Παρασκευή 29 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 11. ΑΓΙΟΣ ΕΥΣΤΡΑΤΙΟΣ ΜΗΘΥΜΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΑ΄!!
ΕΥΣΤΡΑΤΙΟΣ ΜΗΘΥΜΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Παυλόπουλου)

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὕλην βδελυξάμενος, τὴν τῷ Θεῷ ἀπωσθεῖσαν, Εἰκόνα ἐτίμησας, τοῦ Χριστοῦ Εὐστράτιε προσκυνήσας συ, τὸν Σταυρὸν τὸν τίμιον, τῶν Ἁγίων λείψανα, καὶ τοὺς τάφους καὶ τὰ ἄλλα τε, ὅσα ἐφήπτοντο, τοῖς ἐκείνων σώμασιν Ἅγιε, χάριν τε λαμβανόμενος, τοῦ Ἁγίου Πνεύματος παρεδρεύουσαν· ὅθεν σὲ τιμῶμεν, καὶ σὲ νῦν προσκυνοῦμεν ἱερέ, τῆς Ἐκκλησίας ὑπέρμαχε, Ἅγιε Εὐστράτιε.

Ὅλην ἀναθέμενος, Θεῷ τὴν πᾶσαν ἐλπίδα, Αὐτῷ ἠκολούθησας, ἐκ παιδὸς καὶ ἤθλησας παναοίδιμε, Ἅγιε Εὐστράτιε, τῆς Μηθύμνης μέγιστε, Ἱεράρχα καὶ θεσπέσιε, Ἑβδόμης σύνεδρε, ἱερὰς Συνόδου καὶ σύμψηφε, Πατέρων ἰσοστάσιε, τῶν αἱρετιζόντων ὦ κεραυνέ, τῶν εἰκονομάχων, τὰ εἴδωλα βλασφήμως τὰς σεπτάς, Εἰκόνας φάντων πάλαι ποτέ, ὡς καὶ προτεστάνται νῦν.

Σὲ οὐ διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, ὕλης τῆς Εἰκόνος τε, ξύλα τε καὶ χρώματα ὦ Εὐστράτιε, ἀλλὰ ἡ σὴ αἴσθησις, καὶ τὸ σὸν θεόφρον, πνεῦμα ἔβαινον μακάριε, εἰς τὰ οὐράνια, ἔνθα τὸ πρωτότυπον εὕρηται, Εἰκόνας προσεκύνεις δέ, καὶ ἐτίμας Πάτερ θεσπέσιε, καὶ προσεπεκύρους, Βασίλειον κλεινὸν Δαμασκηνόν, οἳ προσεκύνουν τὰ λείψανα, καὶ τὰ θησαυρίσματα.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, Ἑβδόμης Πατὴρ Νικαίας, σὺ γέγονας μετὰ συνάθλων σου, μεθ’ ὧν καὶ ἐπὶ τῆς γῆς ἔσχες καρποὺς τῶν καμάτων σου, τῶν Εἰκόνων ἥρμοσας τὰ θραύσματα, τῶν Πατέρων ἔφθασας τὰ τάγματα, ὧν τὸν τρόπον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, Εἰκόνας στήριξον ἐν ταῖς καρδίαις ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.













Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὸν ἀριστέα τῆς πίστεως καὶ τῶν ἔργων ἀνυμνήσωμεν, Εὐστράτιον τὸν ἔνδοξον, τῆς Μηθύμνης τὸν πρόκριτον, τῶν Πατέρων τὸ κλέος, καὶ τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ τῶν πιστῶν τὸ ἐγκαύχημα· οὗτος γὰρ ἐπεξῆλθε σθεναρῶς κατὰ αἱρετιζόντων, τῶν τὰς Εἰκόνας πατώντων καὶ τὰ λείψανα βλασφημούντων, καὶ ἐκύρωσε τὴν πίστιν, καὶ τὰς Εἰκόνας ἀνύψωσε.

Ἦχος β΄.
Τὸν ἀρετῆς φίλον γνήσιον καὶ τὸν τῆς πίστεως στῦλον, Εὐστράτιον τὸν πανθαύμαστον, δεῦτε πιστοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, λέγοντες πρὸς αὐτόν· χαίροις, τῶν Ἀγγέλων συνώνυμε, καὶ τῶν ἀνθρώπων συνόμιλε· χαίροις, ὁ τῆς πίστεως πρόμαχος, καὶ τῶν Πατέρων ὁμόζηλος· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.

Ἦχος γ΄.
Τὸν ἐν Ἑβδόμῃ τῇ ἐν Νικαίᾳ Συνόδῳ εὐθαρσῶς ἀγωνισάμενον ὑπὲρ τῆς τῶν Εἰκόνων προσκυνήσεως, ἅμα καὶ τῶν κολλύβων προσφορᾶς καὶ τελέσεως τῶν ἱερῶν μνημοσύνων, δεῦτε πιστοὶ ἅπαντες τιμήσωμεν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, Εὐσττράτιον τὸν ἔκλαμπρον, καὶ Μηθύμνης τὸν πρόεδρον· αὐτὸς γὰρ νῦν αἰτεῖται παρὰ Θεοῦ, τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Τὸν τῆς Μηθύμνης στεῤῥὸν καὶ γεραρὸν ἀρχηγόν, τὸν εὐυσταθῶς τὴν στράταν τὴν στενωπὸν τοῦ Κυρίου ἀρεταῖς βαδίζονται, καὶ Ἐκείνου ποίμνιον ἀκλινῶς καθοδηγοῦντα, εἰς νομὰς σωτηρίους, καὶ εἰς τὰ ὕψη τῶν ἀρετῶν ἀναβιβάζοντα καὶ σώζοντα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, τὸν τοῦ Χριστοῦ Εἰκόνα φέροντα ἐν τῇ γῇ, τῆς Θεοτόκου ὁμοίως καὶ πάντων τῶν Ἁγίων, Εὐστράτιον τὸν ἔνδοξον, τὸν τῆς Μηθύμνης ἀρχιθύτην ἄμεμπτον, ἐγκωμίοις καταστέψωμεν. Χαίροις, βοῶντες πρὸς αὐτόν, ὦ Εὐστράτιε πάντιμε, ὁ τὰς Εἰκόνας στηλώσας, καὶ τὰ λείψανα προσκυνήσας ἐν τῇ ἁγίᾳ Συνόδῳ σου, πρέσβευε καὶ ὑπὲρ ἡμῶν, τοῦ μορφωθῆναι τὴν Εἰκόνα τοῦ Χριστοῦ, ἐν ταῖς καρδίαις ἡμῶν.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε πάντες λαοί, Μηθύμνης καὶ οἱ ἄλλοι, τιμήσωμεν ἐκ πόθου, Εὐστράτιον τὸν θεῖον, Μηθύμνης ἀρχιποίμενα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πάντες οἱ συμφοραῖς, τοῦ βίου καὶ τοῖς ἄλλοις, ποικίλοις πειρασμοῖς τε, πεσόντες προσκυνεῖτε, Εὐστράτιον τὸν ἔνδοξον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Μέγας ὡς ἀληθῶς, ὁ Κύριος τῆς δόξης, ὁ δοὺς τῇ Ἐκκλησίᾳ, Μηθύμνης ἀρχιθύτην, Εὐστράτιον τὸν ἔνδοξον.

Δόξα. Ἦχος β΄.
Δεῦτε εὐφημήσωμεν πάντες τῶν Μηθυμναίων οἱ λαοί, τὸν μέγαν ὑποφήτην τῆς πίστεως καὶ πρόμαχον, τὸν Εὐστράτιον δήπου τὸν ἐν Νικαίας τῇ σεπτῇ καὶ Οἰκουμενικῇ Συνόδῳ συμμετασχόντα καὶ καθελόντα εἰκονοκλαστῶν τὸ φρύαγμα, τὰς δὲ Εἰκόνας, σὺν Εἰρήνῃ τῇ βασιλίσσῃ, καὶ τοῖς Ἁγίοις Πατράσι ἀναστηλώσαντα.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.








Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν ποιμενάρχην Μηθύμνης Εὐστράτιον ἄσμασι, τῶν μετὰ πάντων Ἁγίων κηρυχθέντα ἐν δόγμασιν, ὑμνήσωμεν ἐκθύμως οἱ πιστοί, συντόνως ἐν τῇ τούτου ἑορτῆ, καὶ ὡς πλείστας προσδεχθέντες παρ’ αὐτοῦ, εὐεργεσίας θείας ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῶ, δόξα τῶ σὲ στεφανώσαντι, δόξα τῷ ἐν ἑβδόμῃ ἱερᾷ Συνόδῳ ἀναδείξαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ ὑψωθεὶς ἐπὶ τῆς γῆς ἐπαξίως, ἐν τῇ ἀρχαίᾳ τῆς Μηθύμνης καθέδρᾳ, καὶ ἐν Συνόδῳ θριαμβεύσας τῇ σεπτῇ, τῇ Ἑβδόμῃ Ἅγιε, ἐν Νικαίᾳ παμμάκαρ, Ἅγιε Εὐστράτιε, τῶν Πατέρων ἡ δόξα, ἐν οὐρανοῖς ἀγάλλεσαι τανῦν, μετὰ Ἀγγέλων, τῶν ἄνω Δυνάμεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τᾶς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κίνδυνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Μηθύμνης ποιμένα καὶ ἐγκαλλώπισμα, καὶ Πατέρων τὸ κλέος καὶ τὸ ἐγκαύχημα, τὸν Εὐστράτιον πιστοὶ δεῦτε τιμήσωμεν· οὗτὸς γὰρ ἤγειρε φωνήν, ἐν τῇ Συνόδῳ τῇ σεπτῇ, τῇ ἐν Νικαίᾳ κληθείσῃ, καὶ ἤλεγξε τοὺς Ἰσαύρους, τοὺς τὰς Εἰκόνας καθαιρέσαντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὸν ἀρχιποίμενα Μηθύμνης δεῦτε πάντες, οἱ ἐν Μηθύμνῃ ἀλλαχοῦ τε νῦν οἰκοῦντες, καταστέψωμεν τοῖς κλάδοις τοῖς ἀειθαλέσι· αὐτὸς γὰρ ἐν τῇ Νικαίᾳ ὀρθοτομῶν, τὸν λόγον καθεῖλε πάντας αἱρετικούς, εἰκονοκλάστας καὶ ἅπαντας, τοὺς τὰς Εἰκόνας ἐκποδών, ποιοῦντας καὶ τὰ δόγματα μετὰ ἄλλων ἐστήριξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων, τῇ ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει, τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως, ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ποιμενάρχα ὦ ἡμῶν Εὐστράτιε, ὁ ἐν Συνόδῳ τῇ σεπτῇ τῇ Ἑβδόμῃ τῆς Νικαίας, κυρώσας τὰ δόγματα τῶν Εἰκόνων λειψάνων τε, ἵνα δι’ αὐτῶν ὁδηγούμενοι τὸν ἀσπασμόν, ταῖς Εἰκόσι διδόναι, καὶ τῷ τοῦ Κυρίου προσώπῳ ἀεὶ παῤῥησιάζεσθαι τύχωμεν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Εὐστράτιον κλεινόν, τῆς Μηθύμνης, γεραίρω. Ν.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐστράτιε Πάτερ ὡς Ἀθλητής, παλαίσματα δέχου, ἀθλουμένων ἐν τῇ Μονῇ, Πατρὸς ἡμῶν θείου Ἰγνατίου, καὶ συμμαρτύρησον τούτοις πρὸ βήματος.
μνοῦμεν Εὐστράτιε γεραρέ, παλαίσματα ἄθλα, καὶ ἀγῶνάς σου ἱερούς, εἰς οὓς ἐπεδόθης μετὰ φόβου, καὶ κατενίκησας Λέοντα βλάσφημον.
Σαινόμενον Πάτερ Εὐστράτιε, σειραῖς ἁμαρτάδων καὶ σφιγγόμενον, θλιβερῶς ἀπάλλαξον τούτων τὸν σὸν δοῦλον, καὶ ὑποστήριξον θείαις πρεσβείαις σου.
Θεοτοκίον.
Τεκοῦσαν Σωτῆρά τε καὶ Θεόν, ὑμνῶ Παναγία, καὶ γεραίρω τὸν Σὸν Υἱόν, ψυχῆς μου τὸν θεῖον κυβερνήτην, καὶ παραδίδομαι τούτῳ καὶ πείθομαι.













ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
αντισμῷ σῶν χαρίτων ποιμὴν Μηθύμνης πανάγιε, εὔφρανον καρδίας λαοῦ σου Πάτερ Εὐστράτιε, καὶ ἐκδυσώπησον, τὸν Σὸν Δεσπότην ἐν τάχει, ἵνα νῦν τὴν ἄφεσιν, λάβω πταισμάτων μου.
ποκάθαρον Πάτερ ποιμὴν  Μηθύμνης Εὐστράτιε, σῶμα καὶ καρδίαν οἰκτροῦ σου δούλου πανόσιε, καὶ ἐνδυνάμωσον, ἐμὴν διάνοιαν Πάτερ, μᾶλλον δὲ τὴν θέλησιν, πράττειν τὰ βέλτιστα.
Τυραννοῦντα τὴν σάρκα πνεῦμα ψυχήν τε ἑκάστοτε, ἥλωσον εὐχαῖς σου τρισμάκαρ Πάτερ Εὐστράτιε, ἀπονεκρώσει παθῶνν, καταστολῇ λογισμῶν τε, τῶν παρενοχλούντων με, καὶ συνθλιβόντων με.
Θεοτοκίον.
ερεῖς καὶ πολίτας Παρθένε Μῆτερ πανάμωμε, δέξαι ἱκεσίαις ποιμένος Μηθύμνης πάναγνε, τοῦ Εὐστρατίου τρανῶς, ἐν τῇ Ἑβδόμῃ Συνόδῳ, Σοῦ ὑπερμαχήσαντος, ὑπὲρ Εἰκόνων τε.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πατέρα στοργῆς κεκτήμεθα Εὐστράτιε, Μηθύμνης λαὸς καὶ πάντες ὦ μακάριε, εὐθαρσῶς προστρέχοντες, ἐπὶ μνήμῃ τῇ θείᾳ σου Ὅσιε, ἐκλιπαροῦμεν λύτρωσαι ἡμᾶς, τῶν ἐνοχλούντων παθῶν ἀξιάγαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς δεόμεθα, Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
ματώσας Εὐστράτιε, τοὺς εἰκονοκλάστας τοὺς τὰς Εἰκόνας τε, βλασφημοῦντας καὶ τὰ λείψανα, τὴν σὴν ποίμνην φύλαττε ἑκάστοτε.
Ναυαγοῦντα διάσωσον, ταῖς θερμαῖς εὐχαῖς σου Πάτερ Εὐστράτιε, ὡς σωσίβιον προσφέρων μοι, τὴν πιστήν σου μίμησιν πανθαύμαστε.
Κατοικτήρησον Ἅγιε, τοὺς οἰκτροὺς οἰκέτας σου δεομένους σου, καὶ ἀξίωσον σῆς χάριτος, ἐπιδαψιλεύων τὴν συγχώρησιν.
Θεοτοκίον.
Λύτρωσαί με πανάμωμε, ἐκ τῶν ἐνοχλούντων παθῶν ἑκάστοτε, καὶ ἀπάθειάν μοι δώρησαι, ἵνα Σὲ δοξάζω ἀπειρόγαμε.









ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
μπλησον κλεινέ, ὦ Εὐστάτιε πανθαύμαστε, ἐμὴν καρδίαν ἁγίας χαρᾶς, τῆς πηγαζούσης ἐκ τῶν ἔργων τῶν τῆς πίστεως.
διον οὐδέν, οὐκ ἠνέσχου ἔχειν Ἅγιε, ὦ Μηθύμνης Εὐστράτιε τρανέ, μεταδίδων τοῖς σοῖς πένησιν ἀείποτε.
Ναίων ἐν χαρᾷ, Παραδείσου ὦ Εὐστράτιε, ἀναφαίρετον παράσχου ἡμῖν, τοῖς ζητοῦσι τὴν σὴν χάριν παναοίδιμε.
Θεοτοκίον.
λος Σοι ἁγνή, νῦν προσφέρομαι πανάμωμε, καὶ δουλεύω καὶ προσπίπτω Σοι ἀεί, ἴνα τύχω μεσιτείαις Σου ἀπείρανδρε.

ᾨδὴ στ’. Τὴν δέησιν.
Νενόσηκα, καὶ κατάκειμαι ὅλως, ἐν τῇ κλίνῃ ἀσθενείας μου Πάτερ, καὶ νῦν λοιπόν, σοὶ προσφεύγω ὦ Πάτερ, τῷ ἰατρῷ τῆς Μηθύμνης ἀοίδιμε, καὶ δέομαι ὡς ὁ λεπρός, ἐλεῆμον Εὐστράτιε πρόφθασον.
Τετύφλωμαι, τῶν παθῶν ἐπηρείᾳ, καὶ ἐσκλήρυνα ψυχὴν καὶ καρδίαν, Πάτερ κλεινέ, ὦ Εὐστράτιε μέγα, ἀρχιποιμὴν τῆς Μηθύμνης μακάριε· διὸ καὶ δέομαί σοι νῦν, σαῖς πρεσβείαις ὀμμάτωσον δοῦλόν σου.
μέλησα, εὐπρεπίσαι ψυχῆς μου, τὴν οἰκίαν ἀρεταῖς ταῖς ἐξ ἔργων, καὶ ῥυπαρός, περιφέρομαι ἤδη, καὶ τῆς ἀρούρης τὸ ἄχθος γεγένημαι· διὸ προσπίπτω Σοι θερμῶς, ὦ Εὐστράτιε κάθαρον δέομαι.
Θεοτοκίον.
Σεσίγηκέ μου τὰ χείλη Παρθένε, καὶ τὴν πίστιν οὐκ ἐστήριξας ὅλως, ἀλλὰ τῇ Σῇ, μητρικῇ ἀγαπήσει, τὴν βδελυρὰν ἁμαρτίαν μὴ στήσης μου, ἵν’ εὕρω χρόνον καὶ καιρόν, ἐκκηρύξαι τὴν πίστιν οὐδέποτε.

Κοντάκιον. Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Πρέσβυν μέγαν καὶ θεῖον κεκτήμεθα, Μηθυμναῖοι Εὐστράτιε Ἅγιε, τῶν πατέρων ἐν Νικαίας τῇ Συνόδῳ σὺ φανείς, τῇ Ἑβδόμῃ σύμψηφός τε καὶ ὁμόψυχος κλεινέ, καὶ Εἰκόνων ὑπέρμαχος, καὶ ἱερῶν λειψάνων καὶ ἱερῶν κειμηλίων· δι’ ὧν παρέχεται ἡμῖν, θεία χάρις παρεδρεύουσα.
Ὁ Οἶκος.
Ἐν Νικαίας τῇ Συνόδῳ τῇ Ἑβδόμῃ, ἐν ᾗ πάντες οἱ Πατέρες συνηγμένοι, ὤφθησαν εἰκονολάτραις, βασιλεῦσι πυρὶ πνεόντες, πνεύματι ζέοντες, ὤφθη σὺν αὐτοῖς, καὶ ὁ Μηθύμνης ποιμενάρχης ὁ Εὐστράτιος ὁ μέγας, καὶ ἐστήριξε Εἰκόνος τὴν τιμήν τε καὶ λειψάνων σχετικὴν τὴν προσκύνησιν, εἶπε, δι’ ὧν παρέχεται ἡμῖν, θεία χάρις παρεδρεύουσα.






Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἠμῶν Εὐστρατίου, Ἀρχιεπισκόπου Μηθύμνης, ἑνὸς τῶν 365 Πατέρων τῆς ἐν Νικαίᾳ ἑβδόμης Οἰκουμενικῆς Συνόδου
Εἰκόνα τιμῶν Εὐστράτιος καὶ λείψανα,
Τὸν κόσμον λιπὼν εἰκόνι οὐ πορεύεται.
Δεκάτῃ πρώτῃ, Εὐστράτιος πόλῳ εἰσέβη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.
Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης,
Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.
Οὗτοι, γονέων εὐσεβὼν ὑπάρχοντες, τὴν Παλαιστίνην οἰκούντων, καὶ τὴν φιλοξενίαν ἐπιμελουμένων, τῇ τῶν γονέων σπουδῇ πᾶσαν φιλοσοφίαν ἐξεπαίδευθησαν, τήν τε ἱερὰν καὶ τῆν τῶν Ἑλλήνων, καὶ τὸν μοναστὴν ὑπῆλθον βίον, εἶθ’ οὗτω χειροτονοῦνται πρεσβύτεροι. Θεοφίλου δὲ τοῦ δυσσεβοῦς κατὰ τῶν Ἁγίων Εἰκόνων λυττήσαντος καὶ κωλύοντος ταύτας προσκυνεῖν, ἀποστέλλονται οὗτοι οἱ πάνσοφοι παρὰ τοῦ τηνικαῦτα πατριαρχοῦντος τῆς Ἁγίας Πόλεως πρὸς τὸν μισόχριστον βασιλέα μετὰ Λιβέλλου. Οὗ, κατὰ πρόσωπον στάντες, καὶ θεόμαχον αὐτὸν ἀπελέγξαντες, ἐγκλείονται ἀμφότεροι ἐν τῇ εἱρκτῇ ἐπὶ πολὺν χρόνον. Εἶτα, τὸν μακάριον Θεόδωρον ἐκ τοῦ δεσμωτηρίου ὁ ἀνόσιος ἐφ’ ἑαυτὸν καλέσας καὶ τύψας σφοδρῶς καὶ ταῖς ὄψεσιν αὐτοῦ ἐγκολάψας στίχους ἰάμβους, πάλιν τῆ φρουρᾷ παραπέμπει.
Θεοφάνην δὲ τὸν Ἅγιον, τὰ αὐτὰ τῶ ἀδελφῶ πεπονθότα, εἰς Θεσσαλονίκην ὑπερορίζει· ὅς, μετὰ τὴν καταστροφὴν τοῦ δυσσεβοῦς Θεοφίλου, ἀνακληθεὶς ὑπὸ Μιχαὴλ καὶ Θεοδώρας τῶν εὐσεβῶν βασιλέων, προβάλλεται Μητροπολίτης τῆς κατὰ Νίκαιαν Ἐκκλησίας παρὰ Μεθοδίου Πατριάρχου, τοῦ τὴν χριστιανομάχον αἵρεσιν καταλύσαντος. Καὶ οὕτω θεοφιλῶς τὴν Ἐκκλησίαν καὶ τὸ ποίμνιον κυβερνήσας, τῆς παρούσης ζωῆς ὑπεξίσταται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων,
Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις.
Οὗτος, ἦτον ἀπὸ τὴν Καισάρειαν τῆς Παλαιστίνης, τέσσαρας θυγατέρας ἔχων προφητευούσας, καθὼς περὶ τούτου ἀναφέρει ὁ θεῖος Λουκᾶς εἰς διάφορα μέρη τῶν Πράξεων, καὶ Εὐαγγελιστὴν αὐτὸν ὀνομάζει λέγων· Τὴν ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον, ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ Εὐαγγελιστοῦ (τοῦ ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ’ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι (Πράξεις κα΄, 8). Μαρτυρεῖ δὲ ὁ αὐτός, καὶ ὅτι ὁ Ἀπόστολος οὗτος κατεστάθη διάκονος ὑπὸ τῶν Ἀποστόλων, ἐπὶ τὰς χρείας καὶ τραπέζας τῶν πτωχῶν καὶ χηρῶν, ὁμοῦ μὲ τὸν Στέφανον καὶ τοὺς ἄλλους πέντε (Πράξεις στ΄). Οὗτος, ἐνέπλησε τὴν Σαμάρειαν ἀπὸ τὸ κήργμα τοῦ Εὐαγγελίου τῷ 35 ἔτει, καὶ τὸν Σίμωνα μάγον ἐβάπτισεν, ὑποκριθέντα ὅτι ἐδέχθη τὴν πίστιν τοῦ Χριστοῦ. Ἁρπαγεὶς δὲ ἀπὸ Ἄγγελον Κυρίου, ἔφθασεν εἰς τὸν δρόμον τὸν εὐνοῦχον τῆς βασιλίσσης Κανδάκης, καὶ κατηχήσας αὐτόν, ἐβάπτισε. Ἔπειτα πάλιν, ἐφέρθη ἀπὸ τὸν Ἄγγελον εἰς τὴν Ἄζωτον, καὶ ἐφώτισεν αὐτὴν μὲ τὴν διδασκαλία τοῦ Εὐαγγελίου. Μετὰ ταῦτα, ὑπῆγεν εἰς τὴν Τράλλην, τὴν εὑρισκομένην ἐν τῇ Μικρᾷ Ἀσίᾳ, καὶ διὰ τῆς διδασκαλίας του, ἔπεισεν ὅλους τοὺς ἐκεῖ εὑρισκομένους νὰ πιστεύσωσιν εἰς τὸν Χριστόν. Εἰς αὐτὴν δὲ τὴν πόλιν, κτίσας καὶ Ἐκκλησίαν, πρὸς Κύριον ἐξεδήμησε.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν χωρίῳ Περγάμῳ.
Εἰ καὶ μετέστης πρὸς τὸν πόλον ,
Ἰωνᾶ θαυμάσιε πρὸς τὴν ἀγήρω.
Ἔκθανεν Ἰωνᾶς Ὀκτωβρίου δέκα πρὸς μίαν.
Ἅγιοι τριακόσιοι, ἐκ διαφόρων τόπων, ἦλθον εἰς τὴν Ἁγίαν Ἱερουσαλὴμ διὰ χάριν προσκυνήσεως. Καὶ εἰσερχόμενοι μὲ τὸ πλοῖον εἰς τὴν Κύπρον, εἰς τὸ μέρος τῆς Πάφου, ἀπὸ ἐνάντιον ἄνεμον ἔσπασεν τὸ πλοῖον, Θεοῦ συνεργοῦντος ἐβγῆκαν οἱ Ἅγιοι καλὰ γεροί, καὶ διεσκορπίσθησαν εἰς ὅλον τὸ νησὶ τῆς Κύπρου. Ὁ δὲ Ἅγιος Ἰωνᾶς, ἦλθεν εἰς τὰ μέρη τῆς Τραχιάδος, εἰς χωρίον λεγόμενον Πέργαμον, ἔμεινεν ἐκεῖ, δὲν ἔχοντας οὔτε σπήλαιον, οὔτε σκηνήν, οὔτε καλύβην νὰ ἠμπορῇ μὲ τοῦτο νὰ ἀποκρίνῃ τὰς ἀνάγκας τῆς φύσεως. Διατί, κάποιαν φορὰν ἔξαφνα νὰ τοῦ ἔλθῃ μία ἀῤῥώστια κοιλιακή, μετὰ βίας τὸν ἐκατάπεισε νὰ ἀφήσῃ ἐκείνους ὅπου ἐπηγαίνασιν πρὸς αὐτὸν νὰ στραφοῦσιν εἰς τὴν κατοικίαν αὐτῶν, διδάσκοντάς τους τὸν περὶ εὐσεβείας λόγον. Μάλιστα, μισεύοντας καὶ ἐκεῖνοι, ἐβασάνιζον τὸν ἑαυτόν τους, παρακινώντας τοὺς καὶ ἡ φύσις ὥστι ὅπου ἔφθασεν ἡ ἑσπέρα. Οὗτος καθὼς εἴπομεν,ἔχοντας στέγασιν τὸν οὐρανόν, τόσον ἦτον ὑπομονητικὸς εἰς ὅλα τὰ πράγματα, εἰς τὸ κείμενον, ὡσὰν νὰ ἤθελεν ἀγωνίζεται εἰς ξένον κορμίν. Ἐβάρυνε δὲ τὸ κορμί του μὲ σίδηρα ἀπὸ μέσα, μὲ τριψίας ὅπου εἴχασι δύο τερτζέλια καὶ δύο ζώματα ἀπ’ ἐμπρὸς καὶ ἀπὸ πίσω καὶ δὶς τοὺς βραχίονας ἕνα καθένα. Τροφὴν δὲν εἶχε κάθε βράδυ φακῆν ζεστήν. Καὶ ἀπὸ τούτους τοὺς κόπους ἐπῆρε τὰ θεῖα χαρίσματα, διότι ἔτυχεν νὰ ποθάνῃ ἕν παιδίον, καὶ νὰ κλαίῃ ὁ πατέρας του, καὶ νὰ λέγῃ πρὸς τὸν Ἅγιον· Ἠξεύρω δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι νὰ ἐπικαλεσθῇς εἰς τὸν Θεόν, καὶ ἀναστήσῃς τὸν υἱόν μου. Βλέπων ὁ Ἅγιος τὴν πίστιν ὅπου εἶχεν, καὶ κλίνας τὰ γόνατα ἐπικαλούμενος τὸν Θεόν, ἀνέστησεν τὸ παιδίον καὶ τὸ παρέδωκεν ὑγιῆ εἰς τὸν πατέραν του.
Εἶναι δὲ πολλὰ τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος ἀφήοντες τὰ πολλά, ἄς εἴπωμεν τοῦτο· Ὁ Ἅγιος, πειρασθεῖς πολλὰ ὑπὸ τοῦ δαίμονος, τὸν ἐδίωξεν μὲ τὴν προσευχήν καὶ τὸν ἀπομάκρυνεν. Κάποιος δέ, φέρνων τοῦ Ἁγίου νερὸν ἀπὸ μακρόθεν ἑκάστη ἑβδομάδα, ἐζήλευσεν ὁ διάβολος καὶ ἤθελεν νὰ ὐστερήσῃ τὸ νερόν. Μετεμορφώθη ὡσὰν ὁ Ἅγιος, καὶ ἐπήγαινεν κάθε μέρα ἐμπρὸς τοῦ ἀνθρώπου καὶ τοῦ ἔπαιρνε τὸ νερόν. Ἰδὼν δὲ ὀ δαίμων, ὅτι δὲν κατόρθωσεν τὸν Ἅγιον νὰ τὸν φέρῃ εἰς τὰ νερά του, ἔφυγεν ἄπρακτος. Εἰς καιρόν, ὁ ὑπηρέτης φέρων νερὸν πάλιν εἰς τὸν Ἅγιον, τοῦ ἀπεκρίθη οὗτος λέγων· Ὦ τέκνον, ἐπέρασεν πολὺ καιρὸς ποῦ δὲν ἦλθες νὰ φέρῃς νερόν, καὶ ἦλθον εἰς μεγάλον θυμὸν ἕνεκα τῆς δίψας. Ἐκεῖνος δὲ ἀπεκρίθη καὶ εἶπεν· Ὦ Πάτερ, ἔφερνον τὸ νερόν κατὰ τὴν ὁρισμένην ὥραν καὶ ἡμέραν καὶ ἐρχόσουν ἐμπρός μου, πότε ἐδῶ καὶ πότε ἐκεῖ, καὶ δὲν τὸν ἄφηνες νὰ ἔλθω εἰς τὴν κατοικίαν σου, νὰ φέρω τὸ νερόν. Ἐννοήσας ὁ Ἅγιος τὸ γενόμενον λέγει εἰς τὸν ἄνθρωπον· Ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς ἐὰν μὲ δῇς καὶ χίλιες φορὲς εἰς τὸν δρόμον σου, οὐδέποτε νὰ μου δώσῃς τὸ πρᾶγμα δίχως νὰ ἔλθῃς εἰς τὴν κατοικίαν μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων.
Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι,
Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο.
Αὕται αἰ Ἅγιαι γυναῖκες, ἦσαν ἀπὸ τὴν Ταρσὸν τῆς Κιλικίας, συγγενεῖς Παύλου τοῦ Ἀποστόλου. Ἀφήσασαι δὲ τὴν πατρίδα των, καὶ ἀρνηθεῖσαι τὰ ὑπάρχοντά των μετεχειρίζοντο κατὰ μὲν τὸ φαινόμενον τὴν ἰατρικὴν τέχνην, κατὰ δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, ἐποίουν ἔργον ἀποστολικὸν κηρύττουσαι τὸν Χριστόν. Ὑπῆγαν λοιπὸν εἰς τὴν πόλιν Δημητριάδα καλουμένην, καὶ ἐισελθοῦσαι ἐντὸς σπηλαίου, ἐνήστευον καὶ ἡγρύπνουν, καὶ ἰάτρευον πᾶσαν ἀσθένειαν πολυχρόνιον καὶ πᾶσαν μαλακίαν, ἦτοι ἀῤῤώστιαν ὀλιγοχρόνιον. Ἐνήργουν δὲ καὶ ἄλλα διάφορα θαύματα, ὅθεν διαλάμψασαι μὲ ζωὴν ἐνάρετον, μὲ λόγον εὐαγγελικὸν καὶ μὲ θαύματα, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψασαι εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.
Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε,
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.
Ὁ ἐν Ἁγίοις Πατὴρ ἠμῶν Νεκτάριος, πατρίδα μὲν εἶχε τὴν ἐν Κιλικίᾳ Ταρσόν, Συγκλητικὸς δὲ τὸ γένος, καὶ ἐπιεικὴς τὸν τρόπον, ὥστε παρ’ ὅλων ἐθαυμάζετο, εἶχε δὲ καὶ τὸ τοῦ Πραίτορος ἀξίωμα, καὶ ἀδελφὸς κατὰ σαρκὰ ἧν τοῦ Ἀρσακίου, τοῦ μετὰ τὸν Ἅγιον Ἰωάννην τὸν Χρυσόστομον πατριαρχεύσαντος. Τὸν καιρόν, καθ’ ὅν ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος διὰ τὸ σκάνδαλον τινῶν ἀρχιερέων, (Αἰγυπτίων ὡς ἐπὶ τὸ πλεῖστον), παρητήθη τοῦ πατριαρχικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, καὶ σκέψις ἐγένετο περὶ ἐκλογῆς νέου, τότε ὁ θεῖος Νεκτάριος ἔτυχε διατρίβων ἐν Κωνσταντινουπόλει. Καὶ ἐτοιμασθεὶς ἴνα ἐπιστρέψῃ εἰς τὴν ἑαυτοῦ πατρίδα, ὑπῆγε πρὸς τὸν Διόδωρον, τὸν ἐπίσκοπον τῆς Ταρσοῦ, καὶ ἠρώτησεν αὐτόν, ἐὰν ἔχῃ ἐπιστολὰς ἀποστεῖλαι εἰς τὴν πατρίδα, διότι βούλεται ἐκεῖ ἀπελθεῖν. Ὁ δὲ Διόδωρος, ἔτυχε τότε διανοούμενος καθ’ ἑαυτὸν περὶ τῆς ἐκλογῆς πατριάρχου, καὶ τίνα χρὴ προβάλλεσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Ὤς δὲ εἶδε τὸν Νεκτάριον, εὐθὺς ἔκρινε καὶ ἀπεφάσισεν εἰς ἑαυτόν, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης, εἰδὼς τὴν πολιὰν τοῦ ἀνδρός, καὶ τὸ ἱεροπρεπὲς εἶδος, καὶ τὸ προσηνὲς τῶν τρόπων. Ὅθεν, λαβὼν αὐτόν, ἔφερε πρὸς τὸν πατριάρχην τῆς Ἀντιοχείας Ἅγιον Μελέτιον, ὄντα τότε καὶ αὐτὸν ἐκεῖσε, καὶ ἤρξατο ἐπαινῶν αὐτὸν καὶ λέγων, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης. Ὁ δὲ θεῖος Μελέτιος ἀνάρμοστον ἐνόμισε τούτο τὸ πρόβλημα, ἤ μᾶλλον γελοῖον, διότι ὁ Νεκτάριος οὐχὶ μόνον οὐκ εἰσέτι κληρικός, ἀλλ’ οὐδὲ βεβαπτισμένος, καὶ ὅτι ὑπάρχουσι πολλοὶ ἕτεροι κρείττονες αὐτοῦ, καὶ εἰς τὴν τοῦ κλήρου τάξιν ἐντεταγμένοι. Ὅμως, διὰ χάριν τοῦ Διοδώρου, ἤ καὶ διὰ θείαν ἔμπνευσιν, καλέσας τὸν Νεκτάριον, ἐκέλευσεν αὐτὸν περιμένειν βραχύ τινα χρόνον. Ὅταν δὲ ἦλθεν ὁ διορισμένος καιρὸς περὶ ἐκλογῆς καὶ ψήφου τοῦ πατριάρχου, συνήθροισεν ὁ τότε βασιλεὺς Μέγας Θεοδόσιος ὅλους τοὺς τότε ἐκεῖ εὑρισκομένους ἀρχιερεῖς, καὶ ἐπρόσταξεν ἵνα εἰς ὅν ἕκαστος βούλεται δώσῃ τὴν ψήφον, ἑαυτὸν δὲ ἐφύλαξεν εἰς τὸ τέλος. Ὅθεν, οἱ άρχιερεῖς ἔγραψαν ὁ καθεὶς ὅντινα ἐβούλετο. Ὁ δὲ τῆς Ἀντιοχείας πατριάρχης, ἔγραψε καὶ αὐτός τινας οὕς ἠθέλησεν, ἔσχατον δὲ πάντων ἔθηκε καὶ τὸν Νεκτάριον, διὰ τὴν πρὸς τὸν Διόδωρον χάριν. Τούτου γενομένου, λαβὼν ὁ βασιλεὺς τὸν κατάλογον ἀνεγίνωσκεν. Ὅταν δὲ ἔφθασεν εἰς τὸν Νεκτάριον, ἐστάθη ἐκεῖ συλλογιζόμενος καθ’ ἑαυτόν, καὶ ἐπιθεὶς ἐκεῖ τὸν δάκτυλον, ἤρξατο πάλιν ἀπ’ ἀρχῆς ἀναγινώσκειν, καὶ ὅταν ἔφθασε πάλιν ἐπὶ Νεκτάρι0ον ἐστάθη. Ὅθεν, καὶ εἰς θαυμασμὸν παρεκίνησε τοῦτο τοὺς ἀρχιερεῖς, ἐρωτῶντος δὲ τοῦ βασιλέως, τίς ἐστιν οὗτος ὁ Νεκτάριος καὶ πόθεν, καὶ ὁποῖος τὸ ἐπιτήδευμα, ἔμαθον ὅτι εὐγενὴς πάνυ έστιν, καὶ Πραίτορος ἀξίωμα ἔχων, ἀβάπτιστος ὅμως εἰσέτι, διὸ καὶ περισσότερον ἐθαύμασαν, μάλιστα δὲ καὶ αὐτὸς ὁ τῆς Ταρσοῦ Διόδωρος, διότι καὶ αὐτὸς οὐκ ἐγνώριζεν ὅτι ὁ Νεκτάριος ἧν ἀβάπτιστος, εἰμὴ οὐκ ἔδιδεν εἰς τοῦτον τὴν ψῆφον. Τοῦτο τὸ περίεργον ἐθεωρήθη ὡς θαῦμα, καὶ παρεκίνησε τὸν βασιλέα ἵνα ψηφίσῃ τὸν Νεκτάριον, καὶ κατ’ ἀρχὰς μὲν ἀντέτεινον τινὲς ἀρχιερεῖς εἰς τοῦτο, ὕστερον δὲ ὅλοι συνεφώνησαν. Ὅθεν, βαπτισθεὶς ὁ θεῖος Νεκτάριος, καὶ ἔτι τὰ τοῦ βαπτίσματος λευκὰ ἐνδύματα φορῶν, κοινῇ ψήφῳ τῆς Συνόδου, Πατριάρχης Κωνσταντινουπόλεως ἐχειροτονήθη. Μετὰ δὲ ταῦτα, συνελθόντες αὐτός τε ὁ θεῖος Νεκτάριος καὶ οἱ ἄλλοι ἀρχιερεῖς, ἐψηφίσαντο τὰ τῆς ἐν Νικαίᾳ Οἰκουμενικῆς πρώτης Συνόδου, πραχθέντα βέβαια καὶ ὀρθὰ εἶναι, καὶ τὴν τοῦ Ἀρείου καὶ Μακεδονίου καὶ πᾶσαν ἄλλην αἵρεσιν ἀπεκήρυξαν καὶ ἀνεθεμάτισαν, καὶ τὸ Σύμβολον τῆς Πίστεως ἀνεπλήρωσαν. Ἐδιώρισαν δὲ καὶ ἐνομοθέτησαν, ἵνα ὁ Πατριάρχης Κωνσταντινουπόλεως Νεκτάριος καὶ οἱ μετὰ τοῦτον, τὰ ἴσα πρεσβείᾳ ἔχειν τῆς τιμῆς τοῦ τῆς παλαιᾶς Ῥώμης ἀρχιεπισκόπου, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. Ὅμοίως, καὶ εἰς τοὺς ἄλλους Πατριάρχας έθέσπισαν, τὸν Ἀντιοχείας λέγω, Ἀλεξανδρείας τε καὶ Ἱεροσολύμων, ἵνα δηλαδὴ ἔχωσι καὶ αὐτοὶ εἰς τὰς ἑαυτῶν ἐπαρχίας, τὴν ἰδίαν τιμὴν καὶ ἰσχύν. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ βασιλεὺς Μέγας Θεοδόσιος, ἔβαλε πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν, ἵνα ὅλους τοὺς αἱρετικοὺς ἑνώσῃ μετὰ τῶν ὀρθοδόξων, ὅθεν, ἐκοινολόγησε τὸν ἑαυτοῦ σκοπὸν πρὸς τὸν Πατριάρχην Νεκτάριον, καὶ παρήγγελεν αὐτόν, ὅπως οἵῳ τρόπῳ καὶ μηχανῇ δυνηθείη ποιῆσαι τοῦτο, καὶ ἑνωθήσεται ἡ Ἐκκλησία, καὶ παύσουσιν αἱ αἱρέσεις καὶ τὰ σχίσματα. Τούτου ἀκούσας ὁ θεῖος Νεκτάριος, ἔμφροντις καὶ ἐναγωνίος διὰ θεῖον ζῆλον ἐγένετο. Ὅθεν, πρῶτος προσεκάλεσε τὸν τῶν Ναυατιανῶν Πατριάρχην Ἀγέλιον καὶ τοὺς σὺν αὐτῷ, καὶ πολλὰ εἰς αὐτοὺς ὡμίλησε περὶ τῆς Ὀρθοδόξου πίστεως. Μετὰ ταῦτα δέ, καὶ τοὺς τῶν ἄλλων αἰρέσεων ἐπισκόπους προσεκάλεσε, Δημόφιλον δηλαδὴ τῶν Ἀρειανῶν, καὶ Εὐνόμιον τὸν Εὐνομιανῶν, καὶ Ἐλεύσιον τῆς τῶν Μακεδονιανῶν, καὶ γενομένης πολλῆς καὶ ἐκτεταμένης συνδιαλλέξεως, παρὼν ὁ εὐσεβὴς βασιλεὺς ἐκέλευσεν, ἴνα ἕκαστος τούτων γράψῃ εἰς χάρτην τὸν ἑαυτοῦ ὅρον. Καὶ τούτου γενομένου, ἔλαβεν αὐτοὺς εἰς χεῖρας ὁ βασιλεύς, καὶ ἀφ’ οὗ ἐκτενῶς ηὔξατο πρὸς τὸν Θεὸν εἰς τὸ συνεργῆσαι αὐτῷ πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν, εἶτα, ἀναγνοὺς τούτους, τοὺς μὲν τῶν αἱρετικῶν μεμψάμενος ἀπέῤῥιψε, ὡς χωρισμὸν τῆς Παναγίας Τριάδος ποιοῦντας, τὸν δὲ τῆς Ὀρθοδόξου πίστεως ἐκράτησε, καὶ ἐπῄνεσε. Διὰ τούτου τοῦ τρόπου, πολλοὶ τῶν αἱρετικῶν ἔγιναν ὀρθόδοξοι, ὅσοι δὲ μὴ στέρξαντες, ἐξωρίσθησαν μακρὰν τῆς Πόλεως, ἡ δὲ Ὀρθόδοξος πίστις μετὰ ταῦτα ὁσήμεραι, καὶ ἐκραταιοῦτο, τῆ συνεργείᾳ τοῦ εὐσεβοῦς βασιλέως Μεγάλου Θεοδοσίου, καὶ τοῦ ἁγιωτάτου Πατριάρχου Νεκταρίου. Πατριαρχεύσας ὁ ἀοίδιμος Νεκτάριος χρόνους ἕξ, ἐτελεύτησεν ἐν τῇ εἰκοστῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου μηνός. Διάδοχος αὐτοῦ ἐγένετο ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος.
Ὁ Ἀρσάκιος δὲ οὗτος, ἦτο ἀδελφὸς τοῦ Ἁγίου Νεκτάριου, ἄνθρωπος γέρων, ὅστις ἐπατριάρχευσε δύο μόνους χρόνους.
Ὁ δὲ Σισίνιος, ἔγινε Πατριάρχης μετὰ τὸν Ἀττικόν , καὶ ἀφ’ οὗ ἐπατριάρχευσε χρόνους δύο, ἔγινε Πατριάρχης ὁ κακόφρων Νεστόριος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φιλοθέου τοῦ κόκκινου, πατριάρχου Κωνσταντινουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους, ἐπισκόπου Σολέας Κύπρου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μονάζων καὶ κηρύττων ὑπηρέτεις τὸν Λόγον Μηθύμνης Πάτερ κλεινέ, Εὐστράτιε τρισμάκαρ, καὶ μέγα ποιμενάρχα, τῷ ποιμνίῳ σου ἔλεγες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
μέτερος προστάτης ἀνεδείχθης καὶ πρέσβυς Πάτερ Μηθύμνης κλεινέ, Εὐστράτιε ποιμνίου, τοῦ σοῦ καὶ ἄλλων πλείστων, δεομένων σοι Ἅγιε, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεούμενος καθ’ ἥμαρ καθ’ ὕπαρ τε ταῖς θείαις καὶ ἱεραῖς ἀρεταῖς, Εὐστράτιε παμμάκαρ, καὶ θεῖε πρωτοστάτα, τοῦ ποιμνίου σου ἔκραζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
μνῶ μονογενῆ Σου Υἱόν τε καὶ Σωτῆρ Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τούτῳ νῦν προστρέχω, καὶ Σοὶ τῇ Παναγίᾳ, ἐκ ψυχῆς μου δεόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η’. Τὸν Βασιλέα.
Μετὰ Πατέρων, τῆς Ἑβδόμης Συνόδου, τὰς Εἰκόνας ὑπερήσπισας Πάτερ, ταύταις ἀπονέμων, προσκύνησιν τρισμάκαρ.
Νόμου γραφέντος, τῆς τιμῆς τῶν λειψάνων, προσυπέγραψας Εὐστράτιε μάκαρ, μετὰ τῶν Πατέρων, ἐστήλωσας δ’ Εἰκόνας.
μαρτον Πάτερ, ὦ Εὐστράτιε μέγα, κατενώπιον Χριστοῦ τοῦ Θεοῦ μου, καὶ ἐκδυσωπῶ σε, δοῦναί μοι σωτηρίαν.
Σαίνομαι Πάτερ, ὦ Εὐστράτιε μέγα, τοῖς κακοῖς μου ἁμαρτήμασι καὶ νῦν κλαίω, καὶ προσπίπτω εὐστάθειαν σὺ δός μοι.
Γῆ καὶ σποδός, νῦν ὑπάρχων ὦ θεῖε, τῆς Μηθύμνης ὦ Εὐστράτιε Πάτερ, σοὶ νῦν καταφεύγω, τὴν χάριν σου τοῦ δοῦναι.
Θεοτοκίον.
τεκες Μῆτερ, Σὸν Υἱὸν καὶ Σωτῆρα, οἰκουμένης τε καὶ πάντων ἀνθρώπων· ὅθεν Σὲ τιμῶμεν, αἰτούμενοι πρεσβείαν.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
εόντων τῶν τοῦ βίου, ἀπάλλαξον σὺ Πάτερ, καὶ καταξίωσον πράττειν τὸ τέλειον νῦν, τοὺς Μηθυμναίους καὶ πάντας ἀνθρώπους Ἅγιε.
γάπην τὴν τελείαν, καὶ πίστιν τὴν ἁγίαν, ἐν τῇ καρδίᾳ μου μόρφωσον Πάτερ κλεινέ, καὶ τὴν ἐλπίδα ἐμφύτευσον τοῖς ἐγκάτοις μου.
δεῖν τὴν τοῦ Κυρίου, ἰδέαν τὴν τελείαν, καταξίωσον Πάτερ Μηθύμνης ποιμήν, καὶ ἀπεντεῦθεν προγεύεσθαι τὸν Παράδεισον.
οήν μου τῶν δακρύων, μὴ ἀποποιήσης, καὶ τοὺς ἱδρῶτας τοῦ σώματος ὦ Πάτερ Ἅγιε, ὑπὲρ τῆς πίστεως οὕσπερ πόθῳ ἐξέχυσα.
Πάτερ θεοφόρε, Μηθύμνης ποιμενάρχα, νῦν τὸν Θεόν σου ἱκε΄τευε δοῦναι κἀμοί, παμμάκαρ λύσιν καὶ μέγα καὶ θεῖον ἔλεος.
Θεοτοκίον.
Νοός μου καὶ καρδίας, ἰδέας καὶ κινήσεις, Σὺ ἐξομάλυνον Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἐξαγίασον σῶμά μου καὶ διάνοιαν.

Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.
Εἰκόνας τὰς ἁγίας τε, καὶ λείψανα ἐστήλωσας, τὴν κατὰ σχέσιν παρέχων, προσκύνησιν Πάτερ θεῖε, καὶ δέχεσθαι χαρίσματα, ἐκεῖσε παρεδρεύοντα, Πνεύματος θείου προσφέρειν, ὑπὲρ νεκρῶν φιλουμένων, μνημόσυνα σὺ ἐξεῖπας.
Θεοτοκίον.
Παρθένε παναμώμητε, χρυσοῦν θυμιατήριον, ῥάβδε καὶ στάμνε καὶ βάτε, καὶ ἀλατόμητον ὄρος, ὑπὲρ ἡμῶν νῦν πρέσβευε, τῶν ἐκτενῶς βοώντων σοι, σὺν Εὐστρατίῳ Μηθύμνης, καὶ πᾶσιν ἄλλοις Ἁγίοις, προστάτευσον τὴν σὴν ποίμνην.



Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν οὐρανίων Ταγμάτων σὺ ὡς συνώνυμος, Εὐστράτιε παμμάκαρ, ἐμιμεῖσο Ἀγγέλους, τοὺς καὶ Ἀρχιστρατήγους ἐν οὐρανῷ, καὶ ἐν γῇ συμβαδίζοντας, καὶ τῶν ἀνθρώπων ὡς φύλακες συμπαθεῖς, τοῦ Θεοῦ πληρῶν τὸ θέλημα. (Δίς)

Τῶν Μηθυμναίων οἱ δῆμοι νῦν τὸν Εὐστράτιον, κλεινὸν ἀρχιποιμένα, ἐπαινέσωμεν ἄμα, Ἀγγέλοις στρατηγέταις οἳ τὴν κλεινήν, νῆσον Λέσβον φυλάττουσι, καὶ Εὐστρατίῳ συνάμα ἐν οὐρανοῖς, ἐσαεὶ πανηγυρίζουσι.

Τῶν ἐπισκόπων ἀκρότης καὶ τῶν ποιμένων κρηπίς, προσδέδειξαι τρισμάκαρ, ὦ Εὐστράτιε μέγα, ἐν μέσῳ γὰρ Συνόδου σὺ τῆς σεπτῆς, καὶ Ἑβδόμης ἐκήρυξας, τοῦ προσκυνεῖν τὰς Εἰκόνας καὶ ἐσαεί, τοῖς νεκροῖς προσφέρειν κόλλυβα.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς κορυφαῖος ποιμὴν σὺ ἐν τῇ Συνόδῳ προσῆλθες τῇ ἐν Νικαίᾳ, τρανὲ Εὐστράτιε Μηθύμνης, τῇ Ἑβδόμῃ ἐν ᾗπερ ἔτι παρέστησαν τριακόσιοι ἑξήκοντα πέντε Πατέρες, καὶ καθεῖλον τὸν Ἴσαυρον καὶ τὸν Κοπρώνυμον, ἔτι δὲ Θεόφιλον εἰκονομάχον φρυαττόμενον, τὴν δὲ σὴν ψῆφον ἐδίδως καὶ σὺν αὐτοῖς προσυπέγραψας ὅρον τῆς πίστεως· διὸ καὶ ἐγχάραξον τῇ διανοίᾳ ἡμῶν τῶν δογμάτων ἀκρίβειαν, ἵνα εὕρωμεν ἔλεος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν Ἑβδόμης σύνεδρον ἱερόν, Εὐστράτιον θεῖον, καὶ Μηθύμνης τὸν γεραρόν, ποιμένα καὶ ἔνθερμον προστάτην, ἀνευφημήσωμεν πόθῳ τῷ δέοντι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου