνεδείχθης ἀοίδιμε, καθαγιάζων τοὺς πάντα πόθῳ τὴν σὴν ἐπιτελοῦντας πανήγυριν.

Τῇ ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας Πάτερ, εὐχαῖς καὶ ἀγρυπνίαις· ὅθεν ἐν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα ἔδειξε νοητόν, σὲ φωστῆρα Δανιὴλ σοφέ.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐξέλαμψεν ἡμῖν, τῇ τῆς Παρθένου γεννήσει, ἡ εὔσημος μνήμη Δανιὴλ τοῦ παμμάκαρος, προστάτου ἡμῶν καὶ πολιούχου· ἀσκητικῶς γὰρ οὗτος τὸν βίον διανύσας, χαρισμάτων τοῦ Πνεύματος ἠξίωται. Διόπερ χρεωστικῶς αὐτὸν γεραίροντες, εὐφημοῦμεν ἐν ὕμνοις, ὅπως ταῖς εὐπαῤῤησιάστοις αὐτοῦ πρεσβείαις, λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου