ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ΄!!
ΝΕΟΦΥΤΟΥ ΕΓΚΛΕΙΣΤΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε
πιστοὶ συνελθόντες πανηγυρίσωμεν, ἐν τῇ σεπτῇ Εὑρέσει, τοῦ τιμίου λειψάνου, τοῦ
ὄντος κεκρυμμένου πάλαι ἐν γῇ, ἐπὶ ἔτεσι πλείοσι, καὶ θείᾳ χάριτι ἤδη
φανερωθέν, ὥσπερ κρίνον εὐωδέστατον.
Δεῦτε
συνέλθωμεν πάντες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὅπου τὸ θεῖον σκῆνος, τοῦ σεπτοῦ
Νεοφύτου, καὶ ᾄσμασιν ἐνθέοις βοῶντες αὐτῷ· δεῦρο Ἅγιε πρόφθασον, καὶ ἐκ παθῶν
πολυτρόπων καὶ πειρασμῶν, ἡμᾶς πάντας ἐλευθέρωσον.
Δεῦτε
θεάσασθε πάντες ἐν τῇ Ἐγκλείστρᾳ φρικτόν, θέαμα θεαμάτων, καὶ πλῆρες ἰαμάτων,
τὸ πανέντιμον σκῆνος τοῦ θείου πατρός, Νεοφύτου τὸ εὔοσμον, ὃ καὶ ἀσπάσασθε
πίστει πανευλαβῶς, ὡςπηγὴν πᾶσι σωτήριον.
Τὸν
ἐν Ἐγκλείστρᾳ φανέντα νέον ἡμῖν θησαυρόν, Νεόφυτον τὸν θεῖον, τῶν Κυπρίων τὸ
κλέος, τὸν μέγιστον προστάτην τιμήσωμεν νῦν· ὃς ἀξίως ἀπείληφε, παρὰ Θεοῦ ἰαμάτων
παντοδαπῶν, θείαν χάριν ὡς θεόσοφος.
Τῶν
ἀθεάτων τὰ κάλλη κατοπτρισάμενος, ἐγένου ἔξω κόσμου, θεοφόρε παμμάκαρ· διὸ καὶ
τοὺς στεφάνους παρὰ Θεοῦ, τῶν σῶν πόνων ἀπείληφας, καὶ χάριν τοῦ ἐκδιώκειν τὰ
μυσαρά, τῆς πονηρίας Πάτερ πνεύματα.
Σήμερον
ἅπας ὁ δῆμος τῶν Ορθοδόξων σκιρτᾷ, ἐπὶ τῇ ἐπανόδῳ, τοῦ τιμίου λειψάνου, τοῦ
θείου Νεοφύτου τοῦ ἐν κρημνοῖς, τῆς Ἐγκλείστρας οἰκήσαντος, καὶ τοῦ Σταυροῦ τῇ
δυνάμει τῶν πειρασμῶν, τὰς προσβολὰς ἐξαφανίσαντος.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε,
τῶν Κυπρίων ὁ δῆμος, τὸ πρὸ ἐτῶν ἤδη πεντακοσίων, κεκρυμμένον ἐν γῇ, σεπτὸν
λείψανον τοῦ Ὁσίου, κατιδόντες φανερωθέν, ὥσπερ πολύτιμον εὑρόντες θησαυρόν,
σκιρτήσωμεν οἱ πιστοὶ ἀγαλλόμενοι· καὶ χάριτος τῆς ἐν αὐτῷ, διὰ τῆς πνευματικῆς
εὐωδίας ἐμφορηθέντες, τὸν ἔγκλειστον Νεόφυτον εὐλαβῶς τιμήσωμεν·
ὡς παρὰ Θεοῦ δοξασθέντα, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τὼν ψυχῶν ἡμῶν.
ὡς παρὰ Θεοῦ δοξασθέντα, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τὼν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν, προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος πλ. δ΄.
Ἄνωθεν
ἡ χάρις τοῦ παντουργοῦ Πνεύματος, ἐν τῇ καθαρᾷ σου καρδίᾳ ἐπιφοιτήσασα, ἱερὸν
καταγώγιον ἀνέδειξέ σε τῶν ἀρετῶν. δι’ αὐτῆς γὰρ ὁδηγούμενος τὴν ἔρημον
κατέλαβες, καὶ ἐν ἀβάτῳ ἄντρῳ ἀνελθὼν τῇ τῆς σαρκὸς καταθλίψει, ἐν νηστείᾳ καὶ
γυμνότητι, καὶ τοῖς ἀπαύστοις δακρύοις, τὸν ἀταπείνωτον τῆς ἀνθρωπίνης φύσεως,
πολέμιον ἐταπείνωσας· ὅθεν καὶ μετὰ θάνατον ὁ Χριστὸς σὲ ἐδόξασε, τῇ τῶν
λεειψάνων εὐωδίᾳ, καὶ τῇ τῶν θαυμάτων ἐνεργείᾳ, τοὺς γὰρ προσερχομένους τῇ σῇ
θήκῃ εὐλαβῶς, τῶν ψυχοφθόρων, καὶ σωματικῶν παθῶν ἀπαλλάττεις ἐπικαλουμένους
σε. Ἀλλ’ ὦ πατέρων καλλονή, καὶ νῦν δὸς ἡμῖν αἰσίως ἑορτάζειν, τὴν ἀνακομιδὴν
τῶν λειψάνων σου, καὶ δίδου εὐφροσύνην ταῖς ψυχαῖς ἡμῶν, ταῖς πρὸς Θεὸν
ἱκεσίαις σου.
Ὁ
αὐτός.
Κυπρίων
δῆμοι σήμεροι συνελθόντες, ἐν τῇ σορῷ τοῦ θείου Πατρός, ᾠδὴν αἰνέσεως, τῷ
δοξάζοντι Θεῷ, τοὺς Αὐτὸν ἀντιδοξάζοντας ᾄσατε. Δόξα λέγοντες τῷ ἀμοιβαῖς
θαυμασίαις, τὸν ὑπὲρ σοῦ τὰ πάντα καταλιπόντα, καὶ ἐν ἀγῶσιν ἀσκητικοῖς τὸν
βίον τελέσαντα, καταπλουτίσαντι, τὴν τῶν λειψάνων θείαν αὐτοῦ λαάρνακα, εὐβδίας
ἐξαισίου καταπληρώσαντι. Δόξα τῷ νέμοντι τὴν χάριν, τοῖς ἀσπαζομένοις τὴν θείαν
κόνιν τοῦ σοῦ θεράποντος, καὶ εὐθέως τὰς αἰτήσεις, δι’ αὐτῆς λαμβανομένοις.
Δόξα Σοι, τῷ βραβεύσαντι ἡμῖν ἐν καιροῖς χαλεπωτάτοις, παραμύθιον ταῖς ψυχαῖς
ἡμῶν, τὴν τῶν λειψάνων νεοβλαστήσασαν μυροθήκην, τοῦ θείου Νεοφύτου· δι’ οὗ
εἰρήνην δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.
Δόξα.
Ὁ αὐτός.
Ἀσκήσεως
ὁ κανών, καὶ τῶν ἀρετῶν ἡ στάθμη, Νεόφυτε θεῖε Πάτερ, ὥσπερ ἐν γῇ ἀγγελικῶς
πολιτευόμενος, ὁδηγὸς γέγονας θρεμμάτων λογικῶν, καὶ ὡς μάνδραν, τὴν
Ἐγκλείστραν Μονήν σου περιεποιήσω, ἐκ τοῦ νοητοῦ λύκου, τοῦ ἐχθροῦ ἀλώβητον,
οὕτω καὶ νῦν διὰ τῆς τῶν σεβασμίων λειψάνων σου, νεοφανείσης ἡμῖν παροχῆς, τῇ
χορηγίᾳ τῆς ἐξ αὐτῶν ἀναδιδομένης χάριτος, ἀπέλασον πάντα πειρασμὸν ἐξ αὐτῆς,
καὶ ὑμνεῖν, τὸν σὲ δοξάσαντα, τοὺς ἐν αὐτῇ περιφρούρησον, παρέχων τοῖς αἰτοῦσι
τὴν ἴασιν, καὶ τοῖς ἐκ πόθου ἀσπαζομένοις τὴν σεβάσμιον κάραν σου. Ῥύου δὲ
ταύτην, ταῖς ἀλήκτοις πρεσβείαις σου, καὶ τὴν νῆσον πᾶσαν, ἐκ λοιμοῦ, λιμοῦ,
ἀκρίδος, καὶ χαλάζης, καὶ πάσης ἐπερχομένης διὰ τὰς ἁμαρτίας ἡμῶν καώσεως, ὡς
παῤῥησίαν κεκτημένος πρὸς Θεόν, τὸν σὲ ἡμῖν ἐπιβραβεύσαντα.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς
τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἐν
ἄντρῳ παρώκησας, ἀσκητικῶς καθαιρόμενος, καὶ Θεῷ συγγινόμενος, νοὸς τελειότητι·
ὅθεν ὑπεδέξω, χάριν τῶν θαυμάτων, καὶ τῶν τοῦ πνεύματος σοφέ, τὰ τῶν ἀνθρώπων
λύειν νοσήματα· διό σε μακαρίζομεν, καὶ τῶν λειψάνων τὴν εὕρεσιν, τὴν σεπτὴν
καὶ σωτήριον, ἑορτάζομεν σήμερον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἡ
κόνις τοῦ σώματος, μύρον εὐῶδες πηγάζουσα, τὰ δυσώδη παθήματα, διώκει ἀοίδιμε·
καὶ γὰρ εὐωδία, Χριστοῦ ἀνεδείχθης, καὶ ἐν τῷ βίῳ περιών, καὶ μετὰ τέλος μάκαρ
Νεόφυτε· διό σου τὴν πανέορτον, καὶ θαυμαστὴν καὶ σωτήριον, ἐκτελοῦμεν
πανήγυριν, τῶν Ὁσίων ὁμόσκηνε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Σῶμα
τὸ δυσήνιον, καθυποτάξας τῷ πνεύματι, τὴν ψυχὴν γενναιότατε, λαμπρύνας ταῖς
χάρισι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως θεόθεν, καὶ ἐδομήσω ἱερόν, ναὸν τοῦ
σώματος θείου Πνεύματος· διό σε ἀμειβόμενος, ὁ πλουτοδότης ἐκόσμησε, τὴν σεπτὴν
τῶν λειψάνων σου, θήκην λύει νοσήματα.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῶν
γενναίων ἐπὶ γῆς κατορθωμάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν
τὰς καρδίας. Τίς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ
ἐθαύμασε; Τὸ πρὸς τοὺς ἀγῶνας ἐγκαρτερεῖν, καὶ ὀρθῶς βηματίζειν πάντας τοὺς ὑπὸ
σὲ θεοπρεπῶς ἐδίδαξας. Τὴν δὲ ἀκτημοσύνην, τοῦ μονήρους βίου κανόνα
ἀπαράτρεπτον ἐντάξας, ἀγγελικῶς ἐν γῇ πολιτεύεσθαι ἐπαίδευσας, Νεόφυτε,
Ἐγκλείστρας προστάτα καὶ ποιμήν. Διὸ τὸν ἀμαράντινον ἐδέξω στέφανον, παρὰ τοῦ
μισθαποδότου Θεοῦ, μῆ διαλίπῃς οὖν πρεσβεύειν ὑπὲρ ἡμῶν, καὶ παρέχειν τὰς
αἰτήσεις, τῶν πιστῶς σου προσκυνούντων τὰ λείψανα.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Λευκάρων τὸ κλέος, καὶ Κυπρίων
τὸ καύχημα, Μονῆς Ἐγκλείστρας πολιοῦχε, θεοφόρε Πατὴρ ἡμῶν Νεόφυτε· νηστείᾳ ἀγρυπνίᾳ
προσευχῇ, καὶ ἔγκλειστος ἐν ἄντρῳ καρτερῶν, θείαν χάριν ἐκομίσω, ἣν πιστοῖς, νῦν
παρέχει θήκη λειψάνων σου· δόξα τῷ ταύτην βραβεύσαντι ἡμῖν, δόξα τῷ σὲ
δοξάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πάσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν
τάφον Σου Σωτήρ.
Προσέλθωμεν πιστοί, τῶν λειψάνων τῇ
θήκῃ, τοῦ θείου καὶ κλεινοῦ, καὶ στεῤῥοῦ Νεοφύτου, καὶ πόθῳ προσπτυσσόμενοι, πρὸς
αὐτὸν ἐκβοήσωμεν· δεῦρο Ἅγιε, τῆς τῶν παθῶν τυραννίδος, ἐλευθέρωσον, τοὺς σὲ
τιμῶντας ἀξίως, καὶ πόθῳ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε
πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ ἀειπάρθενε·
ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους,
τοὺς Σὲ μακαρίζοντας.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄.
Θείας πίστεως.
Χαίρει ἔχουσα, νῦν ἡ Ἐγκλείστρα,
θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν
πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείας φύσεως, οὐκ ἐχωρίσθη, σὰρξ
γενόμενος, ἐν τῇ γαστρί Σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον
Μητέρα Παρθένον Σε, ὡς πρὸ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος, Αὐτὸν ἐκτενῶς
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν τιμίαν εὕρεσιν, τοῦ σοῦ λειψάνου,
ἱερὲ Νεόφυτε, τιμῶμεν πάντες εὐλαβῶς, καὶ ἀγαλλόμενοι κράζομεν· χαίροις ἁπάντων,
Ὁσίων ὁμόσκηνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις,
τὴν ἡμῶν βοήθειαν, καὶ πρὸς Θεὸν καταλλαγήν, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν
Θεοτόκον, πιστοὶ μακαρίσωμεν.
Εἶτα, οἱ Ἀναβαθμοί, τὸ
α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον, κατὰ Ματθαῖον
(ι΄ 37-ια΄ 1): Εἶπεν ὁ Κύριος· Ὁ
φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ... (Ζήτει τῷ
Σαββάτῳ τῆς Ζ΄ ἑβδομάδος Ματθαίου).
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε,
τῶν Κυπρίων ὁ δῆμος, τὸ πρὸ ἐτῶν ἤδη πεντακοσίων, κεκρυμμένον ἐν γῇ, σεπτὸν
λείψανον τοῦ Ὁσίου, κατιδόντες φανερωθέν, ὥσπερ πολύτιμον εὑρόντες θησαυρόν,
σκιρτήσωμεν οἱ πιστοὶ ἀγαλλόμενοι· καὶ χάριτος τῆς ἐν αὐτῷ, διὰ τῆς πνευματικῆς
εὐωδίας ἐμφορηθέντες, τὸν ἔγκλειστον Νεόφυτον εὐλαβῶς τιμήσωμεν·
ὡς παρὰ Θεοῦ δοξασθέντα, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τὼν ψυχῶν ἡμῶν.
ὡς παρὰ Θεοῦ δοξασθέντα, ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τὼν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ψυχοφθόρου ῥῦσαί με, παμμάκαρ, λύπης. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ψυχοφθόρου
λύπης με ταῖς σαῖς, ῥῦσαι παρακλήσεσιν, ἐκδυσωπῶν τὸν ἀγαθὸν Θεὸν ἡμῶν, πένθος
μοι χαρμόσυνον, νῦν δωρήσασθαι, καὶ τελείαν κατάνυξιν, ὅπως τὴν ἐκεῖθεν εὕροιμι
παράκλησιν, Νεόφυτε.
Ὑψωθεὶς ταῖς
θείαις ἀρεταῖς, στῦλος ἐχρημάτισας, ταῖς προσβολαῖς τοῦ δυσμενοῦς ἀκλόνητος,
θεόφρον Νεόφυτε· ἀλλὰ δέομαι πειρασμοῖς με κυκλούμενον, σοῦ ταῖς μεσιτείαις,
τήρησον παμμάκαρ, ἀπερίτρεπτον.
Χερσωθεῖσαν
Πάτερ τὴν ἐμήν, πάθεσιν διάνοιαν, ἀρδευτικαῖς εὐχῶν σου ἐπιδόσεσιν, καρποφόρον
ποίησον, καὶ μελλούσης με κοινωνὸν τρυφῆς δέομαι, δεῖξον ἐντρυφῶντα, πίστει τοῖς
ἐπαίνοις σου, Νεόφυτε.
Θεοτοκίον.
Ὁ τὸ εἶναι πᾶσι
παρασχών, ἔσχεν ὡς αἰτίαν Σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως· Ὃν ἀπαύστως αἴτησαι,
ἀνομίαις με περιπίπτοντα πάθεσιν, νῦν ἐξομοιῶσαι, τοῖς μετανοοῦσιν ἀληθέστατα.
ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Φυτευθεὶς ὥσπερ
δένδρον, κρημνῷ ἀβάτῳ Ὅσιε, καρποὺς ὡραίους ἤνεγκας, ἐναρέτων καὶ θείων
πράξεων, εὐωδίαν θαυμάτων ἀναπέμποντας.
Θανάτωσον τὴν
ζῶσάν μου, ἁμαρτίαν δέομαι, σαῖς προσευχαῖς Νεόφυτε, ζωηφόροις, καὶ τῆς
μελλούσης ζωῆς, κοινωνὸν δυσωπῶ σε Πάτερ ποίησον.
Ὁ κόσμον ταῖ
φαιδρότησιν, τῶν θαυμάτων Ὅσιε, κατακοσμήσας κόσμῳ με, ἐναρέτων κόσμησον
πράξεων, ἐμπαθοῦς ἀκοσμίας ἐξαιρούμενος.
Θεοτοκίον.
Ῥυόμενος ἐπέφανεν,
τοῖς ἀνθρώποις πάναγνε, ἐκ Σοῦ Χριστὸς ὁ Κύριος· Ὃν δυσώπει, πάσης με ῥύσασθαι,
χαλεπῆς ἁμαρτίας καὶ κολάσεως.
Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ σεπτή σου σήμερον, ἡμᾶς
συνήθροισε μνήμη, ἐν τῇ θείᾳ λάρνακι, τῶν ἱερῶν σου λειψάνων· πάντες οὖν, οἱ
προσιόντες καὶ προσκυνοῦντες, ἅπασαν, δαιμόνων βλάβην ἀποσοβοῦνται, καὶ
ποικίλων νοσημάτων, λυτροῦνται τάχος, μάκαρ Νεόφυτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ΄. Ἐπεφάνης
σήμερον.
Τὰς ἀχράντους χεῖράς Σου, Παρθενομῆτορ,
ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ Σέ, καὶ εὐσεβῶς ἀνακράζοντας· χαῖρε
Παρθένε, χριστιανῶν τὸ καύχημα.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ὁρώμενος, ἐκαρτέρεις
ἐν σπέῳ, σαθρότατον, χειρῶν σου ἐπάρσεσιν· Πάτερ, ἐπάρσεις τοῦ ὄφεως, τρέπων
κραταιότατα, ἐν ταπεινώσει καρδίας, ἀξιάγαστε.
Ὑπήνεγκας,
βαρυτάτου λίθου τὸν ὄλεθρον· διό με καυσούμενον, τῇ ἁμαρτίᾳ, Νεόφυτε, θείαις ἐπομβρήσεσι,
τῶν εὐπροσδέκτων εὐχῶν σου, Πάτερ δρόσισον.
Ῥαθύμως μου,
τὴν ζωὴν διανύοντα πρόθουμον, εὐχαῖς σου ἀπέργασαι· Πάτερ, ἀεὶ διεγείρων με, πᾶσαν
πρὸς ἐκπλήρωσιν, τῶν θεϊκῶν προσταγμάτων, ἱκετεύω σε.
Ὑμνήσωμεν, τὸν
ἀκλόνητον στῦλον Νεόφυτον, καὶ τούτου τῇ λάρνακι, ὡς κιβωτὸν ἁγιάσματος, πίστει
προσπελάσωμεν, ἀπαρυόμενοι χάριν τὴν σωτήριον.
Θεοτοκίον.
Συνώθησεν,
πρὸς παντοίαν ἐχθρός με παράβασιν· βοήθει μοι Δέσποινα, καὶ τῆς αὐτοῦ με
κακώσεως, λύτρωσαι πρὸς τρίβους με, δικαιοσύνης ἐνθέως, ἐμβιβάζουσα.
ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
Ἁγίου ναός,
θεοφόρε, Πνεύματος γενόμενος, λῃστῶν χρηματίσαντα, σπήλαιον δολίαις
παραβάσεσιν· τῆς Ἁγίας με οἶκον, Τριάδος Πάτερ ποίησον.
Ἱστᾷ κατ’ ἐμοῦ,
ὁ ἐχθρὸς παγίδας ἐνεδρεῦσαί με, δολίως βουλόμενος· τούτου με τῆς βλάβης σῷον
τήρησον, ἱκεσίαις σου μάκαρ, ταῖς πρὸς τὸν Κτίστην Ὅσιε.
Μυρίζει τὰ
σά, θεοφόρε λείψανα, ὀσμὴ γὰρ ζωῆς, πιστοῖς ἐχρημάτισας· ὅθεν δυσωπῶ σε τῆς
καρδίας μου, τὰ δυσώδη τελείως, παμμάκαρ πάθη μείωσον.
Θεοτοκίον.
Ἐν ὥρᾳ φρικτῇ,
ὁπηνίκα μέλλω φόβῳ κρίνεσθαι, ὁ μόνος κατάκριτος· πρόστηθι καὶ ῥῦσαί με
κολάσεως, τὸν πολλὰ Θεοτόκε, ἀφρόνως πλημμελήσαντα.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Παντουργῷ
σθένει Πνεύματος Ὅσιε, τὰ τῆς πονηρίας ὑπέταξας πνεύματα· ὧν τῆς κακίας ῥῦσαί
με, τὸν προστάτην σε μέγαν πλουτήσαντα.
Ἀκλονήτως ἱστάμενος
Ὅσιε, ἅπαν τῶν δαιμόνων τὸ στῖφος ἐκλόνησας· ὑφ’ ὧν με νῦν κλονούμενον, ἀπερίτρεπτον
Πάτερ συντήρησον.
Μισοκάλων
πληθὺν ἀπεῤῥάπισας, τῇ δεξιᾷ ἣν πιστῶς ἀσπαζόμενοι, χειρὶ καὶ νῦν σκεπόμεθα, τοῦ
ἐν σοὶ κατοικήσαντος Πνεύματος.
Θεοτοκίον.
Μητρικῇ παῤῥησίᾳ
Σου πάναγνε, πρέσβευε σωθῆναί με τὸν ἀπολλύμενον, ταῖς ἀθεμίτοις πράξεσιν, καὶ ἀφρόνως
Θεοῦ μακρυνόμενον.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ τιμίου σκήνους σου, νῦν τῇ εὑρέσει,
ἱερὲ Νεόφυτε, Κυπρίων δῆμός σοι σεπτῶς, κραυγάζει ἀγαλλιώμενος· χαίροις Ἐγκλείστρας
καὶ Κύπρου τὸ καύχημα.
Ὁ Οἶκος.
Πεφυτευμένος ἐν αὐλαῖς, παμμάκαρ,
τοῦ Κυρίου, ἐξήνθησας τοῖς πᾶσι, τὴν χάριν τῶν θαυμάτων, τοῖς πελάζουσι πιστῶς
σοῦ τῇ θείᾳ θήκῃ, καὶ ἐκ τάυτης δαψιλῶς λαμβάνουσιν ἰάματα· διὸ κἀμοῦ τὴν νόσον
αἰτοῦντός σου παῦσον, καὶ τὸν πόνον ἀποδίωξον εὐχαῖς σου. Καὶ ποίμνην δὲ σὴν ἐξ
ἐναντίων καὶ παντοίων δυσχερῶν, ἀπήμονα ταύτην διαφύλαττε, λιταῖς ταῖς πρὸς τὸ
θεῖον· σὲ γὰρ εὐσεβῶς ὑμνοῦσα ἀνακραυγάζει· χαίροις Ἐγκλείστρας καὶ Κύπρου τὸ
καύχημα.
Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός,
ἡ ἀνάμνησις τῆς
Εὑρέσεως τῶν Λειψάνων τοῦ Ὁσίου Νεοφύτου τοῦ ἐν Κύπρῳ, τοῦ ἐγκλείστου.
Κινοῦσί σοι,
Νεόφυτε, πιστοὶ τὴν κόνιν,
Δηλοῦντες, ὡς
ζῇς, ἐξαμείβων καὶ τόπους.
Οὗτος, διὰ τὴν πρὸς
τὸν Θεὸν ἣν εἶχεν ἀγάπην, καταλιπὼν πατρίδα, γονεῖς, καὶ πᾶσαν τοῦ κόσμου
ἡδυπάθειαν, ἠκολούθησε τῷ Χριστῷ καὶ πάσαν ἀρετὴν κατορθώσας ἠξιώθη τὰ νῦν τῆς
θείας χάριτος, ὥστε ἐν γῇ τὸ πάνσεπτον αὐτοῦ λείψανον ὑπὸ τῶν εὐσεβῶν
προσκυνεῖσθαι, καὶ ἰάσεις παρέχειν τοῖς μετὰ πίστεως αὐτὸ ἀσπαζομε΄νοις, ὅπερ
κεκρυμμένον ὅν, ἐπέκεινα τῶν 550 χρόνων, ἤδη πεφανέρωται, ἐν τῇ συστάσει, ἐπὶ
τῆς αὐτοῦ ζωῆς Μονῇ Ἐγκλείστρᾳ καὶ ἐπονομασθείσῃ, διὰ τὸ ἐγκλείστως αὐτὸν πλείω
τῶν 50 χρόνων βαστάσαι ἐν τῷ πλησιοτάτῳ σπηλαίῳ, καὶ ἐν αὐτῷ τὸν τῆς ἀσκήσεως
δρόμον διελθόντα. Κατὰ γὰρ τὸ 1750 ἔτος τῆς θείας σαρκώσεως, τὶς τῶν πατέρων
τῆς Μονῆς, πάθη φιλοχρηματίας νικώμενος καὶ ἐν τῇ ἀνωτέρᾳ λεγομένῃ Ἐγκλείστρᾳ
ἐλθών, ἔνθα τὸ σπήλαιον ἦν τὸ κατὰ τὸ μέσον τοῦ κρημνοῦ, ὅπερ εἰς ναὸν
ἐγκαινίσθη, ὥς φησιν ὁ Ὅσιος ἐν τῇ αὐτοῦ διαθήκῃ, προτοῦ οἰκοδομῆσαι τὴν
κατωτέραν Μονήν, ἐπ’ ὀνόματι τοῦ Τιμίου Σταυροῦ, περιειργάζετο τὸ ἐνδότερον
μέρον τοῦ σπηλαίου. Ὁρῶν δέ τι κτίσμα (ὅπερ ἦν ὁ τάφος τοῦ Ὁσίου) ἔγνω θησαυρὸν
εἶναι ἐγκεκρυμμένον ἔνδον τοῦ κτίσματος, κατ’ ἐκείνην μὲν τὴν ὥραν κατελθών,
ἐσκέπτετο καθ’ ἑαυτόν, περὶ τῆς διορύξεως τοῦ μνημείου, ἕως οὗ τὸν καιρὸν εὗρεν
ἁρμόδιον. Τῶν λοιπῶν Πατέρων, τινῶν μὲν διατριβόντων εἰς τὰς διακονίας τῆς Μονῆς,
τινῶν δὲ ἐν ἄλλοθι καταγινομένων, αὐτὸς ἐν καιρῷ νυκτὸς ἐλθὼν ἐν τῷ σπηλαίῳ,
διὰ σιδηρῶν ἐργαλείων ἤρξατο κατασκάπτειν τὸν τάφον. Οὐδοπωσοῦν ἐννοῶν, ὡς
ἐκεῖνος ὁ τάφος τοῦ Ὁσίου ἦν, ὅστις ἐκ τῆς πολλῆς τοῦ χρόνου παριππεύσεως ἦν
ἀγνοούμενος, ὡς εἰπεῖν, καὶ οὐ μόνον ἀμφίβολος, ἀλλὰ καὶ πάντη ἀδύνατον ἐδόκει
εἶναι ἔτι τὸ τοῦ Ὁσίου λείψανον ἐν αὐτῷ. Ὡς ἐν τῇ ἁλώσει τῆς νήσου, κρίμασιν
οἷς οἶδε Κύριος, ὑπὸ τῶν Ἀγαρηνῶν, οἱ καλλωπισμοὶ αὐτῆς κατηναλώθησαν,
φιλοχρηματίᾳ, καὶ οὗτοι νικώμενοι ἄλλως τε καὶ ὑπὸ μίσους, ὅπερ κατὰ τῶν
χριστιανῶν ἔφερον, καὶ κατὰ τῶν ἱερῶν αὐτοῖς σεβασμάτων, τάφους τε καὶ κτίσματα
ἐξ ὁλοκλήρου κατέσκαψαν, καὶ ἠφάνισαν. Μὴ δυνάμενος δὲ ὁ μοναχὸς τὸν ἄνωθεν τοῦ
τάφου λίθον, βαρύτατον ὄντα, καὶ ὑπερμεγέθη κινῆσαι, πλήτγων πολλάκις τῇ σκαπάνῃ,
μετὰ μόχθου πολλοῦ συνθλᾷ αὐτόν, καὶ συντρίβει κατὰ τὸ μέσον. Πρὶν δὲ γνῶναί
τι, ὅ,τι ἦν ἔνδον τοῦ συνθλασθέντος τούτου, ὑπὸ θείας δυνάμεως σκοτισθείς, ἴσως
διὰ τὴν τόλμαν αὐτοῦ, πίπτει κατὰ γῆς ὡσεὶ νεκρός. Ἰκανῆς δὲ ὥρας παρελθούσης,
συνελθὼν εἰς ἑαυτόν, νυκτὸς οὔσης βαθείας, κατέβη τοῦ σπηλαίου μετὰ τρόμου. Τὸ
πρωΐ οὖν ἐξωμολογήθη τῷ ἡγουμένῳ ὅσα ἔπραξε, καὶ διὰ ταῦτα ὅσα ἔπαθεν, ἕνεκα
τοῦ τολμήματος τῇ νυκτὶ ἐκείνῃ.
Ὅθεν, ἐλθὼν ὁ
ἡγούμενος μετὰ τῶν Πατέρων, ἐν τῷ διορυχθέντι τάφῳ, εὑρίσκει ἔνδον τοῦ τάφου
θήκην ἐξ ξύλων, ἄσηπτον ἔτι καὶ ἀβλαβῆ, εἰς μῆκος ἀνθρώπου, ἣν καὶ ἀνεώξας, ὁρᾷ
τὸ τοῦ Ὁσίου λείψανον, ἔτι μετὰ τῆς ἐπιδερμίδος, περιεζψσμένον μετὰ ἁλύσεων, ὧν
ἔφερε κατὰ σάρκα ὁ μακαρίος ἐπὶ ζωῆς, τῶν ῥακίων ἐνταφίων μόνον φθαρέντων,
εὐωδίαν ἄῤῥητον ἀναπέμπον. Ὅπερ μετὰ λιτανειῶν καὶ δεήσεων, ἀπὸ τῆς θήκης,
μεταθέσαντες εὐλαβῶς, ἔν τινι κιβωτίῳ ἄρτι κατασκευασθέντι, ἠσφαλίσαντο
κατασφραγίσαντες αὐτό, ἵνα μὴ ὑπὸ εὐλαβείας, τοῖς πολλοῖς γένηται διανομή. Καὶ
καταγαγόντες ἀπὸ τοῦ σπηλαίου, ἔθεσαν ἐντίμως ἐν τῇ κατωτέρῳ Μονῇ Ἐγκλείστρᾳ,
φυλαττόμενον μέχρι τῆς σήμερον ἀσφαλῶς, καὶ μετ’ εὐλαβείας ὑπὸ τῶν ἐν αὐτῇ
Πατέρων. Πᾶσι δὲ τοῖς μετὰ πίστεως πλησιάζουσι τῇ θείᾳ ταύτῃ σορῷ, ἀναμφιβόλως
παρέχεται θεραπεία νοσημάτων ἀνιάτων, καθὼς καί τινες ἐκ διαφόρων παθῶν
ἀπηλλάγησαν, τῷ ἁγιασμῷ καὶ τῇ ἐοικλήσει τοῦ θείου αὐτοῦ ὀνόματος.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Χαρίτωνος τοῦ Ὁμολογητοῦ
Τῆς
γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων,
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων.
Οὗτος ὑπῆρχεν ἐπὶ
Αὐρηλιανοῦ τοῦ βασιλέως, καὶ ἐκ πόλεως Ἰκονίου τῆς Λυκαόνων ἐπαρχίας. Ὃς
προσαχθεὶς τῷ Ὑπαττικῷ καὶ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογήσας, τύπτεται ἐκ
τεσσάρων, καὶ πυρὶ καταφλέγεται. Μετὰ δὲ τὴν καταστροφὴν Αὐρηλιανοῦ, ἀπολυθείς,
καὶ ἐν τῇ ἐρήμῳ λησταῖς περιπεσών, καὶ δεσμευθείς, λυτροῦται τούτων τρόπῳ
τοιῷδε: Εἰς τὸ κεράμιον, ἐν ᾧ εἶχον τὸν οἶνον οἱ λησταί, ἔχις προσερπύσασα, τὸν
ἰὸν ἐξέχεεν, οὗ ἐμφορηθέντες ἐξέψυξαν. Αὐτὸς δὲ τὸ σπήλαιον ἐκκλησίαν ποιήσας,
καὶ πλῆθος μοναχῶν συναγαγών, εἰς Μονὴν ἀποκατέστησεν, ἐξ ἀκροτόμου πέτρας ὕδωρ
ἐξενεγκών, καὶ ἰατὴρ παντοίων νοσημάτων φανείς, ἐν γήρᾳ βαθεῖ τὸν βίον
κατέλυσε.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Βαρούχ
Bαροὺχ Προφήτης Ἱερεμίου φίλος,
Xριστοῦ Προφήταις συγχορεύει ἐν πόλῳ.
Xριστοῦ Προφήταις συγχορεύει ἐν πόλῳ.
Ἡ τῶν Προφητῶν ἀκριβὴς
διόπτρα, ἡ τοῦ Ἱερεμίου πνοὴ καὶ ἀνάπαυλα, ὁ θεῖος Βαρούχ, ἐφεπόμενος ἧν τῷ
διδασκάλῳ Ἱερεμίᾳ, ὅτε ὡς αἰχμάλωτος οὗτος εἰς Αἴγυπτον κατήγετο, θρηνῶν τὴν
ἅλωσιν τῆς Ἱερουσαλήμ. Καὶ ὡς ἐν δυσὶ σώμασι, μία ψυχὴ ἐν ἀμφοτέροις ἐγνωρίζετο
τοῖς Προφήταις. Ἐπεὶ ἕνα ταξίαρχον εἶχον, τὸ Θεῖον Πνεῦμα ἀμφότεροι. Τρανοτέρως
μέντοι ὁ Βαροὺχ τὰ περὶ τῆς Χριστοῦ οἰκονομίας ἀνεκελάδησεν λέγων: Οὗτος ὁ
Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· καὶ τὰ ἑξῆς. εὕροι δ’ ἄντις
καὶ πλείονα, φιλοπόνως τὰς προφητικὰς βίβλους ἐπανακρίνων, τὸν Προφήτην Βαροὺχ
τὰ περὶ τοῦ Χριστοῦ καὶ τῆς Ἱερουσαλὴμ προαγγέλοντα. Οὗτος οὖν θεοφιλῶς
πολιτευσάμενος, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Μαρτύρων· Μάρκου τοῦ ποιμένος, Ἀλεξάνδρου, Ἀλφειοῦ καὶ Ζωσίμου τῶν αὐταδέλφων,
Νίκωνος, Νέωνος, Ἡλιοδώρου καὶ τῶν λοιπῶν Παρθένων καὶ Παίδων.
Ποιμὴν
ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος,
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ.
Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου,
Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον.
Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων,
Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα.
Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια,
Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ
Διοκλητιανοῦ βασιλέως, ἐν πόλει Πισσιδείας, Μάγνου ἡγεμονεύοντος.
Ὁ δὲ μακάριος Μάρκος ἦν
ποιμαίνων πρόβατα, λευκὴν ἔχων τὴν κόμην τῆς κεφαλῆς καὶ βαθείαν, μέχρι καὶ
πτέρνης αὐτῆς. Ἐπεὶ δὲ διεγνώσθη ὡς εἴη Χριστιανός, παραχρῆμα κρεμασθείς,
ξέεται. Εἶτα, παρεπέμφθη ἐν Κλαυδιουπόλει. Προσκληθέντων δὲ χαλκοτύπων,
κατασκευῆς ἕνεκα τῶν τοῦ Μάρτυρος δεσμῶν, προσήχθησαν τρεις ἀδελφοί·
Ἀλέξανδρος, Ἀλφειὸς καὶ Ζώσιμος, τὴν Κατάλυτον οἰκοῦντες κώμην, βάναυσοι τὴν
τέχνην, καὶ τῆς τοῦ σιδήρου ἐργασίας ἐπιστήμονες. Ἀρξαμένων δὲ τύπτειν,
καταῤῥέει ὁ σίδηρος ὡς ὕδωρ, καὶ αἱ χεῖρες αὐτῶν ἐνάρκουν. Οἱ δέ, τὸ συμβὰν
θαυμάσαντες, καὶ φωνῆς θείας ἐπακούσαντες, προτρεπούσης συναθλῆσαι αὐτοὺς τῷ
Μάρκῳ, οὐκ ἠμέλησαν, ἀλλὰ Χριστιανοὺς ἑαυτοὺς ὡμολόγησαν. Εὐθὺς δὲ στρέβλαις
ὑπεβλήθησαν, καὶ μόλυβδον ζέοντα διὰ τοῦ στόματος ἐδέξαντο, καὶ ἐν πέτρᾳ
προσηλώθησαν, καὶ τοῦ βίου ἐξῆλθον. Ὁ δὲ Μάρκος ὑποδυθεὶς κρηπῖδας, καὶ
μαστιχθεὶς ἱκανῶς, καὶ ὀβελίσκοις καταπαρείς, καὶ τὴν γλῶτταν τμηθείς, καὶ ἐν
πέτρᾳ καθηλωθείς, τὴν κεφαλὴν ἀπετμήθη.
Ὁμοίως δὲ καὶ Νίκων καὶ
Ἡλιόδωρος καὶ Νέων, κρατηθέντες μετὰ νηπίων καὶ παρθένων πολλῶν, ἐν τῷ λεγομένῳ
Μωρομιλίῳ, ὑπὸ ξίφους ἀνηρέθησαν.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Εὐστάθιος ὁ Ῥωμαίος καὶ Καλλίνικος ξίφει
τελειοῦνται.
Ῥωμαῖός
ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.
Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ Τριάκοντα Μάρτυρες ξίφει
τελειοῦνται.
Ἔξαρχον
Ἀλέξανδρον εἶχον τοῦ τέλους,
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.
Τμηθέντες ἄνδρες, ὧν ἀριθμὸς τρισδέκα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Αὐξεντίου τοῦ ἐν Κύπρῳ, τοῦ Ἀλαμάνου.
Τὸν Αὐξέντιον ἐπαίνοις τοῖς μεγίστοις,
ἐπαινῶ αὐξήσαντα, τάλαντος θεῖον.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσαὰκ τοῦ Σύρου
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Σπυρίδωνος καὶ Νικοδήμου τῶν ἐν τῷ σπηλαίῳ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βιασεσλάβου, Πρίγκιπος τῆς Τσεχίας
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἠρωδίωνος τῆς Λίμνης Ἴλης, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐστοχίας.
Ἔρωτι
θείῳ τρωθεῖσα Εὐστοχία,
Χριστοῦ
παστάδι ᾤκησεν ἐπαξίως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἁγίως τὸν
βίον σου διατελέσας, Ἁγίων λαμπρότησιν παμμάκαρ κατεσκήνωσας· διὸ καθαγίασον, τὴν
ταπεινήν μου ψυχήν, πάθεσιν ὑπάρχουσαν πολλοῖς, ἐναγεστάτην και κινδυνεύουσαν.
Κρημνῷ ἐκαρτέρησας,
ἔνδοθεν ἄντρου, ἐν ἔτεσι πλείοσιν, εὐχόμενος Νεόφυτε· διό με πηγνύμενον, ταῖς
παραβάσεσι, θερμῇ τῆς πρεσβείας σου βοῶν· παμμάκαρ θάλψον καὶ περιποίησον.
Αἱ σαὶ πρὸς
Κύριον, θεῖαι πορεῖαι, ἐν Πνεύματι Ὅσιε, ἀεὶ κατευθυνόμεναι, ὁδὸς ἐχρημάτισαν,
πρὸς σωτηρίαν πολλοῖς, ἐναπομειώσασαι ἐχθρῶν, τὰς ψυχοφθόρους πορείας χάριτι.
Θεοτοκίον.
Ῥομφαίᾳ με
πάναγνε, τῆς ἁμαρτίας, πληγέντα ἰάτρευσον· τῇ λόγχῃ καὶ τῷ Αἵματι, Χριστοῦ τοῦ
σκηνώσαντος, ἐν ταῖς λαγόσι Σου, καὶ τὴν ἀπολύτρωσιν βροτῶν, ἐργασαμένου δι’ ἀγαθότητα.
ᾨδὴ
η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Λῦσον δεσμῶν με πονηρῶν, ὁ
δεσμεύσας τὸν ἐχθρόν, δεσμοῖς ἀλύτοις, τῶν μεγίστων σου πόνων, καὶ βηματίζειν
ὀρθῶς, ταῖς τρίβοις Πάτερ κατευόδωσον, τοῦ Ἐπιφανέντος, εἰς πάντων σωτηρίαν.
Ὕψωσόν σου τὴν δεξιάν, πρὸς
Πατρὸς τὴν δεξιάν, καὶ δίδου χεῖρα, βοηθείας κειμένοις, βόθρῳ παντοίων κακῶν,
θεράπον τοῦ Θεοῦ Νεόφυτε, τοῖς πρὸς σὲ καρδίας, ἐκτείνουσι καὶ χεῖρας.
Πόνοις παντοίοις ἐνεγκών,
πρὸς τὴν ἄπονον ζωήν, μετῆλθες χαίρων, ψυχικῶς οὖν με πόνων, καὶ ὀδυνῶν τῆς
σαρκός, καὶ πάσης βλάβης ἀπολύτρωσαι, μέγιστε προστάτα, τῶν καταπονουμένων.
Τριαδικόν.
Ἡ ὑπερούσιος Μονάς,
χαρακτῆρσιν ἐν τρισίν, διαιρουμένη, ἀδιαίρετος μένει· Πατὴρ Υἱὸς γάρ ἐστιν, καὶ
Πνεῦμα τὸ Ἅγιον σύνθρονον· μία βασιλεία καὶ φύσις καὶ οὐσία.
Θεοτοκίον.
Σοῦ τὴν νηδὺν καθυποδύς, ὁ
καθήμενος ἁγνή, κόλποις πατρώοις, καὶ κρατῶν πᾶσαν κτίσιν, χερσὶν κρατεῖται
ταῖς σαῖς· ἐξαίρων, χειρὸς τὸ ἀνθρώπινον, τοῦ ἀνθρωποκτόνου καὶ πονηροῦ βελίαρ.
ᾨδὴ
θ΄. Ἀνάρχου Γεννήτορος.
Ἰδεῖν κατηξίωσαι, ἀπολυθεὶς
τοῦ σώματος, ὀφθαλμὸς ἃ οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε· Τούτῳ γὰρ τῷ ἔρωτι Πάτερ
περισχεθείς, χαίρων τοὺς μεγίστους πόνους ἐκαρτέρησας, πλείστοις ἔτεσιν
Νεόφυτε.
Ὡράθης ἐν ἔτεσιν, ἐν ἄντρῳ
διαιτώμενος, ἔνθα πάθη καθεῖλες, σάρκα ἐνέκρωσας· ὅθεν ἱκετεύω σε Πάτερ, τὰ
πονηρὰ καὶ χρόνια πάθη, ψυχῆς μου ἐξάλειψον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Στενὴν τεθλιμμένην τε,
ὁδεύσας τρίβον Ὅσιε, Παραδείσου πρὸς πλάτος, χάιρων κατήντησας, τῆς
στενοχωρούσης με λύπης· ὅθε βοῶ· λύτρωσαι παμμάκαρ, πλάτυνον ἐν θλίψει με, τὸν
πιστῶς σε λιτανεύοντα.
Ἡ χείρ σου γενέσθω μοι,
χειραγωγία Ὅσιε, ἐν νυκτὶ καὶ ἡμέρᾳ, περιφρουροῦσά με, πάσης ἐξ ἀδίκου παλάμης,
ὅπως ἐχθροῖς, ἀχείρωτος μένων, ὡς μέγαν προστάτην μου, μακαρίζω σε Νεόφυτε.
Θεοτοκίον.
Φιλάγαθε Δέσποινα,
κεκακωμένην πάθεσιν, τὴν ἀθλίαν ψυχήν μου, ὅλην ἀγάθυνον, ἡ τὸν Ἀγαθὸν
τετοκυῖα, καὶ θελητήν, ὄντα τοῦ ἐλέους, καὶ σῶσόν με δέομαι, ἐκτενῶς Σὲ
μεγαλύνοντα.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἀγῶνας
ὑπὲρ ἄνθρωπον, μετῆλθες Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ· ἔτεσι πλείστοις
ἐν σπέῳ, ἔνδοθεν διαιτώμενος, λιμῷ σοφὲ Νεόφυτε, δίψει τε πιεζόμενος, καὶ νῦν
τὸ ἔσχατον μάκαρ, τῶν ὀρεκτῶν πάντων εὗρες.
Ἕτερον.
Τοὺς
πόθῳ ἑορτάζοντας, νῦν τὴν φαιδρὰν ἐπάνοδον, τοῦ σοῦ τιμίου λειψάνου, Νεόφυτε
θεοφόρε, λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ δυσχερῶν
ἀπάλλαξον, κακώσεως καὶ κινδύνων, καὶ πτώσεως ψυχοφθόρου.
Θεοτοκίον.
Ἀῤῥήτως
ἀπεκύησας, Θεὸν τὸν ὑπερούσιον, καὶ θαῦμα ὄντως φρικῶδες, πῶς μετὰ τόκον
παρένος, παναληθῶς διέμεινας, ὡς πρὸ τόκου ἄφθορος· διὸ κυρίως ἄχραντε, Σὲ
Θεοτόκον φρονοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι.
Αἶνοι.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Κύπρος
Χριστοῦ εὐωδία τέρπου καὶ νῦν τῇ σορῷ, τοῦ θείου Νεοφύτου, ὡς τῷ μύστῃ Βαρνάβᾳ,
Σπυρίδωνι τῷ πράῳ καὶ τοῖς κλεινοῖς, Ἡρακλειδίῳ καὶ Μνάσωνι, Ἐπιφανίῳ Ἐλεήμονι
τὰ τερπνά, ῥόδα γὰρ ἐκ σοῦ ἐξήνθησαν.
Ἰάσεων
ὧν πηγάζει ἐξ ἀκενώτου πηγῆς, σὴ πλουτισθεῖσα λάρναξ, τοῖς θερμῶς προσιοῦσι,
δωρεῖται τὰς αἰτήσεις· ἀλλὰ καὶ ἡμᾶς, τοὺς τὴν ἐπάνοδον ψάλλοντας, μὴ διαλείπῃς
τῆς Ἄγαρ τῶν ἀλγεινῶν, ἐξαιρούμενος πρεσβείᾳ θερμῇ.
Νόσων
παντοίων με φρούρει καὶ ψυχοφθόρων παθῶν, λιταῖς σου πρὸς τὸν Κτίστην, καὶ
Μητρὸς τῆς πανάγνου, ῥῶσιν δὲ τοῦ πράττειν τὸ ἀγαθόν, τοῦ Κυρίου καὶ τέλειον·
καὶ ἐπαξίως ὑμνεῖν σου δὸς τὴν σορόν, καὶ ἐν ὥρᾳ δίκης πρόστηθι.
Τὴν
σὴν πανέντιμον κάραν κατασπαζομεθα, ἣν ὁ Χριστὸς ἀμείβων, θαυμαστῇ εὐωδίᾳ,
πεπλήρωκε δεικνύων ἡμῖν τοῖς πιστοῖς, ὡς τοὺς εὐαρεστήσαντας, αὐτοῦ τῷ φόβῳ
δοξάζει κᾂν ἐν τῇ γῇ· ὃν δυσώπει τοῦ σωθῆναι ἡμᾶς.
Δόξα.
Ἦχος πλ. δ΄.
Πιστῶς
πανηγυρίσωμεν τῶν χριστωνύμων οἰ φιλέορτοι δῆμοι· ᾄσμασιν, ὡς ἄνθεσι,
πνευματκοῖς, τὴν θαυμαστοβλύζουσαν μυροθήκην τῶν λειψάνων, τοῦ θείου Πατρὸς
καταστέψωμεν. Οὗτος γὰρ ὁ πολύχους ἐν ἀρεταῖς, ἀπὸ Ὀρέων Λευκοθέων, κλάδος
ἀναβλαστήσας εὐθαλής, ἐν τῇ τῆς Ἐγκλείστρας ὑπωρείᾳ, τὴν ψυχὴν ἐνεκεντρίσθη τῷ
ἔρωτι τοῦ ἀκροτάτου τῶν ἐφετῶν. Καὶ ὡς ἀπὸ καλλιελαίου ἐν καιρῷ, τοὺς ἐκ τῆς
ὑπομονῆς καὶ ἀσκήσεως καρπούς, τῶν ἐνθεών κατορθωμάτων ἀποφέρων, τῇ οὐρανίῳ α’ποθήκην
τῶν δικαίων συγκομίσας ἀπέθετο. Ὁ δὲ τῶν ἀγαθῶν ταμιοῦχος, ἀντικαταρδεύων ταις
οὐρανίας τῶν χαρίτων ἐπιῤῥοαῖς, τὰ τοὺς καρποὺς ἀποφέροντα στελέχη, θεία
λείψανα τῇ τῶν θαυμάτων ἀντιδόσει, ἀφθόνως ἐπλούτισε. Οὕτω γὰρ ὁ οὐράνιος
Γεωργός, τοῖς ἐναρέτως παγκαρποῦσι τῷ θελήματι αὐτοῦ, δικαίως ἀντιπαρέχει τὰς
ἀμοιβάς. Ἀλλ’, ὦ Πατέρων ἀγλάϊσμα, καὶ τῆς ἀσκήσεως ὁ κανών, τῇ εὐπροσδέκτῳ σου
πρὸς Θεὸν ἱκεσίᾳ, τὴν σὲ γεραίρουσαν πιστῶς, καὶ λαμπρῶς ἐγκαυχωμένην, Νῆσον
πᾶσαν, σὺν τῇ Μονῇ διάσωζε ἀλώβητον, ἁπάσης ἐπηρείας, ἐπερχομένης διὰ τὰς
ἁμαρτίας ἡμῶν, λιμοῦ, λοιμοῦ τε, καὶ σεισμοῦ, τῇ μεσιτείᾳ σου ἐλευθέρωσον. Ἡμῖν
δὲ τοῖς ὑμνοῦσί σου τὴν πάντιμον τοῦ λειψάνου σου μνήμην, ἀπαλλαγὴν δώρησαι,
ψυχικῶν τε καὶ σωματικῶν νοσημάτων· πρεσβεύων ἀεί, ὑπὲρ εἰρήνης τοῦ ὀρθοδόξου
συστήματος, καὶ σωτηρίας τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν
Σταυρὸν ἐπ’ ὤμων ἄρας σοφέ, καὶ τῷ Διδασκάλῳ, ἠκολούθησας ἀληθῶς· νεκρώσας τὴν
σάρκα, καὶ ζωώσας τὸ πνεῦμα, Νεόφυτε τρισμάκαρ· σκέπε τὴν ποίμνην σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου