Τρίτη 26 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 21. ΠΡΟΦΗΤΗΣ ΙΩΝΑΣ ΑΚΟΛΟΥΘΙΑ




 

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΑ!!

ΙΩΝΑΣ ΠΡΟΦΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ὀ Προφήτης Ἰωνᾶς ἑορτάζει στὶς 21 Σεπτεμβρίου. Λόγω τοῦ ὅτι στὶς 21 τελεῖται ἡ ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, μετατίθεται γιὰ τὶς 22 τοῦ Μηνός.)

 

ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τοῦ Προφήτου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Αἴγλη φωτιζόμενος, τῆς τρισηλίου Θεότητος, Ἰωνᾶς ὁ πανόλβιος, Προφήτης ὡς ἔνθεος, καθαρᾷ καρδίᾳ, προφητείας χάριν, καθυποδέχεται σαφῶς, καὶ προθεσπίζει τὰ γενησόμενα, καὶ ἔργῳ τὴν τριήμερον, προδιαγράφει Ἀνάστασιν, τῷ θηρὶ προσριπτούμενος, καὶ φθορὰν μὴ δεχόμενος.

 

Προβλέπων τὴν μέλλουσαν, ἐπὶ τὰ ἔθνη γενήσεσθαι, τοῦ Δεσπότου σωτήριον, μακάριε ἔλλαμψιν, φεύγεις ἐκ προσώπου, τοῦ παμβασιλέως, ἀναδυόμενος σοφέ, σωθησομένων τὸ θεῖον κήρυγμα, καὶ κήτει παραδίδοσαι, λυμαινομένῳ μηδόλως σε, καὶ τῇ χέρσῳ ἐκδίδοσαι, θεϊκαῖς ἐπινεύσεσιν.

 

Χριστοῦ τὴν τριήμερον, προδιαγράφων Ἀνάστασιν, ἐκ τοῦ κήτους τριήμερος, ἐξῆλθες μακάριε, ἔτι τρεῖς ἡμέρας, Ἰωνᾶ βοήσας, καὶ Νινευΐ καταστροφῇ, τελειοτάτῃ παραδοθήσεται, ὁρῶν τῇ μετανοίᾳ δέ, διαπεσόν σου τὸ κήρυγμα, ἀθυμεῖς τὸ φιλάνθρωπον, τοῦ Θεοῦ ἐκπληττόμενος.

 

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ὁ θέλων πάντας σωθῆναι, καὶ προγινώσκων σαφῶς, τὴν ἔκβασιν πραγμάτων, κέκληκέ σε Προφῆτα, κηρύξαι Νινευΐταις ἐπιστροφήν, καὶ τελείαν μετάνοιαν, ὅπως σωθῶσιν βεβαίας καταστροφῆς, Ἰωνᾶ θεομακάριστε.

 

Τὴν ἐλεήμονα γνώμην, εἰδὼς τοῦ Κτίσαντος, καὶ τῆς φιλανθρωπίας, τὸ ἀμέτρητον ὕψος, ἠπείθησας ἐν γνώσει ὦ Ἰωνᾶ, καὶ φυγεῖν ἐσχεδίασας, εἰς τὴν Θαρσεὶς αὐτοβούλως ἀπατηθείς, καὶ κινδύνοις περιέπεσας.

 

Κατὰ τῆς σῆς ἀπειθείας, φύσις ἐγήγερται, καὶ κλύδων μέγας σφόδρα, Ἰωνᾶ ἐγεγόνει· διὸ καὶ ἐκληρώθης ὅπως ῥιφῇς, ἐν θαλάσσῃ ὡς αἴτιος, τούτου λαβὼν ἀπειθείας σου τὸν μισθόν, ἐκ Κυρίου Παντοκράτορος.

Δόξα. Ἦχος β΄.

Ὤ! ἀμετρήτου βάθους Θεοῦ ἀγάπης, δι’ ἧς πρὸς σωτηρίαν θαυμαστῶς ἄγει τὸν ἄνθρωπον. Ταύτης προφῆτα Ἰωνᾶ, σάλπιγξ ἐγένου μεγαλόφθογγος, εἰς Νινευῒ τὴν μετάνοιαν κηρύξας, πρῶτον τῆς αὐτοβούλου ἀπειθείας λαβὼν τὴν πεῖραν, τριημερεύσας παραδόξως ἐν τῇ κοιλίᾳ τοῦ κήτους. Ὅθεν τοῖς σὲ τιμῶσιν ἐκ ψυχῆς, χάρισαι σωτηρίους σταλαγμοὺς δακρύων, ὅπως τοῦ ποντισμοῦ τῆς ἁμαρτίας, λυτρωθῶμεν ἅπαντες.

 

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Παρῆλθεν ἡ σκιὰ τοῦ Νόμου, τῆς Χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ Ἀναγνώσματα

 

Προφητείας Ἰωνᾶ τὸ ἀνάγνωσμα.

Ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευΐ, τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς Ἰόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ’ αὐτῶν εἰς Θαρσεὶς ἐκ προσώπου Κυρίου. Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι. Καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ’ αὐτῶν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔῤῥεγχε. Καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ῤέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα. Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν. Καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; Διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. Καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. Καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς· ᾄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ’ ὑμῶν· διότι ἔγνωκα ἐγώ, ὅτι δι’ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ’ ὑμᾶς ἐστι. Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ’ αὐτούς. Καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ’ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. Καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθυσαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς. Καὶ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

 

Προφητείας Ἰωνᾶ τὸ ἀνάγνωσμα.

Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ εἶπεν· Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου. Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον. Καὶ ἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. Κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σέ, Κύριε ὁ Θεός μου. Ἐν τῷ ἐκλείπειν ἀπ’ ἐμοῦ τὴν ψυχήν μου τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸν ἅγιόν σου. Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτοῖς ἐγκατέλιπον. Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. Καὶ προσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.

 

Προφητείας Ἰωνᾶ τὸ ἀνάγνωσμα.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευῒ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρός σε. Καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευῒ, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευῒ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. Καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξε καὶ εἶπεν· ἔτι τρεῖς ἡμέραι καὶ Νινευῒ καταστραφήσεται. Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευῒ τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευῒ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Καὶ ἐκηρύχθη καὶ ἐῤῥέθη ἐν τῇ Νινευῒ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν, μηδὲ νεμέσθωσαν, μηδὲ ὕδωρ πιέτωσαν. Καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες· Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα; Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην καὶ συνεχύθη, καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσείς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με. Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σύ; Καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει. Καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ἰωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. Καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην. Καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθην, καὶ ἀπεξηράνθη. Καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου. Καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ’ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. Ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευῒ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;

 

 

 

 

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄

Κατὰ τὴν κλῆσίν σου, θεῖε προφῆτα Ἰωνᾶ, περιστερὰ τῆς μετανοίας ἐξελέγης, παρὰ τοῦ Κυρίου τοῦ θέλοντος πάντων ἀνθρώπων τὴν σωτηρίαν. Καὶ μὴ πειθήσας τῇ προσταγῇ Αὐτοῦ, εἰς πέλαγος πειρασμῶν κατεποντίσθης, ὅπως μάθῃς ἐκ τῶν πραγμάτων, ὅτι τὸ ἀμέτρητον τὸ ἔλεος καὶ ἡ φιλανθρωπία Αὐτοῦ, τὴν κτίσιν ἅπασαν ἀνεξαντλήτως καὶ πολυδώρως κατακλύζουσι.

 

Ἦχος β΄

Ὡς ἀνεξιχνίαστοι αἱ βουλαὶ καὶ αἱ ὁδοὶ τοῦ παντελεήμονος Θεοῦ! ταύτας μὴ καλῶς διακρίνας προφῆτα Ἰωνᾶ, τὸ ἴδιον θέλημα ὡς τεῖχος χαλκοῦν ὕψωσας, δοκῶν νικῆσαι τὴν ἀγαπητικὴν Αὐτοῦ πρόνοιαν. Ὅθεν συσχεθεὶς ἀδοκήτως ἐν τῇ κοιλίᾳ τοῦ ἀβυσσοζώου κήτους, ἐβόησας ἐν κλαυθμῷ μετανοίας· Ἀναβήτω ἐκ φθορᾶς ἡ ψυχή μου Κύριε, καὶ ἐπήκουσέ σου εὐθύς, ὁ Φιλάνθρωπος.

 

Ἦχος γ΄.

Τῆς πολυτρόπου προνοίας τοῦ Δεσπότου ἐκλεγεὶς ὄργανον, τῆς μετανοίας σάλπιγξ ψυχοσωτήριος, τοῖς ἀγνοοῦσι Νινευΐταις γέγονας, ἔνδοξε Ἰωνᾶ προφῆτα. Οἵτινες ἐν κατανύξει ἐκζητήσαντες τὸ ἔλεος Κυρίου, τοῦ ἀφανισμοῦ παγγενῶς διεσώθησαν. Σὺ δὲ ἔμαθες ἐκ τῶν πραγμάτων, καὶ διὰ σοῦ καὶ ἡμεῖς, ὅτι Πολυεύσπλαγχνος καὶ Οἰκτίρμων ὑπάρχει ἀεί, ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος.

 

Ἦχος δ΄.

Τῆς σκιοτρόφου κολοκύνθης λυπηθεὶς σφόδρα τὴν ξήρανσιν, ἤκουσας ἐκ τοῦ Θεοῦ καὶ ἐδιδάχθης, μὴ ἐρευνᾶν ὑπὲρ τὰ ἐσκαμμένα, τὰς ἐνεργείας Αὐτοῦ, Ἰωνᾶ θεοδόξαστε. Ὅθεν ἐν τοῖς πειρασμοῖς ἐν οἷς περιέπεσας ἐξ ἰδιογνωμίας, διδάσκαλος ἡμῶν γέγονας, μὴ τολμᾶν ἐξισοῦσθαι κατ’ ἐλάχιστον, τῇ φιλανθρωπίᾳ τοῦ Δημιουργοῦ, τοῦ πάντα διϊθύνοντος, εἰς σωτηρίαν ἡμῶν αἰώνιον.

 

Δόξα. Ἦχος πλ.α΄.

Τοῦ κατ’ εἰκόνα Αὑτοῦ πλάσαντος ἅπαν γένος ἀνθρώπων, ὦ προφῆτα Ἰωνᾶ, εἰ καὶ ζωηρῶς τὸ πρῶτον ἀποδυσπετήσας, διάκονος ἀπεφάνθης, τῆς σωτηρίας τῆς μυριανθρώπου Νινευΐ. Ἐν δὲ τῇ τριημέρῳ καταπόσει ἐν τῇ κοιλίᾳ τοῦ θαλαττίου θηρός, τύπος ἐμφανὴς γέγονας, τοῦ ἐν τῷ ζωοδόχῳ τάφῳ τριημερεύσαντος, καὶ ἐνδόξως ἀναστάντος Σωτῆρος ἡμῶν. Ὃν μὴ παύσῃ καθικετεύων, ἐν μετανοίᾳ ψυχοσωτηρίῳ τελέσαι τὰς τρίβους τῆς ζωῆς, πάντας τοὺς ἐπιτελοῦντας ἐκ ψυχῆς, τὴν μνήμην σου τὴν χαρμόσυνον μακάριε.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

Προφητείας τὸ χάρισμα, ἐκ Θεοῦ εἰσδεξάμενος, Ἰωνᾶ ἐντέταλσαι τοῦ πορεύσασθαι, εἰς Νινευῒ καὶ μετάνοιαν, κηρύξαι σωσίψυχον, τοῖς ἐκεῖσε οἰκισταῖς, ἀλλὰ δείξας ἀπείθειαν, πρὸς Θαρσεὶς ἐβουλεύσω μεταβῆναι, ὅθεν εἴληφας μισθόν σου, τὸν ποντισμὸν τὸν παράδοξον.

 

Στίχ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Ἀναστάσεως γέγονας, τοῦ Κυρίου ὑπόδειγμα, Ἰωνᾶ μακάριε εἰς τὰ ἔγκατα, θηρὸς βυθίου τριήμερον, κλεισθεὶς καὶ διέμεινας, ἔνθεν πάλιν εἰς τὸ φῶς, τῆς ἡμέρας ἐκβέβλησαι, θείῳ νεύματι, Νινευΐταις μετάνοιαν κηρύξας, καὶ τὸ βάθος τοῦ ἐλέους, πείρᾳ μαθὼν Παντοκράτορος.

 

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.

Πειρασμοὶ κυματούμενοι, ὥσπερ ὄρη ἐγείρονται, βυθισμὸν αἰώνιον προμηνύοντες, διὸ προφῆτα βοῶμέν σοι· ὡς σὺ θηρὸς σέσωσαι, τοῦ βυθίου θαυμαστῶς, οὕτω σῶσον τοὺς μέλποντας, καὶ γεραίροντας, Ἰωνᾶ τὴν ἁγίαν ἑορτήν σου, καὶ πρὸς Κύριον ἱκέτην, προβαλλομένους ἀείποτε.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τοῦ Φιλανθρώπου Κυρίου προβλέπων τὴν εὐσπλαγχνίαν, καὶ χαίροντος ἐπὶ τῇ ἐπιστροφῇ τῶν ἁμαρτανόντων, λανθάνων ἐζήλωσας Ἰωνᾶ ἀποσταλείς, κηρύξαι τὴν μετάνοιαν Νινευΐταις. Καὶ ἐκ προσώπου Αὐτοῦ νομίσας διαφυγεῖν, εἰς κλύδωνα καταποντισμοῦ παιδευτικῶς κατέληξας. Ἀλλὰ διασωθεὶς ὑπὲρ πάντα λόγον καὶ νόησιν, πρέσβευε λυτρωθῆναι καὶ ἡμᾶς ἐκ τοῦ πνιγμοῦ τῆς ἁμαρτίας, τοὺς γεραίροντας ἐν ὕμνοις, τὴν χαροπάροχον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

Νεῦσον παρακλήσει σῶν οἰκετῶν, Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν, Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Σάλπιγξ εὔηχος, θείων κριμάτων, κόσμῳ πέφηνας, ἀναφωνοῦσα, Ἰωνᾶ τοῖς Νινευΐταις μετάνοιαν, καὶ συσχεθεὶς ἐν τῷ κήτει προέγραψας, τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν· ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

 

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.

Προφῆτα Ἰωνᾶ, τὴν ἁγίαν σου μνήμην, τελοῦσιν εὐλαβῶς, τὴν μετάνοιαν δίδου, ὡς πάλαι ἐδίδαξας, Νινευΐταις καὶ εἵλκυσας  τὴν συγχώρησιν, πολυευσπλάγχνου Δεσπότου, καὶ διέσωσας, αὐτοὺς ὀργῆς τῆς δικαίας, ὡς κήρυξ θεόσταλτος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἀνεξιχνίαστον, τὸ θεῖον πέλαγος, τῆς συγχωρήσεως καὶ τῆς χρηστότητος, δι’ ὧν τὸν κόσμον ἐλεεῖ, ὁ πανοικτίρμων Κύριος, Οὗπερ τὸ φιλάνθρωπον, Ἰωνᾶ πως ἐζήλωσας, ἀλλὰ πείρᾳ ἔμαθες, ὅτι πάντας ἐκάλεσεν, ἀνθρώπους εἰς ζωὴν αἰωνίαν, εἰ μετανοίᾳ τελειώσωσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Τὴν νεκρωθεῖσάν μου, ψυχὴν τοῖς πάθεσι, ζώωσον Πάναγνε, σεμνὴ πανάμωμε, ὡς παῤῥησίαν μητρικήν, πρὸς τὸν Υἱόν σου ἔχουσα. Σὺ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ, διδόντα ἀεὶ καὶ μέγα ἔλεος.

 

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Μετανοίας σε κήρυκα θαυμαστόν, καὶ διδάσκαλον μέγιστον Ἰωνᾶ, προφῆτα γινώσκοντες, ἐκ ψυχῆς σε αἰτούμεθα, ταύτην πλουσίως δοῦναι, ἡμῖν τοῖς τιμῶσί σε, ἵνα μὴ ἐκ τοῦ κήτους, ἐχθροῦ ἀπολώμεθα, ἀλλ’ ἐν ἀναστάσει, ζωηφόρῳ Κυρίου, τὰς τρίβους εὐθύνωμεν, καὶ ζωῆς ἐπιτύχωμεν, δι’ ἣν πάντες ἐπλάσθημεν, δοξάζοντες Αὐτὸν μετὰ σοῦ, καὶ βοῶμεν· δόξα σοι Φιλάνθρωπε, σωτηρίαν ὁ θέλων, ἀνθρώπων ὡς εὔσπλαγχνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν πανάγιον Τόκον σου.

 

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον· Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Στίχος· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Κατὰ Ματθαῖον. (κεφ. κγ, 29-38)

Ὁ Ν΄ ψαλμός.

Δόξα. Ταῖς τοῦ σοῦ Προφήτου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Εἶτα, τὸ ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....

Τῆς παγκοσμίου ἀναστάσεως τύπος γενόμενος, προφῆτα Ἰωνᾶ, ταύτης ἐνδόξως ἀξίωσον, τοὺς σὲ τιμῶντας εὐλαβῶς, καὶ τῷ ἐκ τάφου τριημέρῳ ἐγερθέντι Κυρίῳ, ταῖς ἱκεσίαις σου ἀδιαστάτως σύναψον.

 

Ὁ Κανὼν τοῦ Προφήτου.

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.

Τῆς ψυχῆς φυλάξας Ἰωνᾶ, μάκαρ τὸ ἀξίωμα, θεοειδὲς ἐχρημάτισας ἄγαλμα, καὶ τὴν ὑπερκόσμιον προτυποῦν ἠξιώθης Ἀνάστασιν, ἣν ὑμνολογοῦμεν ἅπαντες ἐνδόξως γὰρ δεδόξασται.

λικῶς τῷ πόθῳ πρὸς Θεὸν νεύσας παναοίδιμε, μαρμαρυγαῖς ταῖς ἐκεῖθεν πεφώτισε, καὶ Προφήτης ἔθνεσι, μεγαλόφωνος παρ’ αὐτοῦ προκεχείρησαι, τὰ τῆς μετανοίας φάρμακα, διδάσκων τὰ σωτήρια.

Θεοτοκίον.

Ἀνατείλας ἥλιος ἐκ Σοῦ Μῆτερ ἀειπάρθενε, ὁ ἐκ Πατρὸς πρὸ αἰώνων ὁρώμενος, καὶ τῷ ὁρωμένῳ δὲ παραδόξως περιγραφόμενος σώματι, τῷ τῆς εὐσεβείας, φέγγει τοῖς ἀνόμοις κατεφώτισεν.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.

Προφήτης προβλέπων δυνάμει θείᾳ, τὴν χάριν μεταβαίνουσαν εἰς τὰ ἔθνη, εἰς πέλαγος ἀθυμίας κατηνέχθη, βοῶν Σοι Δέσποτα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν Σου Κύριε.

ποφήνας τὴν εὐσέβειαν τοῖς πλωτῆρσι, καὶ δοῦλον τοῦ Ὑψίστου σ’ αὐτὸν διδάξας, εἰς πέλαγος ἀπεῤῥίφης ἀνακράζων, Προφῆτα ἔνδοξε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν Σου Κύριε.

Θεοτοκίον.

Σὺ μόνη παρὰ πάντας τοὺς ἀπ’ αἰῶνος, μεγάλως ἠξιώθης ἁγνὴ καὶ ὑπὲρ φύσιν χαρισμάτων, Θεὸν γὰρ τὸν ἀχώρητον πάσῃ κτίσει, ἐν μήτρᾳ ἤνεγκας καὶ ἐσωμάτωσας· εν Θεοτόκον πάντες σέβομεν.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Προφήτης γενόμενος τῆς παρουσίας Χριστοῦ, Αὐτοῦ τὴν τριήμερον μάκαρ Ἀνάστασιν, σαφῶς προεμήνυσας, κήτους τριημερεύσας, ἀβλαβῶς ἐν κοιλίᾳ, κράζων νῦν ἀναβήτῳ, ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σὲ τὸν ἐκ φθορᾶς τοὺς βροτούς, μέλλοντα ῥύσασθαι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.

 

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

Οὐκ ἔφερες, καθορᾶν τοῦ λαοῦ σου τὴν ἔκπτωσιν, Ἰωνᾶ θεσπέσιε· ὅθεν καὶ φεύγειν προείρησε, κήτει συνεσχέθης δέ, ταφὴν τριήμερον μάκαρ, προτυπῶν τοῦ Χριστοῦ.

Φιλάνθρωπον, τὸν Δεσπότην γινώσκων οὐκ ἔστεργε, προφητείας χάρισμα, βλέπειν διὰ χλευαζόμενον· ὅθεν ἀνεβάλλετο Θεοῦ τὸ πρόσταγμα, φεύγων ὁ θαυμάσιος.

Θεοτοκίον.

Ἰώμενος τὴν τῆς Εὔας ἀρχαίαν παράβασιν, Σὲ τὴν παναμώμητον, καὶ παναγίαν ἐσκήνωσεν, ὅλον με τὸν ἄνθρωπον ἀναμορφώσας πεσόντα ὁ ὑπέρθεος.

 

 

 

 

 

 

ᾨδὴ ε΄. Ὁ φωτισμός.

Ἰωνᾶς, ὁ Προφήτης ὁ μέγας τῆς τριημέρου, γέγονε προτύπωσις τῆς ἐν πέτρᾳ, Χριστὲ ταφῇ Σου, δι’ ἧς ἔσωσας Λόγε, τοὺς ἐν πίστει καὶ πόθῳ Σοι κράζοντας· Ἕτερον ἐκτὸς Σοῦ Θεὸν οὐ γινώσκομεν.

περεδεῖν, οὐκ ἠνέσχου Χριστέ μου, τοὺς Νινευΐτας, ἐν βόθρῳ κειμένους τῆς ἁμαρτίας, ἀλλ’ οἰκτειρήσας ἐξαπέστειλας αὐτοὺς τὸν Προφήτην Ἰωνᾶν Δέσποτα, κήρυκα βοῶντας σαφῶς τὴν μετάνοιαν.

Θεοτοκίον.

Μίαν ἡμῖν ἐν δυσὶ ταῖς οὐσίαις καθορωμένην, ὑπόστασιν μόνη εὐλογημένη, τίπτεις ἀφράστως, τὸν Θεοῦ Θεὸν Λόγον, σαρκωθέντα δι’ οἶκτον ἄφατον, τοῦτον ἐκδυσώπει φρουρεῖν τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

ωνᾶν ἐκ τοῦ κήτους ὡς ἔσωσας, Σῶτερ ὑπὲρ ἔννοιαν ἀδιαλώβητον, οὕτω καὶ νῦν διάσωσον, τὴν ψυχήν μου παγίδων τοῦ δράκοντος.

Σωτηρίας Προφῆτα σὺ πρόξενος γέγονας, πιστεύσασι τῷ σῷ κηρύγματι, τοῖς Νινευΐταις ἔνδοξε, μετανοίας βοήσας τὸ κήρυγμα.

Θεοτοκίον.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐκφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὰ σύμβολα.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἐν κοιλίᾳ ἔνδοξε, τριημερεύσας τοῦ κήτους, τοῦ Χριστοῦ τὴν κάθοδον, τοῖς ἐν τῷ ᾍδῃ προφαίνεις, πάθος γάρ, δεχθεὶς σαρκὶ ἑκὼν ὁ Δεσπότης, ἔλαμψεν, ἀπὸ τοῦ μνήματος τριημέρως· διὰ τοῦτό σε Προφῆτα, ὡς τύπον τούτου, Ἰωνᾶ μέλπομεν.

Ὁ Οἶκος

Τοῦ Δεσπότου εἰδὼς τὸ φιλάνθρωπον, καὶ ποθοῦντος σωθῆναι τοὺς ἅπαντας, οὐκ ἠθέλησας ὑπακοῦσαι τῷ Αὐτοῦ ἐντάλματι, ἀλλὰ φεύγων καθάπερ τις δραπέτης, εἰς πληθὺν ὅλην ἐνέπεσας πειρασμῶν. Ὅθεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους παραδόξως καταβροχισθείς, αὖθις ὑπὲρ λόγον διασέσωσαι, καὶ μετάνοιαν κηρύξας ὡς προσετάχθης τοῖς Νινευΐταις, σωτὴρ τούτων μὲν γέγονας, τύπος δὲ τοῦ ἐκ τάφου τριημέρως Ἐγερθέντος Κυρίου· διό σε προφῆτα Ἰωνᾶ, προθύμως μέλπομεν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.

Μὴ φέροντα βλέπων σε, τὴν ἀλγηδόνα, καὶ λύπη τρυχόμενον Προφῆτα πανσεβάσμιε, εὐθέως ἐφήπλωσεν ἐκ παραδόξου σκιάν, ἄνεσίν σοι φέρουσαν, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

κ βρέφους τῷ Κτίστῃ σου καθιερώθης, Ἰωνᾶ πανεύφημε, θεόφρον παμμακάριστε, εὐχῆς γὰρ σὺ βλάστημα προφητικῆς γεγονώς, χάριν τὴν τοῦ πνεύματος, λαβεῖν κατηξιώθης καὶ σὺ πανόλβιε.

Θεοτοκίον.

Νεφέλη παρθένος Σὲ δικαιοσύνης, τὸν ἥλιον ἔτεκε Παρθένος διαμείνασα, τῷ πάσχει τοῦ σώματος προσομιλήσαντα, ἄνθρωπον γενόμενον Χριστέ, ἣν ἀνυμνοῦμεν ὡς ὑπερένδοξον.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

ς ἐν παστάδι τῷ θηρί, θεοῤῥήμων Ἰωνᾶ χεῖρας ἐκτείνας, ἀνεβόησας λέγων τῷ παντεπόπτῃ Θεῷ· σήμερον φθορᾶς με ἀνάγαγε, πάλιν ἀναβήτῳ πρὸς Σὲ νῦν ἡ ζωή μου.

Τὸ νοερόν σου τῆς ψυχῆς, ἐκκαθάρας μολυσμοῦ συνανεκράθης, τῷ ποθουμένῳ μάκαρ, θεοειδὴς γεγονώς, τῇ θείᾳ νοήσει θεούμενος, καὶ ὑπερυψῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἱερωτάταις Σε φωναῖς, ἱερώτατοι Θεοῦ ἁγνὴ Προφῆται, ἐσομένην Μητέρα, προανεφώνουν τρανῶς, τοῦ πάντων δεσπόζοντος ἄχραντε, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄.  Ἀνάρχου γεννήτορος.

Λαμπάσι τῆς χάριτος, καταυγασθεὶς διέπρεψας, Ἰωνᾶ θεοφάντορ Χριστοῦ προτύπωσις· ὅθεν ὡς Προφήτην σε πάντες οἱ εὐσεβῶς, τοῖς ἐντρυφῶντες, πανσόφοις διδάγμασιν, εὐφημοῦμεν ἀξιάγαστε.

νθέοις ἐν ᾄσμασι, πανευσεβῶς ὑμνοῦμέν σε, τῆς Χριστοῦ ὡς φανέντα Ταφῆς προχάραγμα, καὶ τῆς Ἀναστάσεως μάκαρ, τῆς ὑπὲρ νοῦν σημεῖον δειχθέντα, ἧς περ ἀπολαύσαι με, μεσιτείαις σου θεόληπτε.

Θεοτοκίον.

Νυμφὼν ἐχρημάτισας, τῆς ὑπὲρ νοῦν σαρκώσεως, τῆς τοῦ Λόγου Παρθένε Θεογεννήτρια, περιβεβλημένη ἐν δόξῃ τῶν ἀρετῶν, καὶ πεποικιλμένη· διό Σε πανάμωμον Θεοτόκον καταγγέλλομεν.

 

 

 

 

 

Ἐξαποστειλάριον Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τοὺς Νινευΐτας ἔσωσας, Ἰωνᾶ καταπείσας, τοῖς θεοπνεύστοις λόγοις σου, ἀποσχεῖν ἁμαρτίας, καὶ ἐν κοιλίᾳ τοῦ κήτους, τριημέρως οἰκήσας, τύπος Κυρίου γέγονας, ἀναστάντος ἐκ τάφου θεοπρεπῶς, καὶ ἡμᾶς ἐγείραντος ἐκ θανάτου· διὸ ἐν ὕμνοις μέλπομεν, τὴν σὴν μνήμην τιμῶντες.

Θεοτοκίον, ὅμοιον.

Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλίμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ! τοῦ παραδόξου θαύματος.

Τῆς προφητείας τὸ χάρισμα, ἀπὸ Θεοῦ Ἰωνᾶ, δωρεὰν εἰσδεξάμενος, μετανοίας γέγονας, ὄντως σάλπιγξ σωτήριος· διὸ εἰς πόλιν μακρὰν ἀπέσταλσαι, Νινευϊτῶν εἰπεῖν τὴν ἀπόφασιν, τῆς θείας κρίσεως, ὅτι ἐπίκειται, τιμωρία ἄμεσος εἰ μὴ εὐθύς, ἁμαρτίας παύσωσιν μετανοήσαντες.

 

Τὸ τοῦ Δεσπότου φιλάνθρωπον, ἐπεγνωκὼς Ἰωνᾶ, ὅτι πάντα μετέρχεται, τὰ ἐπιτηδεύματα, πρὸς σωτηρίαν βροτῶν, μὴ ὑπακούσας Αὐτοῦ ἐντάλματι, τοῦ μεταβῆναι Θαρσεὶς ἠθέλησας· ὅθεν τριήμερος, εἰς κοιλίαν κέκλεισαι κήτους λαβών, πεῖραν αὐτοβούλου σου, παρακοῆς θαυμαστῶς.

 

Τῆς μετανοίας τὸ κήρυγμα, καρπὸν παρέσχε πολύν, Νινευΐταις νηστεύσασι, καὶ σποδῷ καὶ ῤάκεσι, ἀλλαγὴν ἐπιδείξασι· διὸ Κυρίου ὀργὴ ἐπαύσατο, ἀλλὰ ἡ λύπη σὲ κατεσκότισε, κατανοήσαντα, τούτου τὸ φιλεύσπλαγχνον, ὦ Ἰωνᾶ, δι’ οὗ κτίσιν ἅπασαν, κρατεῖ εἰς σύστασιν.

 

Πολυαμάρτητοι πέλοντες, σὲ πρὸς Θεὸν Ἰωνᾶ, ὡς ἱκέτην προβάλλομεν, καὶ Αὐτοῦ τὸ ἔλεος, ἐκζητοῦμεν τὸ ἄπειρον, ὅπως τὸν βίον καλῶς τελέσωμεν, ἐν μετανοίᾳ καὶ ὁσιότητι, ἵνα γενώμεθα, Παραδείσου μέτοχοι τοῦ ποθητοῦ, σὺν Ἁγίοις ἅπασι, προφῆτα ἔνδοξε.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὴν ταραχώδη θάλασσαν τοῦ βίου διαπλέοντες, καὶ κινδυνεύοντες ὑπὸ κυμάτων ἁμαρτίας καταποντισθῆναι, σὲ ἱκετεύομεν προφῆτα τοῦ Κυρίου Ἰωνᾶ, ὡς ἐν τῷ κήτει τῷ βυθίῳ ἐν εὐχαῖς τριημερεύσαντι, καὶ τὴν Ἀνάστασιν Χριστοῦ τρανῶς προτυπώσαντι, ὅπως ἐν μετανοίᾳ ὁλοκαρδίῳ καταξιωθῶμεν, λευκάναι τὴν μέλαινα στολὴν τῆς ψυχῆς, ὡς ἄλλοι Νινευΐται, καὶ κληρονόμοι γενώμεθα, τῆς Βασιλείας τοῦ Φιλανθρώπου Δεσπότου, οἱ ὕμνοις καὶ ᾠδαῖς εὐγνώμοσι, τὴν μνήμην σου ἑορτάζοντες.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου

 

Μεγαλυνάριον

Βροντὴ οὐρανία τῇ Νινευΐ, ἡ φωνή σου ὤφθη, μετανοίας τὰς ἀπαρχάς, ταύτῃ προξενοῦσα, ὦ Ἰωνᾶ προφῆτα, καὶ παύουσα κακίας, ὁρμὴν τὴν ἄσχετον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου