ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΔ΄.
ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ
ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καί προσψαύσωμεν,
ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου,
φάνηθι λυτρούμενος ἐκ παντοίων κινδύνων· μή ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τήν σήν
γάρ σκέπην βεβαίαν ἐλπίζομεν.
Δόξα.
Ἦχος βαρύς.
Μετεμορφώθης
ἐν τῷ ὄρει, Χριστέ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου, τήν δόξαν σου καθώς
ἠδύναντο, λάμψον καί ἡμῖν τοῖς ἁμαρτωλοῖς, τό φῶς σου τό ἀΐδιον, πρεσβείαις τῆς
Θεοτόκου, Φωτοδότα δόξα σοι.
Καί
νῦν. Ἦχος δ΄.
Οὐ
δυνησόμεθα Σταυρέ τοῦ Κυρίου, τά σά θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μή γάρ σύ
παρεῖχες τά δωρήματα, τίς ἡμῖν τήν ἴασιν τῶν τοῦ σώματος νόσων; τίς δέ καί τήν
κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; οὐκ ἀπομακρυνθῶμεν πώποτε ἐκ σοῦ· σύ γάρ σκέπεις
πάντας θνητούς ἐκ παντοίων κακῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σταυρέ
σκῆπτρον ἅγιον καί σεπτόν, τούς ἐν εὐλαβείᾳ προσκυνοῦντας τήν ἱεράν, σκέπην σου
ἀτρώτους ἀπό βλάβης, καί πειρασμῶν καί κινδύνων διάσωσον.
Σταυρέ
σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τούς σέ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστῃ
Θεῷ καθυπακούειν, καί ὑπ’ αὐτοῦ βασιλεύεσθαι ποίησον.
Σταυρέ
ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τό ἱερόν, κράτος σου καί
αἴρειν τά βραβεῖα, κατά παθῶν ψυχοφθόρων ἐνίσχυσον.
Θεοτοκίον.
Σταυρόν
καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστι, πιστῶν
σωτηρία ἀνεβόα, καί κραταιά προστασία καί στήριγμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁ
Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε
ἀντίληψις· τούς προσκυνοῦντάς σε, φύλαττε φρούρει καί σκέπε, ἐκ τῶν ὁρωμένων
τε, καί ἀοράτων ἐχθρῶν.
Ὁ
Σταυρός τοῦ Κυρίου, χαῖρε πιστῶν καύχημα, χαῖρε κραταιά προστασία, χαῖρε
παράκλησις· τούς προσκυνοῦντάς σε, ἐκ περιστάσεως ῥῦσαι, καί δεινῆς κακώσεως
καὶ πάσης θλίψεως.
Ὁ
Σταυρός τοῦ Κυρίου, χαῖρε στερρόν ἔρεισμα, χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε
προπύργιον· τούς προσκυνοῦντάς σε ἐκ τῶν τοῦ βίου σκανδάλων, ρῦσαι καί διάσωσον
θείᾳ δυνάμει σου.
Θεοτοκίον.
Ὁ
Σταυρός τοῦ Υἱοῦ σου, παρθενικόν καύχημα, πᾶσί σου τόν Τόκον ὑμνοῦσι, δύναμις
πέφυκεν, οὗ ἡ προσκύνησις καί τό πρός σέ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς
καί σώματος.
ᾨδή
Δ΄. Εἰσακήκοα Κύριε....
Ὁ
Σταυρός ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτόν τήν ἴασιν, καί πταισμάτων ἀπολύτρωσιν,
ἐμφανῶς ὁρᾶται χαριζόμενος.
Τῶν
ἀμέτρων πταισμάτων μου, ῥοῦν τόν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τόν
ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.
Ἁμαρτίαις
συμπέφυρμαι, καί ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν· ὅθεν κράζω σοι,
ἄμφω τάς ἰάσεις, Σταυρέ δώρησαι.
Θεοτοκίον.
Οἱ
Σταυρόν καί τήν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται· ἡ πρεσβεία γάρ καί
δύναμις, τῆς Μητρός καί σκήπτρου σφόδρα δύνανται.
ᾨδή
Ε΄. Φώτισον ἡμᾶς.
Γλύκανον
ἡμῶν, τήν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς Μεῤῥᾶς, πικρῶν ὑδάτων
τήν πικρίαν ἰασάμενος.
Σκέπασον
ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοί γάρ τοῦ Πατρός, Ἰσχύς
ἐπήρθη, τό σόν κράτος ἐνισχύουσα.
Κούφισον
ἡμῶν, ἅπαν ἄλγος τε καί κάκωσιν, καί σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σταυρέ
Κυρίου· δέδοταί σοι γάρ τό δύνασθαι.
Θεοτοκίον.
Ἔχομεν
πιστοί, προστασίαν πρός τόν Κύριον, τήν Παναγίαν Παρθένον καί τόν Σταυρόν, ὧν
καταπλήττει καί τούς δαίμονας ἡ δύναμις.
ᾨδή
Στ΄. Τήν δέησιν ἐκχεῶ.
Τό
ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τήν στολήν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τήν ἐλπίδα
ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τό καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα
ἀμπέχομαι.
Σέ
σκέπην Xριστιανοί γινώσκομεν, καί καυχώμεθα ἐν σοί Ξύλον θεῖον· εἰς πάντα γάρ
σέ εὑρίσκομεν κράτος, καί παντελῆ σωτηρίαν καί σύμμαχον, τήν χάριν ὅθεν καί
ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.
Ὁ
Κύριος ἰσχυρόν ἡμῖν τεῖχος, καί προστάτην καί φρουρόν σε παρέσχε, καί γάρ ἐν
σοί ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν
ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.
Θεοτοκίον.
Σωτῆράς
μου ἐπιγράφομαι πόθῳ, τούς τόν Κτίστην μου σαρκί δεξαμένους, τήν μέν Ἁγνήν, ὡς
ζωήν ἀφθαρτοῦσαν· τόν δέ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ
Σταυρός καί ἡ Κόρη ζωώσατε.
Διάσωσον
Σταυρέ Κυρίου τήν ποίμνην σου ἀπό βλάβης, ὅτι πάντες ἐν σοί καυχόμεθα, καί
γινώσκομεν τήν σκέπην σου, σωτηρίαν καί κράτος.
Ἐπίσκεψαι
τῇ σῇ δυνάμει τούς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας
κακώσεως, καί δίωξον τάς αὐτῶν περιστάσεις.
Κοντάκιον.
Ἦχος Β΄.
Τό
ξύλον τῆς ζωῆς καί δύναμις ὑπέροπλος, ἐλπίς τῶν πιστῶν καί σκέπη καί κραταίωμα,
ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καί ἐκ σκανδάλων τῶν τοῦ
πονηροῦ, προφθάσας ῥῦσαι ἡμᾶς τούς ὑμνοῦντάς σε.
Προκείμενον. Ἦχος Δ΄. Ὑψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τῷ ὑποποδίῳ
τῶν ποδῶν αὐτοῦ, ὅτι Ἅγιος ἐστί.
Στίχος. Ὁ Κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο.
Εὐαγγέλιον.
Εἶπεν
ὁ Κύριος. Οὐδείς ἀναβέβηκεν εἰς τόν οὐρανόν, εἰμή ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ
Υἱός τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καί καθώς Μωσῆς ὕψωσε τόν ὄφιν ἐν τῇ
ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τόν Υἱόν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν
μή ἀπόληται, ἀλλ’ ἔχῃ ζωήν αἰώνιον. Οὕτω γάρ ἠγάπησεν ὁ Θεός τόν κόσμον, ὥστε
τόν Υἱόν αὐτοῦ τόν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν μή ἀπόληται,
ἀλλ’ ἔχῃ ζωήν αἰώνιον. Οὐ γάρ ἀπέστειλεν ὁ Θεός τόν Υἱόν αὐτοῦ εἰς τόν κόσμον,
ἵνα κρίνῃ τόν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.
Δόξα. Τῇ τοῦ Θείου Σταυροῦ σου δυνάμει Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον
τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλέησόν με ὁ
Θεός κατά τό μέγα ἐλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό
ἀνόμημά μου.
Σταυρέ
πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι· σήμερον ὁρώμενος θείῳ
πνεύματι, δικαιοῖς ἅπαντας, τούς κλοπῇ βρώσεως, ἀπωσθέντας καί εἰς θάνατον καθυποκύψαντας·
ὅθεν σε καρδίᾳ καί χείλεσι πιστῶς περιπτυσσόμενοι, τόν ἁγιασμόν ἀρυόμεθα·
ὑμνεῖτε, βοῶντες, Χριστόν τόν ὑπεράγαθον Θεόν, καί τό αὐτοῦ προσκυνήσωμεν θεῖον
ὑποπόδιον.
ᾨδή
Ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας...
Τό
κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ,
Σταυρέ ἐν σοί διό σε, ἱκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με
νῦν καί σῶσον.
Τήν
βροτῶν σωτηρίαν, ὁ Σωτήρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδούς τοῖς
σωζομένοις, μελωδεῖν τά σωτήρια· χαῖρε Σταυρέ τοῦ Χριστοῦ, πιστῶν ἁπάντων
σῶστα.
Τοῦ
ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὗρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας
χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοι κράζομεν· τήν εὐλογίαν Σταυρέ δίδου
τοῖς σέ τιμῶσι.
Θεοτοκίον.
Καυχῶμαι
τήν δυάδα, προβαλλόμενος πρέσβεις πρός τόν Σωτῆρα Χριστόν, Μητέρα καί τό
σκῆπτρον· ἰσχύει γάρ ἡ Μήτηρ, καί τό σκῆπτρον κρατύνει με, χαῖρε τό σκῆπτρον
Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου.
ᾨδή
Η΄. Τόν Βασιλέα.
Τούς
προσκυνοῦντάς σε, ὦ Σταυρέ διατήρει, πειρασμῶν καί κινδύνων ἀτρώτους· ἔχεις γάρ
σήν σκέπην φρουροῦσαν πιστούς πάντας.
Τάς
ἀῤῥωστίας τάς τῆς σαρκός ἰατρεύεις, καί σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σέ
ὑμνοῦμεν, Σταυρόν τόν τοῦ Κυρίου.
Τούς
τῷ σημείῳ σου ἑαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ
τοῦ Κυρίου διά τοῦ σοῦ σημείου.
Θεοτοκίον.
Τοῦ
Βασιλέως τῶν Οὐρανῶν τήν Μητέρα, καί Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες
προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας.
ᾨδή
Θ΄. Κυρίως Θεοτόκον...
Ἥν
φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καί τήν χάριν παράσχου πιστῶς,
σέ προσκυνοῦντι ἐν πίστει καί μεγαλύνοντι.
Σημεῖον
νικηφόρον, πάντες οἴδασί σε, οἱ διά σοῦ βραβεῖα καί νίκας αὐτῶν, σύν εὐλαβείᾳ
λαβόντες, καί μεγαλύνουσι.
Τό
χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διά σοῦ νικηφόρου ὀφθέντος
Σταυροῦ, δέξαι Χριστέ μου τό χαῖρε, καί δίδου μοι τά χαρμόσυνα.
Θεοτοκίον.
Οὐ
θέλω σιωπῆσαι τά τῆς Θεοτόκου, καί τόν Σταυρόν μή κηρύττειν, ὅς σκέπει πιστούς·
οὐ σιωπῶ, ἀλλά λέγω, εἰ καί ἐσίγησα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τόν Σταυρόν τόν τίμιον τοῦ
Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως,
Σταυρέ ζωῆς τό ξύλον πιστούς στερέωσον.
Πάντες προσκυνοῦμεν
πανευλαβῶς, καί φόβῳ καί πόθῳ, σύν ἀγάπῃ τε καί χαρᾷ τιμῶντες ὑμνοῦμεν τό
πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι.
Σκῆπτρον ἁγιώτατον τοῦ
Χριστοῦ, ζωηφόρον ξύλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων,
πάντας τούς σέ τιμῶντας, Σταυρέ διάσωσον.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν,
τῶν μή προσκυνούντων τόν Σταυρόν τόν ζωοποιόν, τόν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ,
Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.
Θέλων ἐπιδεῖξαι τοῖς
Μαθηταῖς, δύναμιν ἐξ ὕψους, καί σοφίαν παρά Πατρός, ἐν ὄρει ἀνῆλθες, Χριστέ τῷ
Θαβωρίῳ, καί λάμψας ὡς Δεσπότης, τούτους ἐφώτισας.
Ὡς ὑπέρ τήν ψάμμον τῶν
θαλασσῶν, ὑπέρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καί μόνος κατεκρίθην,
ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Λάμψον φῶς ἀπρόσιτον ἡμῖν·
ἔργον γάρ ἐσμέν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκῃ δέ στεφάνωσον, τούς
σέ ὑμνοῦντας πιστῶς, κατ’ ἐχθρῶν ἀοράτων τε, καί ὁρατῶν ἅμα, τεῖχος καί ὀχύρωμα,
ἰσχύν καί ἄσυλον, ὄλβον τόν Σταυρόν σου πλουτοῦντας, Σῶτερ, ὁ τήν ἄφθορον
μήτραν, ὑποδύς ἀῤῥήτως τῆς Θεόπαιδος.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ
Ὁ Κανών. Ποίημα Ἀνδρέου
Κρήτης.
ᾨδὴ α΄. Ἦχος α΄. Διὰ
στύλου πυρὸς καὶ νεφέλης.
Προκαθάραντες σῶμα καὶ
φρένας, πνευματικῶς συνέλθωμεν πιστοί· σήμερον γὰρ ὑψούμενον, πᾶσι πρόκειται
πιστοῖς· εἰς ἱλαστήριον, τὸ ξύλον τῆς ζωῆς δι’ οὗ σέσωσται, Ἀδὰμ ὁ παραβάσει
φθαρείς.
Ἑορτάσωμεν πάντες ἐν
πίστει· ὁ γὰρ Σταυρὸς ἀνυψοῦται τοῦ Χριστοῦ, δι’ οὗ τὸν ᾍδην δέσμιον, θάνατόν
τε σὺν αὐτῷ, λαβὼν αἰχμάλωτον, τοὺς μὲν ὡς τυραννοῦντες κατέκρινεν, ἡμᾶς δὲ
συνανέστησε.
Ἱερέων χερσὶν ἀνυψοῦται, τὸ
τοὺς πολέμους λῦον τῶν ἐχθρῶν, Σταυροῦ τὸ μέγα τρόπαιον, ὁ θανάτου καὶ φθορᾶς,
ἡμᾶς ἐῤῥύσατο· διὸ δραμῶμεν πάντες ἐν ᾄσμασι, Χριστῷ βοῶντες· Δόξα Σοι
Τριαδικόν.
Τὸν Πατέρα Υἱὸν καὶ τὸ
Πνεῦμα, τριαδικῶς δοξάσωμεν πιστοί, Μονάδα τρισυπόστατον, ἄτρεπτον καὶ συμφυῆ,
καὶ συναΐδιον, σὺν Ἀγγέλοις κραυγάζοντες· Ἅγιος, ἅγιος ἅγιος εἶ.
Θεοτοκίον.
Τὴν Παρθένον καὶ μόνην
ὀφθεῖσαν, μετὰ τὸν τόκον ἄφθορον ἁγνήν, ὡς μόνην τὸν Θεὸν ἡμῶν, πάθους ἄνευ καὶ
φθορᾶς, σαρκὶ κυήσασαν, ἐν ᾄσμασιν ἀπαύστως ὑμνήσωμεν, τὸ χαῖρε
προσφθεγγόμενοι.
ᾨδὴ β΄. Ἴδετε ἴδετε.
Ἴδετε ἴδετε, ὅτι Θεὸς ἐγώ
εἰμι, δι’ ὃν ὁ μέγας Φινεές, τῷ σειρομάστῃ τὸν σταυρόν μου προτυπῶν, τὴν
ἀθέμιτον πρᾶξιν, ἐξεκέντησε ποτέ, καὶ ἐξιλάσατο.
Χεῖρας ἐπετάσας, ἐπὶ
Σταυροῦ ὁ πάντων Ποιητής, προσκαλεσάμενος τὰ ἔθνη, πρὸς ἐπίγνωσιν τοῦ κράτους
Σου Σωτήρ· δι’ οὗ τὴν Ἐκκλησίαν, ὡς νοσσιὰν ἀετός, σκέπεις ὡς γράφει Μωσῆς.
Ὑψοῦτε Κύριον, καὶ
προσκυνεῖτε κράζει ὁ Δαβίδ, τῷ ἐν ξύλῳ
τοῦ σταυροῦ, ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Φησίν, ὅτι ἅγιος τόπος, ὅπου ἔστησαν
αὐτοῦ, οἱ θεῖοι πόδες ἐστίν.
Τριαδικόν.
Ἄναρχε ἄκτιστε, Τριὰς ἁπλῆ
ἀμέριστε Μονάς, ἡ ἐν τρισὶ προσωπικῶς, διαιρουμένη ὑποστάσεσι πιστῶς, ἐν μιᾷ τῇ
οὐσίᾳ, ἑνουμένη εὐσεβῶς, σῷζε τοὺς Σὲ ὑμνοῦντας.
Θεοτοκίον.
Βρέφος ἐθήλασας, πεῖραν
ἀνδρὸς μὴ γνοῦσα ἡ ἁγνή. Ὢ ξένου θαύματος! Τίς εἶδεν, γαλουχοῦσαν ὃν οὐκ
ἔσπειρε Πατήρ, ἢ τίς ἔγνω μητέρα, μετὰ γέννησιν ποτέ, παρθένον μείνασαν;
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία
μου.
Ὡς φοβερά Σου τὰ μυστήρια,
ζωοδότα μόνε φιλάνθρωπε, ὅτι τῷ ξύλῳ τοῦ Σταυροῦ, τοὺς πεσόντας ἀνέστησας, καὶ
τὸν ὄφιν ἐθριάμβευσας, Σωτὴρ ἐν τῷ πάθει Σου.
Τὸ ζωηφόρον ξύλον σήμερον,
τοῦ Σταυροῦ ἐκ γῆς φανερούμενον, τὰς τῶν Ἑλλήνων τελετάς, ἐκ τῆς γῆς ἐξηφάνισε,
καὶ δαιμόνων θράση ἔπαυσεν, εἰς ὕψος δεικνύμενον.
Ὑψοῦτε κέρας πάντες σήμερον,
οἱ πιστοί· Σταυρὸς γὰρ ἀνύψωται, καὶ ὥσπερ ἥλιος ἐν γῇ, τὰς ἀκτῖνας ἐξέτεινε,
καὶ τὸν ζόφον μετημφίασε, πρὸς φῶς τὸ ἀνέσπερον.
Τριαδικόν.
Τὴν συμφυῆ Τριάδα ἅπαντες, ὀρθοδόξως
δεῦτε δοξάσωμεν, ὡς ἀδιαίρετον αὐτήν, τῇ οὐσίᾳ γινώσκοντες, ἐν Τρισὶ δὲ
ὑποστάσεσιν, ἀεὶ διαλάμπουσαν.
Θεοτοκίον.
Τὴν ἀπειράνδρως τὸν Θεὸν
ἡμῶν, ἐν σαρκὶ τεκοῦσα ὑμνήσωμεν, ὡς πλατυτέραν οὐρανῶν· καὶ γὰρ αὕτη ἐχώρησεν,
Ὃν ἡ κτίσις οὐκ ἐχώρησεν, ὡς οἶδεν ὡς εἵλετο.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀνυψούμενος σήμερον, ὁ
ζωηφόρος Σταυρὸς ἐν κόσμῳ, βασιλέα συνεκάλεσε, καὶ λαοὺς συνήγαγε, καὶ τὴν
κτίσιν πᾶσαν ἐφαίδρυνε.
Ἐθριάμβρευσε σήμερον, τὸ
μέγα ὅπλον Σταυροῦ τὸν ὄφιν, καὶ τοῦ νόμου τὴν ἀπόφασιν, προσπαγεῖσαν ἔλυσεν·
ἐν αὐτῷ γὰρ αὕτη προσήλωται.
Προσκυνήσωμεν σήμερον, τῆς
σωτηρίας τὸ μέγα ὅπλον· δι’ αὐτοῦ γὰρ ἐλυτρώθημεν, ἐκ τῆς πλάνης ἅπαντες, καὶ
φθορᾶς θανάτου ἐῤῥύσθημεν.
Τριαδικόν.
Προσκυνοῦμέν Σε ἅπαντες,
τὴν ἐν Μονάδι καὶ ἐν Τριάδι, ἀδιαίρετον θεότητα, ὡς Μονάδα ἄναρχον, καὶ Τριάδα
πίστει ἀσύγχυτον.
Θεοτοκίον.
Ὡς Μητέρα Σε ἅπαντες, τοῦ
Θεοῦ Λόγου πιστῶς ὕμνοῦμεν, καὶ τὸ χαῖρέ Σοι κραυγάζομεν, τοῦ Ἀγγέλου Δέσποινα·
τὸν Θεὸν γὰρ μόνη ἐκύησας.
ᾨδὴ ε΄ Καταύγασον ἡμῶν τὸν
νοῦν ὁ Θεός.
Τὸ ξύλον τοῦ Σταυροῦ
ὑψούμενον νῦν, λαμπηδόνας ἀπαστράπτει, καὶ τὸ σκότος τῆς ἀγνωσίας, διώκει ἀπὸ
πάσης τῆς γῆς καὶ καταλάμπει, μαρμαρυγαῖς νοεραῖς, Χριστοῦ τὴν Ἐκκλησίαν.
Στολίζεται φαιδρῶς τῷ
αἵματί Σου, ἡ παρθένος Ἐκκλησία, καὶ κεκόσμηται τοῖς πάθεσί Σου, καὶ στέφανον
ἐν τῇ κεφαλῇ περιθεμένῃ, τὸ ξύλον τὸ τοῦ Σταυροῦ, ὡς σκῆπτρον φέρει Σῶτερ.
Τὸν τύπον τοῦ Σταυροῦ
μηνύων ποτέ, Μωϋσῆς ἐπὶ τοῦ ὄρους, σταυροτύπως χερσὶ παρέστης, ἐν μέσῳ Ἀαρὼν
καὶ τοῦ Ὢρ καὶ τῷ σημείῳ, ἐνίσχυεν ὁ λαός, κατὰ τῶν ἀντιπάλων.
Τριαδικόν.
Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα
Θεοῦ, ἀδιαίρετον Τριάδα, τρισυπόστατον Βασιλείαν, δοξάσωμεν συμφώνως πιστοὶ ἀκαταπαύστως,
δοξολογίαις αὐτήν, πιστῶς δοξολογοῦντες.
Θεοτοκίον.
Εἰπέ· Πῶς μαζῷ θηλάζεις
υἱόν; ἢ πῶς ἔμεινας παρθένος, μετὰ τόκον Θεογεννῆτορ; ὡς ἔβλυσεν ἡ πέτρα φησὶ
ποτὲ τὸ ὕδωρ, ὡς ἔμεινεν ἐν Σινᾷ ἄφλεκτος ἡ βάτος.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ὁ Σταυρὸς ὁ τοῦ Χριστοῦ,
κεκρυμμένος ἐν τῇ γῇ, ὥσπερ θεῖος θησαυρός, ἐκ μετάλλων χοϊκῶν, ἀνέφανε, καὶ
καταλάμπει, πᾶσι τοῖς πέρασι.
Τὸ τῆς γνώσεως φυτόν,
ἀνεβλάστησεν Ἐδέμ, καὶ ἐποίησε καρπόν, θανατώσαντα Ἀδάμ, τὸν ξύλον δε, τὸ τοῦ
Σταυροῦ Σου, ζωὴν πηγάζει Σωτήρ.
Νῦν ὁψόμεθα λαοί,
κρεμμαμένην τὴν ζωήν, ἣν προεῖπε Μωϋσῆς, τῷ λαῷ τοῦ Ἰσραήλ, ἀπέναντι, ἐπὶ τοῦ
ξύλου, τοῦ ζωηφόρου Σταυροῦ.
Τριαδικόν.
Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ
Πνεῦμα τὸ εὐθές, προσκυνήσωμεν πιστοί, ἐν Θεότητι μιᾷ, κραυγάζοντες· Τριὰς ἁγία,
σῶσον οὓς ἔπλασας.
Θεοτοκίον.
Ὡς γεννήσασαν Υἱόν, τὸν τοῦ
κόσμου Ποιητήν, καὶ καινίσασαν ἡμᾶς, ξενοτρόπῳ τοκετῷ, ὑμνοῦμέν Σε, Θεογεννῆτορ,
Μῆτερ τῆς πάντων ζωῆς.
ᾨδὴ ζ΄. Ὁ ἐν φλογὶ πυρὸς
δροσίσας κάμινον.
Ὁ ἐν τῇ γῇ χωσθεὶς Σταυρὸς
τὸ πρότερον, ἀνεδείχθη τοῖς πέρασι τῆς γῆς, καὶ τὰς οἰκείας ἀκτῖνας ἐκπέμψας,
ὡς ἥλιος ἤστραψε, φωτίσας πάντα ἡμᾶς.
Ὡς θησαυρὸς ζωῆς ἐδείχθης
ἄχραντε, ζωηφόρε πανάγιε Σταυρέ, ἐν ᾧ Χριστὸς προσηλώθη καὶ πάντες, φθορᾶς
ἐλυτρώθημεν· διό σε προσκυνοῦμεν.
Σταυροφανῶς ἡ κτίσις ἅπασα,
διαγράφεται νῦν ἐν τῷ Σταυρῷ, ἐκ τετραπλεύρου γὰρ ἦρται πρὸς ὕψος, χερσὶν
ἐπαιρόμενος, ἀρχιερέων Θεοῦ.
Τριαδικόν.
Σὺν τῷ Πατρὶ Υἱὸν καὶ Πνεῦμα
ἅγιον, προσκυνοῦντες δοξάσωμεν πιστοί, τὴν τρισυπόστατον φύσιν καὶ μίαν, τρισσῶς
διαλάμπουσαν, ὡς τρία οὖσαν καὶ ἕν.
Θεοτοκίον.
Τὴν μετὰ τόκον Σὲ Παρθένον
ἄχραντον, ἀνυμνοῦντες δοξάζομεν πιστοί, ὡς σωτηρίας λιμένα καὶ σκέπην, καὶ
τεῖχος ἀπόρθητον, καὶ ὡς Μητέρα Θεοῦ.
ᾨδὴ η΄. Ὑμνοῦσί Σε.
Τὸ ἄχραντον, τοῦ Σταυροῦ
Σου ξύλον, κρυπτόμενον, ἀνέδειξας τῷ κόσμῳ, ὡς αὐγὴν ἡλίου, ὡς χρυσὸν ἐκ
μετάλλων, ὡς μέγα κειμήλιον, Ἰησοῦ τῆς Ἐκκλησίας.
Τὸ τίμιον, τοῦ Σταυροῦ Σου
ξύλον, προέγραψε, ποτὲ ὁ Ἐλισσαῖος, ὅτε τὴν ἀξίνην, ἀπὸ τοῦ Ἰορδάνου, τῷ ξύλῳ
ἀνείλκυσεν, Ἰησοῦ τῇ δυνάμει.
Τὸ πάνσεπτον, τοῦ Σταυροῦ
σημεῖον, ἐμήνυσε, ποτὲ «πατριάρχης, Ἰακὼβ τὰς χεῖρας, ἐπιθεὶς τοῖς ἐκγόνοις,
καὶ ταύτας τῷ σχήματι, ἐναλλὰξ μετακινήσας.
Τριαδικόν.
Δοξάσωμεν, οἱ πιστοὶ
Τριάδα, ὑμνήσωμεν, Μονάδα κατ’ οὐσίαν, ἐν τρισὶ προσώποις, σὺν Υἱῷ τὸν Πατέρα,
καὶ Πνεῦμα τὸ Ἅγιον, εὐσεβῶς θεολογοῦντες.
Θεοτοκίον.
Ἐκύησας, μὴ σπαρέντα Λόγον,
ἐθήλασας, τὸν τρέφοντα τὰ πάντα, οὐ φθορὰν παθοῦσα, καὶ παρθένους τεκοῦσα· Θεὸν
γὰρ ἐγέννησας, ἐν σαρκὶ Παρθενομῆτορ.
ᾨδὴ θ΄. Ἐποίησε κράτος.
Τὸ ἄχραντον ξύλον, τοῦ
τιμίου Σου Σταυροῦ, ἐδήλωσεν ὁ μέγας Ἡσαΐας, κυπαρίσσῳ καὶ πεύκῃ, καὶ τῇ κέδρῳ
προειπών, τὴν δόξαν ἐλεύσεσθαι πρὸς σέ, τὴν τοῦ Λιβάνου Σῶτερ, τοῦ δοξᾶσαι δι’
αὐτῶν, τὸν Κρανίου τόπον.
Τοῦ θείου σου πάθους,
Ἰησοῦς ὁ τοῦ Ναυῆ, τὴν εὔδηλον εἰκόνα διαγράφων, ἐν τῷ πολέμῳ ἑστώς, στήτω
ἥλιος φησί, καὶ στήτω σελήνη σὺν αὐτῷ, τὴν ἐσομένην νύκτα, ἐν τῷ πάθει Σου
Σωτήρ, προδιατύπωσας.
Ἀμῶς ὁ Προφήτης, μάρτυς
ἔστω ἀψευδής, τῆς θέσεως ἐκείνης τῆς ἡμέρας· προεῖπε γὰρ τηλαυγῶς, τὸν τοῦ
πάθος σου καιρόν· δυέτω ὁ ἥλιος φησίν, ἐν μεσημβρίᾳ μέσῃ, καὶ τὸ φέγγος ἑαυτῆς,
μὴ δῷ ἡ σελήνη.
Τριαδικόν.
Ὁ πάντα ποιήσας, ἐν σοφίᾳ
Ἰησοῦ, ὁ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν τοῖς κόλποις τοῦ
Πατρός, τὸ Ἅγιον Πνεῦμά Σου Σωτήρ, ἐπὶ τὸ ποίμνιόν Σου, καταπέμψας ὡς Θεός,
ἐπισκίασον ἡμᾶς.
Θεοτοκίον.
Ἐκαίνισας φύσιν, ἐν τῷ τόκῳ
Σου ἁγνή· τὸν Κτίστιν γὰρ τοῦ κόσμου σαρκωθέντα, ἐκύησας τοῖς ἐν γῇ, τὸν Θεὸν
τοῦ Ἰσραήλ, καὶ ἔμεινας ἄφθορος ὡς πρίν, ἀνατολὴν τῷ οἴκῳ, τοῦ προπάτορος Ἀδάμ,
ἀναστησαμένη.
Ὁ β’ Κανών.
ᾨδὴ α’. Ἦχος α΄. ᾨδὴν
ἐπινίκιον.
Ἐκ γῆς φανερούμενον, τὸ
κεκρυμμένον, σεβάσμιον τρόπαιον, τοῦ Σταυροῦ Σου κύριε, ὑψοῦται σήμερον, καὶ
εὐλογοῦνται δι’ αὐτοῦ, αἱ πατριαὶ τῶν ἐθνῶν.
Πανσόφως διέγραψας, τῆς
οἰκουμένης, τὰ πέρατα Δέσποτα, τοῦ Σταυροῦ τοῖς πέρασι, περιχεόμενα, μορφῶσαι
πάντων δι’ αὐτοῦ, τῶν εὐσεβούντων ψυχάς.
Πατάξας τὰ ὕδατα, ἔνθα καὶ
ἔνθα, Μωσῆς διετείχισε, τοῦ Σταυροῦ τὸ σύμβολον, τῇ ῥάβδῳ πάλαι δηλῶν, δι’ ἧς ὁ
πλάνος Φαραώ, σημεῖα εἶδε πολλά.
Χαλκοῦν ἀνεστήλωσεν, ὄφιν ὁ
μέγας, Μωσῆς πρὸς ἀναίρεσιν, τῶν δακνόντων ὄφεων· αὐτὸς δὲ ὅλον σαυτόν,
ἐκρέμασας ἐν τῷ Σταυρῷ, ζωώσας πάντας Σωτήρ.
ᾨδὴ γ΄. Τὴν στειρωθεῖσάν
μου ψυχήν.
Τὸ κεκρυμμένον ἐν τῇ γῇ,
ὅπλον τοῦ θείου Σταυροῦ, ἀναφανὲν ἐν πολέμοις γεγένηται, ἀήττητον τρόπαιον, καὶ
νίκης σύμβολον.
Εἰς οὐρανοὺς ἀναδειχθείς, ὁ
τοῦ Κυρίου Σταυρός, ἀντιπάλους ἐχθροὺς ἐτροπώσατο, καὶ νίκης ἐμήνυσε, τοῖς
βασιλεῦσιν ἡμῶν.
Ἐν τῷ Σταυρῷ τὰς παλάμας,
ἐκτείνας μόνε Σωτήρ, τοῦ θανάτου τὸ κέντρον συνέθλασας, διάβολον ᾔσχυνας, ᾍδην
ἐσκύλευσας.
ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ἐξέτεινας παλάμας, Σταυρῷ προσελθεῖν,
ἑκουσίως Δέσποτα, ἐν τόπῳ Γολγοθᾷ, καὶ τὴν κατάραν καθεῖλες τὴν διὰ νόμου,
ἐλευθερίαν τῷ καλάμῳ τοῦ Σταυροῦ Σου, πᾶσι συγγραψάμενος· δόξα Σοι.
Τὸ ξύλον τοῦ Σταυροῦ Σου,
κεκρυμμένον τοῖς τῆς γῆς, κατωτάτοις βάθεσιν, ἀνέδειξας ἡμῖν, καὶ οὐρανόθεν
κατέλαμψε τοὺς ἐν σκότει, καὶ βασιλέας νικητὰς κατὰ βαρβάρων, τοῦτο προφανῶς
κατεμήνυσε.
Τὸ ξύλον τοῦ Σταυροῦ Σου,
ἐπ’ ὤμοις ἀνελών, ἐπὶ τὸν Παράδεισον, ἀπέδρα ὁ λῃστής, ἡ δὲ ῥομφαία ἐστίλβωτο
ἐπὶ θύραις, καὶ παραχρῆμα ὑποδείξας τὸ σημεῖον, εἶδε καὶ ἰδοὺ ἀνεώγνυτο.
Ἐξήπλωσε τὰς χεῖρας, ὁ
μέγας Μωϋσῆς, τὸν Ἀμαλὴκ ποτέ, κατέβαλεν εἰς γῆν, σὺ δὲ τῷ ξύλῳ ἐξέτεινας τὰς
παλάμας, τῶν ἀλαζόνων τροπωσάμενος τὰ θράση· δόξα τῷ Σταυρῷ καὶ τῷ πάθει Σου.
ᾨδὴ ε΄. Τὸ φαεινὸν ἡμῖν
ἐξανάτειλον.
Πανηγυρίσωμεν ἑορτάζοντες,
σήμερον ἅπαντες, καὶ τῷ Σταυρῷ συνανυψούμενοι, ἐν τῇ καρδίᾳ λάβωμεν κατάνυξιν,
καὶ συσταυρωθῶμεν Χριστῷ.
Φωτοειδῶς ἡμῖν κατεξέλαμψε,
σήμερον Δέσποτα, ἡ τοῦ Σταυροῦ Σου ἐπιφάνεια, ἐκ γῆς φανεῖσα ὥσπερ καὶ ὁ ἥλιος,
ἀκτῖνας ἐκπέμψασα.
Ὡς θησαυρὸς ἡμῖν πεφανέρωται,
σήμερον Δέσποτα, τὸν ἐν γαστρὶ τῆς γῆς κρυπτόμενον, Σταυροῦ τὸ ξύλον· Ὃ νῦν
ἀνυψούμενον, ἡμᾶς συνανυψοῖ ἑαυτῷ.
Ὡς ἐξεπέτασας τὰς παλάμας
Σου, Δέσποτα Κύριε, ἐπὶ τοῦ ξύλου τῆς σταυρώσεως, τὴν τυραννίδα πᾶσαν
ἐστηλίτευσας, τὰ ἔθνη σπασάμενος.
ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν
Προφήτην.
Τὸν ἐκ τῆς γῆς ἀναφαίνον,
ἀήττητον νῦν ὅπλον τοῦ Σταυροῦ, τὰς ἀκτῖνας ἐκπέμπει, τοῦ κόσμου τοῖς πέρασι,
σταυροειδῶς ἀνυψούμενον, ἀρχιερέων τιμίαις χερσί.
Πανηγυρίσωμεν πάντες,
Σταυρὸς γὰρ ἀνυψούμενος Χριστοῦ, συγκαλεῖται τὴν κτίσιν, ἐπὶ τὴν προσκύνησιν,
τοῦ ἐν αὐτῷ προσηλώσαντος, τὴν ἁμαρτίαν τοῦ γένους ἡμῶν.
Συνανυψώθης τῷ ξύλῳ, σαρκὶ
ὁ ἀναμάρτητος Θεός· τοῦ θανάτου τὸ κράτος, κατέλυσας Δέσποτα, καὶ τοῖς ἐν ᾍδου
ἐκήρυξας, τὰ μεγαλεῖα τοῦ κράτους Σου.
ᾨδὴ ζ΄. Ὁ ἐν φλογὶ πυρὸς
δροσίσας κάμινον.
Ὁ ἐν τῇ γῇ χωσθεὶς Σταυρὸς
τὸ πρότερον, ἀνεδείχθη τοῖς πέρασι τῆς γῆς, καὶ τὰς οἰκίας ἀκτῖνας ἐκπέμψας, ὡς
ἥλιος ἤστραψε, φωτίσας πάντας ἡμᾶς.
Ὡς θησαυρὸς ζωῆς ἐδείχθης
ἄχραντε, ζωηφόρε πανάγιε Σταυρέ, ἐν ᾧ Χριστὸς προσηλώθη καὶ πάντες, φθορᾶς
ἐλυτρώθημεν· διό σε προσκυνοῦμεν.
Σταυροφανῶς Σωτὴρ ἡ κτίσις
ἅπασα, διαγράφεται νῦν ἐν τῷ Σταυρῷ, ἐκ τετραπλεύρου γὰρ ἦρται πρὸς ὕψος, χερσὶν
ἐπαιρόμενος, ἀρχιερέων χερσί.
Τὸν αὐτὸν σταυρὸν τῇ λόγχῃ
πίστει σήμερον, προσκυνήσωμεν πάντες οἱ πιστοί· ἀμφότερα γὰρ ἡλοῦνται ἐν δόξῃ,
τὰ σύμβολα φέροντα, τῶν παθημάτων Χριστοῦ.
ᾨδὴ η΄. Τὸν ἐν Σινᾷ τὴν
βάτον.
Ὁ Μωϋσῆς ἐν ὄρει, τὰς
παλάμας Δέσποτα, μέσον Ἀαρὼν καὶ τοῦ Ὢρ ἐκπιάσας, δυνάμει ἐτροπώσατο, ἐχθρὸν
τὸν Ἀμαλήκ· ὑμνεῖτε εὐλογεῖτε βοῶν, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὸν Σταυρὸν προσκυνοῦντες,
καὶ τὴν λόγχην σήμερον, καὶ τὰ παθήματα τοῦ ζωοδότου, δι ὧν ἀνεκαίνισε, τῷ αἵματι αὐτοῦ, ὑμνεῖτε εὐλογεῖτε
λαοί, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἡ τοῦ Μωσέως ῥάβδος, ἐν
ἐρήμῳ πρότερον, τὴν πέτραν ἔῤῥηξεν ἐξ ἧς τὸ ὕδωρ, ἐπήγασε δηλοῦν τὸν λαόν, εἰς
τύπον τοῦ Σταυροῦ· αὐτὸν γὰρ προετύπου ποτέ, ἡ ῥάβδος ἐκείνη· σκιὰ γὰρ ἧν ὁ
νόμος.
Νῦν ὁ Σταυρὸς τῷ κόσμῳ, ἐκ
τῆς γῆς ἀνέφανε, καθάπερ ἥλιος καὶ τὰς ἀκτῖνας, ἐξέτεινεν ἐν πάσῃ τῇ γῇ,
ἀφύκτως ἐκβοῶν· ὑμνεῖτε εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τῆς ὑπερφυοῦς
λοχείας Σου ὁ τρόπος.
Τῆς φωτοφανοῦς ὑψώσεως ἡ
ἡμέρα, τὴν οἰκουμένην συγκαλεῖται· Σταυρὸς γὰρ ἐπαίρεται, καὶ λαὸς ὁ τοῦ
Χριστοῦ, συναναφέρεται, καὶ πιστεύει καὶ εὐφραίνεται.
Ἡ ἐγκεκρυμμένη πάλαι τοῦ
βασιλέως, νικοποιὸς ὁπλοφορία, ἐκ γῆς ὥσπερ ἥλιος, σταυροτύπως ἀνατέλλει, τὰς
ἀκτῖνας ἡμῖν, καὶ φωτίζει τὰς καρδίας ἡμῶν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου