Σάββατο 30 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 15. ΟΣΙΟΣ ΕΥΘΥΜΙΟΣ ΝΕΟΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ ΙΕ´
ΕΥΘΥΜΙΟΣ ΟΣΙΟΣ ΝΕΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Βασιλείου Ἀρχιεπισκόπου Θεσσαλονίκης μαθητοῦ αὐτοῦ χρηματίσαντος)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ὥς γενναῖον ἐν Μάρτυσιν.
Τὴν στενὴν τρίβον ὥδευσας, ἀκυμάντῳ τῷ πνεύματι, πρὸς ζωὴν ἀνάγουσαν περαιούμενος· τῶν Ἀσκητῶν γάρ σὺ γέγονας, Εὐθύμιε καύχημα, καρτερῶς καταβαλῶν, τῶν δαιμόνων τὰ ἔνεδρα· ὅθεν ἀτυχές, οὐρανῶν βασιλείας κληρονόμος, γεγονὼς καὶ τῆς ἀλήκτου, κατατρυφᾷς ὡραιότητος.

Ὁ ὑπέρλαμπρος βίος σου, τοῖς Ἀγγέλους ἐξέστησε, καὶ δαιμόνων θράση σαφῶς κατέπληξε· τῶν δὲ πιστῶν τὰ συστήματα, φαιδρῶς κατελάμπρυνε πρὸς οὐράνιον Χριστοῦ, κατοικίαν, προτρέπων ἀεί, ὃν ἱκετευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ὑμνῳδίαν καὶ αἴνεσιν, τῷ Χριστῷ προσενήνοχας καθ᾿ ἑκάστην Ὅσιε ἐν ἐρήμῳ χωρῶν· μόνῳ Θεῷ ἀναθέμενος, ψυχὴν καὶ διάνοιαν, ὡς ὁ μέγας Μωϋσῆς, εἰς τὰ ἄδυτα ἔδυσας· ὅθεν ἔτρεψας, τὸν ἀόρατον, ὄφιν καὶ ἐγένου, καθαρώτατον δοχεῖον, καὶ θείου Πνεύματος ὄργανον.

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὡς φωτοφόρος Εὐθύμιε θεόφρον, ὅτε σὲ ὁ ἄνωθεν ἔρως ἀνέφλεξε, ταῖς θεϊκαῖς αὐτοῦ λάμψεσι, σταυρὸν ἔπ’ ὤμων, ἄρας πρὸς ὄρος Ἀθω ὠδηγησε, τότε ἐνδυσάμενος ὅπλον τὸ ἄμαχον, κατὰ δαιμόνων ἐνίσχυσας, τρόπαια στῆσαι, τύπος γενόμενος τοῖς μονάζουσι, καὶ νῦν ἀγάλλη, ὁμηγύρεσι, τῶν Ὁσίων. Μεθ’ ὧν ἡμῖν αἴτησαι, φωτισμὸν καί εἰρήνην, καὶ τοῦ βίου ἐπανόρθωσιν.

Θεοφεγγέσι στιλπνότησι τρισμάκαρ, Πάτερ θεοείκελε τῶν θείων ἔργων σου, φωτοβολῶν τὴν περίχωρον, Μακεδονίας, διασκεδάζεις ἀχλὺν τῶν θλίψεων, καὶ χάος βαθύτατον τῶν καρδιῶν ἡμῶν· ὅθεν Βραστάμου καλλώπισμα, καὶ τῶν ἐν Ἄθῳ, ἀσκούντων φῶς σαφῶς ἐχρημάτισας· οἵ καὶ τὴν μνήμην, σοῦ τὴν ἔνθεον, καὶ φωταυγὴ καὶ σωτήριον Ὅσιε, ἐκτελοῦντες πταισμάτων, διὰ σοῦ λύσιν λαμβάνουσι.

Τὰς ἀκαθέκτους παθῶν ἐπαναστάσεις, Εὐθύμιε πάνσοφε σὺ ἐχαλίνωσας, καὶ ἀπαθείας ταῖς χάρισιν, ἠγλαϊσμένος, εἴληφας χάριν νοσούντων ἅπαντα, ἰᾶσθαι ἀνήκεστα πάντων νοσήματα, καὶ φυγαδεύειν τὰ πνεύματα, τῆς πονηρίας, καὶ τούτων σῴζειν τοὺς σοὶ προστρέχοντας· ὅθεν ὁ "Ἄθως ἐναβρύνεται, ὁ θεῖος ὄντως ἐν σοὶ πολιοῦχόν σε, κεκτημένος καὶ χαίρει, καὶ τελεῖ τὴν θείαν μνήμην σου.

Δόξα. Ἦχος γ΄.
Τοῖς ἀσκητικοῖς ἀγῶσι σαυτόν, κατακοσμήσας, σύσκηνος γέγονας τοῦ παλαιοῦ Εὐθυμίου, ὡς ὁμότροπος καὶ συνώνυμος τούτου, Εὐθύμιε Ὅσιε, τὴν ἐκείνου γὰρ ζηλώσας ἄμεμπτον πολιτείαν, ἐν σπηλαίοις καὶ ὄρεσι διαιτώμενος, ἀπείληφας τὸ βραβείον τῆς καρτερίας σου· ὅθεν, τὸ τοῦ Ἄθωνος ὄρος, χαρμοσύνως σήμερον, ἐπιτελεῖ τῆς κοιμήσεώς σου τὴν πάνσεπτον ἑορτήν. Διόπερ Ὅσιε, ὄμβρισον καὶ ἡμῖν, ψυχικὴν σωτηρίαν, καὶ κινδύνων ἀφάρπασον, καὶ πάσης περιστάσεως, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὸ ἱερόν σου μνημόσυνον, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον, τὸν σὲ δοξασάντα μύροις καὶ θαύμασιν Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Εὐφραίνου ὁ ἁγιώνυμος Ἄθως, εὐφροσύνην τὴν ἐν Θεῷ, τὸ τῶν Ὁσίων ἐνδιαίτημα· ἰδοὺ γὰρ ἐν τοῖς ακρωτηρίοις σου ἐξήνθησε κρίνον, ἀειθαλλὲς καὶ εὐφρόσυνον, ὁ τῆς εὐθυμίας φερώνυμος, Εὐθύμιος· ὁ τρισόσιος Πατὴρ ἡμῶν καὶ ἐπλήρωσεν εὐωδίας πνευματικῆς, καὶ εὐθυμίας ἐνέπλησε πᾶσαν σοῦ τὴν περίοικον, ἑξανατείλας τὴν τοῦ Πνεύματος ζωηρὰν παγκαρπίαν, διόπερ καὶ ἡμεῖς, πνευματικοὺς ᾄσμασιν εὐφημοῦντες βοήσωμεν· Ταῖς πρεσβείαις τούτου Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τὸν τοῦ Χριστοῦ μαθητήν, καὶ Προδρόμου τὸν ζηλωτήν, τόν ἀνέσπερον λαμπρὸν φωστῆρα, τόν τῶν μοναστῶν ποδηγέτην, καὶ τοῦ Ἄθω οἰκήτορα, μοναστῶν τὰ στίφη κατὰ χρέος εὐφημήσωμεν· οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, βίον ἐν τῇ γῇ ἔσχεν ἄϋλον, ἐν σαρκὶ ὡς ἄσαρκος πολιτευσάμενος· ἔνθεν καὶ θαυμάτων χάριν πλουσίως ἀπείληφε· δεικνύων ἡμῖν δι’ αὐτῶν, τὴν ἐν αὐτῷ Μονὴν τῆς Ἁγίας Τριάδος, ὑφ’ ἧς λαμπρῶς μετὰ πότμον δοξασθείς, καὶ πρὸς φῶς τὸ ἀνέσπερον προσπελάσας σὺν τοῖς Ἀγγέλοις οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωται· ὢ ! θαύματος ἐκστατικοῦ, καὶ πράγματος ἐκπληκτικοῦ! Ὅτι ὑλικὸς ὧν τῇ φύσει, ἴσος γέγονε ταῖς ἀΰλοις οὐσίαις· ἀλλ’ ὦ Πατέρων κράτιστε, ἐν δόξῃ καί τιμῇ κατηγλαϊσμένος, πρέσβευε τυχεῖν ἡμᾶς, τῶν αἰωνίων ἀγαθῶν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἦχος γ΄.
Τὸν τῆς εὐθυμίας φερώνυμον, δεῦτε μοναζόντων τὸ κλῆτος ἀξίως εὐφημήσωμεν· οὗτος γὰρ ἐν ἔρημοις, σπηλαίοις καὶ ὄρεσιν αὐλιζόμενος, ἄξιως τῷ Θεῷ εὐηρεστησε, καὶ νῦν ἐν οὐρανοῖς χορεύων, τῷ τρισηλίῳ φωτὶ παριστάμενος, ἐν παῤῥησίᾳ δυσωπεῖ, ὑπὲρ τῶν πίστει τελούντων τήν σεβάσμιον αὐτοῦ κοίμησιν.

Δόξα. Ἦχος πλ. δ΄.
Εὐφράνθητι ἡ Καινὴ Σιών, τὸ τῶν Ὁσίων ἐνδιαίτημα, τῆς Πανυμνητοῦ ὁ κλῆρος, τὸ τοῦ Ἄθωνος ὄρος, Περιστερῶν Μονή τε, ἡ σεβάσμιος· καὶ ἀγάλλεσθε πάντες οἱ μονασταὶ καὶ μιγάδες· καὶ δεῦτε πανηγυρίσωμεν πνεύματι, Εὐθυμίου τοῦ νέου, καὶ ἀρχηγέτου ἡμῶν, τὴν μνήμην τὴν σεβάσμιον· οὗτος γὰρ ὁ πανθαύμαστος, ἀρετῶν χάρισι καταγλαϊζόμενος, ὡς ὑψηλὸς στῦλος τῆς Ἐκκλησίας δείκνυται· καὶ Ἀγγέλοις καθομοιωθείς, καὶ τῆς αὐτῶν δόξης συμμετέχων, ἱκετεύει ὑπὲρ ἡμῶν τὸν μόνον φιλάνθρωπον.



Καί νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὄντως ὑψοποιὸν ἀρετήν, φωτοεῖδες καὶ καθαρὸν περιβόλαιον, χιτῶνα τῆς εὐφροσύνης, περιβληθεὶς νουνεχώς, ἐν γῆ τῶν πραέων νῦν γηθόμενος, ἐκλάμπεις Εὐθύμιε, θεϊκαῖς ταῖς λαμπρότησι, τὰς παρατάξεις, τῶν Ἀγγέλων θεώμενος, τὸ τρισήλιον σέλας περιπολεύοντας· ὅθεν σὲ μακαρίζομεν, ἐν πίστει σοι κράζοντες· μὴ ἐπιλάθου σῶν δούλων, διὰ παντὸς προστρεχόντων σοι, σορῷ σου λειψάνων, τοῦ εὑρεῖν κακῶν τὴν λύσιν, καὶ μέγα ἔλεος.

Στίχ.: Τίμιος ἐναντίον Κυρίου...
Χαίροις ὁ χάριν θείαν λαβῶν, μύρον ἐκβλύζειν θεομάκαρ Εὐθύμιε, καὶ πάντας εὐωδιάζειν, ταῖς ἡδυπνόοις δομαῖς, τῶν θαυμάτων Πάτερ τῶν ἐνθέων σου· καὶ νῦν θεοδόξαστε, τοὺς πιστῶς σὲ γεραίροντας, σὺν Ἰωσήφ τε, τῷ συνάθλῳ σου Ὅσιε, εὐωδίασον, εὐωδίαις τοῦ Πνεύματος, χάριτος ἐμπιμπλῶν ἀεί, λιταῖς εὐπροσδέκτοις σοῦ, ἅμα παμμάκαρ ὑψόθεν, τῆς σωτηρίας ἀξίωσον, τυχεῖν καὶ ἐλέους, ἐν ἡμερᾳ τῇ τῆς δίκης, δυὰς πανόλβιε.

Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος...
Βίον ἐπὶ τῆς γῆς ἀληθῶς, ἀγγελικὸν ἐπολιτεύσω Εὐθύμιε· φυγὼν γὰρ πᾶσαν τοῦ κόσμου, τρυφὴν καὶ δόξαν σοφέ, τὴν στενὴν καὶ πλήρη πάσης θλίψεως, ὁδὸν διεβάδισας, τὴν ἐπάξασαν ἄνω σε, πρὸς βασιλείας τοῦ Θεοῦ τὴν οὐράνιον· διὸ τέλειος, ἀνεδείχθης μακάριε, ὥσπερ ἔφη Κύριος, πρὸς ὃν σὲ κεκτήμεθα, οἱ σῇ προστρέχοντες σκέπῃ, ἔνθερμον πρέσβυν αἰτούμενοι, τυχεῖν θείας δόξης, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὸ σὸν μνημόσυνον.

Δόξα. Ἦχος πλ. α΄.
Στερεωθεὶς ἐν τῇ πέτρᾳ τῶν ἐντολῶν Χριστοῦ, ἐκ φωτοφανοῦς θεωρίας, ὡς ὁ πάλαι Εὐθύμιος, συνωνύμως ἔλαμψας, ἐν τῷ Ἄθῳ Εὐθύμιε, μοναζόντων εὐωδία χρηματίσας, ὡς τοῦ Ἁγίου Πνεύματος διαφανὲς ἀλάβαστρον· καὶ νῦν ἐν οὐρανοῖς ὑπάρχων πλήρης φωτὸς ἀφάτου, πλήρης εὐωδίας καὶ χαρᾶς, αἴτησαι ἀξιάγαστε, πᾶσι τοῖς εὐλαβῶς τιμῶσί σουτὸ μνημόσυνον, παρὰ Χριστοῦ τοῦ Σωτῆρος τὸ μέγα ἔλεος.




Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ ὄρος τοῦ Ἄθω σὲ ἔχει προστάτην θερμόν, τρισμάκαρ Εὐθύμιε, δεινῶν ῥυόμενον, δυνάμει τοῦ Πνεύματος· Ὅθεν καὶ συνελθόντες, ἐκβοῶμέν σοι Πάτερ· Πρέσβευε τῷ Σωτῆρι, ὑπὲρ πάντων τῶν πίστει, τελούντων τὸ σεπτόν σου, μάκαρ μνημόσυνον.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι, διηυγασμένος, ἠκολούθησας, Χριστῷ ὁσίως, θεοφόρε παμμάκαρ Εὐθύμιε· καὶ διαφόροις ἐν τόποις ἐξέλαμψας, Περιστεραῖς τὴν Μονὴν ὠκοδόμησας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας ἱδρῶσιν ἀσκητικοῖς, κατασβέσας τὴν κάμινον τῶν παθῶν, πᾶσιν ἀνέβλυσας, τῶν θαυμάτων τὸ πέλαγος, καὶ ἐν αὐτῷ ὡς ἄλλος, Μωσῆς κατεπόντισας, τὰ τῆς πλάνης ἅρματα, δαιμόνων τὰς φάλαγγας· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν πάνσεπτον μνήμην σου, θεοφόρε Εὐθύμιε, καὶ βοῶμεν ἐκ πόθου σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφέ, αἱ τῶν Ἀγγέλων στρατιαί, πῶς ἐν σώματι τελῶν, τὴν ἀσωμάτων βιοτήν, ζηλῶν ἐζήλωσας μάκαρ γενναιοφρόνως· ὅθεν καὶ στεφάνους σοι πλέξασαι, Εὐθύμιε τρισμάκαρ θεσπέσιε, ἀμαραντίνους ἄνωθεν, ἐνδόξως τῇ κορυφῇ σου ἐπέθη· κἂν Χριστονοὸν Πάτερ, ἀεὶ δυσώπει, ὑπὲρ τῶν εὐφημούντων σέ.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Τὸν Τάφον σου Σωτήρ.
Τριάδος τῆς σεπτῆς, οἰκητήριον ὤφθης, ἐν πέτρᾳ ἐδρασθείς, τῶν Χριστοῦ ἐνταλμάτων, διό σε ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν ἐκλεκτῶν κατοικία, καὶ παρέστηκας, σὺν Εὐθυμίω τῷ πάνυ, τῷ θρόνῳ τοῦ Κτίστου σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Οἱ Ἀναβαθμοὶ· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου...
Στ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ Αὐτοῦ...
Εὐαγγέλιον, τοῦ Ἁγίου Εὐθυμίου τοῦ Μεγάλου.
Ὁ Ν.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰςς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα· ὧν τὸν βὶον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι τᾶις ψυχαῖς ἡμῶν.

Καὶ οἱ κανόνες. Ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου β΄.
Ὁ α΄ Κανὼν τοῦ Ἁγιου, οὗ ἡ ἀκροστιχίς: Χαίροις τὸ θεῖον τῶν μοναζόντων κλέος.
ᾨδὴ α´. Ἦχος β΄. Δεῦτε λαοί.
Χαίροις πηγή, βρύουσα ῥεῖθρον σωτήριον, ἐξ οὗ ἀντλοῦμεν πάντες ἀλεξιτήριον χάριν ἀμπλακημάτων, οἱ προσιόντες πόθῳ σοι Εὐθύμιε.
γιασμόν, εἴληφας Χριστοῦ τοῦ Θεοῦ, ἀπὸ νηδύος ἔνδοξε καίὶ ἐναπέφηνας ἐκλογῆς σκεῦος , Πάτερ τοῦ Πνεύματος τὴν χάριν ὄλην δεχόμενος.
να ζωῆς, μέτοχος τῆς ἀκηράτου δειχθῇς, τῆς ἐπικηροῦ πάνσοφε Πάτερ ἠλόγησας, καὶ Θεῷ προσχωρήσας ἀπαύστως ἱλεοῦσαι, σωθῆναι πάντας ἡμᾶς.
Θεοτοκίον.
ήσει σοφῇ, τῶν σῶν χειλέων, ἑπόμενοι, περιχαρῶς Πανάμωμε σὲ μακαρίζομεν, τὴν ἡμῖν γενομένην, αἰτίαν τῆς ἀφράστου μακαριότητας.

Ὁ β΄ Κανὼν τοῦ Ἁγίου. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Ζωὴν τὴν αἰώνιον, ποθήσας μάκαρ Εὐθύμιε, τὸν κόσμον κατέλιπες καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ τόν Ἄθωνα, κατέλαβες προθύμως, Θεῷ συνεσόμενος, μόνος ἐν πνεύματι.
Ἐν Ἄθῳ γενόμενος, ἔνδον σπηλαίου κατῴκησας, ἐν ὢ ἐνασκούμενος ψυχὴν ἐκάθηρας, καὶ τὸ σῶμά σου, ἁγνεία καὶ δεήσει, καὶ πάντας ἐφώτισας, μάκαρ Εὐθύμιε.
Κυμάτων κυκλούμενος, ἐκ τῶν τοῦ βίου Εὐθύμιε, προστρέχω τῇ σκέπῃ σου, σῶσόν με δέομαι, καὶ κυβέρνησον, πρὸς ὅρμον μετανοίας, ὅπως σου τὴν κοίμησιν, μέλπω ἐν ᾄσμασιν.
Θεοτοκίον.
Σὺ μόνη θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα φορέσαντα· σὺ γὰρ πέφηνας, πασῶν ἁγιωτέρα, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ.
λόφωτος ἐδείχθης στῦλος θεόφρον, καθοδηγώντας τάξεις τῶν μοναζοντων, νεφέλη τε σκιάζουσα κληρουχίαν, Θεοῦ καὶ πρόσωπα, τῶν ἀοράτων ἐχθρῶν, ἀμαυροῦσα χάριτι τοῦ Παντάνακτος.
στασο πρὸ προσώπου τοῦ σου Δεσπότου, ἀνενδότῳ σου νεύσει καθικετεύων, λυτρώσασθαι τὴν ποίμνην σου τῆς δουλείας τοῦ σκότους Ὅσιε, καὶ τυραννίδος παθῶν, καὶ σοῦ τῆς δεήσεως ἐπακούει Θεός.
Σαρκός σου τὰς κινήσεις ἀπονεκρὼσας δι’ ἐμμελοῦς ἀσκήσεως θεοφάντορ, ἐγένου ἐνδιαίτημα τοῦ Δεσπότου, ὅν ἐκδυσώπησον, ῥυσθῆναι θλίψεων καὶ παθῶν συγχύσεως τοὺς σοὺς πρόσφυγας,
Θεοτοκίον.
Τόμον σε προεώρα ὁ Ἡσαΐας, ἐν ᾧ σαρκὶ ὁ Λόγος ἐνεσημάνθη, ῥηγνὺς τὸ γραμματεῖον τῶν Πρωτοπλασμάτων, ὅ ἡ παράβασις ὑπεσημήνατο, καὶ διδοὺς τὴν ἄφεσιν τῆς δουλείας ἡμῖν.

Ἄλλος. Τοὺς σοὺς ὑμνολόγους.
Ἱσάγγελον βίον ἐπεδείξω, Ἀγγέλων ποθήσας τὴν ζωήν, Εὐθύμιε πανόσιε, καθάρας τὰς αἰσθήσεις σου, τῆς ἐμπαθοῦς ἁλώσεως, πνεῦμα τελούμενος πνεύματι.
Τὸν ἔνθεον βίον σου θεόφρον, καλῶς διανύσας ἐπὶ γῆς, Ἀγγέλοις ἐξωμοίωσαι, καὶ μοναστῶν συστήματα, ἤθροισας καὶ ὡδήγησας, πρὸς οὐρανοῦ τὰ σκηνώματα.
Νεκρώσας τὰ μέλη ἐγκρατεῖᾳ, ἐζῴωσας Πάτερ τὴν ψυχήν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετών νευρουμενος, παντουργικαῖς δυνάμεσι, Πάτερ Πατέρων Εὐθύμιε.
Θεοτοκίον.
Ἐλέους σου Κόρη ταῖς ῥανίσι, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν θεοχαρίτωτε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου χρυσῆ λυχνία ὑπάρχουσα.










Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπηρνήσω τὴν σάρκα διὰ Χριστόν, καὶ τοῦ πνεύματος ὤφθης δημαγωγός, καὶ ἤκουσας ῥήματα, ἀποκρύφων μυήσεων, μοναστῷν γὰρ ὤφθης κανὼν σὺ εὐθύτατος, καὶ τὰ πάθη πάντα στεῤῥῶς κατεπάτησας· ὅθεν καὶ δαιμόνων, τὸ ἀνίσχυρον θράσος, εἰς τέλος ἐτέφρωσας· πρὸς αὐτὸν ἀτενίζων ἀεί, θεοφόρε Εὐθύμιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι. πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοήν.
πόθος τοῦ Θεοῦ σὲ ἔθελξεν, ἐκπυρωσας τὴν σὴν καρδίαν, καὶ ἐφετῶν ἔφθάσας, τὸ ἔσχατον Εὐθύμιε Πάτερ, λιπὼν τῶν γηΐνων τὴν προσπάθειαν, ὁμόσκηνος τῶν ἄνω πεφηνὼς λειτουργῶνι.
Θωπείας τῆς συνεύνου Ὅσιε, κατεπάτησας ὁλοτρόπως ἐνέσκηψεν ἔρως γάρ, τοῦ Κτίσαντος ἐν σοὶ θεόφρρν, θερμῶς καὶ κτισμάτων ἀπημαύρωσε τοὺς ἔρωτας εἰς τέλος ἀπωσάμενος.
Εἰς πόαν καθαρὰν εἰσήλασας, ἐγκρατείας τὴν ποίμνην Πάτερ, καὶ πρὸς πηγὴν ἤγαγες, ἀθόλωτον τῆς ἀπαθείας, αὐτὴν νοητοὺς θήρας τροπούμενος, ἥν καὶ νῦν ταῖς πρεσβείαις σου διάσωσον.
Θεοτοκίον.
δοὺ σὲ γενεαὶ δοξάζουσι, γενεῶν ὡς προέφης Κόρη· τοῦ Κτίστου γὰρ γέγονας τὸ παλάτιον καὶ θεῖος οἶκος ἐν ᾧ κατεσκήνωσεν ὁ Ὕψιστος, προσομιλήσας, εἰς τὸ σῶσαι ἡμᾶς.

Ἄλλος. Τὴν ἀνεξιχνίαστον.
Ἀγαλλιασώμεθα πνευματικώς, μνήμην ἐκτελοῦντες πανέορτον, τοῦ Εὐθυμίου, καὶ σεπτοῦ ἡμῶν Πατρός, οὕτινος ταῖς δεήσεσιν, πάντων δυσχερῶν ἐκλυτρούμεθα.
Ἴασιν ἀέναον ἡ σὴ σορός, πᾶσιν ἀναβλύζει Εὐθύμιε, τοῖς προσιοῦσι, καὶ καθαίρει μολυσμούς, ἄσαρκος ὁμοῦ καὶ πνεύματος· ὅθεν σου τὴν μνήμην γεραίρομεν.
Χαῖρε Γαλάτων κώμη τερπνὴ Ὀψός, ἐπὶ σῷ ἁγίῳ βλαστήματι· σοῦ γὰρ ἐξέφυ, ὁ Εὐθύμιος Πατήρ, νεοφανὴς δεικνύμενος, καὶ τὴν οἰκουμένην κατηύφρανε.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς Ἄμωμε ταῖς σαῖς λιταῖς, πάντων τῶν σκανδάλων τοῦ ὄφεως καὶ τῶν παγίδων, καὶ ἰάτρευσον ἡμῶν τὰ χαλεπὰ νοσήματα, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου.

ᾨδή ε΄. Ὁ φωτισμός.
λος Θεῷ, ἀνακείμενος Πάτερ ἐν ταῖς ἐρήμοις, πάγον τῆς νυκτὸς ὑπέστης γενναίως, καὶ τῆς ἡμέρας, ἐκαρτέρεις τὴν καῦσιν, καὶ ἐγένου οἶκος σοφίας Θεοῦ, ἀρετῶν τῇ λάμψει Εὐθύμιε κοσμούμενος.
Νεανικῶς, ἐπιβὰς τῇ ἀσκήσει, γαστριμαργίας, ὄφιν οὐ προείλου σύμβουλον Πάτερ, ἀλλ’ ἐν νηστείαις, καὶ εὐχαῖς ἀνενδότοις, καὶ ἁγνείᾳ προσομιλῶν τῳ Θεῷ, μέτοχος ἐγένου τρυφῆς τῆς ἀμείνονος.
Τῶν ἀρετῶν, ὑποδὺς τὴν νεφέλην, πλάκας ἐδέξω, γεγραμμένας μάκαρ χειρὶ τῇ θέιᾳ, καὶ μοναζόντων τὴν πληθὺν ἐκδιδάσκων, τῶν ἐνύλων πάντων ἀπέχεσθαι, ἤγαγες εἰς ὄρος Θεοῦ ἐπιγνώσεως.
Θεοτοκίον.
φθης Ἁγνή, τῷ Προπάτορι κλῖμαξ, οὐρανομήκης, ἔχουσα τὸν Κτίστην καθιδρυμένον, ἐκ σοῦ Θεός γάρ, σαρκωθεὶς ἐπεφάνη, καὶ συνῆψε τὰ διεστῶτα τὸ πρίν· ὅθεν Θεοτόκον σε πίστει δοξάζομεν.

Ἄλλος. Ἐξέστη τὰ σύμπαντα.
Ῥεόντων τὸ ἄστατον, ἐμφρόνως ἀπωσάμενος, σὺν τῇ ἀποθέσει τούτων πάντων, συναπεβάλου καὶ τὸν φθειρόμενον, ἄνθρωπον σοφὲ τὸν παλαιόν, τὸν δ’ ἀνακαινούμενον, νέον ὄντως ἐνδέδυσαι.
Ἰσχύς σοι δεδώρηται, παρὰ Χριστοῦ Εὐθύμιε, δι’ ἧς τὰς ἀρχὰς καὶ ἐξουσίας, πάσας τοῦ σκότους καὶ κοσμοκράτορας, Πάτερ κατηδάφισας εἰς γῆν, καὶ τῆς νίκης ἔλαβες, τὸν ἀμάραντον στέφανον.
Παθῶν κατεφρόνησας, σαρκὸς μάκαρ Εὐθύμιε, τῇ ὑπερβαλλούσῃ ἐγκρατεῖᾳ· ὅθεν σοι χάρις θεία δεδώρηται, πάθη θεραπεύειν τῶν πιστῶς, Πάτερ, προσιόντων σοι, καὶ τελούντων τὴν μνήμην σου.
Θεοτοκίον.
Σοφίαν ἐκύησας, Θεοῦ τὴν ἐνυπόστατον, σαρκὶ καθυπόστασιν Παρθένε, τὸν ἐνωθέντα Λόγον προάναρχον, ἐπ ἐσχάτων τούτων ἡμερῶν, ἐξ ἁγνῶν αἱμάτων σου, σαρκωθέντα θεόνυμφε.










ᾨδὴ στ΄. Πρὸς Κύριον.
Νυττόμενος, τοῦ Δεσπότου τῷ φίλτρῳ κατέλιπες, πᾶσάν σου τὴν αἴσθησιν, καὶ αὐτῷ ἠκολούθησας, ἐπ’ ὤμων τὸν ζυγόν, τὸν χρηστὸν ἀράμενος, Εὐθύμιε, εὐθυμίας φερώνυμε.
Μυούμενος, ἀποῤῥήτων τὴν γνῶσιν Εὐθύμιε, ἐμυσταγώγησας, τὴν σὴν ποίμνην τὰ οὐράνια, καθαίρων λογισμούς, καὶ παθῶν τὴν ἕφοδον, ἀπελαύνων ταῖς σαῖς εἰσηγήσεσιν.
βίος σου ἐφάμιλλος τῶν ἄνω Δυνάμεων, Πάτερ γενόμενος, παῤῥησίαν σοι δεδώρηται, ᾗ χρώμενος ἀεί, τῶν παθῶν λυτρώσασθαι, τὴν σὴν ποίμνην Χριστὸν ἐκδυσώπησον.
Θεοτοκίον.
Νοήσας σοῦ, τὸ ἀπόῤῥητον Ἁγνὴ μυστήριον, ὄρος κατάσκιον, Ἀββακούμ σε προηγόρευσεν. Ἐκ σοῦ ὁ Πλαστουργός, δι’ οἶκτον σεσάρκωται, τὴν ἀρχαίαν ἐξαίρων ἀπόφασιν.

Ἄλλος. Τὴν θείαν ταύτην.
Τὴν ἔνδοξόν σου πανήγυριν, τελοῦντες θεομάκαρ Εὐθύμιε, πιστῶς αἰτοῦμέν σε, ῥῦσαι ἡμᾶς πάσης θλίψεως, καὶ ἀναγκῶν τοῦ βίου ταῖς ἱκεσίαις σου.
Στενὴν ὁδὸν μάκαρ ἤνυσας, ἀσκήσει κεχρημένος Εὐθύμιε, ἁγιαζόμενος ὅλως τὴν σάρκα ἐνέκρωσας, καὶ ζῇς εἰς τοὺς αἰώνας ἀγαλλιώμενος.
Ὑμνήσας ἐν γῇ τὸν Δεσπότην σου, ὡς δοῦλος ἱερὲ γνησιώτατος, καὶ πρὸς οὐράνια, ἀνῆλθες θεῖα σκηνώματα, ὑμνεῖν ἀκαταπαύστως τούτου τὸ ὄνομα.
Θεοτοκίον.
Ἀρχάγγελον προστάτην καὶ ἔξαρχον, κτησάμενοι χαρᾶς τῆς σῆς Ἄχραντε, σὺν τούτῳ κράζομεν· χαῖρε σεμνὴ θεοδόξαστε, χαῖρε χαρᾶς αἰτία θεοχαρίτωτε.

Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Κυμάτων πληθύν, ἁβρόχως περαιούμενος, ἀσάρκους ἐχθρούς, τοῖς ῥείθροις τῶν δακρύων σου, κραταιῶς ἐβύθισας θεοφόρε Εὐθύμιε Ὅσιε, καὶ θαυμάτων χάριν λαβών, πρεσβεύεις ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ἄνοιξόν μου τὰ χείλη τρισμάκαρ, εὐπροσδέκτοις πρεσβείαις σου παρεστὼς τῷ Θεῷ πανένδοξε Εὐθύμιε· ἵνα ὑμνήσω τὸν θεῖον βίον σου, καὶ λαλήσω ἀξίως τὰς ἀρετάς σου, ἅσπερ ἐν γῆ διὰ Χριστὸν τὸν Θεὸν ἐκτετέλεκας· Ὁσίων γὰρ στῦλος ὤφθης, καὶ κανὼν μοναζόντων λαμπρότατος, ἰσάγγελον βίον κτησάμενος, εἰς τὰ ἄδυτα ὄντως κατῴκησας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.


Συναξάριον.
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Νέου, τοῦ ἐν τῷ Ἄθῳ ἐν τοῖς ἀκρωτηρίοις τοῖς ἐν τῇ Μονῇ τοῦ Ἁγίου Παύλου.
Εὐθύμιε φάνηθι ἡμῶν προστάτα,
Τιμῶσι πιστῶς, σὸν μετ’ εἰρήνης τέλος.
Πέμπτῃ καὶ δεκάτῃ Εὐθύμιε πότμον ἀνέτλης.
Σημειωτέον δ’ ὅτι οὗτος ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν νέος Εὐθύμιος ἀφίκετο ἐν τῷ ἱερῷ ἡμῶν τόπῳ, κατὰ τοὺς ἱστοριογράφους, ἀκριβῶς ἀπὸ τοῦ Βιθυνικοῦ Ὀλύμπου τῆς Μικρᾶς Ἀσίας, ὅπου πρότερον ἐν ὑποταγῇ γέροντος, μετήρχετο τοὺς διαύλους τοὺς μοναχικούς, τῷ σωτηρίῳ ἔτει 860. Ὥρμητο δὲ ἐξ Ἀγκυρανῶν περιλάμπρου πόλεως, Γαλάτων χώρας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης.
Ἄρτου στερήσει Λουκιανὸς ἀντέχει,
Τοῦ ζῶντος ἄρτου μὴ στερηθῆναι θέλων.
Οὗτος εὐσεβῶν γονέων ὑπάρχων υἱός, μετὰ τὴν τούτων ἀποβίωσιν, πάντα τοῖς δεομένοις σκορπίσας, τῇ μελέτῃ τῶν θείων Γραφῶν ἐσχόλαζε· διὸ καὶ πολλοὺς Ἰουδαίους καὶ Ἕλληνας πρὸς τὴν εἰς Χριστὸν ἐπεσπάσατο πίστιν. Καταλιπὼν δὲ τὴν οἰκείαν πόλιν, καὶ τὴν Νικομήδειαν καταλαβών, τοὺς φόβῳ κολάσεων κατολιγωροῦντας τῆς πίστεως, ὑπήλειφε πρὸς τοὺς ἀγῶνας. Εἰς κάλλος δὲ γράφειν ἐπιστάμενος, βιβλίον κατέλιπε τῇ Νικομηδέων Ἐκκλησίᾳ, γεγραμμένον σελίσι τρισσαῖς, (εἰς τρεῖς στήλας διῃρημένης τῆς σελίδος), περιέχον πᾶσαν τὴν Παλαιάν τε καὶ τὴν Νέαν Διαθήκην. Τοσοῦτον δὲ γέγονεν ὑπὲρ ἄνθρωπον, ὥς τε τὴν πόλιν διερχόμενος, οἷς μὲν ἤθελε θεωρητὸς ἦν, τοῖς δὲ λοιποῖς ἀθεώρητος.
Περὶ τούτου μαθὼν ὁ Μαξιμιανὸς καὶ αἰσχυνθεὶς τὸ πρόσωπον ὀφθῆναι αὐτοῦ, ὑπὸ παραπετάσματι αὐτῷ διαλέγεται· καὶ γνοὺς τὸ τῆς γνώμης αὐτοῦ ἀμετάθετον, μακρὸν αὐτῷ καταδικάζειν λιμόν. Ἐπὶ πολλὰς οὖν ἡμέρας βρώσεως καὶ πόσεως μὴ μεταλαβών, ἐν τῇ φρουρᾷ ἐτελεύτησε· τὸ δὲ σῶμα τούτου προστάξει τοῦ ἡγεμόνος ἐῤῥίφη ἐν τῇ θαλάσσῃ· δελφὶς δὲ τοῦτο προστάξει Θεοῦ ἐπὶ τῶν ὤμων φέρων, τῇ χέρσῳ παρέπεμψε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαβίνου Ἐπισκόπου.
Ἰσάγγελον Σαβῖνος εὖ βιοὺς βίον,
Θανὼν συνήφθη τῷ χορῷ τῶν Ἀγγέλων.
Ὁ μακάριος Σαβῖνος, διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀρετήν, γέγονεν Ἐπίσκοπος. Εἶτα τοὺς θορύβους μισῶν, ἐμάκρυνε φυγαδεύων· καὶ τοσοῦτον ἠγωνίσατο, ὡς καὶ θαυμάτων πολλῶν αὐτουργὸς γενέσθαι καὶ νόσους ἀπελαύνειν καὶ δαίμονας φυγαδεύειν, ἔτι δὲ καὶ προλέγειν τὰ μέλλοντα. Πολλοὺς δὲ ὠφελήσας καὶ πείσας κόσμον ἀφεῖναι καὶ γονεῖς καὶ Χριστῷ δουλεύειν, ἐν εἰρήνῃ ἀνεπαύσατο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης.
Μὴ παραβλέψῃς οὐδὲ Βάρσου τὴν κλίνην,
Βρύει γὰρ αὕτη τῶν ἰάσεων χάριν.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν οὐκ ἐν Ἐδέσσῃ μόνον, ἀλλὰ καὶ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι διέλαμψεν· ἐν τούτοις γὰρ πᾶσιν ἐξάκουστος γέγονε. Καὶ ὁ τότε βασιλεὺς Βαλεντινιανός, διὰ τὸ εἶναι τὸν Ἅγιον ζηλωτὴν τοῦ ὀρθοῦ δόγματος, πρῶτον μὲν εἰς Ἄραδον τὴν νῆσον οἰκεῖν αὐτὸν προσέταξεν. Ἐπειδὴ δὲ ἔγνω συῤῥέοντα πρὸς αὐτὸν πλήθη οὐκ ὀλίγα, εἰς Ὀξύρυγχον τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν. Ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνήγειρεν ἅπαντας, ἔσχατον εἰς φρούριον τοῖς ἐκεῖσε γειτονεύουσι βαρβάροις ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη Πρεσβύτης. Ἐν δὲ τῇ Ἀράνδῳ φασὶ τὴν ἐκείνου μέχρι καὶ σήμερον διατηρεῖσθαι κλίνην, πλείστης ἠξιωμένην τιμῆς· ἐν ταύτῃ γὰρ οἱ νοσοῦντες κατακλινόμενοι, ὑγείαν διὰ τῆς πίστεως δρέπονται. Μυρία δὲ σημεῖα ἐργασάμενος, ὡς προείρηται, πρὸς Κύριον μετὰ παῤῥησίας ἀπῆλθε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ.
Παρήκοός τε καὶ ἀθλητὴς ὢν ἅμα,
Τῷ μὲν διώκῃ, τῷ δὲ προσδέχῃ πάλιν.
Μοναχός τις ἦν ἐν σκήτει, ὑπείκων Πατρὶ ἐπὶ χρόνους τινάς. Οὗτος, φθόνῳ τοῦ μισοκάλου δαίμονος, τῆς ὑπακοῆς ἐκπεσών, ἐξῆλθε, χωρὶς αἰτίας τινὸς ἐπιβλαβοῦς, ἀπὸ τῶν χειρῶν τοῦ γέροντος, καταφρονήσας καὶ τοῦ ἐπιτιμίου, ἐπιτιμηθεὶς διὰ τὴν τῆς ὑπακοῆς ἀθέτησιν. Κατελθὼν δὲ ἐν Ἀλεξανδρείᾳ τῇ πόλει, ἐκρατήθη παρὰ τοῦ ἐκεῖσε ἄρχοντος, ἀποδυθεὶς καὶ τὸ μοναχικὸν σχῆμα, ὡς κατεπείγοντος αὐτὸν θῦσαι τοῖς εἰδώλοις. Ὡς δὲ οὐδόλως εἶχε τοῦτον καταπειθῆ, βουνεύροις μὲν πρῶτον ἔτυψεν ἀφειδῶς· εἶθ᾿ οὕτω τὴν κεφαλὴν αὐτοῦ ξίφει ἀποτμηθῆναι προσέταξεν. Ὃν καὶ λαβόντες οἱ παριστάμενοι, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ, τὸ σῶμα αὐτοῦ ἔξω τῆς πόλεως ῥίψαντες τοῖς κυσί. Τοῦτον φιλόχριστοί τινες, νυκτὸς καταλαβούσης, ἀνελάβοντο, καὶ μύροις καὶ ὀθονίοις εἱλίσαντες, ἔθεντο ἐν γλωσσοκόμῳ καὶ ἀπέθεντο ὡς Μάρτυρα ἐν τῷ τοῦ Ναοῦ Θυσιαστηρίῳ.
Ἐπιτελουμένης οὖν τῆς θείας Μυσταγωγίας καὶ τοῦ Διακόνου ἀναβοῶντος τό, Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε, πάντων ὁρώντων, αὐτομάτως τὸ γλωσσόκομον ἐξήρχετο, ἄνευ ἀνθρωπίνης χειρός· καὶ ἔμενεν ἐν τῷ νάρθηκι τῆς Ἐκκλησίας, ἄχρι τῆς ἀπολύσεως· καὶ πάλιν αὐτομάτως εἰσερχόμενον ἵστατο ἐν ᾧ προετυπώθη τόπῳ ἵστασθαι. Τοῦτο γινόμενον ἐξέπληττε τοὺς ὁρῶντας. Ὅπερ ἀναμαθὼν καί τις τῶν εὐδιακρίτων, ἐδεήθη τοῦ Θεοῦ περὶ τούτου, καὶ ταχεῖαν τὴν λύσιν ἐδέξατο. Ἄγγελος γὰρ ἐπιστάς, φησὶ πρὸς αὐτόν· Τί ἔκθαμβος γέγονας ἐπὶ τῷ γεγενημένῳ; οὐκ ἔλαβον οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, ὡς οἶσθα, ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, καὶ ἐξ αὐτῶν πάλιν οἱ καθεξῆς μαθηταὶ τούτων; Οὗτος οὖν ὁ τὸ αἷμα αὑτοῦ ὑπὲρ Χριστοῦ ἐκχέας ἀδελφός, καὶ ἐν τῷ Θυσιαστηρίῳ μὴ συγχωρούμενος κεῖσθαι, τῆς Προσφορᾶς τελουμένης, ὑπὸ Ἀγγέλου διώκεται ἄχρι τοῦ Νάρθηκος. Τοῦ δεῖνος γὰρ τοῦ συνασκητοῦ σου τῆς ὑπακοῆς ἐκπεσών, ὡς μαθητὴς αὐτοῦ γεγονὼς καὶ εὐλόγως δεσμευθεὶς ὑπ᾿ αὐτοῦ, ἐκεῖθεν ἀπανίσταται δεδεμένος· καὶ ὡς μὲν Μάρτυς, τὸν στέφανον ἔλαβεν· ὡς δὲ τὸν δεσμὸν ἔχων, οὐ συγχωρεῖται ἔνδον κεῖσθαι, τῆς Προσφορᾶς τελουμένης, εἰ μὴ ὁ δήσας λύσει αὐτόν.
Ταῦτα μεμαθηκὼς ὁ θεῖος Πρεσβύτης, λαβὼν τὴν ῥάβδον ἀπῆλθε πρὸς τὸν Ἀσκητήν· καὶ ἐξυφάνας αὐτῷ τὸ πᾶν τῆς ἱστορίας, συγκατῆλθε μετ᾿ αὐτοῦ εἰς τὴν Ἀλεξάνδρειαν· καὶ τὸν ναόν, ἐν ᾧ τὸ λείψανον ἐναπέκειτο τοῦ Μάρτυρος, καταλαβόντες καὶ τὴν θήκην παρανοίξαντες τοῦ Μάρτυρος, τὴν συγχώρησιν ὁμοῦ ἐποιήσαντο· καὶ τοῦτον κατασπασάμενοι, ἔστησαν εἰς δοξολογίαν, καὶ τῆς θείας Μυσταγωγίας τελεσθείσης, μεμένηκεν ὁ Μάρτυς ἀσάλευτος ἐν τῷ Θυσιαστηρίῳ κείμενος ἔκτοτε καὶ μέχρι τοῦ νῦν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ΄. Βάτος ἐν ὄρει πυράφλεκτος.
βραμιαίαν κτησάμενος, γνώμην προφρόνως, γῆς ἐνεγκαμένης σε, μετανάστης γεγένησαι, καὶ Θεὸν ἑώρακας, καθυπισχνούμενον, ἀμοιβήν σοι πλουσίαν· διὸ Εὐθύμιε προθύμως ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ζέων τῷ πνεύματι Ὅσιε, τὰς μεθοδείας, τοῦ ἐχθροῦ διέλυσας, καὶ νίκης τρόπαιον ἀπείληφας, τῷ ὄπλῳ φραξάμενος, τοῦ δι’ ἡμᾶς Σταυρῷ προσπαγέντος Δεσπότου· διὸ γεγηθὼς προθύμως ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ρει εὐχῶν προσεπέλασας, καὶ ὑπεισδύνας τὸν γνόφον τοῦ Πνεύματος, Θεοῦ ὀπίσθια τεθέασαι, καὶ δόξαν ἀπείληφας τῆς διακρίσεως, πεφηνὼς Πάτερ στῦλος· διὸ ἐκτενῶς δυσώπει, ῥύσασθαι πειρασμῶν τοῦ ἐχθροῦ, τοὺς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Νόμου τὸ πλήρωμα τέτοκας, τὸν πρὸ αἰώνων, Κύριον τὸν τοῦ Πατρός, Υἱὸν σοφίαν τε καὶ δύναμιν, ἐπ’ ἐσχάτων Πάναγνε, ὑπερφυῶς σαρκί, εἰς ἀνάπλασιν πάντων· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἄλλος. Οὐκ ἐλάτρευσαν.
Ἐπεπόθησας, Θεὸν ὡς θέμις πάνσοφε, καὶ ἐμελέτησας, τὸν θεῖον νόμον αὐτοῦ καὶ τοῦτον ἐπλήρωσας διὰ τοῦ αἵματος, τῆς ἀσκήσεως, ἀγάπην ἐνδεικνύμενος, καὶ πληρῶν αὐτὴν γενναίως.
Ταπεινότητα τοὺς πάντας ὑπερέβαλεν ὁ θεοδόξαστος, ἐν τῇ ἀσκήσει τελῶν, ὡς ἔγνω ὁ πάνσοφος Ἰωαννίκιος, δεικνὺς ἅπασιν, οἷα φονεὺς ὁ δίκαιος, δεσμευθεὶς ἐν χειροπέδαις.
Ἥν ἐξέφυγεν, ἐν κόσμῳ ὁ Εὐθὺμιος, δόξαν εὐμάραντον, λανθάνειν πάντας πόθων, Θεὸς ταύτην δέδωκεν, ὑπερδοξάσας αὐτόν, ἐν γῆ πόλῳ τε, σημείοις τε καὶ θαύμασι, καὶ ἐκ βλύσεσι τῶν μύρων.
Θεοτοκίον.
Σὺν Ἀγγέλοις, καὶ βροτῶν τὸ γένος Ἄχραντε, ἀναβοῶμέν σοι, ἀκαταπαύστῳ φωνῇ· χαῖρε στάμνε πάγχρυσε, πόκε θεόδροσε, τόμε ἄμωμε· χαῖρε νεφέλη ἔμψυχε· χαῖρε στάμνε ἡ τοῦ μάννα.










ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, πυριφλέκτους ἡδονὰς ἀποτεφρώσας, τῆς γεέννης τὸν φόβον, ἀπώσω Πάτερ σοφέ, τελείας ἀγάπης τοῦ Κτίστου σοῦ, συγκραθεὶς τῷ φόβῳ Εὐθύμιε.
σπερ Ἐνώχ, πρὸς τὸν Θεόν, μετετέθης παρ’ αὐτοῦ εἰσδεχθεὶς Πάτερ, καὶ ταῖς ἄνω χορείαις, συναγελὰζῃ βοῶν· Ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν ἀκηράτων δωρεῶν, ἐντρυφὼν καὶ τρισηλίου λαμπηδόνος, ἐμφορούμενος μάκαρ, τοὺς ὑμνητάς σου παθῶν, καὶ σκότους πρεσβείαις σου λύτρωσαι, ὅπως ἐπαξίως Χριστὸν δοξολογοῦμεν.
Θεοτοκίον.
Κατάραν ἔλυσας Ἁγνή, τὴν ἀρχαίαν τῶν βροτῶν ἀῤῥήτῳ λόγῳ, τὸν Θεὸν συλλαβοῦσα σεσαρκώμενον ἐκ σοῦ, δι’ οἶκτον Πανάμωμε Δέσποινα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος. Παῖδας εὐαγεῖς .
Μετάρσιος μάκαρ ἀνεδείχθης, ἐκ γῆς πρὸς οὐρανὸν μετατιθέμενος, ὥσπερ θείῳ ἅρματι, πράξει θεωρίᾳ τε, περιφανῶς χρησάμενος· ὅθεν κατέπαυσας, ἐν τόποις φωτεινοῖς, ἔνθα ἦχος τῶν ἑορταζόντων Εὐθύμιε χορεύων.
Ὁ πλάσας καρδίας καταμόνας, καὶ πάντα προτοῦ γενέσθαι ἐπιστάμενος, σὲ ὡς λίθον τίμιον, ὄντως ἐκλεξάμενος, τῇ Ἐκκλησίᾳ πάνσοφε, ἐπῳκοδόμησε, στηρίζοντα στίφη μοναζόντῶν, οὕς συνῆξας μάκαρ, εἰς αἴνεσιν Κυρίου.
Ὅλον ἐκκαθάρας σου τὸ σῶμα, ἐγένου καὶ τοῖς Ἀγγέλοις ὁμοδίαιτος· ὕλην ὑπερέβης γάρ, οἷα Πάτερ ἄσαρκος, ὧν ἐν τῷ κόσμῳ Ὅσιε, ὡς ὑπερκόσμιος, ἀΰλως διανύσας τὸν βίον· ὅθεν σου τὸ σῶμα, ἄφθαρτον διαμένει.
Θεοτοκίον.
Ἁγίων εἰς ἅγια τραφεῖσα, ἁγίων τὸν Ὑπεράγιον γεγέννηκας, ἁγία θεόνυμφε· ὅθεν ἐν ἁγίαις σε, φωναῖς πάντες κραυγάζομεν· χαῖρε Μητρόθεε, Ἁγία Θεοτόκε Παρθένε· χαῖρε τῶν ἁγίων Ἀγγέλων χαρμοσύνη.











ᾨδὴ θ´. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Λελαμπρυσμένος τῷ κάλλει, τῆς ἀσκήσεως Πάτερ, καὶ περιβεβλημένος τὴν στολήν, τῆς ἀφθαρσίας Εὐθύμιε, καὶ περιηνθισμένος, στεφάνῳ δωρεῶν τῶν ὑπὲρ νοῦν, τῷ Δεσπότῃ τῶν ὅλων, παρέστηκας γηθόμενος.
Εἰς μὲν Μονὰς ἀειζώους, κατεσκήνωσας μάκαρ, ἔνθα τῶν Ἀποστόλων ὁ χορός, στίφη μαρτύρων, ὁσίων πληθύς, προφητῶν αἱ χορεῖαι, τῶν πόνων ἀμοιβὰς παρὰ Θεοῦ, εἰληφὼς ἐπαξίως, Εὐθύμιε πανόλβιε.
λολάμπης θεοῤῥῆμον, γεγονὼς ταῖς ἀκτῖσι, φωτὸς τοῦ Τρισηλίου τηλαυγῶς, καταστραπτόμενος αἴτησαι, τῶν πταισμάτων τὴν λύσιν, κακῶν ἀπαλλαγὴν καὶ τῶν δεινῶν, ἀλλοτρίωσιν πᾶσι, τοῖς πόθῳ σοι προστρέχουσι.
Θεοτοκίον.
Σωματωθεὶς ἀποῤῥήτως, ὁ Δεσπότης τῶν ὅλων ἐκ σοῦ Θεοκυῆτορ Μαριάμ, τέλειος γέγονεν ἄνθρωπος· καὶ τεχθεὶς ὡς πρὸ τόκου, Παρθένον διετήρησεν Ἁγνήν, ὃν ἱκέτευε σώσαι, κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἄλλος. Ἅπας γηγενής .
Ξένος τῶν τῆς γῆς, σὺ καὶ παρεπίδημος ἑκὼν γεγένησαι· καὶ γὰρ τὸ πολίτευμα, τὸ σὸν ὑπήρχε μάκαρ Εὐθύμιε, ἐν οὐρανοῖς ὡς γέγραπται, καὶ περιόντος σοῦ, ἐν τῷ κόσμῳ· ὅθεν χαίρων ἤνυσας, τῆς ἀσκήσεως δρόμον πανόλβιε.
Λῆξιν προορῶν, τὴν μέλλουσαν πάνσοφε, ὄρει τοῦ Ἄθωνος, ἦλθες καὶ ἐνήσκησας, ἔνδον Σπηλαίου ἐνδιαιτώμενος, καὶ πειρασμοὺς ὑπήνεγκας, τοὺς ἐκ τοῦ δαίμονας, καὶ γενναίως ἤνυσας τὸ στάδιον, μοναστῶν ποδηγέτης γενόμενος.
Δόξαν κοσμικήν, τὴν πᾶσαν ἀπέφυγες μάκαρ Εὐθύμιε, τὴν ἐν οὐρανοῖς ὁρῶν· μόνη γὰρ πέλει αὕτη αἰώνιος, πρὸς ἥν ἀποσκοπούμενος, πάντα ὡς σκύβαλα ἐλογίσω, καὶ τὰ διαμένοντα, ἐκληρώσω σοφὲ δι’ ἀσκήσεως,
Θεοτοκίον.
Σῶσόν με Ἁγνή, Θεοῦ ἡ λοχεύτρια πίστει σοι μέλποντα· χαῖρε οἰκητήριον, τοῦ Βασιλέως Χριστοῦ Πανάμωμε, χαῖρε ἡ θεία τράπεζα, Ἄρτον βαστάσασα, ζωῆς Κόρη· χαῖρε βάτε ἄφλεκτε· χαῖρε πύλη Θεοῦ ἀδιόδευτε.







Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου , τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας, καὶ ἀτροφίᾳ τὴν σάρκα, μαράνας ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλουτήσας, οὐρανιον Εὐθύμιε, διὸ πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Θεοτοκίον. Ἐπεσκέψατο ἡμᾶς.
Μόνα ποθήσας ὢ Πάτερ, τὰ ὁδηγοῦντα πρὸς ζωήν, στενήν τε καὶ τεθλιμμένην, ἀνεπιστρόφως ὁδηγόν, διώδευσας κεκτημένος, Παρθένον τὴν Θεοτόκον.

Εἰς τοὺς αἴνους. Ἦχος α´. Τῶν Οὐρανίων Ταγμάτων.
Τὰς τῶν γηΐνων φροντίδας ἀποσεισάμενος, ζωῆς τῆς οὐρανίου, ἐπεθύμησας Πάτερ· ὅθεν τῇ Τριάδι νῦν συνοικῶν, τοὺς τιμῶντάς σε φύλαττε, πάσης ἀνάγκης Εὐθύμιε ἱερέ, ὄρους Ἄθωνος ἀγλάϊσμα.

Τοὺς συγγενεῖς σου τρισμάκαρ, λαθῶν ἐξέφυγες, καὶ βίου τὰς φροντίδας, νουνεχὼς ἀπεσείσω, ὡς ἔλαφος διψῶσα δὲ πρὸς πηγήν, ἐν τῷ Ἄθῳ προσέδραμες, ἧς καὶ τυχὼν εὐφροσύνης πάνυ τερπνῆς, κατετρύφησας Εὐθύμιε.

Ἀγγελικῶς διανύσας τὸν βίον Ὅσιε, παρὰ Θεοῦ ἐδέξω, τὰ τῶν πόνων σου γέρα, καὶ μύρα εὐωδίας σου τὰ ὀστᾶ, τοῖς πιστοῖς τὰ ἰάματα, πᾶσι παρέχουσι μάκαρ διὸ τὴν σήν, ἱερὰν μνήμην γεραίρομεν.

Τὸν ἐν τῷ ὅρει τού Ἄθω λαμπρῶς ἀσκήσαντα, καὶ καθελόντα πάσας, τοῦ ἐχθροῦ τὰς ἐνέδρας, νηστείαις, ἀγρυπνίαις, εὐχαῖς καὶ ῥοαῖς, τῶν δακρύων Εὐθύμιον, σὺν Ἰωσὴφ μυροβλύτῃ συνασκητῇ, τούτους πάντες εὐφημήσωμεν.

Δόξα. Ἦχος πλ. β´.
Δεῦτε πάντες οἱ τοῦ Ἄθω μονασταί, τὴν τῶν σοφῶν Πατέρων
τριάδα, ᾀσμάτων ὕμνοις ἐπαξίως τιμήσωμεν Εὐθύμιον τὸν τῆς θείας εὐθυμίας φερώνυμον καὶ Ἰωσὴφ μυροβλύτην, τοὺς τοῦ Ἄθω πολιούχους καί οἰκιστάς· καὶ σὺν αὐτοῖς Βασίλειον τὸν πάνυ, Θεσσαλονίκης τὸν Πρόεδρον· τοὺς οὐρανόφρονας ὄντως, καὶ ποδηγέτας τῶν μοναστῶν· τὰ γὰρ φθαρτὰ παριδόντες ἐν τοῖς ἀκρωτηρίοις τοῦ ὄρους, πτηνὼν τὸν βίον ἀγγελικῶς διήνυσαν, καὶ ζωὴν τὴν ἀμείνω ἐκληρώσαντο. Καὶ νῦν ἐν παῤῥρησίᾳ τῷ ἀστέκτῳ θρόνῳ τῆς τρισηλίου θεότητος παριστάμενοι, ὑπὲρ ἡμῶν δυσωποῦσι, δωρηθήναι ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.




Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου