ΙΟΥΛΙΟΣ ΚΒ΄!!
ΜΑΡΙΑ ΜΑΓΔΑΛΗΝΗ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων Ταγμάτων.
Τῶν
Μυροφόρων σε πρώτην πάντες γινώσκομεν, Μαγδαληνὴ καὶ πρώτην, θεωρὸν τοῦ
Σωτῆρος, ἐγέρσεως Μαρία καὶ μαθηταῖς, πρώτην εὐαγγελίσασαν, τὸν Ἰησοῦν
ἀναστάντα καὶ παρ’ Αὐτοῦ, χαῖρε πρώτην ὑπακούσασαν.
Τῶν
οὐρανίων ὁ πόθος ὄντως σὲ ἔπεισε, τῶν ἐπὶ γῆς τὴν σχέσιν, ἀποῤῥίψαι προθύμως,
Μαρία καὶ ὀφθῆναι τοῦ Ἰησοῦ, ὁπαδὸν καὶ μαθήτριαν, διακονοῦσάν τε τούτῳ ἐκ τῶν
σαυτῆς, ὑπαρχόντων καθὼς γέγραπται.
Ταῖς
ἱκεσίαις πάντας Μαρία λύτρωσαι, πιστοὺς ἐκ πάσης βλάβης, λοιμικῆς τε πανώλους,
τοὺς πόθῳ ἐκτελοῦντάς σου τὴν σεπτήν, ἑορτὴν καὶ χαρμόσυνον· καὶ τὴν σορὸν τῶν
λειψάνων σου εὐλαβῶς, προσκυνοῦντας ἰσαπόστολε.
Οὐ
σθένει γλῶσσα βροτεία ἀνευφημῆσαί σου, τὴν ἀρετὴν Μαρία, καὶ τὸν ἔνθερμον
ζῆλον, ὃς δέσμιόν σε πέμπει τῇ πρὸς Θεόν, ἀγαπήσει Ἀπόστολε, πόλει Ῥωμαίων
θανάτῳ τοὺς σταυρωτάς, τοῦ Χριστοῦ προδοῦναι ἔνδοξε.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β΄.
Πρώτη
κατιδοῦσα τὴν θείαν Ἀνάστασιν, Μαρία ἡ Μαγδαληνή, τοῦ πρώτου τῶν ἀγαθῶν αἰτίου,
τοῦ τὴν ἡμετέραν εὐσπλάγχνως φύσιν θεώσαντος· πρώτη καὶ εὐαγγελίστρια ἐδείχθης,
βοῶσα τοῖς Ἀποστόλοις· τὴν ἀθυμίαν ἀποθέμενοι, τὴν εὐθυμίαν ἀναλάβετε, καὶ
δεῦτε κατοπτεύσατε Χριστὸν ἐξαναστάντα, καὶ κόσμῳ παρέχοντα τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
τὴν ἱεράν, τῆς Μυροφόρου μνήμην, μυρίσωμεν ἐν μύροις, τῆς μυρισάσης μύροις, τὸ
σῶμα τοῦ Θεοῦ ἡμῶν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Οἷάπερ
οὐρανόν, βλέπομεν τὸν ναόν σου, Μαρία ὥσπερ ἄστροις, τοῖς θαύμασι τοῖς θείοις,
ὡραϊσμένον ἔνδοξε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Μονὴν
σὴν ὑψηλῷ, ἐνιδρυμένην ὄρει, Σίμωνος πάσης βλάβης, Μαγδαληνὴ λιταῖας σου,
φύλαττε σὲ γεραίρουσαν.
Δόξα.
Τριαδικόν.
Σέλας
τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Μαγδαληνῆς πρεσβείαις, τῆς πρώτης
Μυροφόρου, ἐλέησον τοὺς δούλους Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἔχουσα
Μαριάμ, Μητρόθεε ὀπίσω, Σοῦ ἑπομένην πόθῳ, Μαγδαληνὴ τὸν τάφον, τοῦ Σοῦ Υἱοῦ
κατέλαβες.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μαρία
ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα
ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες ἡμεῖς δέ,
ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι.
Δόξα.
Ὅμοιον.
Χριστῷ
τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ
δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην,
ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὤ
τοῦ παραδόξου θαύματος! πῶς Χριστοῦ τῶν ποδῶν, ἡ Μαρία ἥψατο καὶ πρώτη τὴν ἐκ
νεκρῶν αὐτοῦ Ἀνάστασιν, κατεῖδε ξενοπρεπώς, ἐπιτυχοῦσα τῆς θείας ἑλλάμψεως·
βοάτω πᾶς ὁ λαός, ἐν καθαρᾷ τῇ καρδίᾳ γεραίροντες, τὴν ἐν Μυροφόροις πρώτην,
καὶ εὐαγγελίστριαν· ἧς τῇ θείᾳ πρεσβεία, τῶν δεινῶν ἀπαλλαττόμεθα.
Μύρων
τῶν σεπτῶν σου πάνσοφε, ἡ ὀσμὴ ἐξῆλθεν, εἰς τὰ κόσμου πέρατα, καὶ πάσας τῶν
εὐσεβῶν, ψυχὰς ἐμύρισεν, τῶν πόθῳ ἐν τῇ σορῷ, σεπτῆς χειρὸς προσψαυόντων σου
ἔνδοξε, ἐκ πάσης φθοροποιοῦ, νόσου καὶ πάθους λαμβάνομεν ἴασιν· ὅθεν τὴν σεπτήν
σου μνήμην, νῦν πανηγυρίζομεν, καὶ αἰτοῦμεν πρεσβεύειν, ὑπὲρ τῶν ἀνευφημούντων
σε.
Τὴν
σὴν γεραίρομεν πάνσοφε, εὐανδρίαν πάντες, καὶ ψυχῆς στεῤῥότητα, Μαρία ἡ τῶν
πιστῶν, ὁμοῦ ὁμήγυρις· ἐκήρυξας γὰρ τρανῶς, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος
Ἀνάστασιν, δι᾿ ἧς οἱ πάντες ἡμεῖς, τῇ εὐσεβείᾳ πιστῶς ἐστηρίχθημεν, καὶ πρὸς σὲ
σεμνὴ βοῶμεν· μετὰ σοῦ ἡ δύναμις, τοῦ Κυρίου ὑπάρχει, ἕκτελούσα τὰ θαυμάσια.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν ᾄσμασιν.
Ποίοις,
εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὴν Μυροφόρον, τὴν τῶν Ἀποστόλων ὁμότροπον, καὶ
Μυροφόρων ἐξάρχουσαν· τὸ τῆς Ἐκκλησίας μέγα κλέος· σελήνην, τὴν δᾳδουχοῦσαν τὴν
ὑφήλιον· τὸ ξίφος, τὸ κατακόψαν τοὺς σταυρώσαντας· ἣν δεξιᾷ ζωηφόρῳ, ἀμαράντῳ
στέφει, ὡς νικήσασαν στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις,
εὐωδιῶν ἄνθεσιν, νῦν μυρίσωμεν τὴν Μυροφόρον, τὴν Χριστοῦ τὸ σῶμα μυρίσασαν·
νέκυν ἐν μνήματι κείμενον, δάκρυσι καὶ μύροις καὶ ἀγάπῃ· τὴν πάντα, τὰ ἐπὶ γῆς
ἐναποῤῥίψασαν, καὶ μόνον, Χριστὸν Αὐτὸν ἐπιποθήσασαν· ἧς τὴν πανέντιμον χεῖρα,
ἀρωμάτων κρήνην, ἐδωρήσατο τοῖς πιστοῖς, ἐν ᾗ καὶ προστρέχοντες, θείαν χάριν
ἀρυόμεθα.
Ποῖα,
πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Μυροφόρε· λώβην γὰρ λοιμοῦ τὴν
πανώλεθρον, τὴν καταθερίζουσαν ποίμνην σου, ἔστησας θερμῇ σου προστασίᾳ· διό
σου, τὴν φωτοφόρον καὶ πανέορτον, τιμῶντες, Μαρία μνήμην ἐκτελοῦμέν σου,
ἐκδυσωποῦντες πρεσβεύειν, τὸν Σωτῆρα δοῦναι, ἡμῖν ἅπασιν ἱλασμόν, ψυχῆς
ἀγαλλίασιν, εὐφροσύνην τε καὶ ἔλεος.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
φιλέορτοι πάντες, πνευματικὴν χορείαν στησάμενοι, ἄνθεσιν ἐγκωμίων, τὴν πρώτην
ἐν Μυροφόροις στεφανώσωμεν, Μαρίαν τὴν κυριώνυμον, καὶ τοῦ Λόγου μαθήτριαν.
Αὕτη γάρ, τὴν οἰκουμένη πᾶσαν διαδραμοῦσα, τὸ εὐαγγέλιον ἐκήρυξε, καὶ τοὺς
θεοκτόνους θανάτῳ παρέδωκε· καὶ νῦν ἐν παῤῥησίᾳ, τῷ θρόνῳ τῆς μεγαλωσύνης
παρίσταται, ὡς μαθήτρια, ἰσαπόστολος καὶ μυροφόρος· πρεσβεύουσα ἐκτενῶς ὑπὲρ
ἡμῶν τῶν τιμώντων τὴν πάνσεπτον θήκην τῆς πανεντίμου χειρὸς αὐτῆς, ἰαμάτων
ῥεῖθρα ἀκενώτως πηγάζουσαν, καὶ παρέχουσαν ἱλασμὸν παρὰ Θεοῦ, τοῖς ἐκτελοῦσι
πόθῳ, τὴν χαρμόσυνον αὐτῆς, καὶ πανέορτον πανήγυριν.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 60, 1-16)
Φωτίζου,
φωτίζου Ἱερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ
δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί
σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι
πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται. τότε ὄψῃ
καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ
ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ
καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον
τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. καὶ πάντα τὰ πρόβατα Κηδὰρ
συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ
θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. τίνες οἵδε ὡς
νεφέλαι πέτανται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ
πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ
χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ
᾿Ισραὴλ ἔνδοξον εἶναι. καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ
βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον
ἠγάπησά σε. καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ
κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.
τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη
ἐρημίᾳ ἐρημωθήσεται. καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ
καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου
δοξάσω. καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ
παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου ᾿Ισραήλ. διὰ τὸ γεγενῆσθαί
σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε
ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν καὶ
πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός
σε ὁ Θεὸς ᾿Ισραήλ.
Προφητείας
Ἰωὴλ τὸ Ἀνάγνωσμα
Τάδε λέγει Κύριος· Τὰ τέκνα Σιών,
χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς
δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ
πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου,
καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη,
καὶ ἡ κάμπη, καὶ ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες,
καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ' ὑμῶν
θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐν
μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ,
καὶ οὐ μὴ καταισχυνθῇ ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα. Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ
ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ
θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν, ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι
ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς
ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα
ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ.
Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τήν ἡμέραν
Κυρίου τὴν μεγάλην, καὶ ἐπιφανῆ, καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου,
σωθήσεται.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Υἱὲ ἄνοιγε σὸν στόμα λόγῳ
Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς· ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως. Διάκρινε δὲ
πένητα καὶ ἀσθενῆ· γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστὶ λίθων
πολυτελῶν ἡ τοιαύτη· θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς. Ἡ τοιαύτη
σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ αὐτῆς ἀγαθὰ καὶ οὐκ κακά. Πάντα τὸν χρόνον
εὑραμένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς· ἐγένετο ὡσεὶ ναῦς
ἐμπορευομένη μακρόθεν. Συνάγει ἑαυτῆς τὸν πλοῦτον· καὶ ἀνίσταται ἐκ νυκτὸς, καὶ
ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο·
ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα· ἀναζωσαμένη ἰσχυρῶς τὴν
ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον· ἐγεύσατο ὅτι καλὸν τὸ
ἐργάζεσθαι, καὶ οὐ σβέννυται ὁ λύχνος αὐτῆς, ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς
ἐκτείνει ἐπὶ τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρα δὲ
αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ· οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ
ἀνὴρ αὐτῆς, ὅταν ποῦ χρονίζῃ. Πάντες γὰρ οἱ παρ’ αὐτῇ, ἐνδεδυμένοι εἰσι. Δισσὰς
στολὰς καὶ χλαίνας, ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς· ἡνίκα ἐὰν κάθῃται ἐν
συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, καὶ κατοίκων τῆς γῆς· σινδόνας ἐποίησε, καὶ
ἀπέδοτο τοῖς φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις· ἰσχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε
προσεχόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεναὶ διατριβαὶ οἴκων αὐτῆς·
σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· ἀνέστη τὰ τέκνα αὐτῆς καὶ ᾔνεσαν αὐτήν. Καὶ ὁ ἀνὴρ
αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν· πολλαὶ ἐκτήσαντο
πλοῦτον· πολλαὶ εὗρον δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς
ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ συνετὴ
εὐλογεῖται· φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ
αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Σταλάξατε
τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ εὐωδίαν ἐκπέμψατε· ἡ Ἐκκλησία τοῦ Θεοῦ σήμερον
εὐφροσύνως ἀγαλλομένη βοᾷ· ὅτι ἐλαμπρύνθη μου τὸ κάλλος ὑπὲρ πάντα λόγον· ἰδοὺ
γὰρ ἡ τὸ σῶμα τοῦ νοητοῦ μου Νυμφίου Χριστοῦ, τοῖς βαρυτίμοις μύροις, κείμενον
ἐν μνήματι μυρίσαι σπουδάσασα, Μαρία ἡ Μαγδαληνή, τὴν πορείαν πρὸς οὐρανὸν
ἐποιήσατο. Δεῦτε οὖν φιλέορτοι, τῶν Ὀρθοδόξων τὸ σύστημα, ἐγκωμιάζοντες ταύτης
εἴπωμεν· χαίροις, ἡ πρώτη Χριστὸν ἐξαναστάντα, διὰ τῆς ἰσαγγέλου σου ζωῆς
κατιδοῦσα πανεύφημε, καὶ ἀγγελικῆς φωνῆς ἐπακούσασα, καὶ θέας ἀξιωθεῖσα,
εὐαγγελιζομένων σοι Χριστοῦ τὴν Ἀνάστασιν· χαίροις, Ἀποστόλων πρωταπόστολε,
παρὰ Χριστοῦ ἀποσταλεῖσα πρὸς αὐτούς, μηνῦσαι τούτοις τὴν ἐκ νεκρῶν Αὐτοῦ
ἔγερσιν· χαίροις, τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.
Ὁ
αὐτός.
Πνευματικοῖς
ᾄσμασι τὴν Μυροφόρον τοῦ Χριστοῦ ἅπαντες εὐφημήσωμεν, Μαρίαν τὴν Μαγδαληνήν·
αὕτη γὰρ τὴν ἀχλὺν τῆς ἀθυμίας, τῶν Ἀποστολικῶν προσώπων ἐξηφάνισεν, ὁ Χριστὸς
ἀνέστη πρὸς αὐτοὺς ἐκβοήσασα καὶ νῦν τῷ ποθουμένω ἐπαπολαύουσα τρισηλίῳ φωτί,
ἐκτενῶς ἱκετεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐκ πόθου ἑορταζόντων, τὴν παναγίαν
αὐτῆς κοίμησιν.
Ἦχος
γ´.
Δεῦτε
ἅπαντες πιστοί, τῶν εὐσεβούντων τὸ φιλέορτον σύστημα συναθροισθέντες σήμερον,
ἐν τῷ πάνσεπτῳ ναῷ τῆς Μυροφόρου εὐλαβῶς, τὴν μνήμην αὐτῆς φαιδρῶς
πανηγυρίσωμεν, ὅτι εὔφρανε Θεὸν ἀγγελικῶς, ἐν γῆ βιωτεύσασα· πᾶσαν γὰρ βιωτικὴν
ἀποῤῥιψαμένη ἀπόλαυσιν, συνεσταυρώθη Χριστῷ τῷ νοητῷ αὐτῆς Νυμφίῳ, ᾧ καὶ
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Τὸ
κειμήλιον τοῦ Λόγου, τὸ θεῖον ἐνδιαίτημα τοῦ Ἁγίου Πνεύματος, ἐν ᾧ ὁ τῆς
χάριτος πλοῦτος τεθησαύρισται, ἡ παμφαὴς Μυροφόρος, ὡς ἥλιος λάμπει τοῖς
πέρασι, Μαγδαληνὴ ἡ Ἀπόστολος καὶ ἀπαύστως δαδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα,
νόσους ἀποσοβούσα, καὶ πάθη θεραπεύουσα, καὶ πρεσβεύει ἀδιαλείπτως Χριστῷ τῷ
Θεῷ, εἰρηνεύσαι τὸν κόσμον, καὶ σώσαι ἐκ θλίψεως, τοὺς τὴν σεπτὴν αὐτῆς μνήμην
ἐκτελοῦντας ἐν ᾄσμασιν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομεν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σὲ οἱ πιστοὶ κατὰ χρέος· τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
ἡ Μυροφόρος Χριστοῦ, ἡ ἐν τῷ τάφῳ τῷ σεπτῷ προσκομίσασα, τὰ μύρα διακρυῤῥοοῦσα,
καὶ χαρμονῆς ἀληθοῦς, ἐμπλησθεῖσαν τοῦτον ὅτε ἔβλεψας, ἐκ τάφου τριήμερον,
ἀναστάντα πανένδοξε· καὶ θείους πόδας, γηθομένη ἐκράτησας, παρ’ οὗ ἤκουσας· Μή
μου ἅπτου, ἀλλ’ ἄπελθε, μύσταις ἐσμοῖς κηρύττουσα, τὴν θείαν μου ἔγερσιν, καὶ
χαρμονῆς ἐμπλησθέντες, ἐν Γαλιλαίᾳ με ὄψονται, τὸν πᾶσι διδόντα, τὴν ἀνάστασιν
εἰρήνην καὶ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Δεῦτε,
τῆς Μυροφόρου Χριστοῦ, μετ’ ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες
συνευφρανθῶμεν, πνευματικῶς ἀδελφοί, καὶ πανευφροσύνως ἑορτάσωμεν· τιμῶντες ἐν
ᾄσμασιν, πρὸς αὐτὴν ἀνακράζοντες· κλέος καὶ θαῦμα, τῶν πιστῶν καὶ κραταίωμα,
ἰσαπόστολε, Μαριὰμ θεοδόξαστε· χαίροις ἡ ἀπόστάζουσα, κρουνοὺς τῶν ἰάσεων, ἐκ
τῆς σοροῦ τῆς παντίμου, χειρὸς τοῦ θείου λειψάνου σου, Χριστοῦ τῇ δυνάμει, τοῦ
παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Πόθῳ,
καὶ θυμηδίᾳ ψυχῆς, τῆς Μυροφόρου τὴν πανήγυριν σήμερον, τελοῦντες πιστοὶ ἐν
ὕμνοις, τὸν ζωοδότην Χριστὸν, τὸν αὐτὴν δοξάσαντα δοξάσωμεν, τιμῶντες
γηθόμενοι, ὡς τοῦ Λόγου μαθήτριαν, καὶ εὐσεβείας, ὡς ὀφθεῖσαν ὑπέρμαχον· καὶ
γεραίροντες, εὐσεβῶς μακαρίσωμεν, χαίροντες καὶ δοξάζοντες, Χριστὸν τὸν Θεὸν
ἡμῶν, τὸν ἐπαξίως τὴν μνήμην, αὐτῆς φαιδρῶς μεγαλύναντα· Αὐτὸν δυσωποῦντες,
ταῖς εὐχαῖς αὐτῆς βραβεῦσαι, ἡμῖν τὸ ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῷ
ἑκουσίως πτωχεύσαντι, τὴν πτωχείαν τὴν ἐμήν, ὑπερβολῇ εὐσπλαγχνίας, Χριστῷ τῷ
Θεῷ, ἡ Μαγδαληνὴ ἡ Μαρία, ὡς μαθήτρια πιστῶς διακονήσασα, ἐπὶ ξύλου ταθέντα,
καὶ τάφῳ συγκλεισθέντα, κατιδοῦσα ἐβόα δακρύῤῥοοῦσα· Τί τὶ ξένον θέαμα; ὁ
νεκροὺς ζωοποιῶν, πῶς νεκρὸς λογίζεται; Ποῖα μύρα κομίσω, τῷ ἀπαλλάξαντί με
δυσωδίας τῶν δαιμόνων; Ποῖα δάκρυα χέω, τῷ δακρύων τὴν ἐμὴν μεταμφιάσαντι
προμήτορα; Ἀλλ’ ὁ τοῦ σύμπαντος Ἄναξ, ὡς παραδείσου φύλαξ φανείς, δροσισμῷ τῶν
Αὐτοῦ ῥημάτων, τὸν καύσωνα ἀφανίζει, λέξας πρὸς αὐτήν· τοῖς ἀδελφοῖς μου
πορευθεῖσα, εὐαγγέλια χαρᾶς ἀναβόησον· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα
ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν, ὅπως παράσχω τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μαρία
ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα
ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες ἡμεῖς δέ,
ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι.
Δόξα.
Ὅμοιον.
Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ δικαιώματα, καὶ
τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α´. Στιχολογίαν, κάθισμα. Ἦχος α´. Τὸν Τάφον σου Σωτήρ.
Τὸ
ἄκρον ἐφετόν, ἀγαπήσασα ὄντως, σεμνὴ Μαγδαληνή, ἡδονὰς ἐβδελύξω· τὸν κόσμον
μισήσασα, τὸ ποθούμενον ἔφθασας. Ὅθεν ἔνδοξε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὅπως
σχέσεως, τῶν ἡδονῶν λυτρωθῶμεν, ἀγάπῃ τοῦ κρείττονος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
νέος οὐρανός, ὁ χωρήσας ἀῤῥήτως, τὸν ἐν τοῖς οὐρανοῖς, μὴ χωρούμενον Λόγον·
παλάτιον ἔμψυχον, τοῦ Δεσπότου τῆς κτίσεως, ἡ περίδοξος, καὶ περιώνυμος Κόρη,
τοῦ Σωτῆρός μου, τῆς οὐρανίου πατρίδος, πολίτην με ποίησον.
Μετὰ
τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς Μαθήτρια,
ἀληθῶς διηκόνησας· καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφοι
τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει
πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε
πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες·
χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε
μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς
Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεοτόκε
πανύμνητε χαῖρε πάνσεμνε Νύμφη ἡλιοστάλακτε· χαῖρε πάντων τῶν ὑμνούντων σε.
Μετὰ
τὸν Πολυέλεον· Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τὸν
ναόν σου πάνσεμνε, οἶκον θαυμάτων, καὶ δαιμόνων μάστιγα, καὶ ἰατρεῖον,
λοιμικῆς, Μαγδαληνὴ ὀνομάζομεν, καὶ πάσης λύπης ταχεῖαν παράκλησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μωϋσῆς
ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ
φλεχθείσαν πανάμωμε δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ
εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Στ.:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ·
τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος
Εὐαγγέλιον· Ἑωθινὸν Γ´.
Ὁ Ν´.
Δόξα: Ταῖς τῆς Μυροφόρου πρεσβείας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος β´. Ἀναστᾶς ὁ Ἰησοῦς. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἀναστάντα
Ἰησοῦν, πρώτη Μαρία ὡς ἐθεάσω, ἔδραμες ταχύ, σοῖς συμμύσταις, τὴν αὐτοῦ μηνῦσαι
Ἐγερσιν.
Οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ΄, καὶ τῆς
Μυροφόρου δύο εἰς η’.
Ὁ α’ Κανὼν τῆς Μυροφόρου.
ᾨδὴ
α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
Τὸ
στόμα μου ἤνοιξα, λοιπὸν σὺ πλήρωσον Πνεύματος, Θεὲ ὥσπερ ἔφησας, πάλαι προφήτῃ
τῷ σῷ, Μυροφόρου σου, μυρίσαι μνήμην μύροις, ἐθέλοντος σῶμά σου, τῆς μυρισάσης
σε.
Ἀπήστραψε
σήμερον, ἡ παμφαής σου πανήγυρις, ἡλίου φαιδρότερον, τὰς ἐν τῷ σκότει ψυχάς,
καταλάμπουσα, καὶ σκότος τῶν δαιμόνων, Μαρία ἐλαύνουσα, Χριστοῦ μαθήτριαν.
Τὴν
ποίμνην σου φύλαττε, τὴν σὲ τιμῶσαν Ἀπόστολε, ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν
ἀσινῆ, πολεμίων τε, μαχαίρας καὶ πολέμου, λιμοῦ καὶ ποντώσεως, καὶ βλάβης
ὕπερθεν.
Θεοτοκίον.
Τὸ
μνῆμα κατέλαβε, τοῦ ἐκ τῆς Σῆς ἀνατείλαντος, γαστρὸς ἀειπάρθενε, ἀνδρώου δίχα
σπορᾶς· ἑπομένην Σοι, ἔχουσα θρηνωδοῦσαν, ὁμώνυμον σύναλγον, καὶ συνεργάτιδα.
Ὁ β’ Κανὼν τῆς Μυροφόρου, οὗ ἡ ἀκροστιχίς: Τὴν Μαγδαληνὴν
Μαρίαν μέλπω πόθῳ, Θεοφάνους.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ταῖς θείαις ἐμπρέπουσα
καλλοναῖς, καὶ φωτοχυσίαις, λαμπομένη ταῖς θεϊκαῖς, τὴν ἀμαυρωθεῖσάν μου
καρδίαν, ταῖς σαῖς πρεσβείαις Μαρία καταύγασον.
Ἡγίασέ σε Λόγος ὁ τοῦ
Πατρός, πνευμάτων κακίας, λυτρωσάμενος ἐμφανῶς· ᾧ μαθητευθεῖσα χαρισμάτων, τοῦ
παναγίου πεπλήρωσαι Πνεύματος.
Ναμάτων πλησθεῖσα ζωοποιῶν,
πηγῆς ἐξ ἀφθόνου, τοῦ δι᾿ οἶκτον ἐπὶ τῆς γῆς, φανέντος Δεσπότου ἁμαρτίας, τὰ
θολερὰ ἀπεξήρανας ῥεύματα.
Θεοτοκίον.
Μητέρα τοῦ φύσει
Δημιουργοῦ, ὑμνοῦμέν σε Κόρη, καταλλάξασαν τῷ Θεῷ, προσκρούσασαν φύσιν τῶν
ἀνθρώπων, Θεογεννῆτορ πανάμωμε Δέσποινα.
ᾨδὴ
γ´. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ἀγγέλων
τὰ Τάγματα προσθήκην, σὲ νύμφην ἐδέξαντο Χριστοῦ, καὶ Ἀποστόλων ὅμιλος, τῶν
Προφητῶν Ὁσίων τε, τούτων τὸν βίον πάνσεμνε, ἤπερ τις ἄλλος ζηλώσασαν.
Ὡς
πνεύματι τεταπεινωμένῳ, καὶ τρόποις χρηστοῖς ἀκολουθεῖν, τοῖς ἴχνεσι ποθήσασαν,
Μαρία τοῦ Χριστοῦ σπουδῇ, πρὸς ἀπαθείας ὕψος σε· ὅθεν Αὐτὸς ἀνεβίβασεν.
Νυμφίον
ὡραῖον ἐξ ὡραίου, παστοῦ κατιδοῦσα τὸν Χριστόν, τοῦ τάφου πρώτη Κύριον,
ἐξαναστάντα ἔδραμες, μηνῦσαι τὴν Ἀνάστασιν, τοῖς μύσταις τούτου Ἀπόστολε.
Θεοτοκίον.
Παρθένε
μιᾷ τῇ τῶν Σαββάτων, μυρίσαι τὸ σῶμα Σοῦ Υἱοῦ, ἐθέλουσα προσέδραμες, τῷ τάφῳ
τούτου κλαίουσα, μετὰ Μαρίας πάναγνε, Μαγδαληνῆς Σῆς οἰκέτιδος.
Τῆς
Μυροφόρου ὁ β’. Οὐρανίας ἁψῖδος.
Ἀγαπήσασα πρῶτον, τῶν
ἀγαθῶν αἴτιον, τὸν τὴν ἡμετέραν εὐσπλάγχνως, φύσιν θεώσαντα, κατηκολούθησας,
αὐτῷ προθύμως Μαρία, τοῖς αὐτοῦ ὑπείκουσα, θείοις προστάγμασι.
Οὐρανίων θαλάμων, καὶ
φωταυγοῦς λήξεως, ὄντως ἠξιώθης καὶ δόξης, τῆς θεώσεως, Μαρία ἔνδοξε, τοῦ
διαβόλου τὰ κέντρα, δρόμοις τοῦ κηρύγματος, ἐξαφανίσασα.
Γεγηθυῖα τὸν τάφον, τοῦ
Λυτρωτοῦ ἔφθασας, πρώτη κατιδοῦσα τὴν θείαν, Κόρη Ἀνάστασιν· εὐαγγελίστρια,
ὅθεν ἐδείχθης βοῶσα· Ὁ Χριστὸς ἐγήγερται· χεῖρας κροτήσατε.
Θεοτοκίον.
Διασῴζει με Λόγος, ὁ σαρκωθεὶς
Πάναγνε, σοῦ ἐκ τῶν πανάγνων αἱμάτων, πλούτῳ χρηστότητος, λύων ἀπόφασιν, τῆς
παλαιᾶς καταδίκης· ὃν ἀπαύστως αἴτησαι, σῶσαι τὴν ποίμνην σου.
Κάθισμα.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
χαρισμάτω τὴν πληθὺν καὶ θαυμάτων, τίς δυνηθήσεται εἰπεῖν Μυροφόρε; Καὶ γὰρ
λυτροῦσαι πάντοτε τὴν ποίμνην σου, πάσης περιστάσεως, καὶ παντοίας ἀνάγκης,
λοιμοῦ τοῦ παμφθόρου τε, πυρετῶν καὶ θορύβων, τῶν κατὰ κόσμον· ὅθεν σοι σεμνή,
χαριστηρίους, ᾠδὰς προσκομίζομεν.
Δόξα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς μαθήτρια,
ἀληθῶς διηκόνησας. Καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφῳ τεθέντα,
ἐθρήνεις δακρύουσα. Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει
πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ὡς
Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι
μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος·
καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων
τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι·
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν
ἀξίως, τὸν τόκον σου Ἄχραντε.
ᾨδὴ
δ´. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος.
Ἀποῤῥίψασα
τοῦ κόσμου ματαιότητα ἅπασαν· τῷ σῷ διδασκάλῳ, ὅλῃ τῇ ψυχῇ ἠκολούθησας, Ὃν καὶ
νεκρὸν γεγονότα οὐ διέλιπες· ἀλλὰ δάκρυσι, καὶ μύροις τοῦτον ἐμύρισας.
Γυναικεῖον
ἅπαν δέος σῆς ψυχῆς ἀποῤῥίψασα, Μυροφόρε πόῤῥω, πόλιν τῶν Ῥωμαίων κατέλαβες·
καὶ σταυρωτῶν τοῦ Κυρίου ἐφανέρωσας, τὴν κακόνοιαν· οὓς καὶ θανάτῳ παρέδωκας.
Ὡραιώθης
Μυροφόρε τοῖς ὡραίοις χαρίσμασι, τὸν ὡραῖον Λόγον, τοῦ Θεοῦ ὡραίως ποθήσασα,
τὸν τοὺς ὡραίους ποιοῦντα τὴν σὴν κοίμησιν, ὡραΐζοντας, ὡραίοις ὕμνοις
Ἀπόστολε.
Θεοτοκίον.
Ἀναστάντα
κατιδοῦσα Σὸν Υἱὸν Μητροπάρθενε, ἔδει Σε χαρῆναι, ὡς προλυπηθεῖσαν ὡσαύτως τε,
τὰς ἑπομένας Σοι πάσας, ὧν ἡ ἔνδοξος, καὶ κορυφαία Μαγδαληνὴ ὦ πανάμωμε.
Τῆς
Μυροφόρου ὁ β’. Εἰσακήκοα Κύριε.
Ἀνενόχλητον φέρουσα, κόσμου
ματαιότητος τὴν διάνοιαν, τῷ ἐλθόντι κόσμον ἅπαντα, διασῶσαι πλάνης διηκόνησας.
Λελουμένη τοῖς δάκρυσι,
τάφον τῆς ζωῆς προφθάσασα Ἄγγελον, ἐθεάσω καταγγέλλοντα, τοῦ Χριστοῦ Μαρία τὴν
Ἀνάστασιν.
Ἡ καρδία σου ἄμωμος, ἐν
τοῖς δικαιώμασι Χριστοῦ γέγονε, καὶ αὐτὸν μόνον ἐπόθησας, τὸν ὡραῖον κάλλει
ἀξιάγαστε.
Θεοτοκίον.
Νυσταγμῷ ἀμελείας με, ὕπνος
ἁμαρτίας Κόρη ὑπέλαβε· τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν με πρὸς μετάνοιαν.
ᾨδὴ
ε´ . Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησαν
Τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, μνήματι Χριστοῦ παρισταμένην, τούτων τὸ
ἔργον τῆς λειτουργίας σεμνή, πράττουσαν ἀγάπῃ θεϊκῇ, καὶ καταπτερνίζουσαν, τὸν
ποτέ σε πτερνίσαντα.
Ἑόρτιον
σήμερον, ἡ Ἐκκλησία ἄγει σοι, μνήμην ἐτησίως ἐκβοῶσα· σύ μου τὸ κράτος, σὺ τὸ
στερεώμα· καὶ γὰρ ἐξ ἐθνῶν σαῖς διδαχαῖς, ἤχθην πρὸς ἐπίγνωσιν, τοῦ Νυμφίου μου
πάνσεμνε.
Ἀνέστη
ὡς ἤκουσας, Μαγδαληνὴ ὁ Κύριος· ἔδραμες σπουδαίως ἐν τῇ πόλει, τοῖς σοῖς
συμμύσταις τούτου τὴν ἔγερσιν, οἷα πρωταπόστολος σεμνή, ξένως ἀπαγγέλουσα, τῆς
λαμπρᾶς Ἀναστάσεως.
Θεοτοκίον.
Παρθένε
πανάμωμε, τὸν Σὸν Υἱὸν ἑώρακας· πρώτη ἀναστάντα ἐκ τοῦ τάφου· ὅμως τῷ φίλτρῳ,
Μαγδαληνῆς τῆς σεμνῆς, νικωμένη δέδωκας αὐτῇ, τὰ πρωτεῖα πάναγνε· ὢ μεγίστου
χαρίσματος!
Τῆς
Μυροφόρου ὁ β᾿. Ἵνα τί με ἀπώσω.
Ἡ προμήτωρ τὸν ταύτην,
λόγοις δελεάσαντα καὶ ἐξοικίσαντα, Παραδείσου πάλαι, καθορῶσα ποσὶ
συμπατούμενον, ἱερῶν γυναίων, γνώμην ἀνδρείαν κεκτημένων, σὺν αὐταῖς αἰωνίως
ἀγάλλεται.
Νεκρωθέντι καὶ τάφῳ,
ἐπανακλιθέντι τῷ πᾶσι ζωὴν ἐμπνέοντι, τετρωμένη πόθῳ, τῆς γλυκείας αὐτοῦ
ἀγαπήσεως, προσκομίζεις μύρα, Μαγδαληνὴ σεμνὴ Μαρία, καὶ δακρύων προχέεις
ἀρώματα.
Μετὰ Πάθος τὸ θεῖον, μετὰ
τὴν φρικτὴν τοῦ Σωτῆρος Ἀνάστασιν, διαθέεις λόγον, πανταχοῦ τὸν σεπτὸν
διαγγέλλουσα, καὶ πολλοὺς ζωγροῦσα, ἀπατηθέντας ἀγνωσίᾳ, ὡς τοῦ Λόγου μαθήτρια
ἔνδοξε.
Θεοτοκίον.
Ἀνορθοῖ με πεσόντα, πρὸς
τῆς ἁμαρτίας πολύπλοκα βάραθρα, ὁ ἐκ σοῦ τεχθῆναι, εὐδοκήσας δι᾿ ἄμετρον ἔλεος,
Παναγία Κόρη· ὃν ἐκδυσώπει πάσης βλάβης, λυτρωθῆναι τοὺς πίστει ὑμνοῦντάς σε.
ᾨδὴ
στ´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Εἰς
πᾶσαν γῆν ὥσπερ γέγραπται, ἐξῆλθέ σου ὁ φθόγγος Ἀπόστολε, καὶ εἰς τὰ πέρατα,
τῆς οἰκουμένης τὰ ῥήματα· Δαβιτικῶς οὖν πάντες, νῦν σὲ γεραίρομεν.
Ὁσίως
λόγον τὸν ἄναρχον, κηρύττουσα ἐν πλοίῳ ἐμβέβλησαι, Μαρία ἔνδοξε, καὶ τῷ βυθῷ
ἐπιδέδοσαι· καὶ ἐκ βυθοῦ τῆς πλάνης, πάντας ἀνήγαγες.
Ἐν
κήπῳ πάλαι ἀκήκοε, τῆς λύπης σὴ προμήτωρ μηνύματα· ὧν τὸ ἀντίθετον, κήπῳ ταφῆς
σὺ ἀκούσασα, Μαγδαληνὴ ἰάσω, ταύτης τὸ σύντριμμα.
Θεοτοκίον.
Τὴν
θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βλαστήσασαν, τὴν ἀγεώργητον,
χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.
Τῆς
Μυροφόρου. Ἰλάσθητί μοι Σωτήρ.
Ῥημάτων σου δροσισμῷ, τῆς
ἀθυμίας τὸν καύσωνα, ἐξῆρας τῶν Μαθητῶν, σεμνὴ ὡς ἐβόησας· Ὁ Χριστὸς ἐγήγερται·
ἡ ζωὴ ἐφάνη· ὁ φαιδρὸς ἤστραψεν ἥλιος.
Ἰδού σου ἡ φωταυγής, Μαρία
μνήμη ἐξέλαμψε, φωτίζουσα τοὺς πιστῶς, ἐν ταύτῃ ὑμνοῦντάς σε, καὶ σκότος
διώκουσα, πονηρῶν δαιμόνων, ἐπηρείας ἀξιάγαστε.
Ὡραία νύμφη Χριστοῦ,
ἐδείχθης καὶ περιδέξιος, τω κάλλει τῶν ἀρετῶν, σεαυτὴν κοσμήσασα· Μυροφόρων
ἔξαρχε, διὸ καὶ παστάδος οὐρανίου κατηξίωσαι.
Θεοτοκίον.
Ἁγίασμα νοητόν, καὶ
ἄψαυστον ἱλαστήριον, λυχνία φωτοειδής, ὡράθης καὶ γέφυρα, πρὸς Θεὸν μετάγουσα,
τοὺς ὑμνολογοῦντας, Θεοτόκον σε πανάμωμε.
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν
προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην· ὅθεν καὶ ἰάματα,
ἀπετέλεσας πλεῖστα· καὶ μεταστᾶσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Ὁ
Οἶκος.
Τὸ
φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε
τὸ φίλτρον, τὸ ἀναπόσπαστον σεμνή, πρώτῃ ἐμφανίζει ἑαυτόν σοι, ἀναστὰς ἐκ τοῦ
μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι, τῷ
ἀπροσπελάστῳ· καὶ αὐτός σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν
δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου, ἐμφανίζει σοι βουλήν· καὶ
πέμπει δέ σε, θεῖα εὐαγγέλια, τοῖς κατεπτηχόσι Μύσταις, τῆς αὑτοῦ ἐγέρσεως
ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παῤῥησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Συναξάριον.
Τῇ
ΚΒ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ
Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Ἁφαῖς ἀΰλοις
ἅπτεταί σου, Χριστέ μου,
Μή μου, πρὸς
ἣν ἔφησας, ἅπτου, Μαρία.
Δευτερίῃ
Μαρίῃ μύσεν εἰκάδι Μαγδαληνή.
Αὕτη
ἐκ τῶν Μαγδάλων ἦν τῶν ὁρίων Συρίας. Προσελθοῦσα δὲ τῷ Χριστῷ, καὶ ὑπὸ δαιμόνων
ἑπτὰ ἐνοχλουμένη, ἀπηλλάγη αὐτῶν τῇ τοῦ Χριστοῦ χάριτι· καὶ ἀκολουθήσασα αὐτῷ
μέχρι τοῦ πάθους αὐτοῦ καὶ Μυροφόρος γέγονε καὶ πρώτη τὴν Ἀνάστασιν, ἅμα τῇ
ἄλλῃ Μαρίᾳ, τῇ Ὑπεραγίᾳ Θεοτόκῳ, κατεῖδεν, ἡνίκα ὀψὲ Σαββάτων εἶδε τὸν Ἄγγελον·
πρωίας δὲ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους· καὶ πάλιν αὐτὸν τὸν Κύριον· ὃν
καὶ κηπουρὸν λογιζομένη, ἤκουσε παρ᾿ αὐτοῦ· Μή μου ἅπτου. Μετὰ γοῦν τὴν θείαν
καὶ Ἁγίαν Ἀνάληψιν, γενομένη εἰς Ἔφεσον πρὸς τὸν Ἅγιον Ἰωάννην τὸν Θεολόγον καὶ
Ἀπόστολον, ἐκεῖ ὁσίως κεκοίμηται καὶ ἐτέθη πρὸς τῇ εἰσόδῳ τοῦ σπηλαίου, ἐν ᾧ οἱ
Ἅγιοι μακάριοι ἑπτὰ κεκοίμηνται Παῖδες. Ὕστερον δέ, ἐπὶ Λέοντος τοῦ ἐν μακαρίᾳ
τῇ λήξει γενομένου βασιλέως ἡμῶν, τὸ ταύτης ἀνακομισθὲν λείψανον ἐν τῇ ὑπ᾿ αὐτοῦ
συστάσῃ μονῇ τοῦ Ἁγίου Λαζάρου κατετέθη, ἐν ᾗ ἐτησίως καὶ ἡ σύναξις αὐτῆς
τελεῖται καὶ ἐν τοῖς Κουράτορος πλησίον τοῦ Ταύρου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Μαρκέλλης.
Κἂν ἀγνοῶμεν
πάντες ἡμεῖς, Μαρκέλλα,
Ἀθλήσεως σῆς
Χριστὸς οἶδε τὸν τρόπον.
Ἄγνωστος
ὁ χρόνος τῆς ἀκμῆς τῆς ὁσίας. Ἐν τῷ σῳζομένῳ ὑπομνήματι αὐτῆς λέγεται ὅτι «ἀπὸ
τοῦ μὴ ἐμφέρεσθαι εἰς αὐτὴν μήτε κανόνα μήτε ὑπόμνημα ἄγνωστος εἶναι ἐδόκει»
ἀλλ᾿ ἐγένετο γνωστὴ ἐκ τοῦ ὅτι οἱ κάτοικοι τῆς νήσου Χίου ἀπὸ πολλῶν ἐτῶν εἶχον
ναὸν ἐπ᾿ ὀνόματι τῆς ἁγίας, ἥτις πολλὰ ἐτέλει θαύματα. Τὸ ἐν τῷ Λειμωνάριῳ
βιογραφικὸν ὑπόμνημα, ὅπερ εἶναι κατασκεύασμα νεωτέρων χρόνων, θέλει ταύτην
Χιοπολίτιδα, ἀλλὰ περὶ τούτου δέν ἔχομεν μαρτυρίας ἀρχαίας καὶ ἡ εἰς αὐτὴν
Ἀκολουθία, ποίημα Νικηφόρου ἱερομόναχου τοῦ Χίου, βασίζεται εἰς τὸ νεώτερον
ὑπόμνημα τοῦ ἰδίου Νικηφόρου· οὐδαμοῦ δὲ εὗρον λείψανόν τι ἀρχαιοτέρας
Ἀκολουθίας αὐτῆς. Οἱ κάτοικοι τῆς Χίου, μεταξὺ τῶν ἄλλων θαυμάτων τῆς ὁσίας, τὰ
ὁποία ἀφηγοῦνται, βεβαιοῦσι καὶ τοῦτο, ὅτι εἰς τὴν παραλίαν, ὅπου ἦν ὁ ναὸς
αὐτῆς, εὑρίσκουσι χάλικας πλήρεις αἱμάτων πεπηγμένων, τοὺς ὁποίους ξεόντες
ἐμβάλλουσιν εἰς ἀγγεῖα καὶ ἐχουσιν εἰς θεραπείαν πάσης νόσου.
Τῇ
αὐτὴ ἥμερα, μνήμη τοῦ Ὁσίου Μενελάου, ἰδρυτοὺ τῆς
Μονῆς Μένατε ἐν Γαλλίᾳ.
Ἠστραψε βίος
Μενελάου ὁσίου,
ὥσπερ ἀστραπὴ
τοῖς πέρασι διαλάμπει.
Ἀπὸ
ὅσα μας λέγει ὁ συναξαριστὴς Βουκελίνος, ὁ ἀββᾶς Μενέλαος καταγόμενος ἐκ
βασιλικοῦ γένους, ἐθεώρησε προτιμητέαν τῆς ἡδονῆς τὴν αὐστηρότητα, τῆς
ἀκολασίας τῶν ἠθῶν τῶν τὰ πρῶτα ἐχόντων τὴν μοναστικὴν πειθαρχίαν, τοῦ πλούτου
τὴν πτωχείαν, τῆς δόξης καὶ τῆς ἐξουσίας, ἀλλὰ καὶ τῆς ὑπάτης ἀρχῆς, διάγειν
ζωὴν ἐσχάτης ταπεινώσεως καὶ φέρειν τὸ περιλαίμιον τοῦ ζυγοῦ τῆς ὑπακοῆς.
Ἐνδυθεὶς δὲ τὴν πτωχὴν μοναστικὴν κουκκούλαν, ἐλαμψεν ἐξ αὐτῆς κατὰ πολλὰ
ἐπιφανέστερος ἐξ ὅσον θὰ λάμπειν ἐκ πορφύρας, χρυσοῦ καὶ πολυτίμων λίθων. Ἀφ᾿
ἑτέρου ἵδρυσε τὴν διάσημον μονὴν πρὸς τιμὴν τοῦ ἁγίου Μαρτίνου, εἰς τὴν
περιοχὴν τῆς Ἀμβέρσας, ἡ ὁποία ἀπεκλήθη ἐν ἀρχῇ τῆς Μένατε καὶ μετ᾿ αὐτὸν καὶ
εἰς τὸ ἑξῆς μονὴν τοῦ ἁγίου Μενελάου. Εἰς τὴν ἐν λόγῳ μονήν, καὶ ἀφοῦ μετὰ
μεγίστης ἁγιότητος ἐφύτευσεν τὴν μοναστικὴν πειθαρχίαν, κατὰ τὴν ἀκριβεστάτην
ἔννοιαν τοῦ Μοναχικοῦ Κανόνος καὶ τὴν ἐστερέωσε κατὰ σταθερότατον τρόπον ἐπὶ
τοῦ ἰδικοὺ τοῦ ἠσυχαστικοὺ παραδείγματος, κατέστη ὑπὸ τοῦ Θεοῦ πασίγνωστος διὰ
θαυμάτων ἀξίων παντὸς θαυμασμοῦ, Καὶ ὄντως, ἡ φήμη αὐτῶν τὸν κατέστησε γνωστὸν
εἰς ἅπασαν τὴν περιοχὴν τῆς Ἀμβέρσας καὶ ἡ ἀναγνώρισις τοῦ εἰς ἅγιον ἐγινε ἐν
ὅσῳ εὑρίσκετο ἐν τῇ ζωῇ. Ὁ Ἅγιος γεννήθηκε τὸ 700 μ.Χ. εἰς τὴν Precigne τῆς
Γαλλίας. Ἡ ἡμερομηνία τῆς κοιμήσεώς του καὶ ἐν Θεῷ τελειώσεως τοῦ εἶναι
ἄγνωστος. Ἡ μνήμη τοῦ ἁγίου Μενελάου, τὴν κβ; Ἰουλίου, ἀνευρίσκεται εἰς τὸ
Μαρτυρολόγιον τοῦ Usuart, εἰς τὰ Βενεδικτίνεια Μαρτυρολόγια, καὶ ἐπανελήφθη εἰς
τὸ Ῥωμαϊκὸ Μαρτυρολόγιον. Κατ᾿ ἀρχὰς ἡ ἑορτὴ παρέμεινε τοπική, εἰς Bourges,
Tours καὶ Souvigny, ἀλλὰ τάχιστα ὁ ἅγιος Μενέλαος ἑωρτάσθη καὶ εἰς τὴν
ἐπισκοπὴν Clermont. Τὰ λείψανα τοῦ ἁγίου εὑρίσκοντο, ὁμοῦ μετ’ ἐκείνων τοῦ
ἁγίου Σαββιβιανοῦ, ὑπὸ τὴν κεντρικὴν ἁγίαν Τράπεζαν, ἀλλὰ διεσκορπίσθηκαν ὑπὸ
τῆς Γαλλικῆς Ἐπαναστάσεως, ἑξαιρουμένων ἐνίων τεμαχίων ποῦ εἶχον δωρηθῆ εἰς τὸ
Precigne τὸ 1711 μ.Χ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες.
Ῥεῖρθον
ζῶν ἐν τῇ καρδίᾳ σου Ἀπόστολε, δεχθεῖσαν ἔνδοξε, τοῦ Πνεύματος ἀληθῶς, πλάνης ἀπεξήρανας,
θολώδη ῥεύματα, καὶ ἰάσεων, ἀναπηγάζεις νάματα, τοῖς πιστῶς σοι προσιοῦσιν.
Ἑπταπνεύματον
τοῦ δαίμονος ἐνέργειαν, Μαρία ἔνδοξε, ἀποβαλοῦσα Χριστοῦ, προστάξει εἰσδέδεξαι,
τοῦ θείου Πνεύματος, τὴν ἐνέργειαν, διαιρουμένην πάνσεμνε, ἐν χαρίσμασι τοσούτοις.
Ὥσπερ
ἔλαφος διψῶσα τὴν ἀπώλειαν, ἐπιταχύνασα, τῶν σταυρωσάντων Χριστόν, σπουδαίως
κατέλαβες, τὴν Ῥώμην θέουσα, καὶ ἐτέλεσας, τὸν ζῆλόν σου τὸν ἔνθεον, τῷ θανάτῳ
παραδοῦσα.
Θεοτοκίον.
Ἠκολούθει
Σοι Παρθενομῆτορ πάναγνε, ἡ ἰσαπόστολος, δακρυῤῥοοῦσα πικρῶς, Μαρία κατέχουσα,
μύρα τὰ εὔοσμα, ἐπισπεύδουσα, τὸν Σὸν Υἱὸν τὸν πλάσαντα, τοὺς ἀνθρώπους τοῦ
μυρίσαι.
Τῆς
Μυροφόρου ὁ β’. Παῖδες Ἑβραίων.
Νόσους ἐδίωξας ποικίλας,
συνεργοῦντά σοι, τὸν Λόγον κεκτημένη· ᾧ παρίστασαι νῦν, βοῶσα Μυροφόρε·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μόνη κατεῖδες πρὸ τῶν
ἄλλων, τὴν ζωὴν ἡμῶν, Χριστὸν ἐγηγερμένον· κηπουρὸν δὲ αὐτόν, ὑπέλαβες βοῶσα·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νῦν λαμπομένη Μυροφόρε, τῇ
τοῦ Πνεύματος, αὐγῇ τοὺς σὲ ὑμνοῦντας· ἐλλαμφθῆναι σὺν σοί, εὐδόκησον βοῶντας·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἔστησας ῥύμην τοῦ θανάτου,
τὸν ἀθάνατον, Θεὸν ὡς συλλαβοῦσα, καὶ τεκοῦσα ἁγνή, ᾧ πάντες μελῳδοῦμεν·
Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
ᾨδὴ
η´. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ὁ
νοῦς σου τοῦ Πνεύματος ἀκτῖσι, Μαρία λελαμπρυσμένος ἰσαπόστολε, πλάνης
ἀμαυρώσεως, ἔμεινεν ἀμέτοχος, ταῖς πρὸς Θεὸν ὑψούμενος, ἀπαύστοις νεύσεσι· τὸν
Κύριον, ὑμνεῖτε βοώσης, καὶ ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.
Ἀγγέλων
δυάδα λευκοφόρον, Χριστοῦ κατιδοῦσα ἐν τῷ μνήματι, ἔδραμες Ἀπόστολε, τούτου τὴν
Ἀνάστασιν, τοῖς Μαθηταῖς τὴν ἔνδοξον, μηνύσαι ἔνδοξε, Ὃς ὀφθείς σοι, προσεῖπε·
Μαρία· σὺ δὲ τοῦτον αὖθις· Ῥαββὶ προσανεφώνεις.
Ὁ
μέγας Μαρία Θεολόγος, τὸ σῶμα κηδεύει σου τὸ πάνσεπτον, ἐν Ἐφέσῳ ἔδει γάρ, τὸν
θεῖον Ἀπόστολον, συμμαθητὴν καὶ σύναθλον, καὶ θεωρὸν σὺν σοί, Χριστοῦ, τῶν
παθῶν γεγονότα, τὸ σεπτόν σου σκῆνος, κηδεῦσαι Μυροφόρε.
Θεοτοκίον.
Ἤκουσε
βουλὴν τὴν τοῦ Υἱοῦ Σου, Παρθένε τῷ ὄντι τὴν ἀπόῤῥητον, τούτου ἡ Ἀπόστολος,
Μαρία ἡ ἔνδοξος, οὕπω πρὸς Πατέρα μου, τὸν ἐπουράνιον, ἀνῆλθον· διὸ μή μου
ἅπτου· πορεύου δὲ ταῦτα, εἰπὲ τοῖς ἀδελφοῖς μου.
Τῆς
Μυροφόρου ὁ β’. Ἑπταπλασίως κάμινον.
Λαμπροφανὴς ὁ βίος σου,
ταῖς αὐγαῖς ἀστραπτόμενος, ὦ Μαγδαληνὴ τῶν ἐναρέτων πράξεων, τοῦ θείου
κηρύγματος τῆς πρὸς τὸ θεῖον νεύσεως, καὶ μαρμαρυγαῖς, τῆς πρὸς τὸν Κτίστην
ἀγάπης, ᾧ μέλπεις σὺν Ἀγγέλοις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Πρὸς τῷ Σταυρῷ παρίστασαι,
καθορῶσα τὴν ἄδικον, ἔνδοξε σφαγὴν τοῦ ἑαυτὸν κενώσαντος, δι᾿ ἄφατον ἔλεος· καὶ
στεναγμοῖς καὶ δάκρυσι, περιαντλουμένη· Τί τὸ ξένον ἐβόας, Μαρία τοῦτο θαῦμα;
πῶς νεκροῦται καὶ θνήσκει, ὁ θάνατον νεκρώσας, ζωὴ ὑπάρχων φύσει;
Ἁγιωσύνης τέμενος, γεγονυῖα
Ἀπόστολε, πάντας ἁγιάζεις τοὺς ναὸν ἐκ βάθρων σοι, Μαρία ἐγείραντας, καὶ τὴν
εἰκόνα Κόρη τὴν σήν, σχέσει τῇ πρὸς σέ, διαχαράττοντας πόθῳ, καὶ πίστει
μελῳδοῦντας· Ἱερεῖς καὶ Λευΐται, τὸν Κύριον ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς τοῦ Θεοῦ Μητέρα σε,
ὁμοφρόνως δοξάζομεν, καὶ τῶν ποιημάτων ὑπερτέραν πάναγνε· ἐν σοὶ γὰρ κατάκριμα,
τὸ ἐξ Ἀδὰμ ἠφάνισται· καὶ ἡ ἀπωσθεῖσα, ᾠκειώθη ἀνθρώπων, οὐσία μελῳδοῦσα·
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ὁ Εἱρμός. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι.
Πύλαι
οὐρανῶν, φαιδρῶς διηνοίγησαν, ἀπολαβοῦσαί σε· καὶ τῶν πρωτοτόκων νῦν, ἡ Ἐκκλησία,
ἔχει χορεύουσαν, σὺν Ἀποστόλοις ἔνδοξε, τὴν ἱεράν σου ψυχήν, ἔνθα ἦχος, ἔστιν
ἑορτάζοντος, Μυροφόρε καὶ φῶς τὸ ἀνέσπερον.
Ἤθροισται
λαός, ὑμνῆσαί σου σήμερον, τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας,
τοὺς τοῦ κηρύγματος, ὃν ταῖς εὐχαῖς σου λύτρωσαι, λοιμοῦ ποντώσεως, ἐμφυλίου,
πολέμου μαχαίρας τε, Μυροφόρε καὶ πάσης κακώσεως.
Λύτρα
σοι σεμνή, ἡ πόλις σου φέρουσα, ἥνπερ διέσωσας, πάλαι ἰσαπόστολε, λοιμοῦ
παμφθόρου, τὸν δὲ σοὶ ἤγειρεν, ἐκ βάθρων ἱερώτατον, ναὸν ὡς ἔχουσα, ἰατρεῖον,
νοσημάτων ἄμισθον, ἣν φυλάττοις ἀμέτοχον θλίψεων.
Θεοτοκίον.
Ἅπας
ὁ χορός, Παρθένε ὁ ἔνδοξος, τῶν Ἀποστόλων Σε, μόνην ἐγκατέλιπε, καιρῷ τοῦ
πάθους καὶ τῆς σταυρώσεως, τοῦ Σοῦ Υἱοῦ ἑνὸς χωρίς, ἡ δὲ πανένδοξος, Μυροφόρος,
Μαρία ὀπίσω Σου, ἠκολούθει οἰκέτης ὡς γνήσιος.
Τῆς
Μυροφόρου ὁ β’. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς θείαν μετετέθης νῦν
χαρμονήν, Παραδείσου πρὸς πλάτος εὐρύχωρον, πρὸς νοητάς, καὶ ὑπερκοσμίους
διαμονάς, ὅπου Ὁσίων τάγματα, ἦχος ἔνθα πέφυκε καθαρός, λαμπρὸς ἑορταζόντων,
Μαρία Μυροφόρε· διό σε πάντες μακαρίζομεν.
Οὐδὲν προετιμήσω τῶν ἐπὶ
γῆς, τῆς Χριστοῦ τοῦ Θεοῦ ἀγαπήσεως· ἀλλὰ αὐτοῦ, μόνου τετρωμένη ταῖς
καλλοναῖς, καὶ ταῖς ἀμέσως πάνσεμνε, ἐπιπεμπομέναις μαρμαρυγαῖς, τοῖς ἴχνεσι
τοῖς τούτου, ἐβόας ἑπομένη· Σὲ μεγαλύνω Πολυέλεε.
Θεώσεως τυχοῦσα θεοποιοῦ,
καὶ χειμάῤῥουν τρυφῶσα τῆς χάριτος, καὶ ἀμοιβάς, πόνων δεχομένη θεαρχικῶς, καὶ
Ἀποστόλων τάγμασι, συναριθμουμένη Μαγδαληνή, μαθήτρια τοῦ Λόγου, τοὺς πόθῳ σε
τιμῶντας, σαῖς ἱκεσίαις διαφύλαττε.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ παθόντος ὑπὲρ
ἡμῶν, ψυχοφθόρων παθῶν με διάσωσον· ὡς συμπαθής, λῦσον τῶν πταισμάτων μου τὰς
σειράς· ὡς ἀγαθὴ ἀγάθυνον, νῦν κεκακωμένην μου τὴν ψυχήν, δαιμόνων ἐπηρείαις,
Παρθένε Θεοτόκε, ἵνα ὑμνῶ σε τὴν πανάμωμον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τῶν
Μυροφόρων πρώτην σε, καὶ Ἀποστόλων ἔνδοξε, ἰσάριθμον καὶ ἀγγέλων, γινώσκομεν
θεωρὸν σε, καὶ τὴν Χριστοῦ Ἀνάστασιν, πρώτην ἰδοῦσα Πάνσεμνε, καὶ μυστηρίων
ὄντως τε, ἀῤῥήτων γνώστην σε μόνην, Μαρία νύμφη Κυρίου.
Θεοτοκίον.
Μαρία
κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ
Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον,
ὑπὲρ ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου.
Αἶνοι.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Χριστοῦ
φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης
προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα, τοῦτον κατέλιπες, ἀλλ’ ἀπελθοῦσα,
μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην
τὴν πανίερον, πανηγυρίζομεν. (Δίς)
Σὺ
ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθείσαν ἐν μνήματι, νυκτὸς
παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· καθὼς προέφη, Χριστὸς ἐγήγερται· σπουδῇ τοῖς
τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ,
χαρὰν ἀνεκλάλητον, ἀναλαμβάνεις σεμνή.
Σήμερον
πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν, τὸν σὲ νῦν δοξάζοντα,
ὑπεράγαθον Κύριον ὃν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν
ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα, τὴν πρὸς αὐτόν, παῤῥησίαν πάντοτε
θεομακάριστε.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ κροτήσωμεν χεῖρας σήμερον, ἐν τῇ
πανσέπτῳ πανηγύρει τῆς Μυροφόρου Χριστοῦ· στρατιαὶ οὐράνιοι εὐφραινέσθωσαν, τὴν
τὸν λογχευθέντα Κύριον ὑπὸ στρατιωτῶν, ἰδοῦσαν καὶ μυρίσασαν, καὶ αὐτὰς
συμπαρεστῶσας τῷ ζωηφόρῳ μνήματι κατοπτεύσασαν, ἀΰλοις ὑμνῳδίαις θαυμαζέτωσαν·
ἡ γῆ τε καὶ ἡ θάλασσα, τὰ τῆς λαμπρᾶς σελήνης παράδοξα σημεῖα, κατὰ χρέος
εὐφημήτωσαν· ἡ νεότης τὸν χαλινόν, οἱ ἐν τῷ γήρει τὴν βακτηρίαν, οἱ ἐν
συμφοραῖς τὴν προστάτιν, οἱ ἄποροι τὴν βοηθόν, οἱ ἐν εὐπορίᾳ τὴν οἰκονόμον, τὴν
θεραπείαν οἱ ἐν ταῖς νόσοις, οἱ ἐν πελάγοις τὴν συμπλώτειραν, σὺν πᾶσι τὴν
ἑαυτῆς στεῤῥὰν ὑπέρμαχον, ποίμνη μακαριωτάτη, καθικετεύουσα οὕτω βόησον·
Μαγδαληνὴ Μαρία ἔνδοξε, πρόφθασον ἐξελοῦ ἡμᾶς, ἐκ περιστάσεως πάσης, καὶ σῶσον
ἡμᾶς, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Καὶ
νῦν, Θεοτοκίον.
Μακαρίζομεν
σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
μεγάλη· καὶ ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις
ὦ μαθήτρια τοῦ Χριστοῦ, χαίροις Μυροφόρων, κορυφαία Μαγδαληνή, πρώτη κατιδοῦσα,
Ἀνάστασιν Κυρίου, καὶ ταύτην Ἀποστόλοις, πρώτη μηνύσασα.
Χαίροις
ἰσαπόστολε τοῦ Χριστοῦ, χαίροις ὦ Μαρία, Μυροφόρων ἡ καλλοή, χαίροις ἡ τὸ
χαῖρε, μετὰ τῆς Θεοτόκου, φαιδρῶς ἑνωτισθεῖσα, τῇ Ἀναστάσει Χριστοῦ.
Φύλαττε
τὴν ποίμνην σου ἐκ λοιμοῦ, παντοίας ἀνάγκης, τὴν τιμῶσαν διηνεκῶς, σὲ τῶν
Μυροφόρων, πασῶν τὴν κορυφαίαν, Μαγδαληνὴ Μαρία, ἀξιοθαύμαστε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν
ἰσαπόστολον σεπτὴν Μυροφόρον, καὶ τὴν μαθήτριαν Χριστοῦ τοῦ Σωτῆρος, θεραπευτὴν
πανάριστον τῶν νόσων ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες·
πρόφθασον καὶ λύτρωσαι, σοὺς ἱκέτας ἐκ βλάβης, τῆς ἐνεστώσης ἵνα σε ἀεί, ὡς
εὐεργέτιν Μαρία γεραίρομεν.
Δόξα.
Οἱ
τῇ σορῷ τῆς Μυροφόρου προστρέχοντες, χειρὸς αὐτῆς πανευλαβῶς μετὰ πίστεως,
δεῦτε ἐκ πόθου ταύτην ἀνυμνήσωμεν, πρὸς αὐτὴν κραυγάζοντες, ἐκ βαθέων καρδίας·
Μαρία πανένδοξε, τοὺς σὲ νῦν προσκαλοῦντας, ἀπὸ παντοίων λύτρωσαι δεινῶν,
ἐπιφορᾶς τε καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν
ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι
πειρασμοῖς, καὶ σοὶ προσδραμόντες, Μυροφόρε Μαγδαληνή, δεόμεθα πάσης ἐπηρείας,
σαῖς προστασίαις καὶ νόσου διάσωσον.
Ἡ πάντιμος χείρ σου
Μαγδαληνή, παρέχει ἰάσεις τοῖς νοσοῦσι καὶ πυρετοῖς, τοὺς συνεχομένους
διασώζει, καὶ ἐκδιώκει δαιμόνων τὴν μάστιγα.
Νοσοῦντες τὸ σῶμα καὶ τὴν
ψυχήν, παθῶν καχεξία, σοῦ προστρέχομεν τῇ σορῷ, ἴασιν αἰτοῦντες ταῖς εὐχαῖς
σου, ἀπολαβεῖν καὶ πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Μαρίαν μαθήτριαν τοῦ
Χριστοῦ, καὶ τὴν Θεοτόκον ἀνυμνοῦμεν οἱ εὐσεβεῖς, νόσων θεραπείαν ἐξαιτοῦντες,
ἀπολαβεῖν καὶ δεινῶν ἀπολύτρωσιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυροφόρε
Μαρία τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος δέομαι ταῖς πρεσβείαις σου, ὅπως
γεραίρω σε, καὶ ἐκτελῶ σου τὴν μνήμην, πόθῳ θεοδόξαστε καὶ ἰσαπόστολε.
Εὐμενῆ
σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα πίστει Μαρία πάνσεμνε,
καθικετεύοντες, ὡς Μυροφόρων σε πρώτην, λυτρωθῆναι ἅπαντας τῇ προστασίᾳ σου.
Εὐπροσδέκτοις
εὐχαῖς σου Μαγδαληνὴ ἴασαι, νόσους τε καὶ πάθη ποικίλα καὶ πᾶσαν κάκωσιν,
χειρὸς προσπτύξει σου, τῆς πανευόσμου Μαρία, ἣν Θεὸς ἐδόξασε παντοίοις θαύμασι.
Θεοτοκίον.
Παναγία
Παρθένε ἡ τὸν Θεὸν τέξασα, ῥῦσαι πάσης θλίψεως βλάβης τε τοὺς προστρέχοντας,
καὶ ἀνυμνοῦντάς Σε, σὺν Μυροφόρῳ καὶ σῶζε, πάσης περιστάσεως μόνη πανύμνητε.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα
ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον
ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ καὶ πίστει ἐκβοῶμέν σοι· Μυροφόρε πάνσεμνε,
Μαγδαληνὴ Μαρία πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρὸς
Κύριον πρεσβείαις σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν χαρίσμασιν,
ὡραϊζομένη χείρ σου ἡ πάντιμος, Μυροφόρε ἰσαπόστολε, θεραπεύει νόσους τῶν
τιμώντων σε.
Ἀρυόμενοι πάντοτε, τὴν ἐκ
τῆς σοροῦ χειρός σου χάριν ἀέναον, ὦ Μαρία εὐφημοῦμέν σε, καὶ τὸν σὲ δοξάσαντα
γεραίρομεν.
Νοσημάτων θεράπευσον,
πληθὺν τὴν ἡμῶν Μαρία δεόμεθα, διπλὴν ἴασιν βραβεύουσα, τῆς ψυχῆς ὁμοῦ τε καὶ
τοῦ σώματος.
Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι, καὶ
ἰσαποστόλου Μαρίας Κύριε· Σοῖς ἱκέταις δὸς συγχώρησιν, τῶν πλημμελημάτων ὡς
φιλάνθρωπος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χεῖρά σου σεπτήν, Μυροφόρε
ἀσπαζόμεθα, τὴν προσψαύσασαν τοὺς πόδας τοῦ Χριστοῦ, ἣν προσκυνοῦντες, πάσης
νόσου ἐκλυτρούμεθα.
Ἔμπλησον ἡμῶν, τὰς ψυχὰς
Μαρία χάριτος, τῇ προσπτύξει τῆς σεπτῆς σου χειρός, καὶ τὰς νόσους πάσας ἡμῶν
ἴασαι.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων
τε καὶ θλίψεων, καὶ αἰωνίας τυχεῖν ἀξίωσον, τοῦ παραδείσου τῆς τρυφῆς Μαρία
ἔνδοξε.
Θεοτοκίον.
Μόνην πρὸς Θεόν, προστασίαν
Σὲ κεκτήμεθα, οἱ Σοὶ ἱκέται Θεομῆτορ ἁγνή, Ὃν Σαῖς πρεσβείαις ἐξιλέωσαι
δεόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐδόθη σοι, τῶν θαυμάτων
δύναμις, καὶ ἡ χάρις τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν ἀσθενῶν, Μυροφόρε ὀξέως· ὅθεν
τελεῖς καθ’ ἑκάστην τοῖς κάμνουσι, θαυμάσια παντοδαπά, καὶ ἰάσεις Μαρία
πανένδοξε.
Μὴ παύσῃ, ὑπὲρ ἡμῶν
πρεσβεύουσα, περισκέπουσα ἀεὶ καὶ φρουροῦσα, ὅτι πρὸς σέ, Μυροφόρε Μαρία, διὰ
παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς
διαφύλαξον.
Ἐκ σάλου, τῆς τῶν παθῶν
ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόφρον Μαρία, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, πρὸς
γαληνὸν ἐγκαθόρμισον ὅρμημα, ἰσχύεις γὰρ τοῦ βοηθεῖν, παῤῥησίαν ὡς σχοῦσα πρὸς
Κύριον.
Θεοτοκίον.
Ὑμνοῦμέν σε, Θεομῆτορ
ἄχραντε, καὶ δοξάζομεν ἀεὶ κατὰ χρέος, ὅτι βροτῶν, σωτηρία ὑπάρχεις, ἐλπὶς καὶ δόξα
καὶ σκέπη καὶ καύχημα, καὶ στήριγμα τῶν εὐσεβῶς, προσκυνούντων τὴν θείαν εἰκόνα
Σου
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα
ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν
ἀναῤῥώσασθαι, τῇ σορῷ Μυροφόρου χειρὸς νῦν προσδράμωμεν, καὶ εἰκόνα τὴν αὐτῆς,
προσκυνοῦντες εὐλαβῶς, μετὰ πόθου κράξωμεν αὐτῇ, ὡς λαβοῦσα χάριν ἐκ Θεοῦ, τοὺς
νοσοῦντας ἰᾶσθαι, παντοίων πειρατηρίων, καὶ πικρῶν ἀλγηδόνων, θεράπευσον
Μαγδαληνή, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά
Μάρκον Κεφ. 16:9-20
Τῷ
καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ
Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε
τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι· Κἀκεῖνοι ἀκούσαντες ὅτι
ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν
περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι
ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. ῞Υστερον,
ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ
σκληροκαρδίαν· ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ
εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ
κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας
κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ
ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν
θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας
ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς,
ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ
ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος,
διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.
Δόξα: Ταῖς τῆς Μυροφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μὴ παρίδῃς δέησιν, τῶν
ἀναξίων σου δούλων, Μυροφόρε ἐνδοξε, ἀλλὰ δέξαι τάχιστα, καὶ βοήθησον, θλίψεσιν
ὀδύναις τε, πλείσταις προσπαλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην γὰρ ἔχομεν,
σὲ καὶ προσκαλούμεθα πάνσεμνε· λύτρωσαι οὖν τοὺς δούλους σου, βλάβης ἐκ
παντοίας καὶ θλίψεως, ἴασιν ἀφθόνως ψυχῶν τε καὶ σωμάτων δωρεάν, Μαρία τάχος
παρέχουσα, πᾶσι τοῖς αἰτοῦσί σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσαπόστλος οὖσα Μυροφόρε
Μαρία σοφὴ πανένδοξε, ἐκλύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, τοὺς ἐν πίστει
κραυγάζοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πειρασμῶν ἀνηκέστων
συμφορῶν ἀδοκήτων Μαρία ἔνδοξε, μαστίγων πολυτρόπων, δεινῶν ἐπερχομένων, ῥῦσαι
πάντας τοὺς ψάλλοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ψυχικὴν εὐεξίαν καὶ σωμάτων
τὴν ῥῶσιν Μαρία ἔνδοξε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου λειψάνῳ, προσιοῦσι
καὶ ψάλλουσιν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων ἰατῆρα καὶ ψυχῶν
τὸν σωτῆρα Παρθένε τέξασα, Χριστὸν σὺν Μυροφόρῳ, Μαρίᾳ ἐκδυσώπει, διασῶσαι τοὺς
ψάλλοντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς τὴν σὴν χεῖρα,
πανευλαβῶς προσκυνοῦντας, ἐκ παντοίων φύλαττε κινδύνων, καὶ πληγῆς ἁπάσης,
Μαρία Μυροφόρε.
Τῆς τῶν δαιμόνων,
πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπονοίας, πρόφθασον καὶ ῥῦσαι, Μαρία
σοὺς ἱκέτας.
Τῶν ἰαμάτων, ἡ σορὸς τῆς
χειρός σου, θεία κρήνη ἐδείχθη Μυροφόρε, τοῖς ἀσπαζομένοις, αὐτὴν πίστει καὶ
πόθῳ.
Θεοτοκίον.
Τοὺς πεποιθότας,
ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρησον
καὶ σῶσον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας,
τὴν σορὸν χειρός σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει Μαρία,
Χριστοῦ μαθήτρια.
Σορὸς σεπτῆς χειρός σου,
ἰατρεῖον πέλει, πνευματικόν· διὸ ταύτῃ προστρέχοντες, παθῶν καὶ νόσων παντοίων,
ἀπολυτρούμεθα.
Μὴ παύσῃ συντηροῦσα, ταύτην
σου τὴν ποίμνην σου, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων,
Μαρία ἔνδοξε.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες
Σὲ τιμῶμεν, καὶ τοῦ Ἀγγέλου τὸ χαῖρε Σοὶ κράζομεν· ὡς διὰ Σοῦ σωτηρίας,
τυχόντες Δέσποινα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὦ μαθήτρια τοῦ
Χριστοῦ, χαίροις Μυροφόρων, κορυφαία Μαγδαληνή, πρώτη κατιδοῦσα, Ἀνάστασιν Κυρίου,
καὶ ταύτην Ἀποστόλοις, πρώτη μηνύσασα.
Χαίροις ἰσαπόστολε τοῦ
Χριστοῦ, χαίροις ὦ Μαρία, Μυροφόρων ἡ καλλονή, χαίροις ἡ τὸ χαῖρε, μετὰ τῆς
Θεοτόκου, φαιδρῶς ἐνωτισθεῖσα, τῇ Ἀναστάσει Αὐτοῦ.
Ὤρθρισας τῷ τάφῳ τοῦ Ἰησοῦ,
ἐπέστης σὺν μύροις, Μυροφόρε πρώτη· διό, ἐκλήθης καὶ μύσταις, τὴν ἔγερσιν
Κυρίου, Μαγδαληνὴ Μαρία, χαίρουσα ἔφησας.
Τοὺς ἀσπαζομένους εὐλαβῶς,
τὴν σεπτήν σου χεῖρα, τὴν μυρίσασαν τὸ Χριστοῦ, σῶμα Μυροφόρε, διάσωζε ἐκ
βλάβης, καὶ πάσης ἐπηρείας, νόσων καὶ θλίψεων.
Ἔῤῥανε τὸν τάφον Μαγδαληνή,
ἡ ἁγία χείρ σου, πανευώδη μύρα τερπνά, Χριστοῦ τοῦ Σωτῆρος, ῥανάτω σου τὴν
χάριν, καὶ ἐφ’ ἡμᾶς τοὺς πόθῳ, ἀσπαζομένους αὐτήν.
Τῆς Χριστοῦ ἐγέρσεως
θεωρόν, πρώτην καὶ Ἀγγέλων, ἐπακούσασαν τῆς φωνῆς, καὶ τῶν Ἀποστόλων, Ἀπόστολον
ὀφθεῖσαν, Μαγδαληνὴν ἐν ὕμνοις, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου,
πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ
σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, καὶ τὴν σορὸν τῆς χειρός, πάσης ἀπολύτρωσαι,
ὀργῆς καὶ θλίψεως, Μυροφόρε πανένδοξε, καὶ πάσης ἀνάγκης, ἡμᾶς νῦν ἀπάλλαξον,
Χριστοῦ μαθήτρια, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ
σεπτόν σου ὄνομα γεραίρομεν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου