ΑΥΓΟΥΣΤΟΣ Β΄!!
ΒΑΣΙΛΕΙΟΣ ΟΣΙΟΣ ΜΟΣΧΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κώδικας Δουσικοῦ 51)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα, ψάλλομεν στιχηρὰ προσόμοια,
δευτεροῦντες αὐτά. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Θεία πληθὺς τῆς
Ῥωσσίας σκίρτα καὶ ὕμνησον, τῷ ἀναδείξαντί σε, νῦν προστάτην καὶ ῥύστην, Βασίλειον
τὸν θεῖον θαυματουργόν, πάσης βλάβης καὶ θλίψεως, καὶ ἀεννάως ἰᾶσθαι τῶν
εὐσεβῶς, προσιόντων τῶν λειψάνων αὐτοῦ.
Ἡ τῶν Ἀγγέλων μὲν
τάξις καὶ τῶν Δικαίων χορός, συγχαίρει καὶ εὐφραίνει, ἐν τῇ θείᾳ σου μνήμῃ, Βασίλειε
τὸ κλέος τῶν εὐσεβῶς, προστρεχόντων τῷ τάφῳ σου, καὶ μετὰ πίστεως ᾄδειν τὴν
ἐκλεκτήν, θείαν ὄντως σου πανήγυριν.
Ἡ καθαρά σου καρδία
Θεὸν ἠγάπησεν, ἐξ ἁπαλῶν ὀνύχων, ἠκολούθησας τούτῳ, νηστείαις ἀγρυπνίαις καὶ
προσευχαῖς, Οὗτος πάλιν ἀντήμειψεν, σὲ ἐνοικεῖν ἐν τοῖς κόλποις τοῦ ἐκλεκτοῦ,
Ἀβραὰμ ὦ παναοίδιμε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ
σύστημα, πνευματικῶς πανηγυρίσωμεν, ἐν τῇ πανσέπτῳ ἡμέρᾳ τοῦ καλῶς τοῦ ζῆν
εὐμοιρήσαντος, ἐν νηστείαις καὶ δεήσεις τῷ σώματι κατατήξαντος Βασιλείου, τοῦ
ὄντως διὰ Χριστὸν σαλοῦ Συμεών, τοὺς τρόπους μιμουμένου, καὶ παρὰ Θεοῦ
ἐδοξάσθη, ὅθεν καὶ νῦν τοῖς προσιοῦσιν αὐτῷ ἀεννάως παρέχει θείαν ἄφεσιν καὶ
πρεσβεύει Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν γηγενῶν ἡ
ἐλπίς, γη ἐκλεκτὴ καὶ καθαρὰ καὶ αμόλυντος, πηγή τε ἐσφραγισμένη, τοῦ
Παρακλήτου σεμνή, Σὺ ὑπάρχεις μόνη αειπάρθενος, ἐξ ἧς οἱ σεβόμενοι, σωτηρίαν
εὑρίσκομεν, γένους βροτείου, ἡ ἀνάκλησις ἄχραντε, γῆ κατάκαρπε, ἡ τὸν στάχυν
βλαστήσασα, γέφυρα ἡ μετάγουσα, γαλήνη πρὸς εὔδιον, ἡ κυβερνῆτις ἡ θεία,
χειμαζομένων ἡ ἄγκυρα, λιμὴν τῶν ἐν ζάλῃ, ἁμαρτίας ὑπαρχόντων, γενοῦ προστάτις,
Παρθένε πάναγνε.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 7, γ΄
13).
Μνήμη δικαίου μετ᾿
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται
αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον
οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον
δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ.
Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ
γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.
Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι
ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου
ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται
χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου·
στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα
δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέως ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς
ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη
δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται
καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ
περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ
ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ
καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται
ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν
ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ
εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας
ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος β΄.
Βασίλειε ἀξιάγαστε, τοῦ θείου πλησθεὶς φωτός, καὶ ἐκ
νεότητος ἀγαπήσας τὰ ὑπὲρ φύσιν, παρεῖδες τὰ τοῦ κόσμου τερπνά, ὅθεν τὸν
Σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, καὶ τῶν τοῦ Κυρίου βημάτων ἑπόμενος, κατέλαβες
δι’ ἀσκήσεως καὶ φιλευσπλαγχνίας τὰς οὐρανίους μονάς. Καὶ νῦν δυσώπει θεόσοφε
τῷ πάντων Ποιητῇ καὶ ἡμᾶς ἀξίους κοινωνοὺς γενέσθαι τῆς τῶν Οὐρανῶν Βασιλείας
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Ἦχος γ΄.
Λελαμπρυσμένος τῷ
φωτί, τῶν θείων ἀρετῶν, τῇ ὁσίᾳ βιοτῇ σου καὶ τὴν πτωχείαν τοῦ Κυρίου
μιμούμενος, εἰς οὐδὲν ἐλογίσω τὰ ἐπίγεια καὶ φθειρόμενα, μακάριε Βασίλειε. Τὸν
σοφιστὴν δὲ τῆς κακίας ὑποσκελίσας καὶ τελείαν ἀκτημοσύνην πρᾶξιν ποιούμενος,
τὸν ἀμαράντινον τῆς δόξης στέφανον ἀξίως ἐκομίσω. Διὸ μὴ παύση πρεσβεύων τὸν
πανοικτίρμονα Θεόν, καὶ ἡμῖν δωρήσηται ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Χριστὸν ἔχων ὁδηγόν
ἀπὸ βρέφους ἐν τῇ συνωνύμῳ πόλει τῶν θείων δωρεῶν θεῖε Βασίλειε, τῆς Οὐρανίου
Βασιλείας ἐπεπόθεις πτωχείαν τελείαν ἐπὶ γῆς κτησάμενος, ὅθεν κατὰ δύναμιν τοὺς
πάντας ἐλεῶν καὶ θαυμάτων χάριν ἔχων, νόσους ἐκβάλλεις, ἰατρὸς ἀδαπάνητος
χάριτι Θεοῦ ἀξιούμενος. Λοιπόν, πάντες ἡμεῖς γινώσκοντές σε θεραπευτήν, ψυχῶν
καὶ σωμάτων, αἰτούμεθα λαβεὶς ἱκεσίαις ταῖς σαῖς, παρὰ Κυρίου πλούσιον ἔλεος.
Ἦχος πλ. α΄.
Ἐλεημοσύνην βιοτήν,
ἐπὶ γῆς ποιησάμενος, καὶ ἱερωσύνης χάριτι περιβληθείς, οὐκ ἔδωκας ὕπνον τοῖς
ὀφθαλμοῖς σου, καὶ τοῖς βλεφάροις σου νυσταγμόν, Βασίλειε μακάριε. Ἀνδρέου γὰρ καὶ Συμεών, διὰ Χριστὸν
σαλλῶν, τὸν βίον μιμησάμενος, πάντων τῶν ἐπὶ γῆς φθειρομένων καταφρονήσας, τὰς
οὐρανίους σκηνώσεις κατέλαβες δι’ ἀσκήσεως, καὶ νῦν μετ’ Ἀγγέλων δοξολογῶν τὸν
τῶν πάντων Θεόν, ἀπαύστως ἱκέτευε καὶ ὑπὲρ ἡμῶν τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων
τὴν μνήμην σου.
Δόξα. Ἦχος β΄.
Ἐν ταῖς ἡμέραις τοῦ
εὐσεβοῦς βασιλέως Ἰωάννου, ὀφθεὶς εἰς τὴν Θεοδωρόπολιν, Βασίλειε μακάριε, ἠξιώθης μοναζόντων ἔργῳ καὶ λόγῳ, ὁδηγὸς
ἄριστος γενέσθαι τῇ ὁσίᾳ βιοτῇ σου, φόβον γαρ Θεοῦ καὶ ζῆλον ἀπὸ νεότητος ἔχων
ἐν καρδίᾳ, νηστείαις καὶ δεήσεσιν, τὴν εὐαγγελικὴν ἀκτημοσύνην ἐπιμελῶς
ἤσκησας, νόμῳ τε καὶ τῷ πράγματι. Τοὺς γὰρ πένητας καὶ ἀδυνάτους οὐκ
ἐστενοχώρησας καὶ τῷ παντεπόπτῃ Θεῷ εὐηρέστησας, καλλιεργῶν καὶ τὸ δοθέν σοι
τάλαντον ἐπαξίως, ὅθεν τῆς Οὐρανίου Βασιλείας οἰκήτωρ γενόμενος καὶ ἐπὶ γῆς τὸ
σεπτόν σου σκῆνος καταλιπών, ἠξιώθης ἰατρὸς ψυχῶν τε καὶ σωμάτων γενέσθαι. Καὶ
νῦν πανσέβαστε Πάτερ δεόμεθά σου, μὴ παρασιωπήσῃς τοῦ βοᾶν ὑπὲρ ἡμῶν τῶν σὲ
τιμώντων πρὸς Κύριον πάντοτε.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν συλλαβοῦσα ἐν
σαρκί, ὑπερφυῶς Παρθένε πάναγνε, ἐκύησας ὑπὲρ φύσιν καὶ ἔννοιαν, καὶ γενομένη
δοχεῖον τοῦ Ἁγίου Πνεύματος, ἱκέτευε δεόμεθα ὑπὲρ πάντων ἡμῶν τῶν ἀναξίων
δούλων Σου, ὅπως ῥυσθῶμεν αἰωνίου κολάσεως.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις, τῆς εὐσεβείας
κανών, καὶ μοναζόντων φωστὴρ ὁ λαμπρότατος, τῆς πόλεως Θεοδώρων, γέννημα θρέμμα
λαμπρόν, καὶ φιλανθρωπίας ὁδηγὸς πανάριστος, Βασίλειε
Ὁσιώτατε, νηστείας τε ἀγρυπνίας καὶ τοῦ ἐλέους ὑπόδειγμα, μέμνησον οὖν
πανεύφημε, Κυρίῳ δεόμενος, ὑπὲρ ἡμῶν τῶν ἀχρείων, θεῖον ἔλεος πεμφθῆναι, καὶ
χάριν ἄφθονον.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ἀκτημοσύνης
πυξίς, Συμεὼν τοῦ Ὁσίου μαθητὴς ἄριστος, σαλότητα τὴν ἐν κόσμῳ, ἀναδειχθεῖσαν
σοφέ, τοιαύτην πρὸς σωτηρίαν, πολλῶν ἀνθρώπων ἐφήρμοσας, καὶ ἐφύλαξας πίστιν
τὴν εὐποιΐαν πανάριστε, Βασίλειε Ὁσιώτατε,
ὡς Ἰωνᾶς ἐν τῇ κήτει, ὑπὲρ ἡμῶν αἴτει πάντοτε, εἰρήνην φθᾶσαι εἰς τὸν κόσμον
καὶ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ θεοφόρος
Πατήρ, τὸν θεῖον φόβον ἐν καρδίᾳ κτησάμενος, συνώνυμος βασιλείας, ἐπουρανίου
κληθείς, Βασίλειος ὁ θεόφρων ἀναφανεὶς ἐν
ἡμῖν, θεϊκῆς φιλευσπλαγχνίας ὁ ὑπέρμαχος, ἀκτημοσύνης, θαυμαστὴ ὑποτύπωσις,
θείου Πνεύματος, τὸ εὐάρμοστον ὄργανον, φωστὴρ ἐκλαμπρότατος, τοῦ Κυρίου τρισμέγιστος,
καὶ τῶν ἀρχόντων, ὁδηγὸς εἰς τελείωσιν, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Θείᾳ ἀγάπῃ, καὶ νοΐ,
τὴν ζωὴν κατελάμπρυνας, καὶ τὴν εὐποιΐαν Βασίλειε μακάριε.
Διὸ σὺν τὸν Χριστὸν ποθῶν, ὁσίως ἐβίωσας ἄρχοντας καὶ πένητας, ἐκδιδάξας ἔργῳ
καὶ λόγῳ, τούτοις δὲ ὑποδείξας τῆς τελείας κατὰ Χριστὸν βιοτῆς, τὸ ὕψος Ἰωνᾶ
εἰς τὴν προσευχήν, καὶ Βασιλείου τὴν ἐλεημοσύνην μιμησάμενος, τῆς θεολογίας
κρουνούς, ἐφανέρωσας ἐν κόσμῳ, ὅθεν ἐν οὐρανοῖς μετὰ πάντων τῶν Ἁγίων, ὑμνῶν
τὴν Ἁγίαν Τριάδα, ἐκτενῶς ἱκέτευε, δεόμεθα πάντοτε, καὶ ὑπὲρ τῶν ἐν πίστει καὶ
πόθῳ τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Βλέψον εἰς ἡμᾶς
πανύμνητε Θεοτόκε, τοὺς εἰς κινδύνους εὑρισκομένους καὶ σκότει ἁμαρτημάτων
καθεύδοντας. Μὴν οὖν ἐάσης ἀβοηθήτους δεόμεθα ἅπαντας τοὺς ὑπὸ τὴν κραταιὰν
Σκέπην Σου, καταφεύγοντας, καὶ δοξολογοῦντας τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν, ὡς
παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη ἄχραντε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὑπόδειγμα ἄριστον τῆς
εὐποιΐας σοφέ, ἐδείχθης Βασίλειε καὶ
ὑπηρέτης Χριστοῦ, ἀσθενούντων ἐπίσκεψις, σὺ γὰρ ἐν Θεοδωροπόλει, βιοτεύσας
ὁσίως, γέγονας ποδηγέτης, τοῦ λαοῦ καὶ ἀρχόντων, διό σε ἐπαξίως οἱ πάντες
δοξάζουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος
ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος
δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῶν Ὁσίων τὴν ζωήν, σὺ
ἐμιμήσω ἐκ παιδός, καὶ τὸν φόβον τοῦ Θεοῦ, ὡς ὅπλον ἔχων δυνατόν, τὰς
παρατάξεις τῶν ἐναντίων κατετρόπωσας, Βασίλειε σοφέ,
ὡς Ἱεράρχης Χριστοῦ, καὶ τῶν νοσούντων γέγονας θεράπων, καὶ ἀντιλήπτωρ πενόντων
λαμπρός, αἰτούμεθά σου μακάριε Πάτερ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Θεοῦ Σὲ μυστικήν,
κλίμακα ὄντως οἱ πιστοί, νῦν γινώσκοντες ἁγνή, Παρθενομῆτορ Μαριάμ, ἱκεσίας
ῥερυπωμένης καρδίας προσάγομεν, ἐν κατανύξει καὶ συντριβῇ τῆς ψυχῆς, αἰτούμεθά
Σου Κόρη Παρθένε, μεσίτευσον ἡμῶν πρὸς τὸν Κύριον.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Βασίλειε ἔνδοξε καὶ Ἱεράρχα Χριστοῦ, ποιμήν τε καὶ
πρόεδρος τῆς Μοσχοβίας σοφέ, ἐδείχθης λαμπρότατος, σὺ γὰρ ἐν τῇ γηΐνῃ, βιοτῇ
σου ἐφάνης, πενόντων τε καὶ ἀρχόντων, ὁδηγὸς πρὸς τὰ ἄνω, διδάσκων ἔργῳ καὶ
λόγῳ τοὺς προσιόντας σοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα
ὑπερφυῶς ἐν σαρκί, τὸν πάντων δεσπόζοντα καὶ Ποιητὴν τοῦ παντός, Χριστὸν τὸν
Θεὸν ἡμῶν, πάναγνε Θεοτόκε, Σοὶ προσπίπτομεν πάντες, ὅπως μὴ διαλείπῃς,
ἱκετεύουσα τὸν Υἱόν Σου, ὑπὲρ τῆς σωτηρίας καὶ λυτρώσεως, τῶν ἀχρείων δούλων
Σου.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ.
δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν τερπνότητα κόσμου
καταλιπών, καὶ Σταυρὸν ἐπ’ ὤμων ἀναλαβών, ἀπὸ νεότητος Κύριον, καὶ Θεόν σου
μιμούμενος, πεινῶντας ἐξέθρεψες, καὶ ἄρχοντας τῷ τρόπῳ σου, ἐν τῇ πίστει
ἐκράτυνας, θεοφόρε Βασίλειε, ὅθεν τῆς οὐρανίου, βασιλείας ἐγένου, οἰκιστὴς
ἐπάξιος, πανταχοῦ δοξαζόμενος, Ἱεράρχα θεσπέσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι τὰ θεῖά σου λείψανα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναμώμητε Κόρη τῆς
Ναζαρέτ, θεοδόξαστε τόπε τοῦ παντουργοῦ, σκηνὴ γὰρ πάγχρυσος, τοὺς πιστῶς ἡ
φωτίζουσα, ἡ Ζωοδόχος Πηγή, διψῶντας εὐφραίνουσα, καὶ φέρουσα τῷ κόσμῳ,
σωτηρίας τὸν αἴτιον, λάμπρυνον Θεοτόκε, σκοτισθεῖσαν ψυχήν μου, καὶ ταύτην
καθάρισον, τῇ θερμῇ προστασίᾳ σου, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ πάντων Θεῷ, ὅπως
ἵλεως γένηται, κἀμοὶ ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Οἱ Ἀναβαθμοί,
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον:
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ
κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Ἰωάννην (κεφ. Ι΄, 1-9). Ζήτει εἰς τὸν Ὄρθρον 13ης τῆς
Νοεμβρίου: Εἶπεν ὁ Κύριος πρὸς τοὺς
ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν λέγων ὑμῖν.
Ὁ Ν΄
ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Βασίλειε ἔνδοξε, Ἱεράρχα Κυρίου, καὶ ἀῤῥαγὲς στήριγμα τῆς
Ἐκκλησίας, πενομένων τροφεῦ καὶ ἄγρυπνε φύλαξ τῆς ἐλεημοσύνης, γενόμενος μέγας
κῆρυξ τε, καὶ διδάσκαλος ἀρχόντων, καὶ ἀρχομένων τῷ βίῳ καὶ τῷ τρόπῳ σου. Μὴ
διαλείπης πρεσβεύειν, καὶ ὑπὲρ ἡμῶν πρὸς Κύριον πάντοτε.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων β΄. Ὁ α΄ κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ πρόξενον λυτρώσεως δεινῶν.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑψόθεν μοι ἔνδοξε, ὡς ἀετὸς συγκατάβηθι, τολμῶντι
γεραίρειν σε, καὶ τὸ βαρὺ καὶ ἀργόν, καὶ ἄτολμον, πτερὸν τῆς διανοίας, κουφίσας
μου ποίησον, ὄντως πανάξιον.
Μεγάλοις ἐν θαύμασιν, καὶ φοβεροῖς σε ἐν τέρασιν,
Χριστὸν ἐμεγάλυνε, Ὃν οὗ τὸ ἔλεος, καὶ την φιλανθρωπίαν, τοῖς πέρασιν πᾶσιν,
Πάτερ ἐγνώρισας.
Νοῦς σὺ ὀ ταχύτατος, καὶ ἡ καρδία μακάριε, Χριστὸν ὄντως
ἠγάπησαν, καὶ ἀντήλαξαν τὸ φθαρτόν, καὶ τὸ τρέχον, τοῦ βίου τούτου, καὶ τὰ
οὐράνια, ἔσχες μαργαρίτην, ὥσπερ πολύτιμον ἔνδοξε.
Ὡς σάλπιγξ βροντόφωνος, ὁ σὸς λόγος εἰς τοὺς πάντας
ἤχησεν, Βασίλειε Ὅσιε, καὶ ἄρχοντας
κατένυξεν, και συγκίνησις γέγονεν, ἀέρος σφροδροτάτη, λαλιᾷ βιοτῆς σου γάρ, ἐν
τῷ τοῦ κόσμου τούτου τροχῷ.
Θεοτοκίον.
Λιμένα Σε, καὶ Παράδεισον ἔγνωμεν, ἁγία Θεοτόκε, εἰς ὃν
οὐκ ἐβάδισεν σατᾶν, ὁ αἴτιος πληγῶν, καὶ πάγχρυσον παλάτιον, εἰς ὃ κεκαλυμμένοι
πόδες, ἀπίστων οὐκ ἔρχονται.
Ἕτερος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς κατ’
Ἀλφάβητον.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀναξίοις χείλεσιν ταπεινήν, δέησίν σοι προσάγω,
λυτρωθῆναί με τῶν δεινῶν, Βασίλειε μάκαρ
θεοφόρε, τὸν προσδραμόντα τῇ πρεσβείᾳ σου.
Βοῶ σοι Ἱεράρχα ὄντως Χριστοῦ, Βασίλειε θεῖε διδάσκαλε τῶν πιστῶν, καὶ τῆς εὐποιΐας ἄξιε
ὑπηρέτα, Θεῷ τῷ Παντεπόπτῃ, πρέσβευε πάντοτε.
Γηΐνων φροντίδων σὺ παριδών, ἐξέφυγες Πάτερ τὰ οὐράνια
ἐκζητῶν, ἐν οἷς ἠξιώθης δοξολογεῖν Τριάδα τὴν ἄναρχον, μάκαρ Βασίλειε.
Θεοτοκίον.
Κακίαις συνεχόμενον
ἀγαθή, διάσωσον Κόρη, νῦν Σοὶ προσπίπτω ὁ δυστυχής, πάναγνε σπεῦσον καὶ
λύτρωσαί με, τὸν προσφυγόντα τῇ σκέπῃ σου Παρθένε Ἄχραντε.
ᾨδὴ γ΄. Τοὺς Σοὺς υμνολόγους.
Πατρόθεν εὐσέβειαν καὶ ἐκ μητρός, θείαν ἀγάπησιν ἔλαβες
μακάριε, καὶ ἐκ πατρίδος κλεινῆς, συ δὲ ὅμως ἀπέβλεψας πρὸς τὴν οὐράνιον δόξαν,
πάντα τὰ φθαρτά, παριδὼν Ἅγιε.
Ῥεόντων τὸ ἄστατον, ἐκ νεότητος διαβλέψας Ἅγιε,
οὐρανίου Βασιλείας προετίμησας τὸ λαμπρόν, καὶ ἠξιώθης τούτου, ἐλεημοσύνην
ὑπηρετῶν, ἐν τῇ γῇ ὡς φιλόχριστος.
Ὁ Κυρίου τοὺς λόγους ἀκούσας, ἀρετὴν δὲ ἐπὶ τὴν γῆν
ἐξασκῶν, μέγιστος Ἱεράρχης Χριστοῦ Βασίλειε, ἐν δὲ τοῖς οὐρανοῖς, συγχορεύεις
Ἀγγέλοις, ὑπὸ πάντων ἀξίως δοξαζόμενος.
Θεοτοκίον.
Θεοῦ ὄντως Μητέρα Σὲ ἔγνωμεν οἱ πάντες, ἄχραντε
παναμώμητε ἁγνή, νῦν δὲ ἱκετεύομεν ἐν ταπεινώσει ἐλπίζοντες, τῇ πρεσβείᾳ πρὸς
τὸν Υἱόν Σου οἱ ἀνάξιοι.
Ἕτερος. Οὐρανίας ἀψῖδος.
Δυστυχίαν μακάριε, ἐκ τῶν πενήτων ἐξεδίωξας ἔργῳ καὶ
λόγῳ Χριστόν, κηρύξας Ἅγιε, καὶ σώματα ὑπηρετῶν, ὡς Θεοῦ κῆρυξ δὲ σοφώτατος.
Ἐπέτυχες τῇ βιοτῇ σου Πάτερ, ἀρχόντων τὴν γνώμην
μεταθέσαι καὶ τῶν βουλομένων ἀκούειν, τὸν λόγον Κυρίου, ὁδοὺς δὲ εὐθείας πρὸς
σωτηρίαν, αὐτῶν πορεύεσθαι.
Ζῆς καὶ ἔτι ἐν βίῳ, τοῖς σοῖς σοφὲ θαύμασιν, καὶ ἐν
οὐρανοῖς ἀπολαύεις τῆς σῆς ἐφέσεως, Βασίλειε θεόσοφε,
τὰ ἔπαθλα καὶ ἐποπτεύεις ἀλήκτως, κάλλος τὸ ἀμήχανον, μάκαρ τοῦ πλάστου σου.
Θεοτοκίον.
Ἐν πολλαῖς ἁμαρτίαις
περιπεσῶν πάναγνε, ὑπάρχω ψυχῇ τε καὶ σώματι ἡλικιωμένος, καὶ περίκειμαι ἐν τῇ
κοπρίᾳ δεινῶς, ἀλλὰ τῇ σῇ ἀντιλήψει, ὡς οἰκτιρμῶν κεκτημένη πέλαγος, σῶσόν με
δέομαι.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ
Λόγον.
Μοναζόντων ἐφάνης
κῆρυξ σοφέ, τοῖς γλυκέοις σου λόγοις κατατρυφῶν, ἅπαντας μακάριε, θεωρίᾳ καὶ
πράξει, τοῖς μὲν ῥήμασιν διδάσκων, τοῖς δὲ ἔργοις χαρίζων τροφήν, καὶ τὸ ἔλεος
τοῖς πιστῶς προσιοῦσίν σε, Βασίλειε Ὅσιε,
Ἱεράρχα πανάριστε, ἱκέτευε Χριστὸν τὸν Θεόν, ὅπως εὕρωμεν χάριν καὶ ἔλεος, οἱ
τιμῶντες τὴν μνήμην σου πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Κόρη
ἁγνή, τὰ δυσώδη μου πάθη καὶ χαλεπά, θεράπευσον δέομαι, καὶ τὴν λύτρωσιν
δώρησαι, κἀμοὶ τῷ ἀναξίῳ, καὶ ἀθλίῳ Σου δούλῳ, ὅθεν ἐξαιτοῦμαι, τὴν ταχεῖάν σου
σκέπην, καὶ θείαν βοήθειαν, Θεοῦ Μῆτερ ἀπείρανδρε, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ
Θεῷ, ὅπως τύχωμεν λυτρώσεως, πάντες ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ξένον πρὸς τὰ γήϊνα φανέντα, ὑμνῶ σε ὦ Βασίλειε σοφέ, Ἱεράρχα Κυρίου ἔνδοξε, ἁμαρτιῶν τὸ σκότος
δίωξον, καὶ ταῖς λιταῖς σου, ὑπὲρ πάντων δυσώπει Θεὸν Ὅσιε.
Ἐτήρησας Ὅσιε τὸ κατ’ Εἰκόνα ἀλώβητον, διὸ καὶ ἐγνώσθη
σοι, κριμάτων Θεοῦ βυθὸς γὰρ τῶν γηΐνων, καθάπερ ἐγεώργησας, οὐρανῶν γέγονας
οἰκήτωρ, νοὸς τῇ καθαρότητι μάκαρ Βασίλειε.
Νοσοῦντας καὶ πένητας ἔχων ἐν καρδίᾳ μακάριε, γηΐνων
κατεφρόνησας καὶ διόθεν Χριστὸν ἠγάπησας, διὸ καὶ τοὺς ἄρχοντας ἐδίδαξας,
Βασιλείας ὀρέγεσθαι, πάντοτε ὁδηγὸς αὐτοῖς γενόμενος ἄξιος.
Θεοτοκίον.
Πᾶσα γλῶσσα ἐπαξίως, εὐφημεῖ καὶ μακαρίζει Σε ἄχραντε
Παρθένε Θεοτόκε, παραδόξων γὰρ φανέντων ἐπὶ τῇ βιοτῇ Σου μυστηρίων, ὅτι
συλλαβοῦσα ὑπὲρ ἔννοιαν καὶ φύσιν ἀνθρώποις Θεόν, καὶ τεκοῦσα Τοῦτον ἐπὶ γῆς
μένεις, καὶ πάλιν Ἀειπάρθενος.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Ἥλιος ὄντως ἐφάνης μακάριε, τὸ σκότος τῆς πενίας καὶ
ἀπιστίας διαλύων εὐλογίᾳ Θεοῦ, καὶ τὸν Πλάστην τῶν ἁπάντων ὑπηρετῶν, πάντας
τούτῳ ἱκέτας Ὅσιε προσήγαγες.
Θεοφόρε Βασίλειε, ἡ βιοτή σου τοὺς πάντας ἐξέπληξεν καὶ
οὐρανῶν ταῖς χορείαις συνευφραίνει, Θεὸν δὲ δοξολογεῖς ὑπὲρ τοῦ κόσμου
δεόμενος.
Ἰωνᾶς σὺ ὀνομασθεὶς ἐπαξίως, τὰ φθαρτὰ τοῦ κόσμου
ἀπέφυγες, καὶ νηστείᾳ καὶ ἀσκήσει συνεχῇ, ἐν τῷ βίῳ σου Ἅγιε, Θεὸν ἐπεπόθησας
καὶ ἐπέτυχες διὰ τοὺς περί σε τὰ ἄνω ὁρᾶν εὐμενῶς.
Θεοτοκίον.
Τὸν Δεσπότην τοῦ
παντός, ἡ κυήσασα, τῆς κολάσεως τῶν πταισμάτων καὶ δεινῶν με λύτρωσαι, καὶ
παράσχου γαλήνην κἀμοὶ τῷ ἀθλίῳ ἄχραντε, τῇ μεσιτείᾳ Σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁσίων ὁ σύλλογος, καὶ τῶν Ἀγγέλων στρατεύματα, δικαίως
εὐφράνθητε, ἅμα ἑορτάζοντες, ἐν τῇ θείᾳ μνήμῃ, θείου Βασιλείου, Ἀρχιερέως καὶ
σοφοῦ, καὶ τῆς Ῥωσσίας θεῖον ἀγλάϊσμα.
Νοὸς καθαρότητι, καὶ τρόπου Βασίλειε, γέγονας σύσκηνος
Ὁσίων Ἀνδρέου καὶ Συμεὼν σαλλῶν, διὸ Χριστός σε ἀντήμοιψεν θαυμάτων δούς σοι τῷ
ταπεινῷ χάριν, καὶ δύναμιν ἄφθονον.
Λύτρωσιν ἐπέτυχες, ἀπὸ τῶν ἐγκοσμίων μάκαρ Βασίλειε,
καὶ τὸν Ζωοδότην πάντων Θεόν, εἰλικρινῶς ἐλάτρευσας, ὅθεν ἠξιώθης παρ’ Αὐτοῦ,
οὐρανίων θαλάμων οἰκιστὴς γενέσθαι ἀξιάγαστε.
Ὑψώθεις εἰς οὐρανούς, καὶ τὰ ἐν γῇ πάντα φθαρτά,
παριδὼν Ὅσιε, τὸ δὲ σκῆνός σου, ὡς θείαν εὐλογίαν ἐν τῇ πατρίδι σου καταλιπών,
ἠξιώθης ἐν τέλει θαυματουργεῖν, ἐν τοῖς πέρασιν.
Θεοτοκίον.
Τὸν ἁπάντων Δεσπότην καὶ Ποιητήν, ἐν κόλποις κατέχουσα
πανύμνητε Δέσποινα, τοῦτον ἀπαύστως ἱκέτευε, ῥυσθῆναι πταισμάτων πάντας ἡμᾶς,
καὶ βοήθειαν εὑρεῖν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἕτερος. Φώτισον ἡμᾶς.
Κάλλιστος παιδαγωγός, ἐφάνης Πάτερ Βασίλειε, ἐν
Μοσχοβίᾳ τῇ πόλει ἥν, καὶ φύλαττε ἐκ πάσης κακίας καὶ θλίψεως.
Λύτρωσις ἐξ ἐναντίων φανοῦ Ἅγιε, καὶ τὰ παλαίσματα κατ’
ἐχθρῶν, ἀοράτων δύναμιν χάριτι Θεοῦ, παράσχου τοῖς ὑμνοῦσί σε.
Θεοτοκίον.
Πλέοντά με ἁγνή, ἐν τῷ πελάγει τῆς ἁμαρτίας, καὶ ἐν
σκότει ἀγνωσίας Κόρη, βασανιζόμενον, ταῖς Σαῖς πρεσβείαις, ἄνεσίν μοι πάναγνε
δώρησαι.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ῥιπιζόμενον, κακίας πολλοῖς πνεύμασιν, καὶ χειμαζόμενον
καὶ ἀστατοῦντα δεινῶς, βεβαίωσον ἔρεισον στήριξον, ἀπερίτρεπτον τὸν λογισμόν
μου Ἅγιε, ἐπὶ πέτραν μετανοίας.
Ὡς ἀστὴρ ἀξιάγαστε καὶ θεοῤῥῆμον Ἅγιε, ταῖς ἱκεσίαις
σου, τὰ τῆς ψυχῆς καὶ του σώματός μου, ἀνίατα πάθη θεράπευσον καὶ γὰρ ἰατρὸν
καὶ ῥύστην σε ἔδειξε, ὁ τῶν ἁπάντων Δεσπότης καὶ Κύριος.
Στενάζω, κλαίω καὶ κόπτομαι, δακρύω καὶ θρηνῶ καὶ
ὀδύρομαι, μακρόθεν γὰρ προωρῶν τῆς κολάσεως, ἑτοίμην τὴν γέενναν, ἧς τὴν πεῖραν
καὶ ἱκετεύω, πρεσβείαις σου φύγοιμι.
Θεοτοκίον.
Ἄχραντε Κόρη Θεόνυμφε, ὡς φέρουσα Θεὸν παντοδύναμον ἐν
χερσίν, τὸν ἐν γῇ καὶ οὐρανῷ ἀπαύστως ἀνυμνούμενον ἀπαύστως, τοῦτον ὡς Μήτηρ
καθικέτευε, ὅπως ἵλεως γένηται πᾶσιν ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἕτερος. Τὴν δέησιν.
Νῦν ἄδει σου ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὰ θαυμάσια Βασίλειε μάκαρ, ὅτι πάντας ἐδίδαξας τῷ τρόπῳ σου σοφέ,
πένητάς τε καὶ ἄρχοντας, κόρη δὲ τυφλῇ ὁμοῦ, σὺν χωλαίνοντι μοναχῷ ἴασιν
ἐδωρήσω.
Ξένης βιοτῆς καὶ πολυτελοῦς ὁρῶντές σε ἐπίμονον
καταλύτην, ἡμεῖς οἱ ἁμαρτωλοί, καὶ ἀχρεῖοι δοῦλοι Θεοῦ, αἰτούμεθα δέησιν ποιεῖν
πάντοτε, καὶ ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Ὅλος σου ὁ βίος, πλήρης διδαχῶν ὑπῆρξεν Βασίλειε Ὅσιε, Χριστὸν γὰρ φάρον ζωῆς ἔχων πολλούς, εἰς
τὴν εὐθεῖαν ὁδὸν τοῦ Κυρίου, ὡδήγησας.
Θεοτοκίον.
Ῥῶσιν δίδου ἡμῖν Παρθένε ἁγνή, καὶ ἰατρείαν ἐκ παντοίων
ἀῤῥωστημάτων, ταῖς πρὸς Θεὸν ἡμῶν ἀπαύστοις πρεσβείαις Σου, Σὺ γὰρ ὁδηγὸς
πάντων ὑπάρχεις, πρὸς ζωὴν τὴν αἰώνιον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς εὐσπλαγχνίας
ὁδηγὸς Ὅσιε γέγονας, παντοιοτρόπως τοὺς περί σε κατεφώτισας, καὶ οὐρανοὺς
ἐκληρώσω ἀοίδιμε, τοῖς δὲ θαύμασιν πολλοὺς ἐστερέωσας, τῶν Ἀσκητῶν μάκαρ
δείκτης γενόμενος, Θεῷ μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν, ἵνα κράζομέν
Σοι· Χαίροις Πάτερ Βασίλειε.
Ὁ Οἶκος.
Συμεὼν ἄλλος ὤφθης,
καὶ Ἀνδρέας τρισμάκαρ, σαλλὸς διὰ Χριστὸν ὧν μιμούμενος κατὰ πάντα τοὺς τρόπους
ἐν νηστείᾳ καὶ γυμνώσει καὶ σεμνῇ πολιτείᾳ κατατήξας τὴν σάρκα. Διὸ καὶ ἐπαξίως
παρὰ πάντων ἡμῶν δοξαζόμενος ἀκούεις ταπεινῶς τοιαῦτα:
Χαίροις, τῶν Δικαίων
ἁγιώτατον κλέος·
χαίροις, τῶν Ὁσίων ἡ
στυλίχορος κλίμαξ.
Χαίροις, τῶν πενομένων
πλουτισμὸς καὶ αὐτάρκεια·
χαίροις, τῶν γυμνῶν στολισμὸς
καὶ εὐκοσμία.
Χαίροις, τῶν
χειμαζομένων ἡ ταχεῖα προστασία·
χαίροις, τῶν
ναυαγούντων ἐν πελάγει ὁ ῥύστης.
Χαίροις, τῶν
λυπουμένων ἡ χαρὰ καὶ εὐφροσύνη·
χαίροις, τῶν δεομένων
πᾶσα ἕτοιμος δόσις.
Χαίροις, ἐκ σοῦ
δραπετεύουσιν δαίμονες·
χαίροις, εκ σοῦ πᾶσα
νόσος ἰᾶται.
Χαίροις, Πάτερ θεῖε Βασίλειε.
Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου Βασιλείου τοῦ σαλλοῦ.
Ζῆς καὶ μετὰ θάνατον ἄνω οἰκήσας,
ἄϋλον ἐξασκήσας ὦ μάκαρ βίον.
Ἀνατολίῃ θυμός, ἀπέπλη χαλκοβατές.
Οὗτος ἦν ἐν τοῖς
χρόνοις τοῦ εὐσεβεστάτου βασιλέως Ἰωάννου, γέννημα καὶ θρέμμα της βασιλευούσης
Θεοδωροπόλεως, ἥτις πρότερον ἐκαλεῖτο Μοσχοβία· γεννηθεὶς ἐξ εὐσεβῶν γονέων.
Ἔχων ἐν ὀφθαλμοῖς τὸν τοῦ Θεοῦ φόβον, ἁπλῶς πολιτευσάμενος, τοὺς τρόπους
μιμούμενος Ἀνδρέου καὶ Συμεὼν τῶν διὰ Χριστὸν σαλλῶν, νηστείαν, ἐγκράτειαν καὶ
προσευχήν, χαμευνίαν καὶ ἀοίκιαν διαγόμενος, κεκτημένους οὐδέν. Ὅθεν καλῶς
βιώσας χρόνους πέντε πρὸς ἑξήκοντα, πρὸς Κύριον ἐξεδήμησεν. Ἔτι ζῶν ὁ Ἅγιος, ἐν
τῇ θαλάσσῃ τοῦ Κρονίου κόλπου, ναῦς ὑπὸ σφοδροῦ λαίλαπος δεινῶς κλυδωνιζομένη,
πάντες οἱ ἐν αὐτῇ τὸ ζῆν ἀπελπίσαντο. Και μέλλουσα η ναῦς ἄρδην καταποντισθῆναι
ἐν τῷ βυθῷ, αὐτίκα ἐφάνη ὁ Ἅγιος κατάγυμνος, ἐπιθρίξ, πολιὸς ἄγαν ἐν τῇ νηΐ,
καὶ τὰ ἱστία συστήσας ἔστη εν τῇ πρύμνῃ καὶ ἁψάμενος τοῦ πηδαλίου, ἔφη πρὸς
αὐτούς· θαρσεῖτε, ὤ ἄνδρες πρὸς Θεόν, καὶ μὴ φοβεῖσθαι, ὁ γὰρ Θεός, ἐξελεῖ
ὑμᾶς εκ ταύτης τῆς τρικυμίας. Καὶ εὐδία γινομένη μεγάλη, ὥρμησεν ἡ ναῦς
ἀκινδύνως πλέειν, ὁ δὲ ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ παραγενόμενοι αὐτοὶ εἰς
Μοσχοβίαν, αὐτὸν ἐθεάσαντο, καὶ θέλοντες αὐτὸν ὁμιλῆσαι, ἀπ’ αὐτῶν οὗτος
ἐκρυβήσατο. Μετὰ δὲ χρόνων δύο καὶ
τριάκοντα περεληλυθότων, ὁ Θεός, πολλὰ θαύματα καὶ ἰάσεις πρὸς τοὺς
εἰσερχομένους πρὸς αὐτὸν ἀνέδειξεν.
Κόρη τις, ἀναπήρους
ἔχουσα ἀμφοτέρους τοὺς ὀφθαλμούς, ἐκ θηλαζούσης αὐτῆς μητρός, τὴν κεφαλὴν αὐτῆς
ἐπάνω τῷ τοῦ Ἁγίου τύμβῳ προστιθεῖσα, αὐτίκα τῆς ἰάσεως ἔτυχε. Μοναχός τις,
ὀνόματι Γεράσιμος, ξηροὺς ἔχων τοὺς πόδας καὶ μὴ δυνάμενος ὀρθοβαδίσαι ἢ στῆναι
το σύνολον δωδέκατον ἔτος ἄγοντος καὶ αὐτὸς ἐθεραπεύθη. Καὶ οἱ δύο
θεραπευθέντες, ἐκ θείας ἀποκαλύψεως κατέφυγαν εἰς τὸν Ὅσιον, ὅπως τοὺς
θεραπεύσῃ. Πλεῖστα δὲ εἶναι τὰ θαύματα αὐτοῦ ἕως τῆς σήμερον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου
Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου.
Ἔχεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα.
Νεκρὸν Στεφάνους δὸς πόλει Κωνσταντίνου.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων
Μαρτύρων Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.
Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.
Οὗτοι,
ἦσαν κατὰ τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἐν ἔτει 296,
εἰς πόλιν καλουμένην Δωρόστολον, ἐν τῇ χώρᾳ τῆς δευτέρας Μυσίας. Παρασταθέντες
δὲ εἰς τὸν ὕπατον Ταρκύνιον, καὶ μὴ θελήσαντες νὰ θυσιάσωσιν εἰς τα εἴδωλα
ἐδάρησαν, ἔπειτα ἐπάρθησαν εἰς τόπον καλούμενον Ὀζοβίαν, καὶ ἐκεῖ
ἀπεκεφαλίσθησαν κατὰ τὴν 13ην τοῦ Ἀπριλίου. Ἐκρύπτοντο λοιπόν, τὰ
λείψανα τούτων εἰς χρόνους πολλούς. Ὕστερον δέ, ἐφανερώθησαν διὰ μέσου θείου
Ἀγγέλου κατὰ τὴν 2αν ταύτην τοῦ Αὐγούστου μηνός, τὰ ὁποῖα καὶ ἕως τὴν σήμερον
εὑρίσκονται εἰς τὸν οἶκον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, εἰς τόπον
λεγόμενον τοῦ Βιγλεντίου, ὅπου καὶ ἡ τούτων σύναξις καὶ ἑορτή.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου Μάρτυρος Φωκᾶ.
Φωκᾶς ὁ μάρτυς εκλιπὼν γῆς χωρίον,
Νῦν ἐγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου Βασιλέως
Ἰουστινιανοῦ ἐν τοῖς ἁγίοις Ἀποστόλοις.
Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη ὧ ἄναξ,
Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τοῦ Ἁγίου Νεομάρτυρος Θεοδώρου τοῦ ἐν Δαρδανελίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῆς Ὁσίας Φωτεινῆς ἢ Φωτοῦ τῆς ἐν Ῥιζοκαρπάσου
Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
του Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Ἀνδριανουπολίτου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός,
ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐχρημάτισας πηγὴ ἐλέους ἔνδοξε, ἐν τῇ προσκαίρῳ ζωῇ,
ὑπὲρ παντὸς του λαοῦ, καὶ διδαγμάτων θείων διδάσκαλος, γέγονας σύννομος, διὸ σὲ
μακαρίζομεν, καὶ ἐπαξίως δοξάζομεν τὸν σὲ δοξάσαντα Κύριον.
Ὤφθης βοηθός, σὺ τοῖς κινδυνεύουσιν ἐν τρικυμίᾳ πολλῇ,
καὶ αὐτοὺς ἐλύτρωσας θείᾳ βουλήσει σοφέ, ὑπέμνησας δὲ αὐτοῖς ἐπαξίως δοξάζει
καὶ ἀνυμνολογεῖν, Θεῷ αἰωνίως τῷ Παντοκράτορι.
Σὺ σωματικὸν ἐχάρισας ἔνδοξε φῶς τῇ τυφλῇ, καὶ ἴασιν
θεουργικῶς τῷ χωλῷ μοναχῷ, καὶ διέσωσας τοὺς ἐν θαλάσσῃ δεινῶς κινδυνεύοντας,
ὅθεν ἅπαντες σὲ δοξάζομεν, Βασίλειε Ὅσιε.
Θεοτοκίον.
Δύναμιν δίδου πᾶσιν Παρθένε, κατὰ τοῦ δολίου ἀοράτως
καὶ δεινῶς πολεμοῦντας τὸν κόσμον ἀντιθέου, ὅθεν ἅπαντες δεόμενοί Σοι λέγομεν·
μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, πρὸς Κύριον πάντοτε.
Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πάντας ἐκ κινδύνων καὶ θλίψεων λυτρούμενος θεόφρων, καὶ
ἀπὸ πάσης ἀνάγκης φύλαττε, ἀξίως ψάλλοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Ῥῶσιν δίδου καὶ ὑγείαν, τοῖς προστρέχουσι ἐν πίστει τῷ
θείω λειψάνῳ σου Ἅγιε Πάτερ, καὶ γὰρ δύνασαι πρεσβεύειν ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ
πάντων ἡμῶν.
Στέφος ἐκ Θεοῦ, Βασίλειε μάκαρ
Ὅσιε, ἀπείληφας τῶν σῶν καμάτων ἔπαθλον, καὶ νῦν τὸν Λυτρωτὴν πάντων
καθικετεύεις, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Θεοτοκίον.
Παρθένε πανύμνητε, ἀνεδείχθης Σὺ καύχημά τε, δόξα καὶ
τῶν πιστῶν ἀδιάσειστον ἔρεισμα, τανῦν γενοῦ καὶ ἐμοὶ τῷ ἀναξίῳ ἡ θεία ὄντως
βοήθεια.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Δέησιν ἐπάξιον δέχου Πάτερ θεοφόρε Βασίλειε, παρὰ τῶν
προσιόντων σοι, καὶ τιμώντων σε ἀεί, τοῖς θαύμασιν γὰρ πᾶσαν ἐπλήρωσας τὴν
πόλιν σοφέ, καὶ ἐδίδαξας τῷ τρόπῳ καὶ τοῖς λόγοις ἅπαντας, Θεὸν ὑμνεῖν εἰς τοὺς
αἰῶνας.
Ἐφάνης πηγὴ τῆς σωτηρίας, τοῖς ἐν τῷ πλοίῳ σοφέ, δεινῶς
κινδυνεύουσι, καὶ ἐστήριξας καρδίας τούτων, καὶ σώματα ἄθλια καὶ ὑπέμνησας
αὐτοῖς, δοξάζειν τὸν Κύριον τῶν ἁπάντων, εἰς πάντας τοὺς αἰῶνας.
Ἰάσεις τοῖς πᾶσιν νῦν παρέχεις, νηστείαν ἐγκράτειαν καὶ
εὐποιΐαν δεικνὺς τοῖς σὲ τιμῶσιν Ἅγιε, καὶ προσιοῦσι τοῖς θείοις λειψάνοις σου,
καὶ ἀνακράζουσιν· εὐλογητὸς ὑπάρχεις Κύριος ὁ Θεός, εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅλως δεδούλωμαι Παρθένε, τὸ σῶμα ψυχήν τε καὶ διάνοιαν,
εἰς χάος πέπτωκα, καὶ σκότος τὸ ἐξώτερον ἀναμένει με, διὰ τοῦτο ἀναβοῶ Σοι·
Μῆτερ Θεοῦ λύτρωσαί με τῶν δεινῶν, ὅτι Σὺ εὐλογημένη ὑπάρχεις εἰς τοὺς αἰῶνας.
Ἕτερος. Τὸν Βασιλέα
Τῶν πειρασμῶν σύ, τὰς προσβολὰς ἐκδιώξας, καὶ σαρκὸς
τὰς ὀρέξεις παμμάκαρ, ὅθεν ἠξιώθης, οἰκεῖς σὺν τοῖς Ἁγίοις.
Ὑμνεῖσθαι, τὸν Κύριον τῶν ἁπάντων, καὶ πρὸς οὐρανίους
μονὰς ἐνατενίζεις, ἅπαντας διδάξας, Βασίλειε παμμάκαρ.
Φώτισόν με, φωτὶ θείας ἀγάπης, Βασίλειε ὑπέρμαχε Κυρίου, καὶ τῶν οὐρανίων ἀγαθῶν, ταῖς
σαῖς πρεσβείαις μέτοχον ποίησον.
Θεοτοκίον.
Ὁ πάντας, ἐν τῇ χειρὶ διακρατῶν, ἀνεβλάστησεν ἐκ
Σοῦ Θεογεννήτωρ Παρθένε, καὶ ἐνανθρωπήσας ἔσωσεν κόσμον, δι’ ἄκραν
εὐσπλαγχνίας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νήφουσάν μοι δὸς καρδίαν Βασίλειε, και συνετὸν
λογισμόν, γρήγορόν τε καὶ ἄγρυπνον, ἐπαγρυπνοῦντα θείοις σοφέ σου κατορθώμασιν,
καὶ μιμούμενον πάντοτε σὴν Ἅγιε ὁσίαν βιοτήν, ὅπως τύχω οὐρανίου αἰνέσεως ὁ
δείλαιος.
Ὢ τῶν θαυμαστῶν καὶ θείων ῥημάτων σου, Βασίλειε μάκαρ σοφέ, Κυρίου Ἱεράρχα ὄντως πανάριστε, Σὺ
γὰρ τοῖς πᾶσιν ἐφάνης φάρος τηλαυγέστατος, Οὐρανίου Βασιλείας πόλος τε καὶ
ποδηγέτης ἀκριβέστατος.
Νέους εὐσεβεῖς, δεινῶς κινδυνεύοντας καὶ κλονουμένους
πολλοῖς πειρασμοῖς ἔνδοξε, περίσωζε δεόμεθα καὶ πᾶσι τοῖς ἀσθενοῦσι δώρησαι τὴν
ἴασιν τῇ χάριτί σου μακάριε, ἵνα δοξάζομέν σε ἐπαξίως οἱ ἀνάξιοι.
Θεοτοκίον.
Σάλον τῆς ψυχῆς καὶ κύματα πράϋνον ἁγνὴ πανάχραντε, τὰ
ἐναυαγοῦντά με δεινῶν πελάγει, καὶ σκοτεινώτατον καὶ πρὸς λιμένα εὔδιον
ἐπανάγεις με, ἡ τεκοῦσα Θεὸν προαιώνιον, τὴν ζωὴν τῶν ἁπάντων πανύμνητε.
Ἕτερος. Κυρίως Θεοτόκον.
Χαρὰν ἀληθινήν, δίδου πάντοτε τοῖς προσιοῦσί σε Πάτερ Βασίλειε,
σὺ γὰρ ἀνεδείχθης τῆς εὐποιΐας καὶ τῶν ἰάσεων πηγὴ ἀνεξάντλητος.
Ψάλλοντας σοὺς ἑορτίους ὕμνους, εξ ἁγνῆς καρδίας, δέξαι
Βασίλειε ἡμᾶς προσπίπτοντάς σοι, καὶ ἱλασμὸν
ἁμαρτιῶν, εὐχαῖς σου ἡμῖν δώρησαι.
Ὡς Ἄγγελον σὲ γεραίρω καὶ Ἀσκητὴν ἱκανόν, καὶ Ἀσκητῶν
πρότυπον, Ἅγιε μάκαρ Βασίλειε, θαυμάτων δὲ πηγήν, καὶ ἰάσεων χορηγόν, πᾶσι τοῖς
πέρασι.
Θεοτοκίον.
Μῆτερ Ὑπεραγία, Ἀνύμφευτε Παρθένε, τὰ πολεμίου κλεῖθρα
καὶ ἕνεδρα παντοῖα ταχέως ἐκ Σῶν δούλων διάλυσον Σαῖς πρεσβείαις.
Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ.
Τὸ σῶμά σου κατέτηξας
ἐν νηστείᾳ ὦ μάκαρ, τῷ ψύχει καὶ τῷ καύσωνι καὶ πολλῇ γυμνητείᾳ, ὅθεν καὶ
ἀπέλαβες οὐρανῶν τὰς χορείας, ἐκεῖσε περιπολεύων, τῶν Ῥώσσων ἡ δόξα, ὦ Βασίλειε μάκαρ, θεραπευτὰ τῶν ἐν νόσοις.
Θεοτοκίον.
Παρθένε παναμώμητε καὶ
Μήτηρ τοῦ Ὑψίστου, παρακαλῶ Σε πάριδε, ἁμαρτιῶν μου τὰ πλήθη, καὶ πρέσβευε πρὸς
Κύριον, Θεὸν τὸν Βασιλέα, ῥυσθῆναί με τῆς γεέννης δι’ ἄκραν εὐσπλαγχνίαν, ἐκ
δεξιῶν με στῆσαι, ὅταν καθίσῃ τοῦ κρῖναι, πᾶσαν τὴν οἰκουμένην.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Βασιλεύουσα πόλεων,
Μοσχοβία πανεύφημε, τοῦ σεπτοῦ Ὁσίου σου θείοις θαύμασι, συγκροτουμένη
συγχόρευσον, καὶ ταῦτα ἐκβόησον· χαίροις Ὅσιε Χριστοῦ, ὦ Βασίλειε ἔνδοξε, καὶ ἱκέτευσον, Βασιλεῖ τῶν αἰώνων ἵνα
στήσῃ, καὶ ἡμῖν μετὰ δικαίων, ἵνα κρίνῃ τὰ σύμπαντα. (Δίς).
Τῶν ἀπείρων θαυμάτων
σου, καὶ ἰάσεων ἔνδοξε, τοὺς πιστοὺς ἐνέπλησας θείαν ἴασιν, καὶ ἀεννάως
εἰσέρχεσθαι, λαμβάνειν ἰάματα, ἐκ παντοίων νοσερῶν, ἀλγηδόνων καὶ θλίψεων, δόξα
καύχημα, καὶ πιστῶν σωτηρία διὰ τοῦτο, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν θείαν μνήμην
σου σήμερον.
Τὴν σορὸν τὴν
κατέχουσαν, τοῦ τιμίου σου σώματος, ἀεννάως βρύουσαν θείαν ἴασιν, προσερχομένων
ἐκ πίστεως, καὶ ταύτην ἀσπάσασθαι, μετὰ φόβου καὶ χαρᾶς, δεχομένων ἰάσεων, ὅθεν
ἅπαντες, προσκυνοῦντες βοῶμεν· δόξα ἔστω, τῷ Θεῷ τῷ ἐν Τριάδι, τῷ εἰς ἡμᾶς
ἀναδείξαντι.
Δόξα. Ἦχος πλ. β΄.
Τὰ ἄνω ἐραστὴς
γενόμενος, τὰ κάτω παρεῖδες εἰς οὐδὲν λογισάμενος, καὶ τὸν νοῦν ἐλάμπρυνας τῶν
ἡδονῶν ἀπερχόμενος. Τῷ κρύει καὶ τῷ καύσωνι ὑπὲρ Χριστοῦ ᾐρετίσω τοὺς
δερματίνους ἀποσοβῆσαι χιτῶνας καὶ τῶν ἡδονῶν ἀπέβαλες ἀποβαλεῖν τὴν γεῦσιν τὴν
γινομένην ποτὲ ἐν Ἐδέμ, συνεργίᾳ τοῦ ὄφεως, ὅθεν ἠξιώθεις κατοικεῖν εἰς τὰ ἄνω
σὺν Ἀγγέλοις γεραίρειν τὸν Τρισάγιον ὕμνον, ἀλλ’ ὦ Πάτερ Βασίλειε, ὡς παῤῥησίαν
ἔχεις πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς μὴ παύσῃ δεόμενος πρὸς Αὐτὸν ὑπὲρ τῶν
πίστει καὶ πόθῳ προσιόντων ἐν τῇ μνήμῃ σου, ἔνδοξε.
Καὶ νῦν. Θεοτοκίον. Ὅλην ἀποθέμενοι.
Ὅλος ἒκ νεότητος, τῶν
ἡδονῶν ἐδουλώθης, Παναγία Δέσποινα, καὶ εἰς χάος πέπτωκα ὁ πανάθλιος, διὰ ὧν
ἔπραξα, πλεῖστα γὰρ κέκτημαι, βέλεσι πληγὰς ὁ ταλαίπωρος, ὅθεν σου δέομαι, ἵνα
τῶν πληγῶν ἐπαλείψῃς μου, καὶ λήψομαι τὴν ἴασιν, ἀπὸ τῶν τραυμάτων τοῦ
δαίμονος, Κόρη Σοὶ προσπίπτω, βοῶ καὶ ἀνακράζω ἐκ ψυχῆς, ἐκ τῶν δεινῶν με
ἀνόρθωσον, ἵνα μεγαλύνω Σε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις πενομένων ὁ
πλουτισμός, καὶ τῶν ἀσθενούντων ἀδαπάνητος ἰατρός, χαίροις τῆς Ῥωσσίας, τὸ
καύχημα καὶ δόξα, ἡμῶν δὲ ποδηγέτα, μάκαρ Βασίλειε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου