ΑΥΓΟΥΣΤΟΣ ΙΘ΄!!
ΘΕΟΦΑΝΗΣ ΟΣΙΟΣ ΝΑΟΥΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Πάτερ
Θεόφανες τὰ σά, πάντα κατορθώματα, Ἀγγέλων δῆμοι ἐθαύμασαν, καὶ γὰρ κατέπληξας,
ταῖς σαῖς ἀριστείαις, πάντα νοῦν καὶ ἔννοιαν, ἀνθ’ ὅτου καὶ ἡ πόλις σου
γάννυται, Ἰωαννίνων νῦν· ἣν δυσώπει ἱερώτατε, πάσης βλάβης τηρηθῆναι ἄτρωτον. (Δίς)
Πάτερ
Θεόφανες Χριστοῦ, τὸν σταυρὸν ἀράμενος, ἐπὶ σῶν ὤμων θεόληπτε, Χριστῷ
προσέδραμες, τῷ τὴν ἁμαρτίαν πάντων ἐξαλείψαντι, καὶ φύσιν τῶν βροτῶν
ἀνυψώσαντι· Αὐτῷ οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ
μέγα ἔλεος.
Πάτερ
Θεόφανες Θεοῦ, ἐργάτης δε δόκιμος, ἀναδειχθεὶς δι’ ἀσκήσεως, βάρος καὶ καύσωνα,
πάντα τῆς ἡμέρας, καρτερῶς ἐβάστασας· τὸ τάλαντον δὲ πάλιν ἐπηύξησας, τὸ
δεδομένον σοι, διὰ τοῦτο εἰσελήλυθας, μάκαρ χαίρων, εἰς χαρὰν τοῦ Κτίστου σου.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν· ἕως
οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἀπεκάθηρας, καὶ σεαυτὸν ἡτοίμασας τοῦ
Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ
ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, μεγαλοκήρυξ Θεόφανες,
πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἄσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε, σήμερον γὰρ τὴν ὁλόφωτον Ψυχὴν αὐτῆς, εἰς
τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς παρατίθησιν, ὦ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείας
τὸ στόμα σου, θεοφόρε ἐνέκρωσας, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ
οἰκητήριον Πνεύματος, αὐτὴν ἀπετέλεσας, καὶ συνήφθης μυστικῶς, τῷ Δεσπότῃ
Θεόφανες, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τῇ
ἀσκήσει μακάριε, καὶ κακώσει τοῦ σώματος, θαυμαστὰ γὰρ ἤνυσας ἀγωνίσματα,
Χριστῷ τὴν σάρκα ἐδούλωσας, καὶ πάθη ἐμείωσας, καὶ ὁρμὰς τῶν ἡδονῶν, παντελῶς
ἐχαλίνωσας, τοῖς παλαίσμασι, καὶ συντόνῳ δεήσει θεοφόρε, καὶ ταῖς θείαις πρὸς
τὸ θεῖον, καὶ ἀνενδότοις σου νεύσεσιν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Φρυκτωρίαις
τοῦ Πνεύματος, ἀστραφθεὶς τὴν διάνοιαν, φωτοβόλος ἥλιος ἐχρημάτισας, ὥσπερ
ἀκτῖνας τὰ θαύματα, εἰς πάντα τὰ πέρατα, ἀπαστράπτεις τῶν πιστῶν, καταυγάζων τὸ
πλήρωμα, ὦ Θεόφανες, καὶ διώκεις τὸ σκότος θεοφόρε, τῶν παθῶν οὖν τῇ δυνάμει,
τοῦ ἐκ Παρθένου ἐκλάμψαντος.
Δόξα.
Ἦχος πλ. δ΄.
Νέαν
ἐπὶ γῆς ὁδὸν σωτηρίας, τοῦ Σωτῆρος Χριστοῦ ὑποδείξαντος, νεανικῶς ταύτην
ἐβάδισας, Πάτερ Θεόφανες, ἀποθέμενος πάντα τὸν παλαιὸν ἄνθρωπον, σὺν τοῖς
παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ φωτοφανῶς ἐνδυσάμενος, τὸν νέο τὸν
ἀνακαινούμενον, κατ’ εἰκόνα τοῦ Κτίσαντος· ὅθεν ἀνδρικῶς διελθών, ἀρετῶν τὴν
οὐράνιον κλίμακα, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν προσεπέλασας, τὰς ἀμοιβὰς τῶν καμάτων
κομιζόμενος, καὶ ἡμῖν αἴτει τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Πιστούμενος
Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος
θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν,
ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ
ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ
ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ
Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον
ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς
δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυΰμνητε
Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Βλαστὸς
Ἰωαννίνων ἀνεδείχθης περίδοξος, καὶ θεῖος πολιοῦχος τῆς Ναούσης Θεόφανες, ὡς ἄγγελος γὰρ
ζήσας ἐπὶ γῆς, θαυμάτων ἐκομίσω δωρεάν, καὶ παρέχεις τὰς ἰάσεις τοῖς εὐλαβῶς
προστρέχουσι τῇ σκέπῃ σου. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σου, πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγας
ἥλιος, ἐξ Ἰωαννίνων, ἀνατέταλκας, ἐν τῇ Ναούσῃ, καὶ διώκεις παθῶν ἀμαυρότητα,
καὶ καταπλήττεις Μακεδόνων τὰ συστήματα, ἐν τοῖς θαύμασι, Θεόφανες Πατὴρ ἡμῶν
Ὅσιε, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἐν
τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ
ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Ῥημάτων τοῦ σεπτοῦ Γαβριήλ, τὸ Χαῖρέ σοι βοῶμεν ἁγνὴ μεμνημένοι·
ἀλλ' ὦ ἄχραντε σεμνή, καὶ Μήτηρ τοῦ Κυρίου, πρὸς τοῦτον μεταστᾶσα, μνείαν ποιοῦ
τῶν ἀνυμνούντων σε.
Ἡ ἄπειρος Σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, Θεοτόκε,
ᾠκοδόμησεν ἐκ σοῦ, ἐν Πνεύματι Ἁγίῳ, καὶ νῦν σε πρὸς ἀΰλους, σκηνὰς μετέθηκε
πανύμνητε.
Ἱκέτης νῦν προσέρχομαι, σοὶ τῇ Μητρὶ τοῦ πάντων Θεοῦ, λυτρωθῆναι,
ἐκ παντοίων πειρασμῶν· ἀλλ' ὦ Θεογεννῆτορ, συνοῦσα τῷ Υἱῷ σου, Χριστιανῶν τὸ
γένος φύλαττε.
Καὶ
γ’ τοῦ Ὁσίου. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε,
τῶν Ἀγγέλων στρατιαί, πᾶσαι συνδραμοῦσαι εὐθέως, αἱ μὲν προθέμεναι, αἱ δὲ
ὑποθέμεναι, δεῦτε προΐετε, ἀπὸ γῆς πρὸς οὐράνια· τὸν νῦν στρατιώτην, τὸν
καταγωνίσαντα τὸν πολυμήχανον, πάντας, πρὸς ὑμᾶς γὰρ ἀπαίρει, ἵν ἐν οὐρανοῖς
συγχορεύει, ἐντρυφῶν χαρὰν τὴν ἀνεκλάλητον.
Δεῦτε,
συνελθόντων ὁ χορός, ἅπας τῶν Ὁσίων ὁ δῆμος, φαιδρὸς Ἀντώνιος, ἔνθεος Παχωμιος,
Σάββας καὶ Ὀνούφριος, ὁ κλεινὸς Ἀθανάσιος, τῷ νῦν θεοφόρῳ, νέῳ ὑπαντήσατε καὶ
ὑποδέξασθε, ὅπου τε ὑμῶν αἱ ἐπαύλεις, ἥκει ὡς ὑμῖν εἰς τὰ ἄνω, καὶ ἡ θυμηδία ἡ
ἀνέκφραστος.
Δεῦτε,
τῶν Πατέρων ὁ χορός, τὸν θεοειδῆ ἀσκητήν τε, νῦν ἀνατείλαντα, θεῖον
εὐφημήσωμεν, τὸν Θεοφάνην πιστῶς, τῶν θαυμάτων ἀνάπλεων, τὸν νέον ὀφθέντα,
λίθον πολυτίμητον, καὶ διαυγέστατον, διὰ τῶν ἀγώνων τῶν θείων, τῆς εἰλικρινοῦς
θεωρίας, καὶ τῆς ἐπιβάσεως τῆς πράξεως.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
ἅπαντες πιστοί, πρὸς τὸν θεοειδὴ ἀσκητήν, καὶ νεοφανῆ ἀστέρα, θεῖον Θεοφάνην
συνδράμωμεν. Οὗ τοὺς θείους ἀγῶνας ἐκμιμούμενοι, τοῦτον ὕμνοις καὶ ᾠδαῖς
καταστέψωμεν· τοῖς γὰρ παλαίσμασι τῆς ἑαυτοῦ συνειδήσεως, ἀθλητὴς νέος
ἀναδειχθείς, ὄργανον τοῦ Ἁγίου Πνεύματος γέγονεν. Οὗ τὴν ἐκλάμψει, Μονὴν
ἀνήγειρεν καὶ ᾠκοδόμησεν· διὸ οἱ ἐν αὐτῇ ἀσκοῦντες μονασταί, τὴν σὴν ἐτήσιον
ὁλοσχερῶς ἐκτελοῦντες μνήμην, γεραίρουσι τὸν σὲ δοξάσαντα Κύριον· Ὃν ἐκτενῶς
ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως ἐκτελούντων σοῦ τὸ μνημόσυνον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα,
καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας
δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται
ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα
ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος β΄.
Τὸν
ἀστέρα τὸν θεολαμπῆ, τὸν τῆς Ναούσης φωστῆρα, καὶ τῆς πίστεως πρόμαχον,
Θεοφάνην τὸν θεῖον οἱ πιστοὶ εὐφημήσωμεν· μετ’ Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν τὸ στέφος
τῆς ἀφθαρσίας παρὰ τοῦ μόνου Θεοῦ, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Ὁ
μόνος ἐν Ἁγίοις ἀναπαυόμενος Θεός, τὴν θειοτάτην σου ψυχήν, καθαρὸν εὑρὼν
καταγώγιον, ἐν αὐτῇ κατώκησε καὶ παντοίων χαρίτων αὐτὴν ἐνέπλησε· δι’ ὧν
φωταγωγεῖς τὰς ψυχὰς τῶν ὑμνούντων σε Θεόφανες μακάριε.
Ἦχος
δ΄.
Παμμάκαρ
Θεόφανες σοφέ, σὺ καὶ μετὰ θάνατον, ἐν Οὐρανοῖς ζῇς ἐν τῷ Χριστῷ, δι’ οὗ τῷ
κόσμῳ σεαὐτὸν ἐσταύρωσας· ἔξω γὰρ σαρκός, καὶ κόσμου γενόμενος, ἔζης ἀληθῶς· οὐ
γὰρ ἔζης σευατῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Ὅτε
ἐξεδήμησας θεοφόρε Πατὴρ ἡμῶν Θεόφανες, πρὸς τὸν σὸν Πλάστην καὶ Δημιουργόν,
Χριστὸν τὸν Θεόν, πᾶσα ἐπουράνιος ταξιαρχία ηὐφράνθη, τὰ τάγματα τῶν Ὁσίων
Πατέρων ἠγαλλιάσαντο, ἰδόντες αὐτοῖς τὸν συναθλήσαντα, καὶ τὴν αὐτὴν ἅμιλλαν
αὐτοῖς ἐπιδείξαντα, οἱ δὲ τῷ παρὰ σοῦ φροντιστηρίῳ δομησαμένῳ μονάζοντες,
ἀθυμίας πεπλήρωνται ἀποστερούμενοι σοῦ τοῦ πατρός. Διὸ πρέσβευε θεομακάριστε
Χριστῷ τῷ Θεῷ, τοῖς εὐσεβῶς ἐκτελοῦσι τὴν μνήμην σου, δωρηθῆναι ἡμῖν ἱλασμὸν
καὶ τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Νέος
ἀσκητὴς ἀναδειχθείς, καὶ θαυματουργὸς θεοφόρε, τὸν πολυμήχανον γάρ, καὶ
μισανθρωπότατον νικήσας, τὸν ἀμέτρως εἰς ὕψος καυχώμενον, καὶ γένος ἀνθρώπων
παμπήδην γελάσαντα καὶ ἀπατήσαντα· ὅθεν ἐτησίως τὴν ἱεράν σου μνήμην, ἐκ πόθου
τελοῦντες ἑορτάζομεν.
Ὁ
αὐτός.
Ἐπόθησας
θεοφόρε τὴν ἄνω μακαριότητα, καὶ τὰ τοῦ βίου τούτου τερπνά, τιθέμενος παρ’
οὐδέν, σκύβαλα πάντα ἡγησάμενος, ἵνα τὸν μόνον ἐράσμιον Χριστόν, τὸν μόνον
ἐφετὸν κερδήσῃ· ἀλλὰ ὥσπερ ἄσαρκος ἐν γῇ πεπολίτευσαι, ὡς ἐν ἀλλοτρίῳ σώματι
ἀγωνιζόμενος, νεκρώσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ τῶν παθῶν τὰς τρικυμίας,
τοῖς πόνοις τοῖς μόχθοις τῇ τῆς σαρκὸς ἐγκρατείᾳ, θεῖον καταγώγιον γέγονας τοῦ
Ἁγίου Πνεύματος. Διό σου τὴν θείαν καὶ σεβάσμιον μνήμην ἐκτελούντων, προσφόρως
μέμνησο ἡμῶν τῶν μακαριζόντων σε.
Δόξα.
Ἦχος πλ. α΄.
Μέγα
καὶ φρικτὸν τεράστιον ἐτέλεις ἐν κόσμῳ θεόσοφε· καὶ ἐν τῷ σῷ σεμνείῳ τῶν
ἐπουρανίων νοῶν ἡ ἱερά τε καὶ πάνσεπτος, καὶ σεβάσμιος κάρα ἐνεργεῖ καὶ μετὰ
θάνατον, ὡς πρότερον ἐμπνέουσα καὶ ζῶσα τὰ μυστήρια ἀΰλως ἑκάστοτε, καὶ τοῖς ἐκ
πόθου αὐτῇ προσιοῦσι τὴν ῥῶσιν χαρίζεται· ὑπὲρ ὧν καὶ πρεσβεύει ἀδιαλείπτως
Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσματι
τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ
τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν
πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι
χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης,
τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι, συγγενοῦς
οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
σοφὲ Θεόφανες, διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγησας, καὶ τοῖς πόνοις
ἔκδοτον, σοῦ τὸ σῶμα προδέδωκας, πρὸς τὴν ἀγήρω, καὶ ἀτελεύτητον, τρυφὴν
ἐνθέως, ἀποσκοπούμενος, ἧς καὶ ἐπέτυχες, σὺν Ὁσίων φάλαγξι διηνεκῶς, θρόνῳ
παριστάμενος, τοῦ Παντοκράτορος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πάτερ,
σοφὲ Θεόφανες, διὰ τὸν ὄντως Θεόν, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς ἐμείωσας,
τὴν τοῦ Πνεύματος ἔνοικον δύναμιν, ἔχων ἐπιῤῥωνύουσαν, καὶ δυναμοῦσάν σε
παναοίδιμε· ἣν καθικέτευε, καὶ ἡμῖν δωρήσασθαι τοῖς εὐσεβῶς, μνήμην τὴν
πανίερον, ἐπιτελοῦσί σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάτερ,
σοφὲ Θεόφανες, διὰ τὸ ὄντως τερπνόν, τὴν τοῦ κόσμου τερπνότητα, πᾶσαν βδελυξάμενος,
τῷ Χριστῷ ἠκολούθησας, τὸν τούτου ἄρας σταυρὸν ἐπ’ ὤμων σου, καὶ τὸ σὸν σῶμα
ἀπαρνησάμενος· ὅθεν ἠξίωσαι, τῆς ἀλήκτου χάριτος, καὶ τῆς τρυφῆς, ἡμῶν τῶν
τιμώντων σε, μνείαν ποιούμενος.
Δόξα.
Ἦχος δ΄.
Δοξάζομέν
Σου Χριστέ, τὴν ἄκραν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γινομένην· ὅτι καὶ ἐν τοῖς καθ’
ἡμᾶς τὸν θεῖόν σου καταπλουτήσας θαυμάτων, Θεοφάνην τὸν θεόφρονα ἀνέδειξας·
πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ Σου ἐξήνθησε δικαίως, καὶ ταῖς αὐτοῦ ἀρεταῖς τύπος
καὶ ὑπογραμμὸς ἡμῖν τοῖς μετ’ αὐτὸν ἐγένετο· διὸ βοῶντες καὶ λέγοντες πρὸς
αὐτόν· μὴ ἀποκάμης ταῖς πρεσβείαις σου δεόμεθα, Πάτερ Θεόφανες, πρεσβεύειν τῷ
πάντων δοτῆρι Θεῷ, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως τελούντων τὴν θείαν καὶ
ἱερὰν μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀῤῥήτως προῆλθε, σαρκωθεὶς
ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ
γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη,
πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Βλαστὸς Ἰωαννίνων
ἀνεδείχθης περίδοξος, καὶ θεῖος πολιοῦχος τῆς Ναούσης Θεόφανες, ὡς ἄγγελος γὰρ
ζήσας ἐπὶ γῆς, θαυμάτων ἐκομίσω δωρεάν, καὶ παρέχεις τὰς ἰάσεις τοῖς εὐλαβῶς
προστρέχουσι τῇ σκέπῃ σου. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σου, πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Μέγας
ἥλιος, ἐξ Ἰωαννίνων, ἀνατέταλκας, ἐν τῇ Ναούσῃ, καὶ διώκεις παθῶν ἀμαυρότητα,
καὶ καταπλήττεις Μακεδόνων τὰ συστήματα, ἐν τοῖς θαύμασι, Θεόφανες Πατὴρ ἡμῶν
Ὅσιε, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἐν
τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες
Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ
ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης,
φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας μακάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην
φωτίσαι, ταῖς ψυχαῖς ἡμῶν, τῶν ἀνυμνούντων σε πόθῳ, Θεόφανες Πατὴρ ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ
κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν,
καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει
ἑορτάζομεν.
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν,
τὸν νοῦν οὐχ’ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις τὰ πάθη
ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας σαὐτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν
ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Θεόφανες, πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν
μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν
νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων
Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς
ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε· πρέσβευε
τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν
πίστει, τὴν θείαν σου Κοίμησιν.
Μετὰ
τὸν Πολυέλεον, Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς
προσβολὰς τῶν παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ἀληθῶς, καὶ
καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις, καὶ νῦν
πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῶν Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς
ὑμνοῦμέν σε, ὅτι μετέστης ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρεσβεύεις ἐκτενῶς, τῷ Υἱῷ
σου καὶ Θεῷ, ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἀνευφημοῦντας, τὴν σὴν
Παρθένε Μετάστασιν.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον οἱ πιστοὶ περιχαρῶς ὑμνοῦσι τὸν σωτῆρα, σήμερον οὐράνια
Τάγματα τῶν Ὁσίων Πατέρων, ἐν τῇ μνήμῃ Θεοφάνους ἀγάλλονται, ἡ δὲ γῆ σὺν τοῖς
ἀνθρώποις εὐφραίνεται, οἱ νόες τὸν ὕμνον ἐξάδουσι, καὶ ἡ κτίσις ἑορτάζει
χορεύουσα· ἡμεῖς δὲ πρὸς τὸν Σωτῆρα βοῶμεν· δόξα Σοι Χριστῷ τῷ
Θεῷ, ἐπὶ γῆς φωστῆρα ἀναδείξαντι τοιοῦτον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ
α’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Θεόπταις
πάλαι ἧν τοῦ θείου Πνεύματος, πυρίνων εἴδη γλωσσῶν, τὰ ἀσθενῆ πάντα, χάριν
θεραπεύουσαν, κατέπεμψας τὴν μνήμην δὲ Θεοφάνους τοῦ νέου, ἐφιεμένῳ μοι
πάρασχε, ᾆσαι ταύτην μόνε φιλάνθρωπε.
Ὕλης
ῥεούσης καὶ φθαρτῆς ἠλόγησας, εὐλόγως Ὅσιε, τὰ γεηρὰ πάντα, ἀποτιναξάμενος, ὡς
κόνον εὐαπόδεικτον, τοῦ Χριστοῦ δὲ τῷ πόθῳ, ἀναπτερούμενος ἔσχηκας, ἐν τοῖς
οὐρανοῖς τὸ πολίτευμα.
Τὴν
σὴν ψυχὴν γεοπονήσας Ὅσιε, τῷ φόβῳ τῷ τοῦ Θεοῦ, καὶ γὰρ ἀρχὴ οὗτος, τῆς σοφίας
πέφυκε, τὴν πίστιν ἀνεβλάστησας, τῆς Τριάδος ᾗ χαίρων, ἐν παῤῥησίᾳ παρίστασαι,
δόξαν ἀναπέμπων τρισάγιον.
Θεοτοκίον.
Ὁ
καθαρός Σε καθαρὰν εὑράμενος, ἄχραντε μόνος Θεός, τὴν καθαρὰν ἄνευ, ἁμαρτίας
ᾤκησε, νηδήν Σου καὶ ἀνέπλασε, τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, οὗ τὸν Σταυρὸν χαίρων
ᾔρατο, Σὸς θεράπων Κόρη Θεοφάνης
Ὁ
β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὄρεξόν
με θεῖε Θεόφανες, ἐν ὀργάνῳ γλώττης, σεσαθρωμένῳ ἐκ τῶν παθῶν, πλέξαι σοι τὸν
αἶνον ἐπαξίως, ταῖς σαῖς δεήσεσι, φῶς τὸ τῆς γνώσεως.
Ζωῆς
αἰωνίου μετειληφώς, καὶ τριλαμποῦς αἴγλης, δι’ ἀσκήσεως Ὅσιε, φωτισμῷ, τῷ
ταύτης τὴν ψυχήν μου, ζεζοφωμένην καταύγασον δέομαι.
Νέος
διετέλεις Θεόφανες, τῶν πρὸς σοῦ Ὁσίων, ἀλλὰ πόνοις ἀσκητικοῖς, καὶ τῇ ἀπαθείᾳ,
ὑπερέχες πάντας τοὺς σοῦ, προασκήσαντας Ἅγιε.
Θεοτοκίον.
Δέσποινα
καὶ Μήτηρ τοῦ Ποιητοῦ, ἡ ἐνδοξοτέρα τῶν ἀΰλων ταξιαρχῶν, καὶ τιμιωτέρα τῶν
ἁπάνων, σῷσαι κινδύνων, τοὺς Σὲ μεγαλύνοντας.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὑπὸ
Ἀγγέλων ἀληθῶς, ἀγγελικὸν δέ σου βίον, ἐν ᾠδαῖς ἀγγελικαῖς ἔδει Πάτερ,
στεφανοῦσθαι ὡς βραχύ, παρὰ Ἀγγέλους πρότερον ἠλαττωμένον ὄντως, νῦν ἰσαγγέλου
δὲ πέλοντος.
Μείζονος
βίον γυναικῶν, ἐν γεννητοῖς θεοφόρε, καὶ τοῦ θείου Ἠλιοῦ ἀγαπήσας, μετανάστης
γεγονώς, τὴν ἔρημον κατώκησας, μόνος Θεῷ συνεῖναι, τῷ σῷ Δεσπότῃ γλιχόμενος.
Ἰδεῖν
ἠξίωσαι σοφέ, ἅπερ παντὸς διὰ βίου, ἐπεθύμησας ἰδεῖν θεοφόρε, ἐκδημῶν διηνεκῶς,
τοῦ σώματος Θεόφανες, καὶ ἐνδημῶν προθύμως, τοῖς ποθουμένοις σοι πνεύματι.
Θεοτοκίον.
Χριστὸν
ἐγέννησας ἁγνή, ὅνπερ Θεοφάνης χαίρων, ἀγαπήσας ἠκολούθησε κράζων, εἰς ὀσμὴν
Χριστὲ τῶν Σῶν δραμοῦμαι μύρων δέξαι με, εἰς τὰ σκηνώματά Σου, τὰ ποθητὰ τοῖς
φιλοῦσί Σε.
Ἕτερος.
Σὺ εἶ τὸ στερέωμα.
Πάντα
καθυπέταξας, τὰ τῆς σαρκός σου τῷ πνεύματι, ταῖς προσευχαῖς, καὶ τὰς τῶν
δαιμόνων, τὰς ἐνέδρας ἀπέφυγες.
Θεῖον
καταγώγιον, καὶ καθαρὸν ὤφθης τοῦ Πνεύματος, ἔνθεν φωτὸς ἔμπλεος ἐγένου, ᾧ τὸν
νοῦν αὐγαζόμενος.
Πᾶσαν
περιφάνειαν, γένος καὶ πλοῦτον κατέλιπες, ἀκολουθῶν τῷ Χριστῷ προθύμως, ἔνθεν
τούτῳ παρίστασαι.
Θεοτοκίον.
Δὸς
ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις Σου πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν
δεινῶν περιστάσεων.
Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τοῦ
Πνεύματος σεπτόν, ἀνεδείχθης δοχεῖον, ἑπόμενος σοφέ, τῷ Θεῷ ὁλοψύχως, καὶ τὸν
πολυμήχανον, κατὰ κράτος κατέβαλες, καταθλήσας δέ, ἐμεγαλύνθης ἀξίως· ὅθεν
ἅπαντες, τὴν παναγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Πανύμνητε
ἁγνή, Παναγία Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, ἡμᾶς
περιφρούρησον, μεσιτείαις Σου πάντοτε, πρὸς τὸν Κύριον, τὸν Σὸν Υἱὸν καὶ
Δεσπότην, ὅπως εὕρωμεν, ἁμαρτημάτων τὴν λύσιν, ἐν ὥρᾳ τῆς Κρίσεως.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἄστρον
λαμπρόν, καθάπερ Πάτερ Θεόφανες, ἐν τῷ κόσμῳ, νοητῶς ἀπήστραψας, τῇ διαυγείᾳ
τῶν ἀρετῶν· ὅθεν τὴν ψυχήν σου, χωρῆσαν ὅλην τοῦ Πνεύματος, ἀπέδειξας τὴν
αἴγλην, ἀκηλίδωτον ὄντως, καὶ νεόσμηκτον ἔσοπτρον Ὅσιε.
Ἡ
σὴ πατρίς, κεκοσμημένη χαρίσμασι, τοῖς σοῖς Πάτερ, κήρυξ διαπρύσιος, τοῖς
πανταχοῦ, πέρασι τῆς γῆς, οὗσι γεγονυῖα, τῶν σῶν θαυμάτων τὸ πέλαγος, ὡς γλώσσῃ
κεχρημένη, ἐκκαλεῖται πρὸς ὕμνους, τοὺς σοὺς πάντας θεόφρον Θεόφανες.
Λίαν
σοφέ, τῆς τυραννούσης ἀκάθεκτα, σαρκὸς πάθη, πάνσοφε Θεόφανες, ἐδουλαγώγησας
καὶ ψυχῆς, Πάτερ τὴν ἀξίαν, ὥσπερ εἰκὸς ἀνύψωσας, τῷ κρείττονι τὸ χεῖρον,
ὑποθεὶς ὡς ἐχέφρων, καὶ τὴν σάρκα δουλώσας τῷ πνεύματι.
Δαβιτικήν,
περιστερὰ ἔχρημάτισας, θεοφόρε ἔνδοξε Θεόφανες, ἧς τὰ μετάφρενα ἀρετῶν, τῷ χλωρῷ
χρυσίῳ κεχρύσωνται, αἱ δὲ πτέρυγες περιηργυρωμέναι, καθαρότητι βίου, καὶ χιόνος
λευκότεραι ὤφθησαν.
Θεοτοκίον.
Ἐκλιπαρῶ,
Σὲ τὴν ἁγνὴν Θεομήτορα, Θεοφάνους τὸ θεῖον ἀγλάϊσμα, ἡ οὐρανώσασα τὴν τὴν ἡμῶν,
φύσιν ἀπωσθεῖσαν, τῇ συμβουλίᾳ τοῦ ὄφεος· διάσωσόν με τάχος, τῶν σκανδάλων τῶν
τούτου, καὶ τυχεῖν σωτηρίας ἀξίωσον.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Ταῖς
ἀΰλοις δυνάμεσι, συνήφθης ὅλος ζήσας ὡς ὑπὲρ ἄνθρωπον, θεῖον ἔσοπτρον ἐπέφανες,
ἀποπέμπων αἴγλην τοῖς μονάζουσι.
Τῆς
σαρκὸς τὰ σκιρτήματα, συντόνῳ δεήσει καθυποπίασας, καὶ τὴν ἅπασαν καρπούμενος,
ἀμοιβὴν τῶν πόνων σου προσέλαβες.
Ἡ
σεπτὴ καὶ σεβάσμιος, κάρα σου θαυμάτων πλήρης καθίσταται, τοῖς προσιοῦσιν τὰ
ἰάματα, δαψιλῶς ὀρέγουσα ἑκάστοτε.
Θεοτοκίον.
Τῶν
Ἀγγέλων τὰ Τάγματα, τὴν Μητέρα Σε ἀξίως ὅλως οὐ δύναται, εὐφημῆσαι τοῦ
παντάνακτος, Ὃν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ἡλικία
σε πᾶσα, ἔνδοξε Θεόφανες γεραίρει χαίρουσα, τῶν πολλῶν θαυμάτων, τῶν πρὸς σοῦ
τελουμένων ἑκάστοτε, γεγονυῖα Πάτερ, ἐν μετοχῇ καὶ ἀνακράζει· ὄντως δόξα τῷ σὲ
στεφανώσαντι.
Σιλωὰμ
ἄλλη Πάτερ, ὁ ναός σου πέλει πηγὴ πεντάστοος, οὐκ κατ’ ἔτος ἕνα, ἀλλὰ πάντας
τοὺς πίστει φοιτῶντάς σοι, ὥσπερ ἰωμένη, πάλαι ἐκείνη διαφόρων, ἀλγεινῶν τῆς
ψυχῆς καὶ τοῦ σώματος.
Ἵνα
Πάτερ ἐκφύγῃς, πᾶσαν ματαιότητα τοῦ κόσμο ἔδραμες, τῷ φροντιστηρίῳ, τῶν ἀζύγων
ζυγὸν ἐπαυχένιον, ἆραί σου προθύμως, ἐπιποθῶν· διὸ καὶ χαίρων, τῷ Χριστῷ
ἠκολούθησας Ὅσιε.
Θεοτοκίον.
Σὲ
θερμὴν προστασίαν, καὶ ἐπικουρίαν ἑτοίμην ἐν θλίψεσι, κεκτημένος Κόρη, ὁ
κλεινός Σου θεράπων Θεοφάνης, τὰς πικρὰς ὀδύνας, τὰς ἀφορήτους ἀλγηδόνας, τῶν
δαιμόνων ἀπέφυγες ἄχραντε.
Ἕτερος.
Φώτισον ἡμᾶς.
Ἔχων
ἐν ψυχῇ, ὥσπερ λύχνον φαεινότατον, τὴν Χριστοῦ θείαν ἀγάπησιν, πρὸς τοῦτον
μάκαρ ὡδηγήθης δι’ ἀσκήσεως.
Κόσμου
γεγονώς, παντὸς ἔξω τὴν ἰσάγγελον, πολιτείαν ἐν γῇ ἐβίωσας, ἔσοπτρον θεῖον,
ἀνεδείχθης τοῖς μονάζουσιν.
Τελεῖον
εὑρών, ἐν τοῖς πᾶσί σε ὁ Κύριος, ἐκοσμήσατο κοσμήμασι, τοῖς ἀϊδίοις ὑπὲρ πάντων
ἡμῶν πρεσβεύοντα.
Θεοτοκίον.
Ὤφθης
οὐρανῶν, ὑπερτέρα παναμώμητε, τὸν ἀνυψώσαντα τεκοῦσα ἡμῖν, Ὃν ὑμνεῖ πᾶσα ἡ κτίσις
ἡμῶν ὡς Κύριον.
ᾨδὴ
στ΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Ἀείφωτον,
οὐρανοῦ στερέωμα, ἀνεδείχθης ἱερώτατε Πάτερ, ἔχων Χριστόν, ὥσπερ Ἥλιον μέγαν,
περὶ τὰ στέρνα φαιδρῶς ἀνατέλλοντα, κύκλωθεν δὲ τὰς ἀρετάς, ὡς ἀστέρας ἀδύτους
αὐγάζοντας.
Υπέρτερος,
τῆς τῶν λόγων ἰσχύος, ὁ περίδοξός σου βίος, καὶ λόγος μόνῳ γὰρ σοί, καὶ ὁ βίος
τῷ λόγῳ, πρὸς δὲ ὁ λόγος τῷ βίῳ κατάλληλος, ἐργῶδες δὲ προσενεγκεῖν, ὕμνους βίῳ
τοιούτῳ προσήκοντας.
Τοῖς
πίστει σου, τῇ σορῷ τῶν λειψάνων, νῦν φοιτῶσιν ἀεννάως προχέει, ὥσπερ πηγή,
καθαρὰ θεοφόρε, χάριν πλουσίαν δι’ ἧς φυγαδεύονται, νοσήματα ἐκ τῶν πιστῶν, καὶ
δαιμόνων πληθὺς καταφλέγεται.
Θεοτοκίον.
Ἡ
ἔμψυχος, τοῦ Δεσπότου γέφυρα, ἡ μετάγουσα ἡμᾶς ἐκ τῶν κάτω, εἰς οὐρανόν, ταῖς
αὐτῆς ἱκεσίαις, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον σήμερον, ἡ πάναγνος σὺν τῷ
κλεινῷ, Ἀντωνίῳ ἐνδόξως δοξάζεται.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Τερπνότητα
αἰσθητήν, καὶ ὁρατὴν περηφάνειαν, κατέπτυσας εὐσεβῶς, καὶ δόξης τῆς κρείττονος,
καὶ θείας τερπνότητος, ἐραστὴς ἐφάνης, θεοφόρε παναοίδιμε.
Τὸ
σκῆνός σου ἐν τῇ γῇ, κατέλιπες καὶ τὸ πνεῦμά σου, ἐν οὐρανῷ μεταβάς, φθορᾶς εἰς
ἀθάνατον, εὔκλειαν ἀοίδιμε, καὶ νῦν οὖν Τριάδι τῇ Ἁγίᾳ παριστάμενος.
Ἀπάρας
ἀπὸ τῆς γῆς, πρὸς οὐρανὸν μεταβέβηκας, τὴν κάραν σου τὴν σεπτήν, καὶ πάντιμον Ὅσιε,
ἐν γῇ καταλέλοιπας, ἀεὶ τοῖς νοσοῦσι, θεραπείαν δαψιλεύουσαν.
Θεοτοκίον.
Ῥυσθείημεν
τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν
πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Κοντάκιον.
Ἡ Παρθένος σήμερον.
Τὸν
ναόν σου Ἅγιε, πνευματικὸν ἰατρεῖον, οἱ λαοὶ εὑράμενοι, μετὰ σπουδῆς
προσιόντες, ἴασιν, τῶν νοσημάτων λαβεῖν αἰτοῦνται, λύσιν τε, τῶν ἐν τῷ βίῳ
πλημμελημάτων, σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης Θεόφανες Ὅσιε.
Ὁ
Οἶκος.
Ἡ
σωρός σου σοφέ, πᾶσι βρύει ἰάματα, ἐξ ὧν πάντες πιστοὶ ἀῤῥυόμενοι, σώζονται ἐκ
νόσων πολλῶν, ψυχῶν τε καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι, ῥυσθεὶς τῶν
θλιβόντων με, καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶν, καὶ διηγοῦμαι
τρανῶς, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν, τοὺς
προσιόντας σοι θερμῶς· διὸ δίδου ἰσχύν μοι ἀνυμνεῖν σε· σὺ γὰρ πάντων τῶν ἐν
ἀνάγκαις, προστάτης ὤφθης Θεόφανες Ὅσιε.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεοφάνους, τοῦ ἐν
Ναούσῃ
Ὁ Θεοφάνης ἀρεταῖς φάνας πάλαι,
τὴν Nάουσαν νῦν λειψάνῳ ἐκλαμπρύνει.
Θεοφάνης δεκάτῃ ἐνάτῃ ἔνθεν φαίδιμος ἤρθη.
Οὗτος ἦν ἀμάζων τῷ 16ῳ αἰῶνι, ἐκ τῆς πόλεως τῶν Ἰωαννίνων ὁρμώμενος,
εὐσεβῶν τοκέων υἱός. Θείῳ τρωθεὶς ζήλῳ ἧκε τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος, καὶ ἐγένετο
μοναχὸς ἐν τῇ Μονῇ τοῦ Δοχειαρίου, ἧς καὶ καθηγητὴς καὶ ἡγούμενος ὤφθη. Εἶτα,
παρεγένετο ἐν Βεῤῥοίᾳ ἔνθα Μονὴν ἐπ’ ὀνόματι τῆς Θεοτόκου Μητρὸς συνεστήσατο,
ἐξ ἧς ἐν Ναούσῃ, ἀνεγείρας καὶ ὧδε Μονὴν τοῖς Ἀρχαγγέλοις, τύπος τοῖς
μονασταῖς, καὶ ἐναρέτου ἀγωγῆς ὑφηγητὴς γεγονώς. Πλήρης δὲ θείου Πνεύματος
καταστάς, θαυμάτων πλείστων αὐτουργὸς ἐγένετο· θαλάσσιον γὰρ ὕδωρ εἰς πότιμον
μετέβαλε· τρικυμιώδους σφόδρα θαλάσσης, τὸν σάλον ἐκόπασε· λεπρῶντα Ἀγαρηνὸν τὸ
ἱερὸν αὐτοῦ λείψανον ἰάτρευσε· δαιμονῶντα ἰάσατο, χεῖρα κυλλὴν ἐθεράπευσε,
γυναῖκα αἱμοῤῥοοῦσαν ὑγιῆ ἀποκατέστησε, λαοφθόρου καὶ βροτολοιγοῦς πανώλους καὶ
δεινῆς ἀνομβρίας τὴν πόλιν Ναούσης ἀπήλλαξε, κλέπτην παραλυσίᾳ ἐπαίδευσε, καὶ
μεταγνόντα ἰάσατο· καὶ πλείστας ἄλλας δυνάμεις θαυμάτων καὶ ἰαμάτων χάριτας
ἐνήργησε. Τὴν ἁγίαν τούτου καὶ θαυματόβρυτον κάραν ἡ τῆς Ναούσης πόλις
θησαυρίζει, ἧς πολιοῦχος τυγχάνει, καὶ πρὸς Θεὸν πρεσβευτὴς δυνατώτατος.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνδρέου
τοῦ Στρατηλάτου και τῶν σὺν αὐτῷ 2593 Μαρτύρων.
Ἔστησε τμηθεὶς αἱμάτων λίμνας ὄχλος,
σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων.
Οὗτος
ὑπῆρχε κατὰ τοὺς καιροὺς τοῦ ἀσεβεστάτου Μαξιμιανοῦ, στρατευόμενος ἐν τῇ
ἀνατολικῇ χώρᾳ ὑπὸ Ἀντιόχου, τῆς ὅλης τάξεως στρατηγοῦντος. Ἀποσταλεὶς δὲ παρ’
αὐτοῦ μεθ’ ἑτέρων στρατιωτῶν κατὰ τῆς Περσικῆς δυνάμεως, παρελθούσης ἤδη τοὺς
Ῥωμαίων ὅρους, καὶ τὴν ὑποκειμένην λυμαινομένης, ἐπικαλεσάμενος τὸν Χριστόν,
καὶ τοὺς σὺν αὐτῷ πείσας ἐπικαλεῖσθαι, τοὺς Πέρσας ἐτρέψατο, καὶ καταδιώξας
διέφθειρε· καὶ τῇ ἀνελπίστῳ νίκῃ τοὺς σὺν αὐτῷ πρὸς τὴν τοῦ Χριστοῦ πίστιν, δι’
ἧς τῶν πολεμίων περιεγένετο, ἐπεσπάσατο. Διαβληθεὶς δὲ καὶ αὐτὸς καὶ οἱ σὺν
αὐτῷ πρὸς τὸν Ἀντίοχον, παρέστη αὐτῷ ὡς κατάδικος, καὶ αὐτὸς μὲν ἐπὶ κλίνης
σιδηρᾶς πυρωθείσης ἁπλοῦται· οἱ δὲ σὺν αὐτῷ στρατιῶται ἐν τετραγώνοις ξύλοις
καθηλοῦνται τὰς χεῖρας. Εἶτα, ὑπὸ χιλίων ἑτέρων στρατιωτῶν, τοῦ Ἀντιόχου
προστάξαντος, τῶν ὁρίων τῆς χώρας ἀπελαύνονται· οὓς κατηχήσας ὁ Ἅγιος Μάρτυς,
πρὸς τὴν εἰς Χριστὸν πίστιν μετήγαγε. Τοῦτο γνοὺς ὁ Ἀντίοχος, καὶ καταδιώξας,
αὐτούς τε καὶ τοὺς συνόντας τῷ Ἁγίῳ Στρατιώτας ἐξ ἀρχῆς, καὶ αὐτὸν τὸν
πανένδοξον Μάρτυρα, ξίφει ἀναιρεθῆναι προσέταξε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Τιμοθέου, Ἀγαπίου καὶ
Θέκλης
Πυρεῖον ἡ κάμινος, ἐν μέσῳ φέρον,
ἄρωμα Τιμόθεον εὔοσμον μάλα.
Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς φέρει,
καὶ ψυχοδήκτης δάκνεται θὴρ τὴν καρδίαν.
Ἔμοιγε κλῆσις Θέκλα· πατρὶς Βιζύη.
Γάζης τόπος θέατρον, ἆθλον θὴρ δάκνων.
Ὁ
Μάρτυς Τιμόθεος εἷλκε τὸ γένος ἐκ Παλαιστίνης. Βίῳ δὲ καὶ λόγῳ κατηρτισμένος
ὦν, διδάσκαλος τῆς εὐσεβείας ἐγένετο. Συσχεθεὶς δέ, καὶ παραστὰς ἐν Γάζῃ τῶ
ἄρχοντι Οὐρβανῷ, καὶ ἐρωτηθείς, καὶ τῆς τῶν Χριστιανῶν μερίδος ἑαυτὸν εἶναι
εἰπών, καὶ τὴν τοῦ Χριστοῦ θεολογήσας οἰκονομίαν, καὶ τὴν εἰς ἡμᾶς ἐπιδημίαν
καὶ σάρκωσιν, τύπτεται σφοδρῶς, καὶ παντοίων βασάνων ἰδέαις προσομιλεῖ· καὶ
μηδόλως καμφθείς, πυρὶ παραδοθεὶς τελειοῦται. Ἐν αὐτῇ δὲ τῇ πόλει, Ἀγάπιος καὶ
Θέκλα ἡ Βυζιῆτις, βασάνοις σφοδρῶς ἐτασθέντες, καὶ ἔτι τῆς Χριστοῦ πίστεως
ἀντεχόμενοι, προστριφθέντες θηρίοις, τὸν τῆς μαρτυρίας στέφανον δι’ αὐτῶν
ἐκομίσαντο.
Εὐτυχιανὸς καίεται, κρίνας μέγα
τὴν καῦσιν εὐτύχημα, μικρὸν τὸ πάθος.
Ὁ Στρατήγιος, Χριστὸν ὡς ὅπλον φέρων,
κατεστρατήγει καὶ πυρᾶς διηρμένης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γενναδίου τῆς Κοστρομά
Λιθουανίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων.
Ἄγγελος
ἄλλος ἐγνωρίσθης, μετὰ σώματος Θεόφανες τρισμάκαρ, ἐπὶ γῆς τὸν αὐτῶν, βίον
ζηλώσας Πάτερ· ὅθεν τῆς ἴσης στάσεως, ἠξιώθης τῆς ἐκείνων.
Τάξεις
Ἀγγέλων Ἀρχαγγέλων, Ἀποστόλων τε καὶ Προφητῶν Ὁσίων, μετ’ ᾠδῶν ἱερῶν, τὸ πνεῦμά
σου λαβοῦσαι, ταῖς ἑαυτῶν Θεόφανες, κατηρίθμησαν χορείαις.
Θεοτοκίον.
Ῥῦσαι
δεσμῶν τῆς ἁμαρτίας, τὴν ἀθλίαν μου ψυχὴν Θεογεννῆτορ, Θεοφάνους τοῦ Σοῦ,
θεράποντος πρεσβείαις, ἵνα πιστῶς δοξάζω Σε, Θεοτόκε εἰς αἰῶνας.
Ἕτερος.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδονὰς
ἀποπτύσας καὶ θυμὸν κατευνάσας ὦ παναοίδιμε, προσήκω τὸ βραβεῖον, τῆς ἄνω
Βασιλείας, καὶ βοᾷς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εἰς
τὸ ὕψος ἀνέβης τῶν ἐνύλων προκρίνας τὰ διαμένοντα, καὶ ἄῤῥητον τὴν δόξαν, τῆς
ἄνω Βασιλείας, καὶ βοᾷς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στενὴν
καὶ τεθλιμμένην, διοδεύσας οὖν τρίβον, εὗρες τὴν αἴρουσαν, εἰς ὕψος τὴν φαιδράν
σε, μετάρσιον καὶ λίαν, καὶ βοᾷς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Φιλάγαθε
Παρθένε, τὴν ψυχὴν Θεοτόκε Σύ μου θεράπευσον, δεινῶς κεκακωμένην, καὶ
τεταπεινωμένην, τῶν κηλίδων ἐκπλύνουσα, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἀγαπήσας
τὰ πρὸς ζωὴν τὴν θείαν, ὁδηγοῦντα ὁδὸν τὴν τεθλιμμένην, ἀνεπιστρόφως καὶ στενὴν
Θεόφανες ὥδευσας τρισμάκαρ, τὴν τοῦ Παρακλήτου, ἔχων ὁδηγοῦσαν, σὲ χάριν εἰς
αἰῶνας.
Ἀνυμνοῦντων
Θεῷ σε ὑπερεύχου, μετὰ πόθου καὶ πίστει ἐκτελούντων, τὴν φωτοφόρον σου μνήμην
Θεόφανες, καὶ ὑπερυψοῦντων, πίστει καὶ καρδίᾳ, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νάμα
θεῖον, τῇ ταπεινῇ ψυχῇ μου, Θεοτόκε ἐπόμβρισον ἐξ ὕψους, ταῖς ἱκεσίαις ταῖς
πρὸς Σὲ θεράποντος, τοῦ Σοῦ Θεοφάνους, ὅπως κατασβέσει, τὴν φλόγα ταύτης Κόρη.
Ἕτερος.
Τὸν Βασιλέα.
Τοῦ
θεοειδοῦς, καὶ νεοφανοῦς ἐν τῇ μνήμῃ, ἀσκητοῦ ἀγάλλεσθε συμφώνως, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν
ἰαμάτων, τὴν δωρεὰν προσηκόντως, ὁ Δεσπότης σοι οὖν ἐδωρήσατο βοῶντι, τῷ Κυρίῳ,
εἰς πάντας τοὺς αἰῶνας.
Ἥκει
σου ἡ πάνσεπτος, καὶ θεία μνήμη, τοῦ τιμίου σου θείου λειψάνου, τοὺς πάντας
συγκαλοῦσα, ἡμᾶς εἰς πανδαισίαν.
Θεοτοκίον.
Καταφυγή
μου, καὶ κραταιὰ προστασία, Σὺ ὑπάρχεις ἄχραντε Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀράμενος
ἐπ’ ὤμων τὸν σὸν Σταυρόν, τῷ Δεσπότῃ τῷ σῷ ἠκολούθησας, πᾶσαν στοργήν, γήϊνον
γονεῖς τε καὶ τὰ τερπνά, τοῦ βίου παρωσάμενος· διὸ ἠξιώθης εἰς τὰς αὐλάς,
ἐλθεῖν τὰς τοῦ Κυρίου, κοῦφος οὐρανοδρόμος, ἔνθα φωνὴ ἀγαλλίασεως.
Σορῷ
ἁγίᾳ Πάτερ ἡ ἱερά, ἔνθα κεῖταί σου κάρα καὶ πάνσεπτον, τοὺς ἐν πολλῷ, πόθῳ
προσιόντας τῶν χαλεπῶν, κινδύνων μάκαρ λύτρωσαι, τούτοις παρεχόμενος ἱλασμόν,
ἁμαρτιῶν καὶ νίκην, κατὰ τοῦ ἀντιπάλου, θεομακάριστε Θεόφανες
Ἰδού
σοι τῆς ψυχῆς μου τῆς ταπεινῆς, τῷ λαμπρῷ καὶ θερμῷ ἀντιλήπτορι, τὴν πενιχράν,
ταύτην προσενήνοχα προσφοράν, τὸ δουλικὸν λειτούργημα, Πάτερ εὐγνωμόνως
ἀποπληρῶν, ᾗ πρόσχες ἀγαπήσας, τὴν γνώμην πρὸ τῶν ἔργων, καὶ πρὸ τοῦ δώρου τὴν
προαίρεσιν.
Ὁ
Κύριος ἀνέδειξεν ἀληθῶς, σὲ πηγὴν τῶν θαυμάτων ἀδάπανον, τοὺς χαλεπούς, ῥύπους
ἐκκαθαίρουσαν τῶν παθῶν, καὶ τοὺς τῶν νοσημάτων τε, πόνους κατακλύζουσαν
εὐχερῶς· διὸ καὶ ποταμόν σε, ψυχικῶν καθαρσίων, καλοῦμεν ἅπαντες Θεόφανες.
Θεοτοκίον.
Σὲ
σκέπην καὶ ἐλπίδα καὶ βοηθόν, ἐπιγράφομαι πάντοτε πάναγνε, καὶ μετὰ Σέ, ἔνδοξον
θεράποντά Σου ἁγνή, τὸν πάνσεπτον Θεοφάνην, Σοὶ καὶ τὴν ἐμὴν προσανατιθῶ,
Δέσποινα σωτηρίαν, πρεσβείαις τούτου Κόρη, πυρὸς ἀσβέστου ῥυομένη με.
Ἕτερος.
Κυρίως Θεοτόκον.
Συνήφθης
ὦ τρισμάκαρ, ταῖς χοροστασίαις, τῶν νοερῶν καὶ Χριστῷ παριστάμενος, ὑπὲρ ἡμῶν
οὖν δυσώπει τὸν φιλοικτίρμονα.
Ἐπέλαμψεν
ἡ μνήμη, σοῦ ὦ θεοφόρε, καθάπερ ἥλιος, νεοφανὴς ἡμῖν, συνεστιῶσα τοὺς ταύτην
πανηγυρίζοντας.
Εὐφραίνεται
ὁ δῆμος, ἅπας τῶν Ὁσίων, ἐπιτυχὼν γὰρ τῶν θείων λειψάνων σου, παντοδαπῶν καὶ
ποικίλων παθῶν ἐξήρτηται.
Θεοτοκίον.
Ἐπήρθης
ὑπὲρ ἄνω, πάντων τῶν Ἀγγέλων, τὸν ὑπὲρ πάντα τεκοῦσα πανάχραντε, Ὃν ἡμᾶς ῥῦσαι
κινδύνων ὡς καθικέτευε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Μεγάλην
δόξαν εἴληφας, παρὰ Χριστοῦ τρισόλβιε, ἐν ἀρετῇ διαπρέψας, καὶ ἐν ἀσκήσει παμμάκαρ,
σημειοφόρος γέγονας, τὴν ῥώσιν χαριζόμενος, θερμῶς τοῖς σὲ προστρέχουσι· διό
σου τὴν θείαν μνήμην, εἰλικρινῶς ἐκτελοῦμεν.
Ἕτερον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῖς
μὲν πιστοῖς ἡ σὴ κάρα, πρὸς ἴασιν ἐπεδόθη, ἡ δὲ ψυχὴ ἐν θαλάμοις, περιπολεύει
οὐρανόν· διὸ τιμῶμέν σε πάντες, οἱ σχόντες σὲ ποιμενάρχην.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ,
κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
θεόφρων Θεόφανες, ἀναβιβάσας τὸν νοῦν, πρὸς τὴν δόξαν τὴν ἄῤῥητον, αἰσθητὴν
τερπνότητα, ἐβδελύξω τὴν ῥέουσαν, καὶ τὸν Σταυρόν σου στεῤῥῶς ἀράμενος, τῷ
ἐραστῇ σου Χριστῷ ἑπόμενος· ὅθεν παρείληφας παρ’ αὐτοῦ χαρίσματα θαυματουργῶν,
πᾶσι τοῖς προστρέχουσι, τὴν θείαν μνήμην σου.
Πάτερ,
θεόφρων Θεόφανες, κατορθωμάτων τὰ σά, τῶν ἀνθρώπων ἐξέστησαν, οἳ καὶ
κατεπλάγησαν, γένος καὶ τὰ στρατεύματα, Ἀγγέλων πάντων θεομακάριστε· μεθ’ ὧν
πρεσβεύεις, ἀεὶ πρὸς Κύριον, θείαν τε ἔνδοξον, μνήμην καὶ σωτήριον ὑπὲρ ἡμῶν,
τῶν σεπτῶν τελούντων σου, προσφόρως Ὅσιε.
Πάτερ,
θεόφρων Θεόφανες, θείου φωτὸς ἐμπλησθείς, ἐντρυφᾷς τελεώτατα, καὶ τῶν
ἐπιλάμψεων, καλλονῆς τῆς ἀῤῥήτου δέ, καὶ τῆς ἀφράστου θείας μεθέξεως,
λαμπροφανῶς νῦν, ᾗ παριστάμενος, Χριστὸν δυσώπησον, ὑπὲρ τῶν τιμώντων σου τὴν
ἱεράν, μνήμην τὴν σωτήριον, σεπτῶς θαυμάσιε.
Ἔνδον,
τῶν ἀδύτων γεγόνας, εἰς οὐρανὸν ἀναπτάς, ἀρετῶν ἐποχούμενος, θεοφόρε ἅρματι, ὡς
Ἠλίας αἰθέριος, ὁ διφρηλάτης νῦν ἀναγόμενος, καθ’ ὃν ζῆλον ἔχεις πρὸς Κύριον,
λύχνος πολύφωτος, γεγονὼς τῇ χάριτι θεοπρεπῶς, καὶ θεοειδέστατος, μάκαρ
Θεόφανες.
Δόξα.
Ἦχος πλ. δ΄.
Σήμερον,
τῶν μοναστῶν τὸ στίφος, ἐπὶ τῇ μνήμῃ τοῦ νεοφανοῦς ἀσκητοῦ, θείου Θεοφάνους
συναθροισθέντες ψαλμικῶς ᾄσωμεν ἐναρμόνιον μέλος, τῷ τοῦτον μεγαλύναντι Χριστῷ,
καὶ γεγηθότες ἀνακράξομεν· χαίροις, ὁ θερμὸς ἀντιλήπτωρ, καὶ προστάτης
ὑπέρμαχος· χαίροις, ὁ ἀκέστωρ τῶν ψυχῶν ἄμισθος, καὶ τῶν σωμάτων, μὴ παύσῃς
πρεσβεύων Χριστὸν ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς,
Παρθενικαὶ
χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται,
καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα
τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς
προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν
ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν
συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν,
ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τῶν
Ἰωαννίνων θεῖος βλαστός, καὶ Ναούσης μέγας, πολιοῦχος καὶ ἀρωγός, καὶ πηγὴ
θαυμάτων, Θεόφανες ἐδείχθης· διό σου τὴν ἁγίαν, κάραν σεβόμεθα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου