ΙΟΥΛΙΟΣ ΚΕ΄!!
ΕΥΠΡΑΞΙΑ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Ἡγουμένης Εὐπραξίας Δοκοῦ, Ἱ. Μ. Ἁγ. Εὐπραξίας Δοκοῦ Ὕδρας, 1874.)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα μῆτερ, χαίρουσα ἔλιπες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν, ὅθεν φροντιστήριον ψυχῶν κατέλαβες, σχῆμα, ἐνεδύθης το θεῖον, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, ἐκ βρέφους μῆτερ σεμνή, κάλλει διαλάμπουσα ἐνθέων πράξεων, καὶ τῆς θείας ἀσκήσεως, φαιδραῖς ἀγλαΐαις, ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος Ὁσία, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σε μνημόνευε
Δόξαν, παριδοῦσα τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας, κατηξιώθης σεμνή, πᾶσαν γὰρ ἐπάτησας, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν Εὐπραξία, ἄγαν ἐπεπόθησας τὸν σὲ λυτρώσαντα, κόσμου, τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντά σε πάνσεμνε.
Κλῆσιν, τὴν φερώνυμον πλουτεῖς, ἐκ τῆς τοῦ Θεοῦ προμηθείας, ταύτην ταῖς πράξεσιν, μῆτερ ἐπεσφράγισας, καὶ ἐβεβαίωσας διὰ γὰρ τῆς ἀσκήσεως, τὴν λίαν τραχεῖαν, τρίβον σὺ ἐβάδισας, διὸ καὶ ἔφθασας πρὸς τὰς οὐρανίους σκηνώσεις, ἔνθα, τῶν Ὁσίω χορεῖαι, καὶ χαρὰ ὑπάρχει ἡ ἀνέκφραστος.
Δόξα. Ἦχος β΄.
Τῶν ἐν τῷ βίῳ πραγμάτων, καταφρονήσασα μῆτερ Εὐπραξία, ὅτε τὴν ἄνω πολιτείαν ἐπεπόθησας, πλοῦτον ἐβδελύξω, ἐνδυσαμένη ταπείνωσιν τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν, τοῦ δὲ παρόντος βίου τὸ ἄστατον, πέλαγος σοφῶς διαπεράσασα, εἰς εὔδιον λιμένα κατήντησας, Χριστὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν προπατόρων σήμερον, ὅτι ἔτεκες ἡμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον, ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· ζεῦγος ἁγιόλεκτον, ξυνωρίς ἁγία καὶ θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστὸν τὸν Θεόν, Αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, ἐνυμφεύθης χαίρουσα τῷ ποιήσαντι, ἀρνησαμένη τὴν πρόσκαιρον, ἀπόλαυσιν ἔνδοξε, καὶ ἀσκήσασα στεῤῥῶς, καὶ τὸν δρόμον τελέσασα, κατηξίωσαι, οὐρανίου παστάδος Εὐπραξία, τοῖς τιμῶσί σε δυσώπει, χάριν δοθῆναι καὶ ἔλεος.
Στ.: Ὑπομένων, ὑπεμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, Εὐπραξία ἔνδοξε μετεῤῥύθμισας, κόσμον λιποῦσα τὸν πρόσκαιρον, ἀρετῶν φαιδρότησι, κατεκάλλυνας σαυτήν, καὶ τοῦ Κτίστου ἐνδέδυσαι, καταγώγιον, καὶ τερπνὴ θυμηδία τοῦ Κυρίου, ἀνυμνοῦμέν σε Ὁσία, πνευματικοῖς μελωδήμασι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἐγκρατείᾳ τὸ σῶμά σου, Εὐπραξία νεκρώσασα, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ οἰκητήριον Πνεύματος, σαυτὴν ἀπετέλεσας, καὶ συνήφθης μυστικῶς, τῷ Νυμφίῳ καὶ Κτίστῃ σου, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος β΄.
Ὁσία μῆτερ, ἐκ βρέφους τὴν ἀρετήν, ἐπιμελῶς ἀσκήσασα, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβοῦσα, τῶν θαυμάτων τὴν ἐνέργειαν, Εὐπραξία παμμακάριστε. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπομένη, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ὁσία Μῆτερ ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τίς ὁ δῆμος τῶν συναθροισθέντων παραγίνεται, ἐν τῷ πανσέπτῳ ναῷ τῶν Προπατόρων, εὐλαβῶς συγχάρητε κραυγάζοντες, μερόπων γένος σήμερον, ὅτι ἡ Ἄννα ἀπὸ γῆς μεθίσταται πρὸς Κύριον, Αὐτῷ παρεστῶσα, καὶ ἡμῖν αἰτοῦσα, τοῦ δοθῆναι ἱλασμόν, τοῖς πίστει τελοῦσι ταύτης τὴν κοίμησιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ὁσίας Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ βρέφους ποθήσασα τὸν σὸν Νυμφίον Χριστόν, τὸν κόσμον κατέλιπες, καὶ τα τοῦ κόσμου τερπνά, καὶ ἤσκησας ἄριστα, ἄϋλον γὰρ ἐν ὕλῃ, ἐπιδείξασα βίον, εἴληφας Εὐπραξία, οὐρανῶν Βασιλείαν, ἐν ᾗ νῦν αὐλιζομένη, μνήσθητι τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Προμήτορος. Ὅμοιον
Ζωὴν τὴν κυήσασαν ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Προμήτορος. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος
Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.
Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.
Τῆς Ὁσίας. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασιν, στεφανώσωμεν τὴν Εὐπραξίαν, ἣν Τριὰς αὐτὴ ἐστεφάνωσεν, ὡς τοῦ Χριστοῦ πάγκαλος νύμφη, τὴν ἁγνὴν παρθένον καὶ Ὁσίαν, τὴν πάντα, τὰ τῶν δαιμόνων στίφη τρέψασαν, καὶ πάσας αὐτῶν ἐνέδρας καταβάλλουσα, τὴν τῶν θαυμάτων πλημμύραν, τὸ σκεῦος τὸ θεῖον ὃ ἐδόξασε ὁ Χριστός, ποικίλοις χαρίσμασιν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις, ὑμνωδιῶν κάλλεσιν, εὐφημήσωμεν τὴν Εὐπραξίαν, τὴν τῶν ἀσκουσῶν ἐγκαλλώπισμα, καὶ τῆς παρθενίας ἀγλάϊσμα, τῆς θαυματουργίας τὴν πλημμύραν, τὸ μέγα, τῆς ταπεινώσεως ὑπόδειγμα, καὶ πάντων των ἀρετῶν, δοχεῖον πάνσεπτον, τὴν ἰσάγγελον βιοῦσαν, τὴν πλουτοῦσαν πάντας, τῶν θαυμάτων τὸν θησαυρόν, τὴν Χριστοῦ νύμφην τὴν πάνσεπτον, τὴν ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσαν.
Ποίοις, ἀσκητικοῖς ἔπεσιν, ἐπαινέσωμεν τὴν Εὐπραξίαν, τὴν ἐν ἀρεταῖς ἀναλάμψασαν, θαύμασι μεγίστοις καὶ τέρασι, τὴν φαιδρῶς Χριστὸν μεμνηστευμένη, τὸ μέγα, παρθενευόντων σεμνολόγημα, καὶ πασῶν ἀσκητριῶν τὸ ἐγκαλλώπισμα, ῥόδον τὸ εὔοσμον κόσμου, καὶ πιστῶν τὸ κλέος, τὴν δι’ ἧς ὁ Χριστός, τοῖς πᾶσι χαρίζεται, τῶν θαυμάτων τὰ παράδοξα.
Δόξα. Τῆς Ὁσίας. Ἦχος πλ. δ'.
Ἐν πυρίνῳ ἅρματι τῶν ἀρετῶν, ἐπιβᾶσα Εὐπραξία παρθένε, ἔφθασας πρὸς πόλιν τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ κατέπαυσας ἀπὸ πάντων τῶν ἔργων, σαββατίσασα σαββατισμὸν αἰώνιον. Διὸ καὶ ἡμεῖς ἀνυμνοῦντες βοῶμέν σοι· μῆτερ ἁγιωτάτη, ἀσκουσῶν ἐγκαλλώπισμα, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Ἀνατολίου
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Τῆς Προμήτορος. Ἦχος α'
Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν. Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς Ὁσίας. Ὁ αὐτός.
Ἀραμένη τὸν σταυρὸν ἐπὶ τῶν ὤμων, προθύμως τῷ καλοῦντι Χριστῷ ἠκολούθησας, καὶ διὰ πόνων τῆς ἀσκήσεως συσταυρωθεῖσα Αὐτῷ, ἀξιοπρεπῶς συνοδοξάζῃ Εὐπραξία σεμνή. Καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων τοῖς τιμίοις συνηδομένη ἀοίδιμε πνεύμασιν, ἱκετευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Εὐπραξία ἡ παρθένος, σήμερον εἰς οὐρανοὺς ἀνελθοῦσα, τῷ ἐν Τριάδι Θεῷ συμπαρίσταται, καὶ τὸν τρισάγιον ὕμνον ᾄδει ἀκαταπαύστως, σὺν τοῖς ἀΰλοις χοροῖς, καὶ τοῖς Ἁγίοις ἅπασι. Δεῦτε οὖν καὶ ἡμεῖς δοξάσωμεν τὴν ἁγίαν αὐτῆς κοίμησιν, βοῶντες πρὸς αὐτήν· ὦ μῆτερ τρισολβία, ἡ τὸν ζυγὸν τοῦ Χριστοῦ προθύμως ἀραμένη, καὶ τὰς ἐντολὰς Αὐτοῦ καλῶς διατηρήσασα, ἐνίσχυσον καὶ ἡμᾶς τοὺς ὑμνητάς σου εἰς τὴν αὐτῶν τήρησιν, τῆς ματαίας ῥυομένη τύρβης, καὶ γεώδους προσπαθείας, ὑπὸ γὰρ τῆς τούτων ζοφωθέντες ἀχλύος, τῶν πρὸς Θεὸν συνθηκῶν ἡμῶν ἐπελαθόμεθα, ἀλλ’ ὡς τῷ ἀπροσίτῳ τῆς θεότητος φωτὶ παρισταμένη, καὶ ταῖς παρ’ Αὐτοῦ θείαις ἐλλαμπομένη ἀκτῖσι, φωτισμὸν καὶ ἱλασμὸν ἡμῖν εξαίτησον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Αὔραις θείου Πνεύματος, οἷά τις νοητὴ ναῦς, κυβερνωμένη θεόφρον, ἀκινδύνως τὸ τοῦ βίου πολυτάραχον διέπλευσας πέλαγος, πόνοις τε καὶ ἱδρῶσι τοῖς ἀσκητικοις, καὶ ἱστίῳ πτερουμένη, θεωριῶν θείων Ὁσία, διὸ πρὸς λιμένα καταντήσασα Εὐπραξία τῆς τοῦ Χριστοῦ βασιλείας, ὑπὲρ ἡμῶν Αὐτὸν ἱλέωσαι.
Ηχος δ΄.
Ἐν τῇ πέτρᾳ τῇ στεῤῥᾷ, τῆς εἰς Χριστὸν πεποιθήσεως, τὸν τῆς ἀσκήσεως πανθαύμαστε πηξαμένη οἶκον, προσβολαῖς οὐ σεσάλευσαι τῶν ἐναντίων καὶ προσρήξεσιν, ἀλλ’ ἀκράδαντος ἔμεινας ἐν ὅλῳ τῷ βίῳ, καὶ ἀτίνακτος. Διὸ ᾔσχυνας τῇ καρτερίᾳ σου ἀξιάγαστε τὸν ἀόρατον ὄφιν, ταῖς αὐτοῦ ἀνάλωτος ἐνέδραις ὀφθεῖσα καὶ ἐπιβουλαῖς, καθ’ οὗ ταῖς σαῖς πρεσβείαις τοὺς εὐφημοῦντάς σε ἐνίσχυσον.
Δόξα. Ἦχος β΄.
Ἡ καθαρὰ τοῦ Ἁγίου Πνεύματος σοφία, σκηνώσασα ἐν τῇ καθαρᾷ καρδίᾳ σου Εὐπραξία παμμακάριστε, κατὰ πνευμάτων τῆς πονηρίας φοβεράν σε ἀνέδειξε. Καὶ ποικίλων νοσημάτων ἰάτειραν ἀρίστην καὶ πάντων τῶν μοναζόντων σεμνὸν ἐγκαλλώπισμα. Διὸ παῤῥησίαν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, τῶν ψυχικῶν ἡμᾶς παθῶν καὶ σωματικῶν ἐλευθέρωσον, σῇ ἀπαύστῳ πρεσβείᾳ σου.
Καὶ νῦν. Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τήν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, τῆς Προμήτορος. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν
Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τῆς Ὁσίας. Στ.: Ὑπομένων, ὑπεμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, μοναζουσῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς ἐγκρατείας, ὑπακοῆς ὁ κανών, παρθενίας Μῆτερ τὸ κειμήλιον, πηγὴ ταπεινώσεως, τῆς ἀγάπης τὸ πέλαγος, τῶν πρακτικῶν τε, ἀρετῶν ὁ παράδεισος, καὶ τοῦ Πνεύματος, μυροθήκη ἡ πάγχρυσος, μέμνησο οὖν πρὸς Κυριον, δεόμεθα πάντερπνε, τῶν ἐκτελούντων τὴν μνήμην, περιχαρῶς καὶ ὑμνούντων σε, τυχεῖν σαῖς πρεσβείαις, σωτηρίας καὶ εἰρήνης, καὶ τοῦ ἐλέους Αὐτοῦ.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὄντως, ἕως σκηνὴ θαυμαστῆς, ἕως τοῦ οἶκου τοῦ Θεοῦ παμμακάριστε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος μῆτερ ἑορτάζοντος, τερπνῆς ἀκουσομένη, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, καὶ τὴν πάντερπνον, καθορᾷς ὡραιότητα, ἥνπερ ἐθεμελίωσεν, Ὁσία ὁ Ὕψιστος, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς Αὐτὸν ἀνανεύοντας. Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐκ νεότητος σου, τελειότητος φέρουσα φρόνημα, ὑπέθου σεαυτὴν Εὐπραξία, προθύμως τῷ ζυγῷ τοῦ Χριστοῦ καὶ ἐν τοῖς πόνοις τῆς ἀσκήσεως ἐγκαρτερήσασα, τὴν χάριν ἐδέξω, τοῦ θεραπεύειν νοσήματα, καὶ διώκειν τὰ πνεύματα, ὅθεν καὶ ἡμεῖς συνελθόντες σήμερον ἐν τῷ πανσέπτῳ ναῷ σου, τὴν ἐτήσιον καὶ ἁγίαν τελοῦμεν μνήμην σου πάνσεμνε. Παῤῥησίαν οὖν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ των ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Προμήτορος. Ἦχος πλ. δ'
Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ὁσίας Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ βρέφους ποθήσασα τὸν σὸν Νυμφίον Χριστόν, τὸν κόσμον κατέλιπες, καὶ τα τοῦ κόσμου τερπνά, καὶ ἤσκησας ἄριστα, ἄΰλον γὰρ ἐν ὕλῃ, ἐπιδείξασα βίον, εἴληφας Εὐπραξία, οὐρανῶν βασιλείαν, ἐν ᾗ νῦν αὐλιζομένη, μνήσθητι τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Προμήτορος. Ὅμοιον
Ζωὴν τὴν κυήσασαν ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Τῆς Ὁσίας. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Νυμφίον ἀληθῶς, τὸν Χριστὸν κεκτημένη, μνηστῆρος σαρκικοῦ, εβδελύξω τὸν πόθον, ὅθεν καὶ ἀνέλαβες, τὸν σταυρὸν ἐ νεότητος, ἐνασκήσασα, καρτερικῶς Εὐπραξία, καὶ ὑπόδειγμα, ἐνθέου βίου ὀφθεῖσα, διό σε γεραίρομεν.
Δόξα...
Ἐνθάψασα πονηράς, τῶν δαιμόνων ἐνέδρας, ἐδέξω ἐκ Θεοῦ, τα τῆς νίκης βραβεῖα, Ὁσία των πόνων σου, ὅθεν ἔτυχες, τῆς οὐρανίου παστάδος, στέφος ἄφθαρτον, περικειμένη ἀξίως, καὶ δόξαν ἀθάνατον.
Καὶ νῦν... Τῆς Προμήτορος. Κάθισμα
Τὰς νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων ὑπέρκεισαι.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα Ἦχος γ'. Τὴν ὡραιότητα. Τῆς Ὁσίας.
Δόξαν τὴν ῥέουσαν, ἐμφρόνως ἔλιπες, καὶ ἡδυπάθειαν, πᾶσαν ἐμίσησας, καὶ ἑκουσίως τῷ Χριστῷ προσέδραμες Εὐπραξία, Ὅνπερ καὶ ἐπόθησας, ἐκ ψυχῆς παναοίδιμε, Ὅστις σὲ ἠμείψατο, οὐρανίοις χαρίσμασι, διὸ χαρμονικῶς ἐκβοωμέν σοι· χαίροις παρθένων ἀγαλλίαμα.
Δόξα.
Τὰ κατορθώματα, τῆς πολιτείας σου, πάντων φωτίζουσι, τὰ διαβήματα, Ὁσία Μῆτερ ἀληθῶς, τῶν πίστει μιμουμένων σε, ὅθεν τοὺς ἐκ πόθου σε, μακαρίζοντας πάντοτε, σῶζε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης στενώσεως, Χριστὸν τὸν Θεὸν ἱκετεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Ἡ εὐκλεέστατος, καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μετ’ Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν, τῶν ἡδέων ἀπέσχου πάντων σεμνή, νηστείαν και ἄσκησιν, ἀκριβῆ ἠκολούθησας, καὶ τῆς μητρὸς τὸν πόθον, εἰς οὐδὲν ἐλογίσω, ἐν σεμνείῳ φέρουσα, σεαυτὴν μῆτερ δέδωκας, καὶ συνηριθμήθης, σὺν παρθένοις Οσία, ὑπόδειγμα γέγονας, ὑπηκόων θεόνυμφε, Εὐπραξία πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Προμήτορος. Ὅμοιον.
Τῆς Μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, Αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα, διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον, ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῆς Ὁσίας Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ὁσιακόν.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξαμένη ἔρωτα, πάντα τα ἐν τῷ κόσμῳ τερπνά, ὑπερεῖδες θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διανύσασα, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζη, Θεὸν ἱλεουμένη ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων πιστῶς, μῆτερ Εὐπραξία τὴν μνήμην σου.
Εἶτα· ὁ κανὼν τῆς Θεοτόκου· τῆς Προμήτορος· καὶ τῆς Ὁσίας.
ᾨδὴ α' Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Τῷ φέγγει τῆς χάριτος, τῆς ἀστραψάσης σοι ἄνωθεν, τὸν ζόφον ἀπέλασον, τῆς ἀγνωσίας μου, καὶ παράσχου μοι, εὐχαῖς σου Εὐπραξία, χάριν ἀνυμνῆσαί σου, Μῆτερ τὰ θαύματα.
Μονὰς ἃς ἐπόθησας, τὰς ουρανίους θεόλεκτε, νῦν εὗρες ὦ Μῆτέρ μου, μισθὸν τῶν πόνων σου, ὧν ὑπήνεγκας, ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι, Κυρίῳ ᾄδουσα.
Λαλεῖν σοι οὐ δύναμαι, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, καὶ ὕψος τὸ ἔνθεον, ὦ ὡραΐσθης σεμνή, καὶ ἀνύψωσαι, πρὸς τὰς ἐπουρανίους, σκηνὰς και δεδόξασαι, παρὰ τοῦ πάντων Θεοῦ.
Θεοτοκίον.
Ὡς κάρμηλος πέφυκεν, ἡ κεφαλή σου Θεόνυμφε, καὶ αὐτῆς πλόκιον, πορφύρα πέφυκε, καὶ ἐμπέπλησται, αὖθις τῆς θείας δρόσου, Σολομὼν ὁ πάνσοφος, ὡς ᾀσματίζεται.
ᾨδὴ γ'. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁδὸν τὴν ἀπάγουσαν εἰς ἄνω, εὑροῦσα διώδευσας σεμνῶς· ὅθεν πρὸς οὐράνιον, ἐλήλυθας πολίτευμα, καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία συγκατηρίθμησαι.
Ῥωσθεῖσα τῷ σθένει τοῦ Δεσπότου, νηπίων τοξεύματα σεμνή, τὰ κατὰ σοῦ ἀπέδειξας, τοῦ πονηροῦ τεχνάσματα, οὗ καὶ ἡμᾶς ἐνίσχυσον, ὑπερτελεῖν ταῖς πρεσβείαις σου.
Σὺ τὸν πλοῦτον ἔνειμας Ὁσία, τὸν σὸν δεομένοις τὸν ῥευστόν, καὶ γὰρ ἐν τούτῳ πάνσεπτε, καυχᾶσθαι οὐ προήρησαι, ἀλλ’ ἀντὶ τούτου δέδεξαι, σῇ κορυφῇ δόξης στέφανον.
Θεοτοκίον.
Οἱ Σοὶ ὀφθαλμοὶ Παρθενομῆτορ, ἐδείχθησαν ὡς περιστεραί, αἱ λελουμέναι γάλακτι, καὶ λίμναι ὡς λαμπρόταται, δι’ ὧν ἐγκαρδίωσαι Κόρη, τῆς δόξης τοῦ Κυρίου.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἅπαντες πιστοί, ἐν ὑμνῳδίαις ἱεραῖς, καταστέψωμεν φαιδρῶς, καὶ μεγαλύνωμεν πιστῶς, τὴν Εὐπραξίαν, τὴν ἐκλάμψασαν ἐν ἀσκήσει, καὶ κράξωμεν αὐτῇ, ἐν κατανύξει ψυχῆς, καὶ χείλεσιν ἁγνοῖς, καὶ ἐν καρδίᾳ φαιδρᾷ, παρισταμένη Μῆτερ σὺν τοῖς Ἁγίοις, ἐν τῷ φωτὶ τοῦ παντάνακτος, πρεσβείαν ποίει, ὑπὲρ ἁπάντων, τῶν πιστῶς εὐφημούντων σε.
Δόξα.
Ἐπὶ τῶν ὤμων τὸν σταυρόν, ἀναλαβοῦσα τοῦ Χριστοῦ, ἠκολούθησας αὐτῷ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκήσεως ἀοίδιμε Εὐπραξία, καὶ πάσαις γυναιξίν, ἐνασκουμέναις σεμνῶς, ἐφάνης σὺ κανών, καὶ τύπος ἔνδοξε, ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβοῦσα βασίλεια, μὴ διαλείπῃς τοῦ ἱκετεύειν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εὐλογίαν ἀπαρχήν, τῆς ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω ἀγαθέ, Ἄννῃ βοώσῃ δι’ εὐχῆς, σὺ μεταπλάττεις τὰς φύσεις τῶν ἐν γενέσει. Διό μου ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός, πάλιν καινούργησον, ἵνα καρπὸν προσάγω σοι, βοῶσα τῷ παντεπόπτῃ καὶ Κτίστῃ μου· σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε Φιλάνθρωπε.
ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ
Ὁ λαμπρότατός σου βίος ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Μῆτερ θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστόν, τὸν φιλάνθρωπον.
Τὴν Ὁσίαν Εὐπραξίαν φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων, ταύτην εὐσεβῶς μεγαλύνοντες, αὕτη γὰρ ὤφθη δοχεῖον θείου Πνεύματος, καὶ πεφώτισται, τούτου ταῖς θείαις λαμπρότησιν.
Ἐπὶ θρόνου καθημένη, θείας δόξης πανθαύμαστε, τοὺς τὴν σὴν τελοῦντας, μνήμην εὐσεβῶς διαφύλαττε, ταῖς σαῖς πρεσβείαις ὦ Μῆτερ, ταῖς πρὸς Κύριον, ᾧ βοᾷς ἀεί· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Θεοτοκίον.
Ὦ τὰ θεῖά σου Παρθένε, τῆς φωνῆς ἦν ἀκούοντα, πάντοτε προθύμως, τοῦ ἀδελφιδοῦ Σου ὡς γέγραπται, ὅτι φωνὴ ἦν ἡδεῖα τούτων πάναγνε, καταθέλγουσα, ψυχὴν ὁμοῦ καὶ καρδίαν Σου.
ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Ὁ βίος σου ἔνθεος, αἱ ἀρεταὶ θαυμάσιαι, καὶ κατορθώματα γενναῖα· ὅθεν καὶ δόξης, πλείστης ἠξίωσαι, τῆς ἄνωθεν Μῆτερ ἐκ Θεοῦ, Ὅνπερ καθικέτευε, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Ἐξέστησαν τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, σώματι ἐνύλῳ μιμουμένην, τούτων τὸν βίον καὶ τὴν σεπτὴν ἀρετήν, καὶ καταπαλαίουσαν, ἐχθρὸν ὄντως τὸ παμβέβηλον, Εὐπραξία θεόπνευστε.
Ὑπάρχουσα ἔμπλεως, τῶν δωρεῶν τοῦ Πνεύματος, ἀνιάτους νόσους θεραπεύεις, ἀῤῥωστημάτων, παύεις τὸν καύσωνα, πνεύματα διώκεις πονηρά, πᾶσι τοῖς ἐν θλίψεσι, βοηθεῖς ἀξιάγαστε.
Θεοτοκίον.
Μύκτηρ Σου πανάμωμε, πύργος Λιβάνου γέγονε, Δαμασκοῦ τὸ πρόσωπον σκοπεύων, τῆς ἐναντίας δυνάμεως, καὶ ὀσμὴ ῥινός Σου ἀληθῶς, κόσμον εὐωδίασεν, ὥσπερ μῆλον πανεύοσμον.
ᾨδὴ ς'. Τὴν θείαν ταύτην.
Ἡγήσω πάντα ὡς σκύβαλα, Ὁσία Εὐπραξία τὰ ῥέοντα, καὶ ἐπεπόθησας, ἄφθαρτα θεῖα αἰώνια, καὶ τὸν Χριστὸν δοξάσασα, τῆς δόξης ἔτυχες.
Ἐν γῇ Ὁσίᾳ ἐβάδισας, ζωὴν ἣν εὗρες Μῆτερ οὐράνιον, ἧς καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τοὺς σὲ νῦν, εὐλαβῶς μακαρίζοντας.
Γνωρίσας μόνος ὁ Κύριος, ἱδρῶτάς σου τοὺς θείους ἀείμνηστε, τοὺς τῆς ἀσκήσεως, τὰ πρωτοτόκων σκηνώματα, δεδοξασμένα νῦν ἐχαρίσατο.
Θεοτοκίον.
Ὡς ῥοᾶς λέπυρον μῆλόν Σου, ὡς μέλι δὲ καὶ γάλα ἡ γλῶσσά Σου, καὶ ὥσπερ κόκκινον, σπαρτίον χείλη Σου γέγονε, καὶ λαλιά Σου Κόρη, ὡραία πέφυκεν.
Κοντάκιον. Τῆς Ὁσίας. Τῇ Ὑπερμάχῳ Στρατηγῷ.
Τοὺς ὑπὲρ φύσιν σου σεμνὴ πόνους καὶ σκάμματα, αὐτοὶ οἱ Ἄγγελοι, ἰδόντες κατεπλάγησαν, ἀνδρικῶς γὰρ τὸν ἀρχέκακον καθελοῦσα, θρασυνόμενον ματαίως τοῦτον ἤλεγξας, τῶν παγίδων οὖν αὐτοῦ ἡμᾶς ἐκλύτρωσαι, τοὺς κραυγάζοντας· Χαίροις Μῆτερ ἀοίδιμε.
Ὁ Οἶκος.
Τίς σου τῶν ἐπιγείων ἐξισχύσειε μῆτερ, εἰπεῖν τῆς πολιτείας τὰ ἆθλα καὶ τοῦ βίου σου τοὺς ἀμέτρους μόχθους, καὶ πολλοὺς κόπους σου, οὓς ἐπὶ γῆς ὑπήνεγκας στεῤῥότατα; ἀλλ’ ὅμως ἴδε, οὕτω σοὶ κράζω·
Χαίροις, πατρὸς εὐσεβοῦς ὁ γόνος·
χαίροις, μητρὸς εὐλαβοῦς ὁ κλάδος.
Χαίροις, των παρθένων τερπνὴ αγαλλίασις·
χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις.
Χαίροις, ὕψος καθαρότητος, δυσανάβατον πολλοῖς·
χαίροις, βάθος ταπεινώσεως, ὁ δυσεύρετον πολλοῖς.
Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ·
χαίροις, ὅτι κατεμάρανας, τῆς σαρκὸς τὰς ἡδονάς.
Χαίροις, σεπτῶν μοναζουσῶν τὸ σθένος·
χαίροις, λαμπρῶν ἀνακτόρων τὸ κλέος.
Χαίροις, δι’ ἧς ἠσχύνθησαν δαίμονες·
χαίροις, δι’ ἧς ἐκρότησαν Ἄγγελοι.
Χαίροις, μῆτερ ἀοίδιμε.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
Ἀφορήτοις σε πληγαῖς ὁ πολυμήχανος ἐχθρὸς συνέκοψε, καὶ ποικίλας μηχανάς, ἀλλ’ αὐτοῦ κατέβαλες μάταιον φρύαγμα, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Διαδήματι Θεὸς σ’ ἐστεφάνωσεν Ὁσίων καύχημα, ὦ Εὐπραξία σεμνή, Ἀγγέλων δὲ τάγματα, ἔχαιρον ψάλλοντα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἡ τρισήλιος αὐγὴ καὶ ὁμοούσιος, ὁ μόνος Κύριος, τῶν ἀρετῶν σε εὑρών, δοχεῖον ἀκήρατον, ἐν σοὶ κατώκησεν· ὅθεν ἔκραζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σοῦ ὁ τράχηλος ὁρμῖσκος Κόρη γέγονε, καὶ ἐλεφάντινος, καθάπερ πύργος ἁγνή, αἱ χεῖρες δὲ πάναγνε, ἐν αἷς τὸν Κύριον ἦρας ὤφθησαν, χρυσαῖ τε καὶ διάλιθοι, καὶ θαρσὶς πεπληρωμέναι.
ᾨδὴ η'. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Νοΐ καθαρῷ λελαμπρυσμένη, ἡ θεία ποίμνη σου γέγονε μετάρσιος, εἶδεν ἃ ἡτοίμασεν, ἀγαθά σοι Κύριος, νυμφῶνα ανεκλάλητον, καὶ πανακήρατον, τὸ στέφος Εὐπραξία, ἐν ᾧ σε ὁ ἀγωνοθέτης κατέστεψε Νυμφίος.
Δόξης καταφρονήσας τῆς κάτω, καὶ πᾶσαν διάνοιαν ἐπτέρωσας, ἀρετῶν κουφότητι· ὅθεν καὶ ἀνύψωσε πρὸς θεῖον ὕψος ἄῤῥητον, ᾧ χαίροις ψάλλουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Ἄναρχε Τριὰς Θεὲ τῶν ὅλων, πρεσβείαις τῆς Εὐπραξίας ἡμᾶς οἴκτειρον, ῥῦσαι τῆς κολάσεως, πάσης τε κακώσεως, καὶ τῆς Ἐδὲμ ἀξίωσον ἐνθέως ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Κόρη οἱ μαστοί Σου οἱ ὡραῖοι, νεβροὶ τῆς δορκάδος ἀνεδείχθησαν, δίδυμοι πανύμνητε, καὶ ἀμπέλου βότρυες, κοιλία δέ Σου ἄχραντε, Θεὸν χωρήσασα, θημωνία σίτου ὄντως γέγονε, πεφραγμένη ἐν κρίνοις καὶ ἄνθεσι.
ᾨδὴ θ'. Ἅπας γηγενής.
Σοῦ τὸ ἱερόν, καὶ ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, τοῖς εὐλαβῶς προστρέχουσι τῇ θείᾳ χάριτι, ἀναβλύζει, πᾶσι τὰ ἰάματα, διὰ τοῦτο πιστῶς σε γεραίρομεν.
Εὗρες ἀμοιβάς, τῶν πόνων ὡς ἤλπισας τὰς οὐρανίους τιμάς, ἔστης τῆς ἐφέσεως, αὐτὴν εὑροῦσα τῶν ἀγαθῶν τὴν πηγήν, κατατρυφᾷς τρανώτερον καὶ καθαρώτερον, τοῦ νυμφίου, βλέπεις ἅπερ βλέπουσι, Εὐπραξία Ἀγγέλων τὰ τάγματα.
Ἤδη τῷ Χριστῷ, ἐγγίζουσα τρανώτερον, καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου, μνημονευόντων ἀειμακάριστε, ἁμαρτιῶν συγχώρησιν ἡμῖν αἰτουμένη, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ Βασιλείας οἰκείωσιν.
Θεοτοκίον.
Σοῦ ὁ ὀμφαλός, ἁγνὴ κρατὴρ γέγονε τορευτὸς ἔμπλεως, οἱ ῥυθμοὶ δὲ ἄχραντε, μηρῶν Σου θείων ὁρμίσκοις ὅμοιοι, ποδῶν Σου διαβήματα ὡραιώθησαν, ὅλη Κόρη, ὅλη πέφυκας, ὡς σεληνὴ λαμπρά, καὶ ὡς ἥλιος.
Ἐξαποστειλάριον. Τῆς Ὁσίας. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου τέρπου χόρευε, τῶν μοναζόντων σύστημα, τῆς Εὐπραξίας τὴν μνήμην, πανηγυρίζοντες πάντες, ἰδοὺ γὰρ καταλείψασα, τὸν κόσμον τὸν ἐπίκηρον, καὶ πρὸς μονὰς ἐλήλυθε, τὰς οὐρανίους καὶ χαίρει, ὑπὲρ ἡμῶν καὶ πρεσβεύει.
Ἕτερον. Τοῖς Μαθηταῖς.
Τὸν δρόμον διανύσασα, ἀπλανῶς Εὐπραξία, τῆς ἱερᾶς ἀσκήσεως πρὸς σκηνώματα θεῖα, κατέφθασας καὶ σὺν πᾶσι, τῶν Ἁγίων τοῖς δήμοις, ἐνδόξως σὺ ἐσκήνωσας, καὶ τρυφῆς τῆς ἀλήκτου, ἐν μετοχῇ, γενομένῃ πάντως τῇ ἀνεκφράστῳ, ἀγάλλεσαι ἀοίδιμε, τῷ Θεῷ παρεστῶσα.
Ἕτερον. Τῆς Προμήτορος.
Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν προσόμοια β' τῆς Προμήτορος. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.
Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.
Καὶ β΄ τῆς Ὁσίας. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον, τρυφὴν διέπτυσας, τῇ ἐγκρατείᾳ σχολάζουσα, καὶ ἀγρυπνίᾳ, καὶ χαμευνίᾳ καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦος γεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸς τούτου πάνσοφε, ὅθεν τιμῶμεν, σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωποῦμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀνδρειοφρόνως τελέσασα ἀγῶνα, Εὐπραξία πάνσεμνε τὸν τῆς ἀσκήσεως, μοναζουσῶν κανὼν γέγονας, καὶ ἐκμαγεῖον, τῶν ὑπηκόων τὸ θαυμαστότατον, Χριστὸς σὲ ἐδέξατο εἰς τὰ οὐράνια, τῆς Παραδείσου τερπνότητος, καὶ ἀκορέστως, ἐν ταῖς Ἁγίων θείαις λαμπρότησιν, εὐφραίνῃ μῆτερ, τὸν τρισάγιον, ὕμνον ᾄδουσα Θεῷ μετ’ Ἀγγέλων νῦν, Ὃν αὐτοῖς συνδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Πανηγύρεως ἡμέρα, τῆς παρθένου καὶ μητρὸς ἡμῶν Εὐπραξίας, συνευφρανθῶμεν ἐνθέως ἀδελφοί, καὶ πνευματικῶς μελωδοῦντες, εὐφημήσωμεν αὐτήν. Χαίροις λέγοντες, παρθένων ἐγκαλλώπισμα, ἡ κατὰ Παὺλον σκύμβαλα ἡγησαμένη πάντα, καὶ τῷ Χριστῷ ὁλοψύχως ἀκολουθήσασα· χαίροις, ἡ τῶν καλὼν πράξεων ἐπώνυμος, ἡ εἰς μέγιστον καὶ αἰθέριον ὕψος ἀναβᾶσα τῶν ἀρετῶν· χαίροις, ἡ τὴν ψυχὴν ἁγνισθεῖσα θεοπρεπῶς, καὶ πνευματικῆς πλησθεῖσα χάριτος, εἰς τὸ θεραπεύειν νοσήματα, καὶ διώκειν τὰ πνεύματα. Ὡς ἔχουσα παῤῥησίαν πρὸς Θεόν, αἴτησαι δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος, τοῖς ἐκ ποθου τελοῦσι τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὦ μακαρία δυάς, ὑμεῖς πάντων τῶν γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε· ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ· μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας, μακάριοι οἱ μαστοὶ οὓς ἐθήλασας, τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, Ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ΠΑΡΑΚΛΗΣΙΣ
(Εὐπραξίας μοναχῆς)
Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξολολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σοῦ τῷ σεπτῷ καὶ ἁγίῳ τεμένει, συναθροισθέντες οἱ πιστοὶ ὁμοφρόνως, ἐκλιπαροῦμεν πόθῳ σε σεμνή, ῥῦσαι τῆς κολάσεως, καὶ παθῶν τοὺς σοὺς δούλους, ὅπως μεγαλύνωμεν, τοὺς σεπτούς σου ἀγῶνας, οὓς ὑπὲρ Κυρίου ἧρας καρτερῶς, μῆτερ Ὁσία, Εὐπραξία ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τᾶς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κίνδυνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τῆς Ὁσίας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδι προσπίπτω παντουργικῇ, πειρασμοῖς ποικίλοις συνεχόμενος καὶ δεινοῖς, πρεσβείαις Θεέ μου Εὐπραξίας, δός μοι ταχὺ τούτων τὴν λύτρωσιν.
Νέμεις τὰς πλουσίας σου δωρεάς, χάριν Εὐπραξία εἰλυφυῖα παρὰ Θεοῦ, τοῖς πιστοῖς καὶ τούτους ἐκ κινδύνων, τῶν πολυτρόπων ταχέως ἐλαύνουσα.
Τῷ θείῳ ναῷ σου μῆτερ σεμνή, νυνὶ συνελθόντες συνεχόμενοι τοῖς δεινοῖς, βοῶμέν σοι ἀπαύστως Εὐπραξία, πάντας ἡμᾶς τούτων λύτρωσιν δώρησαι.
Θεοτοκίον.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς Σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
Ὡς ἀείφωτος λύχνος ἐν ἀρεταῖς ἔλλαμψας, καὶ τὰς τῶν πιστῶν διανοίας σὺ κατεφώτισας, ὅθεν ἐν ᾄσμασιν, σὲ Εὐπραξία ὑμεῖς συνελθόντες, ἅπαντας μακαρίζομεν.
Ὡς πολλὴν παῤῥησίαν πρὸς τὸν Χριστὸν ἔχουσα, ὑπὲρ σωτηρίας τῶν ψυχῶν ἡμῶν καθικέτευε, ὅπως χαρᾷ ἡμεῖς, εὐχαριστήριον ὕμνον, μῆτέρ σοι προσφέρομεν, παθῶν λυτρούμενοι.
Νικητὴς ἀνεδείχθης κατὰ παθῶν ἔνδοξε, καὶ τοῦ διαβόλου μανίαν πᾶσαν ἐτρόπωσας, ἀλλὰ προφθάσασα, καὶ τοὺς τιμῶντάς σε πόθῳ, Εὐπραξία λύτρωσαι, τούτου κακώσεως.
Θεοτοκίον.
Προστασίαν καὶ σκέπην ζωῆς ἐμῆς τίθημι, Σὲ θεογεννῆτορ Παρθένε Σύ με κυβέρνησον, πρὸς τὸν λιμένα Σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Ἐκ θλίψεως, καὶ ἐκ κίνδυνων λύτρωσαι Εὐπραξία, τοὺς τὴν θείαν σου προστασίαν αἰτοῦντας, ὡς ἔχουσα τὴν πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσις, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμι, ἔγειρόν με κατακείμενον, ἐν βυθῷ Ὁσία ἀπογνώσεως.
Ῥυπαρὸς ὢν καὶ ἄσωτος, ψυχικοῦ ταράχου Ἁγία πέπλησμαι, αὐτὴν ζάλην καὶ κίνδυνον, καὶ τὴν ἀθυμίαν ἀποδίωξον.
Σὲ Ὁσία κεκτήμεθα, ἀσφαλῆ φρουρόν τε ἐν περιστάσεσιν, πρόστηθι ἡμῶν καὶ μὴ παρίδης δε, Εὐπραξία ἐν ἡμέρᾳ θλίψεως.
Θεοτοκίον.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν Κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δώρησαι ἡμας, Εὐπραξία τοὺς τιμῶντάς σε, ἐπὶ τῇ παρουσίᾳ τῇ φοβερᾷ, τοῦ Ἰησοῦ μου, λυτρωθῆναι τῆς κολάσεως.
Μή με Ἰησοῦ, ἀποῤῥίψῃς ἐκ προσώπου Σου, διὰ τὸ μέγεθος τῶν Σῶν οἰκτιρμῶν, ἀλλὰ δὴ σῶσον, ἱκεσίαις τῆς Ὁσίας Σου.
Νέμεις τοῖς πιστοῖς, τὰς αἰτήσεις πανθαύμαστε, διὸ ἡμῶν δεομένων τὸν Θεόν, σὺν Αὐτὸν ἵλεων, ὑπὲρ ἡμῶν νῦν ἀπέργασαι.
Θεοτοκίον.
Ἔμπλησον ἁγνή, εὐφροσύνης την καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοός μου, τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη Ὁσία, σωματικῶν, ἀλγηδόνων με ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.
Ἡγίασε, σὲ ἀσκήσασαν μῆτερ, ὁ πανάγαθος Θεὸς Ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν τῶν πταισμάτων τὴν λύτρωσιν, προστάτις γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.
Συνεῖναί με, τὸν πολλά σε ποθοῦντα, Εὐπραξία σοὶ εὐδόκησον μῆτερ, σὲ δυσωπῶ, τὴν καλήν μου προστάτιν, καὶ πίστει κράζω σοι· σῶσόν με πάνσεμνε, γεννήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
Θεοτοκίον.
Θανάτου, καὶ τῆς φθορᾶς ὃς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν Σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Ἐκ θλίψεως, καὶ ἐκ κίνδυνων λύτρωσαι Εὐπραξία, τοὺς τὴν θείαν σου προστασίαν αἰτοῦντας, ὡς ἔχουσα τὴν πρὸς Θεὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοὺς τῇ θείᾳ σκέπῃ σου, προσπεφευγότας, Εὐπραξία φρούρησον, ἀπὸ παντοίων πειρασμῶν, καὶ τὸν Θεὸν ἐξιλέωσαι, Ὁσία μῆτερ, Αὐτὸν ἱκετεύουσα.
Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῆς Ὁσίας Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ὁσιακόν.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου. Ἦχος πλ. β’.
Τῶν υπὲρ νοῦν ἀγαθῶν δεξαμένη ἔρωτα, πάντα τὰ ἐν κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε, καὶ ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ Θεὸν ἱλεουμένῃ, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων πιστῶς, μῆτερ Εὐπραξία τὴν μνήμην σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἶκός σου ὁ θεῖος ἰατήριον πᾶσιν ἡμῖν γεγέννηται, ἴασις νοσημάτων, κατ’ ἄμφω χορηγῶν τοῖς ἐν πίστει προστρέχουσι, καὶ μεγαλύνουσι πιστῶς, Ὁσία τὴν σὴν μνήμην.
Ἐν τῷ φόβῳ Κυρίου σὺ ταπείνωσον μῆτερ τὸ τῆς σαρκός φρόνημα, σκιρτῶν οἷαπερ πώλος, ἀτάκτως τε βαδίζων, ἐν ἐμοὶ καὶ πρὸς βάραθρον, ζητοῦν κατακρημνῆσαι, τὴν ταπεινὴν ψυχήν μου.
Ψυχικῆς ἀσθενείας καὶ σωμάτων ἐκ νοσου λύτρωσαι Εὐπραξία, πρεσβείᾳ σου τοὺς πάντας, τῷ ναῷ σου ἐκ πόθου προστρέχοντες, καὶ αἰτουμένους σε θερμῶς, ἀντίληψιν τὴν θείαν.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, Ἣν προστάτις ἀνέδειξας, ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ναῷ τῷ θείῳ, ὁ προστρέχων Εὐπραξίας εὐχέρως, τὰς αἰτήσεις λαμβάνει, εἰ μετ’ εὐλαβείας αὐτὴν ἐπικαλεῖται.
Ἡ Εὐπραξία, εἰς οὐρανοὺς ἀπελθοῦσα, καὶ τῷ Θεῷ σὺν Ἀγγέλοις οἰκοῦσα, πάντοτε πρεσβεύει, ὑπὲρ τῆς αὐτῆς ποίμνης.
Δι ἀγῶνας, οὓς ἐν ἀσκήσει διῆλθες, τῷ Χριστῷ ἠνέχθης ὡς θυσία, πίστει διὸ πόθῳ, ὑμνοῦμεν εἰς αἰῶνας.
Θεοτοκίον.
Τοὺς βοηθείας, τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Σὲ Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ τὸ κάλλος, ὄντως τὸ ὡραῖον, καὶ τῆς γλυκείας ἀκτῖνος καὶ αἴγλης Αὐτοῦ, κατατρυφῆσαί με μῆτερ, Ὁσία πρέσβευε.
Ἀσκήσασα γενναίως, δέχεσαι δικαίως, παρὰ Χριστοῦ τὰ βραβεῖα πανθαύμαστε, καὶ σὺν Ἀγγέλων χορείαις νῦν ἐπαγάλλεσαι.
Δεήσου τῷ Κυρίῳ, μῆτερ Ευπραξία, υπὲρ τῶν πίστει τελούντων σὴν μνήμην ἀεί, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.
Θεοτοκίον.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τοῦ παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφηρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Μεγαλυνάρια.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Φωτὶ παρεστῶσα τῷ πατρικῷ, καὶ τῶν λαμπηδόνων πληρουμένη τῶν παρ’ αὐτοῦ, μῆτέρ μου Ἁγία, ἐξ ὧν ὦ Εὐπραξία, τὸ σκότος τοῦ νοός μου, σὺ καταλάμπρυνον.
Τῶν μνημονευόντων πράξεων σῶν, καὶ ἐπιτελούντων, μετὰ πόθου μνήμην τὴν σήν, πρέσβευε παρθένε, Χριστὸν τὸν σὸν Νυμφίον, σύν σοι καταξιῶσαι, τῆς βασιλείας Του.
Ποίμνην τὴν τιμῶσάν σε εὐσεβῶς, Εὐπραξία μῆτερ, διατήρησον ἀσινῆ, ἐκ παντοίας βλάβης, αὐτῇ ἐπερχομένης, ταῖς πρὸς Θεὸν ἀλήκτοις σου παρακλήσεσιν.
Ἰησοῦ Χριστέ μου Λόγε Θεοῦ, Υἱὲ Πατρὸς ζῶντος, ἱκεσίαις τῆς Σῆς Μητρός, σὺν τῆς Εὐπραξίας, καὶ Ὁσίων ἁπάντων, ἡμᾶς ἔργασαι οἴκους, τοῦ Παρακλήτου Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Ὁσίας καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν, εἰληφυῖα ἐκ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, μῆτερ πανσεβάσμιε, τοῖς σὲ προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου, ὅθεν, Εὐπραξία βοῶμεν· πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου