ΑΥΓΟΥΣΤΟΣ Α΄!!
ΠΕΤΡΟΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μανουὴλ ῥήτορος) (ἄνευ δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα,
Στιχηρὰ προσόμοια· τῆς Ὀκτωήχου γ΄· καὶ τοῦ Ἁγίου γ΄. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες
Τῷ θείῳ τοῦ Πνεύματος φωτί,
Πέτρος ἐλαμπόμενος, τῇ πλάνῃ γόνυ οὐκ ἕκαμψεν, ἀλλ’ ἐθελόθυτον, θῦμα
προσηνέχθη, Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ δι’ ἡμᾶς σταυρῷ ὀμιλήσαντι, ὦ καὶ πρεσβεύει
νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ταῖς θείαις ἀκτῖσι τοῦ
σοφοῦ, Πέτρου πυρσευόμενος, τοῦ διδασκάλου τῆς κτίσεως, Ἀθλητὰ ἔνδοξε, Θεόν τε
καὶ Κτίστην, τοῦ παντὸς ἐκήρυξας, Χριστὸν τὸν ἐκ Παρθένου ἐκλάμψαντα, Ὃν
καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τὴν χάριν ἣν εἴληφας σοφέ,
ἐκ θείου βαπτίσματος, τηρήσας ὄντως ἀμόλυντος, κατηξιώθης νῦν, καὶ Μάρτυς
γενέσθαι, Χριστοῦ ἀπαράγραπτος, τοῦ πάντων Λυτρωτοῦ καὶ Θεοῦ ἡμῶν, Ὃν
καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἡ λοιπὴ ἀκολουθία τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ κανόνες· τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς: Πέτρον γεραίρω, τὸ κλέος τῶν Μαρτύρων. Μανουήλ.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Παρεστηκώς, Χριστοῦ τῷ θρόνῳ πανόλβιε, ὡς Μάρτυς ἀπαράγραπτος, καὶ φωτιζόμενος ἀστραπαῖς ταῖς ἐκεῖθεν, λόγου φῶς μοι παράσχου, ὅπως ὑμνήσω σε.
Ἔχων τὸν νοῦν πρὸς τὴν ἐκεῖσε ἀντίδοσιν, τὴν θείαν τε καὶ ἄφθαρτον, οὐκ ἐδειλίασας, πῦρ τὸ ἔνυλον Μάρτυς, ἀλλὰ Χριστοῦ ἐγένου θῦμα εὐπρόσδεκτον.
Τυραννικῷ παρεστηκώς, στεῤῥῶς βήματι, Χριστὸν Θεόν, ἐκήρυττες, Κτίστην τοῦ σύμπαντος, καὶ τυράννων τὴν πλάνην, Πέτρε γενναιοφρόνως, ἐξεμυκτήρισας.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ὄφεως Παρθένε, τοὺς ὑμνοῦντάς Σου, τὸν ἀνερμήνευτον Τόκον, δι’ οὗ τῆς πάλαι ἀδαμιαίας λύμης ἀπελυτρώθημεν.
ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ με.
Ὁλόφωτος ὥσπερ τις λαμπάς, προσήχθης Χριστῷ, τῇ ὑπὲρ
πάντων ἐθελουσίως τιθέντι Μάρτυς Πέτρε, καὶ ἀνεβόας· οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς
ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.
Νοός σου τὰς κινήσεις, εὐθείας ἔχων πρὸς μόνον τῶν
ἁπάντων Θεόν, καὶ Κτίστην, Μαρτύρων τῆς χορείας κατηξιώθης Πέτρε, βοῶν Αὐτῷ· Σὺ
εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.
Γνώσεως θείας φῶς μοι παράσχου Μάρτυς τὸν ζόφον, τοῦ
νοός μου ἀποδιῶκον, σεπταῖς σου μεσιτείαις, ταῖς πρὸς τὸν Κτίστην Θεὸν καὶ
Κύριον, ὅπως γεραίρω σου, τὴν γενναίαν ἄθλησιν, Πέτρε
ἔνδοξε.
Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἐβόας Ἀθλοφόρε
γενναιοφρόνως· οὐδὲν με τῆς ἀγάπης Χριστοῦ χωρίσῃ, οὐ πῦρ οὐ μάστιγες, οὐκ ἄλλη
βάσανος, ἀλλ’ ὑπὲρ Αὐτοῦ θανεῖν κατεπείγομαι.
Θεοτοκίον.
Ῥήτωρ ἐνθέων Κόρη, σφραγὶς ἐδείχθης, τὸ πλήρωμα γὰρ
νόμου καὶ προηγόρων, Χριστὸν ἐκυοφόρησας, τὸν τὴν φύσιν ἀνακαινίσαντα τῆς
ἀνθρωπότητος, διὸ κατὰ χρέος Σε μεγαλύνομεν.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ σεπτή σου ἄθλησις, πιστῶν
καρδίας, Πέτρε κατεφαίδρυνε, καὶ τῶν
τυράννων τὴν ὀφρύν, τὴν ἐπηρμένην κατέβαλες, διὸ καὶ στέφος, θεόθεν ἀπείληφας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ
Παρθένε, προσφυγόντες ἅπαντες, δεόμεθά σου ἐκτενῶς, Μὴ διαλίπῃς πρεσβεύουσα, τῷ
φιλανθρώπῳ σωθῆναι τοὺς δούλους σου.
Ἢ
Σταυροθεοτοκίον
Ἐν Σταυρῷ σε Δέσποτα,
προσηλωμένον, ἡ ἀμνὰς καὶ Μήτηρ σου, κατανοοῦσα μητρικῶς, ὀδυρομένη ἐβόα σοι·
Τέκνον, ὑμνῶ σου τὸ ἄφατον ἔλεος.
ᾨδὴ δ΄. Ἐλήλυθας.
Ἀπέλαβες τὸ βραβεῖον τῆς νίκης πανόλβιε, ἐκ τῆς
παντουργοῦ χειρός, ὅτι τὸν δόλιον ἤσχυνας, καὶ Θεὸν ἐκήρυξας, τὸν ἐκ Παρθένου
ἀφράστως ἀνατείλαντα.
Ἱκέτευε Ἀθλοφόρε, Χριστὸν ὦ παρίστασαι, σὺν ταῖς ἄνω
Τάξεσιν, ὑπὲρ τῶν πίστει ὑμνούντων σου τὸ θεῖον μαρτύριον, ἐλευθερίας τυχεῖν
τῶν συνεχόντων δεινῶν.
Ῥημάτων σου τὴν ἰσχὺν κατεπλάγησαν τύραννοι, ὅθεν καὶ
τὰ βέλεμνα, τὰ τῶν ἐλέγχων μὴ φέροντες, πυρὶ κατεδίκασαν, ὅπερ σοι κλίμαξ πρὸς
Κύριον ἐγένετο.
Θεοτοκίον.
Ὡς ῥόδον Σε ὁ Δεσπότης Χριστός, ἐξελέξατο, ἐν μέσῳ
εὑράμενος τῶν ἀκανθῶν καὶ κατώκησεν, ἐν Σοὶ παναμώμητε, καὶ κόσμον ὅλον, ἐνθέως
εὐωδίασεν.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Τὸν τοῦ νοός μου πυρσὸν σβεσθέντα Δέσποτα, δεινοῖς
πάθεσιν, Σῷ οἰκτιρμῷ, λαμπρύνας πρὸς τρίβον ὁδήγησον ζωῆς, ἐκτός Σου γὰρ ἄλλον
Θεόν, οὐκ ἐπίσταμαι.
Ὅλον σαὐτὸν νουνεχῶς, φέρων παμμάκαρ τῷ Χριστῷ δέδωκας,
καὶ εὐθαρσῶς θυσίαν γενέσθαι προσέσπευσας Αὐτῷ, ἐκτός Σου κραυγάζω Θεόν, οὐκ
ἐπίσταμαι.
Κάλλος καὶ ἄνθος σοφέ, τὸ τῆς νεότητος, οὐδὲν ἔκρινας,
ὡς γὰρ σκιά, παράγει τὸ σχῆμα Πέτρε τὸ
κοσμικόν, διὸ καὶ ἐγένου, Θεῷ ὁλοκάρπωμα.
Λοιμώδη νόσον δεινῶς ἐξαφανίζουσαν, πιστῶν σύλλογον,
ταῖς σαῖς εὐχαῖς ἀνάστειλον Μάρτυς, ὅπως χρεωστικῶς τιμῶμεν τὴν θείαν καὶ
πάντιμον μνήμην σου.
Θεοτοκίον.
Ἐλύθη τόκῳ τῷ Σῷ, κατάρα πάλαι τοῦ Ἀδὰμ Δέσποινα, καὶ
χαρμονῆς ἐνθέου, τὰ πάντα πεπλήρωται, διὸ ὡς Θεοῦ Μητέρα, ἀεὶ μεγαλύνομεν.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ.
Οἱ πιστοί, συνελθόντες ὑμνήσωμεν Πέτρον τὸν ἀοίδιμον, Κυρίου Μάρτυρα ὡς ἀληθείας κήρυκα,
ὀλετῆρά τε πλάνης στεῤῥότατον.
Σωφροσύνης κοσμούμενος χάριτι, πίστεώς τε ζήλῳ φρονήσει
νευρούμενος, τοῦ πολυμόρφου δράκοντος Πέτρε κάραν,
τελείως συνέτριψας.
Τοῖς τυράννοις στεῤῥῶς ἀνθιστάμενος, ὑπὲρ τοῦ τὰ πάντα
σοφῶς οὐσιώσαντος, Πέτρος ὁ θεῖος ἔλεγε· τὸ
θανεῖν ἐμοὶ κέρδος πολύτιμον παράνομοι.
Ὡς θυμίαμα θεῖον τὸ σῶμά μου, νῦν ὁλοκαυτούμενον
πρόσδεξαι Δέσποτα, ὑπὲρ τοῦ Σοῦ ὀνόματος, ἐν σταδίῳ ἑστὼς Πέτρος ἔλεγεν.
Θεοτοκίον.
Νοερῶς Σε Προφῆται προήγγειλαν, πόκον ὄρος, στάμνον καὶ
βάτον καὶ γέφυραν, τόμον καὶ θεῖαν κλίμακα, ἡμεῖς δὲ Θεοτόκον κηρύττομεν.
Συναξάριον
ΜΗΝ
ΑΥΓΟΥΣΤΟΣ. Ἔχων ἡμέρας λα΄. Ἡ ἡμέρα ἔχει ὥρας ιγ΄ καὶ ἡ νῦξ ὥρας ια΄.
Εἰς τὴν Α΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Πέτρου τοῦ
Τραπεζούντιου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ πρόοδος τοῦ Τιμίου Σταυροῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων ἑπτὰ Μαρτύρων τῶν Μακκαβαίων· Ἀβείμ,
Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς
αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.
Πρῶτος
πρὸ Χριστοῦ πῠρ στέγων Ἐλεάζαρ,
Ἀθλήσεως
προὔθηκε τοῖς ἄλλοις ἴχνη.
Πρώταθλον
ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω,
Τὴν
Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει.
Ἐξ
ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
Ἀρθρέμβολα,
πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
Κατὰ τοῦς χρόνους Βασιλέως Ἀντιόχου υἱοῦ Σελεύκου ἐν ἔτει
173, ἀκμάσαντες οἱ Ἅγιοι οὗτοι, καὶ ἀναγκασθέντες ὑπὸ τοῦ ἄνωθεν Ἀντιόχου
(ὅστις ἐξώντωσε καὶ αἰχμαλώτισεν ἅπαν τὸ γένος τῶν Ἑβραίων), νὰ ἀρνηθῶσι τὰς
συνηθείας καὶ διατάξεις τὰς παραδεδομένας ὑπὸ τοῦ νόμου καὶ τῶν προγόνων των,
τρώγοντες χοιρινὰ κρέατα, δὲν ἐπείσθησαν εἰς τοῦτο οὔτε αὐτοὶ οὔτε καὶ ὁ
διδάσκαλός των Ἐλεάζαρος, φυλάττοντες τὴν παραγγελίαν τοῦ θείου νόμου λέγουσαν:
Τὸν ὗν, ὅτι διχηλοῖ ὁπλὴν τοῦτο, καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς, καὶ τοῦτο οὐκ ἀνάγει
μηρυκισμόν, ἀκάθαρτον τοῦτο ὑμῖν· ἀπὸ τὸ κρεῶν αὐτῶν οὐ φάγεσθε, καὶ τῶν
θνησιμαίων αὐτῶν οὐχν ἅψεσθε, ἀκάθαρτα ταῦτα ὑμῖν (Λευϊ. Ια΄. 7)· τουτέστι,
μὴ φάγητε τὸν χοῖρον, διότι αὐτὸς ἔχει μὲν τοὺς ὄνυχας ἐσχισμένους εἰς δύω, δὲν
μηρυκάζει δέ, ἤτοι δὲν ἀναμασσᾷ τὴν τροφὴν του, διὸ ἐκ τῶν κρεάτων τοῦ χοίρου
μὴ φάγητε, καὶ τὸ νεκρὸν σῶμα αὐτοῦ μὴ πιάσητε, διότι εἶναι ἀκάθαρτα. Τούτου
ἔνεκα τοῦ μὲν Ἐλεαζάρου ἔδεσαν ὁπίσω τὰς χεῖρας, καὶ ἀφοὺ ἔδειραν αὐτὸν δυνατά,
ἔχυσαν ἐντὸς τῆς ῥινὸς του ὑγρά τινα βρωμερὰ καὶ δριμέα· εἶτα ἔῤῥιψαν αὐτὸν εἰς
πυράν, εἰς τὴν ὁποίαν προσευχηθεὶς νὰ γίνῃ τὸ αἷμα καὶ ὁ θάνατός του λύτρωσις
καὶ ἐλευθερία ὅλου τοῦ γένους του, οὕτω παρέδωκεν ὁ ἀοίδιμος τὴν ψυχήν του εἰς
χεῖρας Θεοῦ ζώντος. Τοὺς δὲ Ἁγίους ἑπτὰ Παῖδας ἔφερεν ἐνώπιόν του ὁ τύραννος,
καὶ ἐτιμώρησεν αὐτούς, ἕκαστον κατὰ τοὺς χρόνους τῆς ἡλικίας του, τὰ ὁποῖα
ἐνεπήγοντο εἰς τὰ ἄρθρα καὶ τοὺς ἁρμοὺς τοῦ σώματος. Ὅθεν, οἱ μακάριοι παῖδες
ἀποθανόντες ἐν μέσῳ τῶν τοιούτων βασάνων, ἀπέδειξαν, ὅτι ὁ λογισμὸς εἶναι
κύριος καὶ αὐτοκράτωρ τῶν παθῶν, καὶ δὲν νικάται ὑπ’ αὐτῶν χωρὶς νὰ θέλῃ (ὡς
τοῦτο ἀποδεικνύει ὁ Ἑβραῖος Ἰώσηπος εἰς τὸν ὁλόκληρον λόγον ὅν συνέγραψε περὶ
αὐτοκράτορος λογισμοῦ, ὅστις ἄρχεται οὕτω: «Φιλοσοφώτατον λόγον ἐπιδείκνυσθαι
μέλλων»)· οὕτω δὲ ἔλαβον παρὰ Κυρίου τοὺς στεφάνους τῆς ἀθλήσεως. Μετὰ ταῦτα, ἡ
μήτηρ αὐτῶν Σολομονή, βλέπουσα τοὺς ἑπτὰ υἱούς της ἀνδρείως τελειωθέντας ἐχάρη,
καὶ χωρὶς οὐδεὶς νὰ ἐπιθέσῃ χεῖρα ἐπ’ αὐτῆς, ὑπῆγε μόνη καὶ ἐῤῥίφθη ἐντὸς τῆς
ἀναμμένης πυρκαϊᾶς, καὶ οὕτω παρέδωκε τὴν ψυχήν εἰς χεῖρας Θεοῦ. Τελεῖται ἡ
αὐτῶν Σύναξις εἰς τὸν μαρτυρικὸν αὐτῶν ναόν, τὸν εὑρισκομένον εἰς τὸ ἔμβασμα τὸ
λεγόμενον τοῦ Δομνίνου, καὶ πέραν εἰς τὴν Ἐλαίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων ἐννέα Μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας
ἀθλησάντων· Λεοντίνου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ,
Μηναίου, Κατούνου, καὶ Εὐκλέου.
Ἐκ
Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει,
Μίαν
φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων.
Ἤκμασαν οἱ Ἅγιοι οὗτοι κατὰ τοὺς χρόνους τοῦ βασιλέως
Διοκλητιανοῦ, καὶ Φλαβιανοῦ ἠγεμόνος τῆς Παμφυλίας ἐν ἔτει τ΄ (300), ὅντες
χριστιανοὶ ἐκ προγόνων. Καὶ ὁ μὲν Μηναῖος ἧτο τέκτων, οἱ δὲ ἄλλοι γεωργοί, ὅλοι
δὲ μίαν γνώμην ἔχοντες, καὶ μίαν καλὴν βουλὴν βουλευσάμενοι, προσῆλθον
αὐτόκλητοι εἰς τὸν ἀγῶνα τοῦ μαρτυρίου. Ἀφήσαντες λοιπὸν ἀπὸ κοινοῦ ὅλα τὰ
βιωτικὰ πράγματα, μετέβησαν εἰς τὸ ἐκεῖ ἱερὸν τῆς ψευδοθεᾶς Ἀρτέμιδος, καὶ ἐν
μιᾷ νυκτὶ ἐγκρέμισαν ὅλα τὰ ἐν αὐτῷ εὑρισκόμενα εἴδωλα. Διὰ τοῦτο συλληφθέντες
καὶ ἐρωτηθέντες, ἐὰν ἀρνῶνται τὸν Χριστόν, ἐπειδὴ δὲν ἐπείσθησαν, ἐδάρησαν
δυνατά, καὶ ἐκάησαν εἰς τὰς πλευράς. Ἄφοὺ δὲ ἔσχισαν μὲ σιδηρὰ ὀνύχια τὸ δέρμα
τοῦ σώματός των μέχρις ὀστέων, καὶ μὲ λαμπάδας ἀναμμένας ἔκαυσαν τὰς μασχάλας
των, καὶ μὲ ὀβελίσκους ἐκέντησαν τοὺς ὀφθαλμούς των, τοὺς ἔῤῥιψαν ἐν τῇ φυλακῇ,
ἀφήσαντες αὐτοὺς ἐκεῖ ἄνευ φαγητοῦ καὶ ποτοῦ, καὶ ἄνευ τῆς ἐλαχίστης
ἐπιμελείας, κατὰ προσταγὴν τοῦ ἡγεμόνος. Μετὰ παρέλευσιν δὲ πολλοῦ χρόνου
ἐδόθησαν οἱ Ἅγιοι βορὰ τοῖς θηρίοις, ἀλλὰ ταῦτα οὐδόλως ἔβλαψαν αὐτούς, οὔτε
κἄν ἐκινήθησαν. Ὅθεν βλέποντες τὸ παράδοξον τοῦτο οἱ ἐκεῖσε παριστάμενοι ἐξεπλάγησαν,
καὶ εἶπον μεγαλοφώνως: Μέγας εἶναι ὁ Θεὸς τῶν χριστιανῶν. Καὶ ὤ τοῦ θαύματος!
εὐθὺς ἔγιναν βρονταὶ καὶ ἀστραπαί, καὶ βροχὴ πολλὴ καὶ ῥαγδαία μετὰ χαλάζης,
καὶ μὲ αὐτὰ ἠκούετο ἄνωθεν καὶ θεϊκὴ φωνὴ προσκαλοῦσα τοὺς Ἁγίους εἰς τὰ
οὐράνια. Ἀκούσαντες δὲ οἱ Μάρτυρες, τὴν γλυκυτάτην ἐκείνην φωνὴν ἐχάρησαν, καὶ
χαίροντες ἀπεκεφαλίσθησαν· οὕτω δὲ ἔλαβον παρὰ Κυρίου τοὺς στεφάνους τοῦ
Μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ
ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται.
Σάκκος
Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη,
Καὶ
τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται.
Καυτηριασθεὶς
Ἐλεάζαρος κάραν,
Ψυχοβλαβῶν
ἀπῆλθε κρείττων ῥευμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται.
Τοῦ
δημίου φήσαντος· Οὐ τμηθῇς θύων.
Κλίνας
κάραν Κήρυκος, εἶπεν· Οὐ θύω.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται.
Τῷ
Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος,
Τυχεῖν
ποθεινῶν δωρεῶν διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται.
Ἰὼβ
καθέδραν, φημὶ δὴ τὴν κοπρίαν,
Ὁ
Πολύευκτος εἶχεν εἰς τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Ὁσιομάρτυρος Ἐλέσης ἐν τῇ νήσῳ Κυθήρων ἐν
ἔτει 375.
Ἔλεος
σὺ δέδοσαι παρὰ Κυρίου,
Τῇ
σῇ μητρὶ παρθένε μάρτυς Ἐλέσα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τῷ
Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Τιμοθέου, Ἐπισκόπου Προκοννήσου
(Προικοννήσου), τοῦ θαυματουργοῦ.
Τὸν
Τιμόθεον, τὸν Προκοννήσου θύτην,
Τιμᾷ
Θεὸς πρίν, νῦν τε θαυματουργίαις.
Οὗτος ἤκμασε περὶ τὰ μέσα τοῦ ἕκτου αἰῶνος, ἐπὶ βασιλεία
τῶν Αὐτοκρατόρων, Ἰουστίνου τοῦ Θρᾳκός, καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰουστινιανοῦ τοῦ
Μεγάλου, ἐν τῇ Βασιλευούσῃ ποιούμενος τὰς διατριβάς. Ἀρετῇ δὲ πάσῃ κεκτημένος,
προχειρίζεται Ἐπίσκοπος Προκοννήσου, ἤ συνηθέστερον εἰπεῖν, Προικοννήσου, ἥτις
τὸ πάλαι καὶ Ἐλαφόννησος ἐκαλεῖτο· νῦν δὲ ὑπὸ πάντων γινωσκομένη καὶ λεγομένη
Μαρμαρᾶς.
Ἀπελθῶν οὖν ἐκεῖσε ὁ θεῖος Πατήρ, καὶ τοὺς κατοίκους τῆς νήσου ταύτης εὑρὼν τὴν πειρατείαν μετερχομένους, καὶ πολλὴν ἀπανθρωπίαν τοῖς ἐν τὰ παράλια ἐκεῖνα ναυαγοῦσι δεικνύοντας, κατέβαλε πᾶσαν σπουδήν, ἵνα τῆς τοιαύτης γνώμης ἀπαλλάξῃ αὐτούς, καὶ εἰς οἶκτον πρὸς τοὺς δυστυχοῦντας προτρέψῃ· ὅ καὶ πεποίηκεν ἐν ὀλίγῳ χρόνῳ, διὰ τῆς χριστομιμήτου αὐτοῦ πρᾳότητος. Καλῶς δὲ ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, καὶ ἀσκητικῶς διανύσας τὸν βίον, καὶ τὴν μὲν ἐπενεχθεῖσαμ αὐτῷ συκοφαντίαν ἀνεξικάκως ὑπενεγκών, τὴν δὲ θυγατέρα Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος δαιμονιῶσαν, ἐμφανισθεὶς μόνον καὶ ἰασάμενος ἀνεπαύσατο ἐν Κυρίῳ, πλήρης ἡμέρων, τῇ 1ῃ Αὐγούστου. Ἡ δὲ φιλόθεος μήτηρ τῆς ἰαθείσης παιδός, ἡ βασιλὶς Θεοδώρα, πρὸς ἔνδειξιν εὐγνωμοσύνης τῆς εἰς τὸν Ἅγιον, ἀνήγειρε ἐπὶ τῷ ὀνόματι αὐτοῦ Μονὴν ἱεράν, ἐπί τινος εὐρυχώρου πεδιάδος, ὅπου ἡ πάσχουσα πρότερον ἀπελθοῦσα ἰάθη, καὶ τὸ ἱερώτατον ἅγιον λείψανόν του εὑρέθη, μετὰ τὴν ἀποβίωσην αὐτοῦ, καὶ πηγὴ ἁγιάσματος, μικρὸν ἀπωτέρω. Κεῖται δὲ ἡ πεδιὰς αὕτη νοτιανατολικῶς τῆς νήσου, ἄνωθεν τῆς πάλαι ποτὲ κωμοπόλεως Προικοννήσου, Κλαζάκιον τανῦν ὑπὸ τῶν ἐγχωρίων καλουμένης, καὶ μηδὲν ἕτερον ἔχούσης, εἰμὴ περίπου οἰκίας σμικράς. Καίτοι δὲ ἐρειπίων ὄντων καὶ τῆς Μονῆς καὶ τοῦ μεγίστου αὐτῆς Ναοῦ, συνέρχονται ὅμως ἐκεῖ κατ’ ἔτος οἱ ἐγχώριοι, ἐπιτελοῦντες τὴν τοῦ ἁγίου ἑορτήν.
Ἀπελθῶν οὖν ἐκεῖσε ὁ θεῖος Πατήρ, καὶ τοὺς κατοίκους τῆς νήσου ταύτης εὑρὼν τὴν πειρατείαν μετερχομένους, καὶ πολλὴν ἀπανθρωπίαν τοῖς ἐν τὰ παράλια ἐκεῖνα ναυαγοῦσι δεικνύοντας, κατέβαλε πᾶσαν σπουδήν, ἵνα τῆς τοιαύτης γνώμης ἀπαλλάξῃ αὐτούς, καὶ εἰς οἶκτον πρὸς τοὺς δυστυχοῦντας προτρέψῃ· ὅ καὶ πεποίηκεν ἐν ὀλίγῳ χρόνῳ, διὰ τῆς χριστομιμήτου αὐτοῦ πρᾳότητος. Καλῶς δὲ ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ ποίμνιον, καὶ ἀσκητικῶς διανύσας τὸν βίον, καὶ τὴν μὲν ἐπενεχθεῖσαμ αὐτῷ συκοφαντίαν ἀνεξικάκως ὑπενεγκών, τὴν δὲ θυγατέρα Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος δαιμονιῶσαν, ἐμφανισθεὶς μόνον καὶ ἰασάμενος ἀνεπαύσατο ἐν Κυρίῳ, πλήρης ἡμέρων, τῇ 1ῃ Αὐγούστου. Ἡ δὲ φιλόθεος μήτηρ τῆς ἰαθείσης παιδός, ἡ βασιλὶς Θεοδώρα, πρὸς ἔνδειξιν εὐγνωμοσύνης τῆς εἰς τὸν Ἅγιον, ἀνήγειρε ἐπὶ τῷ ὀνόματι αὐτοῦ Μονὴν ἱεράν, ἐπί τινος εὐρυχώρου πεδιάδος, ὅπου ἡ πάσχουσα πρότερον ἀπελθοῦσα ἰάθη, καὶ τὸ ἱερώτατον ἅγιον λείψανόν του εὑρέθη, μετὰ τὴν ἀποβίωσην αὐτοῦ, καὶ πηγὴ ἁγιάσματος, μικρὸν ἀπωτέρω. Κεῖται δὲ ἡ πεδιὰς αὕτη νοτιανατολικῶς τῆς νήσου, ἄνωθεν τῆς πάλαι ποτὲ κωμοπόλεως Προικοννήσου, Κλαζάκιον τανῦν ὑπὸ τῶν ἐγχωρίων καλουμένης, καὶ μηδὲν ἕτερον ἔχούσης, εἰμὴ περίπου οἰκίας σμικράς. Καίτοι δὲ ἐρειπίων ὄντων καὶ τῆς Μονῆς καὶ τοῦ μεγίστου αὐτῆς Ναοῦ, συνέρχονται ὅμως ἐκεῖ κατ’ ἔτος οἱ ἐγχώριοι, ἐπιτελοῦντες τὴν τοῦ ἁγίου ἑορτήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παύλης τῆς Καρπασίτιδος.
Τρόπων
ἀπλάστων καὶ ἐνθέου βίου,
Παῦλα
βολίσι, κατεφώτισας Κύπρον.
Αὕτη ὑπῆρξε αὐτάδελφος τῆς Ὁσίας Φωτεινῆς τῆς ἐκ
Ῥιζοκαρπάσου. Θεοφιλῶς ἤσκησεν ἔν τινι σπηλαίῳ παρὰ τὸ χωρίον Ἁγία Τριὰς
Αἰγιαλούσης Κύπρου, ἔνθα καὶ εἰρηνικῶς παρέδωκε τὸ πνεῦμα αὐτῆς τῷ Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἐθέλγουαρντ (Ethelwald)
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Μαρτύρων τῇ χάριτι ἠγλαϊσμένος, Μαρτύρων στεῤῥότητα
ἐνδέδειξαι πανόλβιε, διὸ καὶ στεφάνῳ σε Μαρτύρων δόξης Χριστός, ὁλοκαυτωθέντα
δι’ Αὐτὸν ἔστεψε Πέτρε καὶ κατεκόσμησεν.
Ἀγγέλων τὰ τάγματα σὲ καθορῶντα ἐν νέῳ τῷ σώματι,
ὑπεραγωνιζόμενον, σοφίας πανένδοξε τῆς ὑπερθέου στεῤῥῶς, δόξα ἐπεκρότουν τῷ Θεῷ
τῷ πιστοὺς πάντας ἐπεῤῥωνύοντι.
Ῥεόντων τα μόνιμα σὺ ἀντηλλάξω, φθαρτῶν τε τὰ ἄφθαρτα Πέτρε τῇ καρτερίᾳ σου, ἠνοίγη γὰρ πύλη σοι τῶν οὐρανῶν,
καὶ πηγῇ αὐτῇ τῇ τῶν ὄντως ἀγαθῶν τῶν αἰωνίων.
Τὴν κόνιν κατέχοντες τῶν σῶν λειψάνων, οἱ πρόσοικοι
ἔνδοξε τῆς Τραπεζοῦντος σήμερον, φαιδρῶς ἐπαγάλλονται, καὶ δυσωποῦσι Χριστόν,
λοίμης βροτοφθόρου ἀβλαβεῖς συντηρηθῆναι ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ὑμνοῦντες δοξάζομεν τὸν ἐκ Σοῦ Κόρη ἀῤῥήτως, ἐκλάμψαντα
Χριστόν, τὸν μέγαν ἥλιον, Αὐτὸς γὰρ κατήλλαξεν ἡμᾶς ἰδίῳ πατρί, αἵματι τῷ θείῳ
ἑαυτοῦ πολεμωθέντος τοῖς παραπτώμασιν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἡ γῆ τῶν λειψάνων σου τῇ κόνει καθηγίασται, ὁ ἀὴρ δὲ τῇ
θείᾳ μάκαρ ἀνόδῳ σου, αἱ δὲ τῶν Μαρτύρων χορεῖαι πανευκλεῶς σὲ προσυπαντῶντες,
Κυρίῳ ἀνέμελπον ὕμνον Πέτρε ἐπινίκιον.
Θεοτοκίον.
Λαοῦ Σου τὴν κάκωσιν μὴ ὑπερίδης ἄχραντε, ἰδοὺ γάρ, ὁ
τῆς λοίμης ἔφορος Ἄγγελος, τέμνει ἀπηνῶς, ἡλικίαν πᾶσαν, διὸ ὡς Κυρία πάντων
στῆσον τὴν ὁρμὴν αὐτοῦ, καὶ ἡ θραῦσις ἀποπαύσεται.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν ἐν Μάρτυσι θεῖον, Πέτρον συμφώνως οἱ πιστοί, ἀνευφημήσωμεν πάντες, ὡς τοῦ
Κυρίου Ἀθλητήν, καθεῖλε γὰρ τὰς τοῦ πλάνου, σοφιστικὰς ἐπιπνοίας.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων,
τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ
μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.
Ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου