Κυριακή 17 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 26. ΑΓΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΠΑΡΑΣΚΕΥΗ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΚΣΤ΄!!
ΠΑΡΑΣΚΕΥΗ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Πολυώδυνα βάσανα, ὑποστᾶσα πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, τῷ γὰρ σθένει τοῦ σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, καὶ ἐφ’ ὕπερθεν ἄστρων θρόνον θεῖναι, πρὸ ποῶν σου γὰρ ἐῤῥάγη, ὥσπερ στρουθίον παιζόμενος. (Δίς)

Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάφλεξιν, θεϊκῇ προνοίᾳ Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὖραν ἔνδροσον, οἷα πάλαι τοῖς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ’ ὧν ἔκραζες· Σοῦ τὸ ἔλεος μέγα πανοικτίρμον· ὅθεν σέβω γηθομένη, Σοῦ τὸ πανύμνητον ὄνομα.

Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος, σὺ γὰρ Νυμφίου ποθήσασα, κατ’ ἴχνος ἐβάδισας, νοητοῦ μύρου σεμνή, Παρασκευὴ καλλιπάρθενε· καὶ νῦν πρέσβευε, τὸν Σωτῆρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.
 
Δόξα. Ἦχος πλ. β΄.
Ἀθλητικὴν ὁδεύσασα ὁδόν, παρανομούντων ἐξέφυγες βουλήν, Παρασεκυὴ πανσεβάσμιε. Καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρως εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου· ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες, ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων, ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου χοροβατοῦσα σεμνή, ἅμα παρθένος Μάρτυς, ταῖς φρονίμοις ἐκεῖθεν, ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, καὶ ἐκδιώκειν τὰ πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ῥήξασα κράτος τυράννων εἰδωλοθύτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἐπτοήθης οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου οὔτε βρασμόν, τῶν λεβήτων οὔτε ξίφους σφαγήν.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ δικαιώματά μου.
Ἀσκήσει πρώην τὸ σῶμα τήξασα ἔνδοξε, τὸ δεύτερον ἀθλοῦσα, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.

Δόξα. Ἦχος β΄.
Ἱερὸν μνημόσυνον τῆς καλλιπαρθένου Παρασκευῆς καὶ Μάρτυρος, ἡ οἰκουμένη σήμερον, λαμπρῶς πανηγυρίζει, καὶ πρὸς αὐτὴν ἐκβοᾷ, ὡς ἀπείληφας τὸ βραβεῖον τῆς θαυμαστῆς καρτερίας σου, ὑπεράνω πάσης κολάσεως γεγενημένη. Οὕτω καὶ ὑπὲρ ἡμῶν, πρεσβεύων Χριστῷ, τῶν τὴν σὴν ἄθλησιν ἐν πίστει ἀνυμνούντων, τῶν αἰωνίων ἀγαθῶν ἀξιωθῆναι.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.













Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς ὅμβροις τῶν αἱμάτων σου Παρασκευὴ τοῦ Χριστοῦ, ἐχθροῦ κατεπάτησας πᾶσαν παράταξιν, τυράννους δὲ ᾔσχυνας, ἔφθασας τῶν Ἀγγέλων, τὰς ἀΰλους χορείας, εἴληφας ἀφθαρσίας, τὸ ἀμάραντον στέφος· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε κινδύνων ἡμᾶς.
Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ θαυματόβρυτος, εἰκὼν τῆς Μάρτυρος, προχέει ἅπασι, χόδην τῆς χάριτος, καὶ ὁ πανσέβαστος ναός, πηγὰς ἰάσεων βρύει· ὅθεν μετὰ πίστεως, θερμοτάτης προσέλθωμεν, καὶ κατασπασώμεθα, Ἀθληφόρου ἐκτύπωμα, ἀπαλλαγὴν τῶν νόσων αἰτοῦντες, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.



















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στιχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος, Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.

Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ’ Αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.

Ὁσιομάρτυς πανένδοξε, τίς ἐξισχύσει εἰπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις, εὐφημιῶν ἄνθεσι, στεφανώσωμεν νῦν τὴν παρθένον, καὶ Ὁσιομάρτυρα σήμερον, τὴν Παρασκευὴν τὴν πανένδοξον, τὴν ὑπὲρ Χριστοῦ ἀναιρεθεῖσαν, τὴν νύμφην, τοῦ Βασιλέως καὶ Θεοῦ ἡμῶν, τὴν πάσῃ, τῇ οἰκουμένῃ διαλάμπουσαν, περιστερὰν τὴν ἁγίαν, ἥνπερ εἰς παστάδα, προσεδέξατο οὐρανῶν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις, Παρασκευὴ ῥήμασι, σὲ τὴν ἄσπιλον Χριστοῦ ἀμνάδα, οἱ ῥερυπωμένοι τιμήσωμεν, οἱ τῶν σῶν χαρίτων στερούμενοι, καὶ καλῶν ἁπάντων ἀποροῦντες, τὴν νύμφην, τοῦ Βασιλέως τὴν πανθαύμαστον, τῇ αἴγλῃ, τῆς παρθενίας ἀπαστράπτουσαν, τῶν Ἀθλοφόρων τὸ κλέος, τὴν καὶ ἐν ἀσκήσει, διαλάμψασαν τηλαυγῶς, καὶ παρέχουσαν τοῖς πιστοῖς, πταισμάτων τὴν συγχώρησιν.

Ποίοις, πνευματικοῖς ἄσμασιν, εὐφημήσωμεν τὴν Ἀθληφόρον, τὴν πεποικιλμένην ταῖς χάρισι, καὶ διηνθισμένην τῷ αἵματι, τοῦ ἐνδοξοτάτου μαρτυρίου, τῷ θρόνῳ, τοῦ Βασιλέως νῦν παρίσταται, πρεσβείαις, ὑπὲρ ἡμῶν Αὐτῷ προσφέρουσαν, τῶν μετὰ πόθου τελούντων, τὴν μνήμην αὐτῆς, ἐτησίως τὴν εὔσημον, τὴν πρόξενον τοῖς πιστοῖς, τῶν χαρισμάτων τοῦ Πνεύματος.

Δόξα. Ἦχος πλ. β'.
Παρθενομάρτυς Ἀθληφόρε Παρασκευὴ πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἑορτάζοντας ἀξίως, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης κρίσεως, Μάρτυς παναοίδιμε.

Καὶ νῦν. Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνή, παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα᾿ 10- 26)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἐργάταις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. γ᾿ 11- 18)
Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς εἶδε φρόνησιν· κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ᾿ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ὡς ἐν πέτρᾳ στεῤῥᾷ τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Ὁσιομάρτυς Παρασκευὴ πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος σὲ τῆς νίκης ἐπάξιον ἀπείληφας.

Ὁ αὐτός.
Μετὰ τῶν ἄνω Ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Παρασκευὴ πάνσεμνε, αἰτοῦσα ἡμῖν παρ’ Αὐτοῦ, τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Ἀγάλλονται σήμερον, ἐν τῇ θείᾳ μνήμῃ σου, Παρασκευὴ πανένδοξε, τὰ ὑπερκόσμια Τάγματα ἀπεδέξαντό σε, καὶ γὰρ οἱ μὲν Ἄγγελοι, τὴν ἐν ἁγνείᾳ ἰσάγγελον, οἱ Μάρτυρες δὲ πάλιν, τὴν ἐν συνάθλοις ἀπαράμιλλον, καὶ οἱ τοῦ Λόγου Ἀπόστολοι, τὴν ἰσαπόστολον καὶ Χριστοκήρυκα· ἡμεῖς δὲ πλουτοῦντες τῶν ἰαμάτων σε πηγήν, γηθοσύνως βοῶμεν· πρέσβευε Παρασκευὴ πανεύφημε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὡς ἀλάβαστρον μύρον τὸ αἷμά σου, προσενήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ, Ὁσιομάρτυς Παρασκευή, Ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας, στέφος ἄφθαρτον, παρ’ Αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος Χριστοῦ τοῦ Θεοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος καὶ Ὁσιομάρτυς Χριστοῦ, πολύαθλε.
Ἦχος γ΄.
Νεύσει θείᾳ, δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, τὴν πανένδοξον καὶ Χριστοκήρυκα Παρασκευήν, ὑμνῳδίαις εὐφημήσωμεν. Αὕτη γάρ, τὰ ὑπὲρ φύσιν ἀγωνίσματα τοῦ μαρτυρίου, ἀνδρείως ὑπομείνασα, προσήχθη τῷ Χριστῷ, πεποικιλμένη ταῖς μάστιξι· ταύτῃ οὖν ἐκβοήσωμεν· χαίροις, Παρασκευὴ μεγαλώνυμε, ἡ νύμφη τοῦ Παντάνακτος, καὶ ὑπὲρ ἡμῶν τῶν τὴν σὴν παναγίαν ἄθλησιν, ἐν πίστει ἐκτελούντων, πρέσβευε Χριστῷ, τοῦ αἰωνίου πυρὸς ῥυσθῆναι.

Ἦχος δ΄.
Δοξάζομέν Σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν, τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ Σου φιλάνθρωπε, τυράννους οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δέ, ὀπίσω Σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου Σου ἔδραμον, πρεσβεύουσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Ἦχος πλ. α΄.
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ Σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι Αὐτοῦ, παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ’ ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάτοις, διπλῷ τε στέφει δισσῶς σε κατέστεψε, καὶ παρέσρησεν ἐκ δεξιῶν Αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, Ὁσιομάρτυς Παρασκευὴ πανεύφημε, σοῖς ὑμνηταῖς δωρηθῆναι, σωτηρίαν καὶ ζωήν, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄
Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες· χαίροις, Παρασκευὴ Ὁσία καὶ θεοτίμητε· χαίροις, ἡ τῶν Μαρτύρων καλῶς ὑποδεξαμένη· χαίροις, τῶν Μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε· μεθ’ ὧν πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Παρασκευὴ ἡ σοφή, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἐγκαλλώπισμα, τὸν τούτων γὰρ σχοῦσα ζῆλον, καὶ πίστιν τὴν ἀῤῥαγῆ, ἀνδρικοὺς ἀγῶνας προσεχώρησας· λαμπρά τε παλαίσματα, καὶ λαμπρότερα τρόπαια, ἤγειρας ὄντως, κατ’ ἐχθρῶν τῶν τῆς πίστεως, καὶ ἀλάστορος, τοῦ δεινοῦ πολεμήτορος· τούτους κατατροπώσασα, εἰς τέλος καὶ παίγνιον, δείξασα τούτους καὶ μόνον, τὸν σὸν Χριστὸν μεγαλύνουσα· Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, Παρασκευὴ ἐκλεκτή, ἡ τῇ ἀθλήσει τῇ λαμπρᾷ σου προσάγουσα, πληθὺν τῷ Χριστῷ ὀλβία, τῶν ἀσεβῶν τοῖς φρικτοῖς, τοῖς ἐν σοὶ σημείοις τε καὶ τέρασι, τὸ πῦρ μεταβάλλουσα, δροσισμὸν εἰς ἀνέκφραστον, καὶ λυμεῶνα, τὸν δεινὸν θανατώσασα, τῷ σημείῳ τε, τοῦ σταυροῦ καὶ τῇ χάριτι, ἅπασαν ἐκτεφρώσασα, ἐχθροῦ τὴν παράταξιν, τοὺς σπαραγμοὺς καὶ διττήν τε, ὑπενεγκοῦσα κατάφλεξιν· Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ δικαιώματά μου.
Χαίροις, Παρασκευὴ ἡ σοφή, τῶν δεομένων ἀσφαλὲς καταφύγιον, ἁπάντων τῶν ἐν ἀνάγκαις, παραμυθία τερπνή, καὶ ἡμῶν προστάτις ἀκαταίσχυντος, τὸ τεῖχος τὸ ἄῤῥηκτον, σκέπη πύργος ἀκράδαντος, τῶν κλονουμένων, καὶ θερμῶς προσιόντων σοι, τὸ ἀκένωτον, ἰαμάτων τὸ πέλαγος, ἅπαντας καταρδεύουσα, πηγὴ ἡ ἀείῤῥυτος, θαυμάτων Μάρτυς καὶ κῆρυξ, ὡς τοῦ Χριστοῦ χρηματίσασα· Ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες φιλέορτοι, ἀθροίσθητε σήμερον, ἐπὶ τὴν θείαν καὶ σεπτὴν πανήγυριν, τὴν φαιδρὰν καὶ ἔνδοξον, καὶ χαρμοσύνως τιμήσωμεν, τὴν Ἀθληφόρον Μάρτυρα τοῦ Σωτῆρος Χριστοῦ, τὴν ἐν θαύμασι περιβόητον· Μάρτυσί τε καὶ Ἀποστόλοις συνόμιλον, τὴν ὑπὲρ Χριστοῦ νομίμως ἀθλήσασαν, Παρασκευήν, τὴν ἀποστολικῶς τῷ κόσμῳ κηρύξασαν· καὶ νῦν πρεσβεύει τῷ ἐλεήμονι Θεῷ, ὅπως ἵλεως γενήσηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς ὅμβροις τῶν αἱμάτων σου Παρασκευὴ τοῦ Χριστοῦ, ἐχθροῦ κατεπάτησας πᾶσαν παράταξιν, τυράννους δὲ ᾔσχυνας, ἔφθασας τῶν Ἀγγέλων, τὰς ἀΰλους χορείας, εἴληφας ἀφθαρσίας, τὸ ἀμάραντον στέφος· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε κινδύνων ἡμᾶς.
Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ θαυματόβρυτος, εἰκὼν τῆς Μάρτυρος, προχέει ἅπασι, χόδην τῆς χάριτος, καὶ ὁ πανσέβαστος ναός, πηγὰς ἰάσεων βρύει· ὅθεν μετὰ πίστεως, θερμοτάτης προσέλθωμεν, καὶ κατασπασώμεθα, Ἀθληφόρου ἐκτύπωμα, ἀπαλλαγὴν τῶν νόσων αἰτοῦντες, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα, τὰ ἀῤῥωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.
Δόξα.
Κατ’ ἴχνεσι τοῦ σοῦ, ἐραστοῦ ἑπομένη, σεμνὴ Παρασκευή, τὸν ἐκείνου προθύμως, ἐζήλωσας γὰρ θάνατον, καὶ τὸ πάθος τὸ ἄχραντον· ὅθεν ἔτυχες, τῆς οὐρανίου παστάδος, στέφος ἄφθαρτον, περικειμένην ἀξίως, καὶ δόξαν ἀμάραντον.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Μαριάμ, χρυσοπόρφυρε θρόνε, λαβὶς σεραφική, καὶ πυρίμορφον ἅρμα, νεφέλη ἀγλαόφωτε, θεοκόσμητον σκήνωμα, ἡ κοσμήσασα, τὴν ἀκοσμίαν τοῦ κόσμου, κατακόσμησον, τὴν Σὲ κοσμοῦσαν ἐν ὕμνοις, ψυχήν μου τὴν ἄκοσμον.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Παρασκευὴ πανεύφημε.
Δόξα.
Παρασκευὴ Παρθενομάρτυς Ὁσία, τοὺς προσιόντας εὐλαβῶς σῷ τεμένει, καὶ τὴν εἰκόνα πόθῳ προσκυνοῦντάς σου, ῥῦσαι παναοίδιμε, τούτους πάσης ἀνάγκης, πάσης περιστάσεως, καὶ κινδύνων παντοίων, καὶ οὐρανῶν ἀξίωσον τυχεῖν, τῆς Βασιλείας, Μαρτύρων ἀγλάϊσμα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, τὰ Σὰ ἐλέη Δέσποινα τοὺς δούλους Σου, κράζοντας καὶ λέγοντας· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς, Σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Παρασκευὴ Μάρτυς Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, θείᾳ δυνάμει τοῦ σταυροῦ, σοῖ τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν, καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κορυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκον ἀληθῶς, τὰς οὐρανίους στρατιάς, φωταγωγοῦσα θαυμαστῶς, αὐγαζομένη τῷ κάλλει τῷ ἀπροσίτῳ, λυτροῦται καὶ ἡμᾶς, τῶν ψυχοφθόρων παθῶν, καὶ πάντων τῶν δεινῶν, ὡς προστασία ἡμῶν· ἣν μετὰ δέους πάντες εὐφημοῦντες, εὐσεβοφρόνως βοήσωμεν· Θεοκυῆτορ, Ἀγγέλων δόξα, Σὺ ὑπάρχεις πανάμωμε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ δικαιώματά μου.
Εὐαγγέλιον, τῶν Δέκα Παρθένων.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ Ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς Αὐτόν· ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα, εἰς ὀσμὴν μύρου σου ἔδραμον Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσης με Νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις, κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη Σου.












Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας δύο.
Ὁ α΄ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων): Ὕμνοις γεραίρω τὴν πανεύφημον Κόρην. Θεοφάνους. 
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον
μνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.
Μαρτύρων, ἡ καλλονὴ σὺ πέφηνας, τὰς τοῦ ἐχθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.
Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται.
Θεοτοκίον
Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.

Ὁ β’ Κανώ, ποίημα Βενεδίκτου ἱερομονάχου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁρμῶντι πανεύφημε, τὴν σὴν πανήγυριν ᾄσμασιν, ὑμνῆσαι δοθῆναί μοι, ταῖς ἱκεσίαις σου, ταῖς πρὸς Κύριον, χάριν ἰσχύν τε λόγου, Αὐτῷ ὡς ἐξείποιμι, τὰς ἀριστείας σου.
Διττά τε καὶ μέγιστα, ᾕρας ἀοίδιμε τρόπαια, κατὰ τοῦ ἀλάστορος, καὶ παλαμναίου ἐχθροῦ, ἐν τῇ ἀσκήσει σου, ἀθλήσει τε ἐνδόξῳ, τοῦτον ἐκνευρίσασα, εἰς τέλος ἔνδοξε.
Ὁσίων ἀνέφανας, κλέος Μαρτύρων τε καύχημα, ὡς ἐνδιαπρέψασα, ἐν ἀμφοτέροις λαμπρῶς, καὶ κατέστεψαι, δισσῷ λαμπρῷ στεφάνῳ, παρὰ τοῦ παντάνακτος, ὦ παμμακάριστε.
Θεοτοκίον
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον, Σὺ γὰρ ὥρισαι, πρὸ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ παντοκράτορος.










ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί
νεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.
ωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στεῤῥότατος.
γάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
Τῶν σῶν γεννητόρων εὐχῆς τέκνον, ἐδείχθης ἀνέθου τε σαυτήν, ἐκ βρέφους τῷ Κυρίῳ σου, Παρασκευὴ ἀοίδιμε, καὶ πλοῦτον πτωχοῖς νείμασα, εὗρες Χριστὸν τὸν Νυμφίον σου.
Οὐκ ἔφερες Μάρτυς πανολβία, ἐμμένειν τῷ σχήματι κρυπτῶς, μοναζουσῶν ἀλλ’ ὥρμησας, λαμπρῶς ἐπὶ τὸ κήρυγμα, ὡς ἄλλη Θέκλα δείξασα, σπουδὴν τῇ κλήσει κατάλληλον.
Ἀτρόμως κηρύττουσα τοῖς πᾶσι, Χριστοῦ τοῦ Σωτῆρος καὶ Θεοῦ, ὄνομα πανάγιον, Παρασκευὴ πανθαύμαστε, σημεῖα καὶ τεράστια, ὤφθης τελοῦσα παράδοξα.
Θεοτοκίον
Νόμου προετύπου ἡ σκηνή Σε, γενήσεσθαι μέλλουσαν ἁγνή, Θεοῦ ἅγιον σκήνωμα, ἐν ᾧ ὁ ἱλασμὸς ἡμῶν, ἁγιασμὸν δωρούμενος, πᾶσιν ἡμῖν ἐπελεύσεται.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, ἡμῖν ἡ θεία, ἑορτὴ τῆς Μάρτυρος, καταλαμπρύνουσα ἡμῶν, σὺν ταῖς ψυχαῖς καὶ τὰ σώματα, ἀνευφημούντων, αὐτὴν μετὰ πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων Σε, Κόρη πανύμνητε.









ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα
αμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι.
υτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ' ὧν ἀνεκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
ς κατάπληκτον σημεῖον, φρικτῆς ἡμέρας· τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης, γυναικείῳ σώματι, Σταυρόν τε καὶ Κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι.
Θεοτοκίον
πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
Τὴν ἀκαταπτόητον Μάρτυς ψυχήν, σοῦ καταπτοῆσαι ὁ τύραννος, ὁ λυμεώνης, ὤετο Παρασκευή, καὶ καταξένων μάστιξι, σῶμά σου δεινῶς οὐ διέλιπε.
Λίαν σου ἐνεύρου τὸ ἀσθενές, ὦ Παρασκευὴ τὸ πανάγιον, Πνεῦμα δεικνύον, σὲ πανεύφημε λαμπράν, τὴν τῆς ψυχῆς ἐμφαῖνόν σου, Μάρτυς τοῦ Κυρίου λαμπρότητα.
Ἵστασο ἀκλόνητος ἐν τοῖς δεινοῖς, φίλτρῳ φλεγομένη τοῦ Κτίστου σου· ὅθεν ὑπέστης, ἀνδρικώτατα σοφή, τὰς ἀφορήτους μάστιγας, καὶ τὸν βιαιότατον θάνατον.
Θεοτοκίον
Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι, εὐλογημένη, ἵλεόν μοι τὸν Κριτήν, τὸν Σὸν Υἱὸν ἀπέργασαι, ὅπως ἐν αἰνέσει δοξάσωσι.














ᾨδὴ ε'. Σὺ Κύριε μου φῶς
γώνισαι Σεμνή, καὶ τὸν τύραννον ἔκτεινας, ῥητρεύσεσι ταῖς πανσόφοις, πρὸ βημάτων ἐμφρόνως, τὸν Χριστὸν καταγγέλλουσα.
Νοῦν ἔχουσα στεῤῥόν, ἀπτοήτῳ φρονήματι, κατῄσχυνας τῶν εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι.
Παστάδος νοητῆς, καὶ νυμφῶνος ἠξίωσαι, χορεύουσα σὺν Παρθένοις, ταῖς φρονίμοις ἐνθέως, Παρασκευὴ ἀοίδιμε.
Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησαν Ἄγγελοι, καὶ δαίμονες κατέπτηξαν, βροτοὶ ἐθαμβήθησαν ὁρῶντες, τὴν ὑπὲρ φύσιν νῦν καρτερίαν σου, καὶ εὔφρανας ἔνδοξε τοὺς σούς, ἐχθροὺς δὲ κατήσχυνας, τῇ ἐνδόξῳ ἀθλήσει σου.
Θεοὶ ἀπολέσθωσαν, ἐν τῷ σταδίῳ ἔκραζες, οἱ τὸν οὐρανὸν καὶ γῆν ποιῆσαι, μὴ δυνηθέντες· ὅθεν ὁ τύραννος, θυμῷ ὑπερζέσας κορυφήν, σοῦ τὴν θείαν ἔφλεγε, τῷ δεινῷ μηχανήματι.
Τὸ πῦρ μετεβάλλετο, εἰς δρόσον ἐν τοῖς εἴδεσι, τοῖς πυρακτωθεῖσιν ἐν οἷς ἔστης, ἀβλαβὴς ὅλη· ὅθεν μυρία Χριστῷ, πλήθη προσηγάγου διωκτῶν, τέκνα φωτὸς ἔνδοξε, ἀντὶ σκότους δεικνύουσα.
Θεοτοκίον
Ῥομφαία τὸ πρότερον, ἡ τὴν Ἐδὲμ φυλάττουσα, στρέφει τοῖς πιστοῖς ἁγνὴ τὰ νώτα, σημειουμένοις τιμίῳ αἵματι, πάλαι κενωθέντι ἐκ πλευρᾶς, λόγχης ἐκ κεντήματι, τοῦ ἐκ Σοῦ ἀνατείλαντος.


















ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς
γγέλου, παρουσίᾳ τὴν στέρνοις τεθεῖσάν σοι, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἥλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπῇ θείᾳ θᾶττον ἠφάνισε.
Νέαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἷα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίσασαν θείῳ λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίσασαν.
ῤῥει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγῶν ἐκ χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παῤῥησίᾳ Παρασκευὴ Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον
θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

Ἕτερος. Τὴν θείαν ταύτην.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦμεν ἑορτήν σου γηθόμενοι, οἱ προσεδρεύοντες, τῷ σῷ ναῷ παναοίδιμε, ἰάσεις καὶ θαυμάτων πληθὺν λαμβάνοντες.
Εἰς πόλιν Μάρτυς ἐκ πόλεως, ὁρμῶσα τὸν Χριστὸν ἀνεκήρυττες, ἀνδρείως φέρουσα, Παρασκευὴ παναοίδιμε, πολυειδεῖς βασάνους τῶν διωκόντων σε.
Σταυροῦ τῷ τύπῳ παρέδωκας, εἰς ὄλεθρον δεινὸν μέγαν δράκοντα, τὸν ἀπολλύμενον, ψυχὰς καὶ σώματα πάνσεμνε, τῶν προσεχόντων τούτῳ, οὓς καὶ διέσωσας.
Θεοτοκίον
Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βαστάσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.

Κοντάκιο.ν Ἦχος δ'. Ἐπεφάνης σήμερον
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον, ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς, Παρασκευὴ ἀοίδιμε.
Ὁ Οἶκος
Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε· μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους· Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.


Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν.
Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ.
Αὕτη ἦν ἐπὶ τῆς βασιλείας Ἀντωνίνου, ἐκ κώμης τινὸς τῆς πρεσβυτέρας Ῥώμης, γέννημα χριστιανῶν γονέων, Ἀγάθωνος καὶ Πολιτείας προσαγορευομένων· οἵτινες τὰς ἐντολὰς τοῦ Κυρίου ἀόκνως διατηροῦντες, ἐτύγχανον ἄτεκνοι, ἐφ’ ᾧ καὶ προσηύχοντο τῷ Θεῷ ἀδιαλείπτως δοῦναι αὐτοῖς τέκνον. Ὁ δὲ Θεός, ὁ καὶ τὸ θέλημα τῶν φοβουμένων αὐτῶν ποιῶν, ἐδωρήσατο αὐτοῖς τέκνον θῆλυ, τὴν παροῦσαν Ἁγίαν· ἣν καὶ τεκόντες ἐν ἡμέρᾳ τῆς ἑβδομάδος ἕκτῃ, ὠνόμασαν αὐτὴν διὰ τοῦτο, ἐν τῷ Ἁγίῳ Βαπτίσματι, Παρασκευήν. Αὕτη δέ, ἐκ σπαργάνων μητρικῶν, τῷ Θεῷ ἑαυτὴν ἀναθεῖσα, ἧν παιδευομένη καὶ νουθετομένη παρὰ τῆς μητρὸς αὐτῆς. Ἐκμαθοῦσα δὲ καὶ τὰ ἱερὰ γράμματα, ἀνεγίνωσκε διηνεκῶς τὰς θείας Γραφάς, καὶ οὐ διέλιπε σχολάζουσα ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καὶ τῇ προσευχῇ.
Τελευτησάντων δὲ αὐτῆς τῶν γονέων, πάντα τὰ ὑπάρχοντα αὐτῆς διανείμασα τοῖς πτωχοῖς, αὐτὴ δε ἀποκαρεῖσα, καὶ τὸ μοναδικὸν σχῆμα περιβαλλομένη, ἐξῆλθε κηρύττουσα τὸ ὄνομα τοῦ ἀληθινοῦ Θεοῦ, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ πολλοὺς τῶν ἑλλήνων εἵλκυσε πρὸς θεογνωσίαν. Διὸ τινὲς Ἰουδαῖοι διέβαλον αὐτὴν πρὸς τὸν βασιλέα Ἀντωνῖνον, λέγοντες: Γυνή τις, ὀνοματι Παρασκευή, κηρύσσει Ἰησοῦν τὸν Υἱὸν τῆς Μαρίας, Ὃν οἱ πατέρες ἡμῶν τῷ σταυρῷ προσήλωσαν. Ἀκούσας δὲ ταῦτα ὁ βασιλεύς, ἐκέλευσεν ἀχθῆναι αὐτὴν ἔμπροσθεν αὐτοῦ, καὶ ἰδὼν αὐτήν, ἔκθαμβος ἐγένετο ἐπὶ τῇ συνέσει καὶ τῇ ὡραιότητι αὐτῆς. Λέγει οὖν αὐτῇ: Ἐὰν πεισθῇς μοι, καὶ θύσῃς τοῖς θεοῖς, πολλῶν δωρεῶν ἔσῃ κληρονόμος· εἰ δε μή, εἰς πολλὰς βασάνους σε παραδώσω. Ἡ δὲ Ἁγία στεῤῥοτάτῳ λογισμῷ πρὸς αὐτὸν ἀπεκρίνατο: Μή μοι γένοιτο ἀρνήσασθαι τὸ ὄνομα τοῦ Χριστοῦ καὶ Θεοῦ μου· θεοὶ γὰρ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν μὴ ποιήσαντες, ἀπολέσθωσαν. Ὁ δὲ βασιλεύς, τῷ θυμῷ ὑπερζέσας, κελεύει περικεφαλαίαν σιδηρᾶν πεπυρακτωμένην ἐπιτεθῆναι τῇ κεφαλῇ τῆς Μάρτυρος. Οὗ γενομένου, θείᾳ δρόσῳ ἀβλαβὴς διεφυλάχθη. Ἐπὶ δὲ τῷ τοιούτῳ θαύματι, αὐτῇ τῇ ὥρᾳ, πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.
Εἷτα κελεύει, λέβητα χαλκοῦν, ἐλαίου μεστὸν καὶ πίσσης, ἐκκαυθέντα σφοδρῶς, ἐν αὐτῷ βληθῆναι αὐτήν. Οὗ γενομένου, ἡ Ἁγία ἑστῶσα ἐν μέσῳ ὡρᾶτο τοῦ λέβητος δροσιζομένη. Ἰδὼν δὲ αὐτὴν ὁ βασιλεύς, ἔφη: Ῥάντισόν με ἀπὸ τοῦ λέβητος, ὦ Παρασκευή, ὅπως γνῶ, εἰ ἄρα ἡ πίσσα καὶ τὸ ἔλαιον ὑποκαῖόν ἐστιν. Ἡ δὲ Ἁγία, πλήσασα τὰς χεῖρας αὐτῆς ἐκ τοῦ λέβητος, κατὰ τῆς ὄψεως τοῦ βασιλέως ἔῤῥιψε. Καὶ εὐθέως ἐπηρώθησαν αἱ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐβόησε φωνῇ μεγάλῃ, λέγων: Ἐλέησόν με δούλη τοῦ ἀληθινοῦ Θεοῦ, καὶ δός μοι τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ πιστεύσω εἰς τὸν Θεόν, Ὃν σὺ κηρύττεις. Καὶ ἀναβλέψας εὐθύς, ἐπίστευσεν ὅ,τε βασιλεὺς Ἀντωνῖνος, καὶ πάντες οἱ ὑπ’ αὐτόν, καὶ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τῆς Ἁγίας Τριάδος.
Ἡ δὲ Ἁγία, ἐκεῖθεν ἐξελθοῦσα, ἀπῆλθεν εἰς ἑτέρας πόλεις καὶ κώμας, κηρύττουσα τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Εἰσελθοῦσα δὲ εἴς τινα πόλιν ἐν ᾗ έβασίλευεν Ἀσκληπιός τις, προσήχθη ἡ Ἁγία ἐνώπιον αὐτοῦ, καὶ τὸ ὄνομα τοῦ Σωτῆρος Χριστοῦ ἐπικαλεσαμένη, καὶ τῷ σημείῳ τοῦ Τιμίου Σταυροῦ ἑαυτὴν σφραγισαμένη, χριστιανὴν ἑαυτὴν ὡμολόγησεν εἶναι. Ἐπὶ τούτῳ ὁ βασιλεὺς ταραχθείς, ἔπεμψεν αὐτὴν πρὸς τὸν ἔξω τῆς πόλεως ἐμφωλεύοντα φοβερώτατον δράκοντα, ᾧ ἐκ συνηθείας τοὺς καταδίκους θανάτῳ κατάβρωμα παρεῖχον. Ἐπεὶ δὲ ἡ Ἁγία παρέστη τῷ χώρῳ, ἐν ᾧ ὁ δράκων κατώκει, ἰδὼν αὐτὴν ὁ δράκων, μέγα ἐβρύχησε, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ καπνὸν ἐξήνεγκεν πολύν. Ὡς οὖν ἡ Ἁγία παρέστη πλησίον τοῦ θηρός, εἶπε: Θηρίον, ἔφθασεν επὶ σὲ ὀργὴ Θεοῦ καὶ ὄλεθρος. Καὶ ἐμφυσήσασα εἰς αὐτόν, τὸ σημεῖον τοῦ Τιμίου Σταυροῦ ἐποιήσατο κατ’ αὐτοῦ. Ὁ δέ, μέγας συρίξας, διεῤῥάγη εἰς δύο, καὶ ἄφαντος ἐγένετο. Ἰδὼν δὲ ὁ βασιλεύς, καὶ οἱ σὺν αὐτῷ, πάντες ἐπίστευσαν.
Ἡ δὲ Ἁγία, ἀπελθοῦσα εἰς ἑτέραν πόλιν, ἐν ᾗ ἐβασίλευε ἕτερος βασιλεύς, ὀνόματι Ταράσιος, ἐκήρυττε τὸ ὄνομα τοῦ Χριστοῦ. Καὶ μαθὼν περὶ αὐτῆς ὁ βασιλεύς, παρέστησεν αὐτὴν τῷ βήματι αὐτοῦ. Καὶ ἐπὶ τούτῳ, λέβητος χαλκοῦ, ἐλαίου καὶ πίσσης καὶ μολύβδου γέμοντος, προτεθέντος, καὶ ὑποκάτω πυρὸς αναφθέντος, εἰσῆλθεν ἐν αὐτῷ, θείου δὲ Ἀγγέλου ἐπιστασίᾳ, τοῦ λέβητος ψυχρανθέντος, ἀβλαβὴς ἡ Ἁγία διέμεινε. Πολλὰς δὲ καὶ ἑτέρας βασάνους αὐτῇ προσαγαγών, τὸ στεῤῥὸν αὐτῆς οὐκ ἐσάλευσε. Τελευταῖον δὲ ξίφει τὴν κεφαλὴν αὐτῆς ἀπέτεμεν. Οὗ γενομένου, τὸ πνεῦμα αὐτῆς εἰς τὰς αἰωνίους ἀπέπτη μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους.
Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης
Ἑρμῆν σέβοντας ᾔσχυναν παῤῥησίᾳ.
Οὗτοι, ἐκ τοῦ κλήρου τῆς ἐν Νικομηδείᾳ Ἐκκλησίας ὑπῆρχον πρεσβύτεροι, περιλειφθέντες ἐκ τῶν καέντων Ἁγίων ἐν τῇ Ἐκκλησίᾳ ὑπὸ Μαξιμιανοῦ τοῦ τυράννου, κρυπτόμενοι ἔν τινι δωματίῳ. Ἐπεὶ δὲ ὁ Ἅγιος Παντελεήμων συνελήφθη, καί, παρὰ τίνος τὰ χριστιανῶν ἐμυήθη, μὴ εἰδὼς ψεύσασθαι, παρὰ Ἑρμολάου ἔφη τοῦ Πρεσβυτέρου. Αὐτίκα πέμπονται οἱ τοῦτον πρὸς τὸν Μαξιμιανὸν ἄγοντες. Σὺν αὐτῷ δὲ καὶ τοὺς περὶ αὐτὸν οἱ στρατιῶται ἤγαγον. Ἐρωτηθέντες οὖν οἱ Ἅγιοι, καὶ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν εἶναι κηρύξαντες, ξίφει τὰς κεφαλὰς ἀποτέμνονται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου,
Πρὶν γῆς ἀπελθεῖν ἀρετῶν καρποὺς φύσας,
τὸ στεῖρον ἐκπέφευγεν ὁ Στειρωνίτης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀππίων, ξίφει τελειοῦται.
Τὸν σὸν τράχηλον ἀτρέπτως κλίνας,
τὸ τῆς τελευτῆς Ἀππίων πίνεις πόμα

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱερουσαλήμ, ξίφει τελειοῦται.
Τομὴν κεφαλῆς Ἱερουσαλὴμ φέρει,
καὶ τὴν ἄνω Ἱερουσαλὴμ βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ὡραιοζήλης.
Εἰς πῦρ βληθεῖσα Ὡραιοζήλη, Λόγε,
ἅπασι βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων.
Αὕτη, ἐβαπτίσθη ὑπο τοῦ Ἀποστόλου Ἀνδρέου, καὶ ἀφιερώθη εἰς μία μικρὰν ἐκκλησίαν τοῦ Ἀρχιστρατήγου Μιχαήλ. Εἰς αὐτὴν δὲ συνέτρεχον πλῆθος ἑλλήνων πολύ, καὶ ὠφελοῦντο μὲ τὰς καθημερινάς της διδασκαλίας, λησμονοῦντες τὴν προτέραν κακὴν ζωήν των, καὶ ἐπίστευαν εἰς τὸν Χριστόν. Ἀπέκτησε δὲ ἡ Ἁγία συνοδεία ἄλλες δύο παρθένους.
Ὀ δὲ βασιλεὺς Δέκιος, κινήσας διωγμὸν κατὰ τῶν χριστιανῶν, ἐχώρισε τὴν Ὡραιοζήλην ἐκ τῶν συντρόφων της καὶ τὴν παρέστησεν εἰς τὸ κριτήριον. Αὕτη δέ, σταθερὰ ἐκήρυττε Χριστόν, τὸν ἀληθινὸν Θεόν. Τότε, ὁ βασιλεὺς, προστάζει νὰ ἐκδύσωσι τὴν Ἁγίαν, καὶ νὰ δέρωσιν αὐτὴν εἰς πολλὰς ὥρας. Ὅμως, ἡ μὲν Ἁγία ὑπέμεινε ἀνδρείως, ὁ δὲ βασιλεύς, ἔχασε τὸ φῶς τῶν ὀφθαλμῶν του. Ἐπρόσταξε καὶ ἐφυλάκωσεν τὴν Ἁγίαν. Ἡ δὲ Ὡραιοζήλη ὅμως, ἐπιθυμοῦσα τὴν Ἄνω Ἱερουσαλήμ, ἐμήνυσε τῷ βασιλεῖ, οὕτως: Εὰν σὺ δὲν χρίσῃς τοὺς ὀφθαλμούς σου μὲ τὸ αἷμα τῆς ἀποτμηθησομένης κεφαλῆς μου, κατ’ ἄλλον τρόπον δὲν θέλεις λάβῃ τὸ φῶς σου. Καὶ ὄντως, ταῦτα ἐγένοντο ἀκριβῶς. Ὅμως, ὁ βασιλεὺς ἔμεινε ἀχάριστος εἰς τὴν εὐεργεσίαν ταύτην καὶ ἐπρόσταξε νὰ καύσωσι τὸ λείψανον τῆς Μάρτυρος.
Ἀλλὰ καὶ μετὰ θάνατον, ἡ Ἁγία, τελεῖ πλείστα θαύματα· παράλυτοι ἐσφίγχθησαν καὶ ἔγιναν ὑγιεῖς· αἱ στεῖραι γυναῖκες μεταβάλλονται εἰς τεκνογονίαν· αἱ γυναῖκες, αἱ ὁποῖαι καταξήρους ἔχουσαι τοὺς μαστοὺς ἀπὸ γάλα, ἐθεραπεύοντο καὶ χορταίνουσι τὰ ὑπομάζια βρέφη των.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεροντίου τοῦ ἱδρυτοῦ τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης ἐν τῷ Ἁγίῳ Ὄρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ ἀρχιμανδίτου τοῦ ἐπέκεινα τοῦ Ἀνάπλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰακώβου τοῦ ἐν Ἀλάσκᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ ἐν Χίῳ γεγονότος θαύματος, παρὰ τῆς Ὁσιομάρτυρος Παρασκευῆς.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
πὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς, τὰς μασχάλας ἔστεγες, καρτερῶς φλεγομένη καὶ ὑπέψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου βοῶσα καὶ Κύριος.
Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη, ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ.
πειρον πᾶσαν, σαφῶς καὶ πόλον μὴ τεκτηνάμενοι, ὄντως, τὰ δαιμόνια ξόανα καὶ θεοί, ἀπολέσθωσαν ἐκραύγαζες· Χριστὸς δὲ Κύριος, πλαστουργὸς ἐστι πάντων ἐκήρυττες.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Μὴ λατρεύετε τῇ κτίσει ἀνεκήρυττες παρὰ τὸν Κτίσαντα, λαοῖς ἀπείροις σοφή, ἀλ’ εὖ διακρίνοντες, Χριστῷ κραυγάζετε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Παναοίδιμε τυράννων κατενώπιον παρέστης χαίρουσα, τριῶν σημείοις φρικτοῖς, τοὺς δύο διέσωσας, ψάλλειν διδάσκουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σκληροκάρδιος ὁ τρίτος ὀφθεὶς ἔνδοξε ἐφιλονίκει σου, δειναῖς αἰκίαις στεῤῥόν, νικῆσαι ὁ δείλαιος μάταιος ἤλεγκται, εἰ καὶ ἔτεμε, κάραν τὴν σὴν νικήτριαν, ἔλαθεν οὕτω σε δείξας.
Θεοτοκίον
Φωτεινώτατον παλάτιον εὑράμενος Θεὸν τὴν μήτραν Σου, ταύτην κατώκησεν, υἱοὺς ἐργαζόμενος φωτὸς πανάμωμε, τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.


ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ
Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ· δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παῤῥησίᾳ πολλῇ, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.
Θεοτοκίον
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Μάρτυς Χριστοῦ γενναιοφρόνως, τὸν τόκον τῆς Θεοτόκου Θεὸν ἔλεγες, τέλειον ὑπάρχοντα, καὶ βροτὸν γενόμενον· δι’ εὐσπλαγχνίαν ἄφατον, σῶσαι τοὺς ψάλλοντας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔστεγες δεινῶς σπαραττομένη, τὸ σῶμα Παρασκευὴ ἀοίδιμε, ἅπαν φλεγομένη τε, κεφαλὴν μασχάλας τε, ἀλλὰ τὸ πῦρ δροσίζον σε, τούτους κατέφλεγε, μὴ κράζοντας· ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὅπως ἀνδρικῷ ἐν γυναικείῳ, τῷ σώματι πάνδεινα ὑπήνεγκας, φίλτρῳ τῷ πρὸς Κύριον, τέλος καὶ τὸν θάνατον, τὸν διὰ ξίφους ἔνδοξε, χαίρουσα ψάλλουσα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στόματι καὶ γλώσσῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμεν Σε πανάμωμε, τέτοκας γὰρ πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν τῆς κτίσεως, καὶ Βασιλέα Χριστόν· διό Σε, τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.






ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους
ευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁρᾶν, τοῦ σοῦ νυμφίου ἐπειγομένη τρανῶς· ὅθεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε.
κουσας φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάραν τμηθεῖσα τὴν ἐρίτιμον.
Νίκην κατ' ἐχθρῶν δωρηθῆναι, Παρασκευὴ Χριστὸν ἐξαίτει, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου, προσερχομένοις ἐν θερμοτάτῃ πίστει, καὶ τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.
Θεοτοκίον
φθης Χερουβὶμ ἀνωτέρα, καὶ οὐρανῶν ὑψηλοτέρα, ἄχραντε Παρθένε Μαρία, βουλῆς μεγάλης τεκοῦσα Ἄγγελον, τὸν τῷ Πατρὶ συνάναρχον, κριτὴν ἁπάντων ἐλευσόμενον.

Ἕτερος. Ἅπας γηγενής.
Ἅπαντες πιστοί, σκιρτήσωμεν σήμερον πανηγυρίζοντες, τὴν λαμπρὰν πανήγυριν, τῆς Ἀθληφόρου, Παρασκευῆς τῆς σοφῆς, καὶ τὰ λαμπρὰ νῦν τρόπαια, τῆς γενναιόφρονος, ἐκβοῶντες· χαίροις παμμακάριστε, Ἀθλητῶν καὶ Ὁσίων τὸ καύχημα.
Τίς τῶν γηγενῶν, ἐξείποι πανθαύμαστε, τὰ σὰ τεράστια, καὶ τίς ἂν νοῦς βρότειος, κατανοήσοι ὡς ὑπερβαίνοντα, νοῦν ἀκοὴν καὶ γλῶσσάν τε, ἀληθῶς ἅπασαν; πλὴν τιμῶντες, πίστει τὰ σὰ κράζομεν, Ἀθληφόρε Χριστοῦ χαῖρε ἔνδοξε.
Δέχου παρ’ ἡμῶν, ᾠδὴν τὴν ἐφύμνιον, Παρασκευὴ ὦ σοφή, ταύτην τῶν ἐν πίστει σοι, προσαγομένων εἰ καὶ μὴ πέφυκε, σοῦ κατ’ ἀξίαν ἔνδοξε, ἀλλ’ ὅση δύναμις, καὶ Θεῷ γάρ, φίλον τὸ εἰς δύναμιν, καὶ σοὶ πάντως ἐστὶ χριστομίμητε.
Θεοτοκίον
Σῶσόν με ἁγνή, Σωτῆρα κυήσασα καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν Σου, πρὸς μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, καὶ ἐνέδρας, τῆς αὐτοῦ με λύτρωσαι, Θεοτόκε πιστῶν ἡ βοήθεια.










Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
Ἕτερον, ὅμοιον.
Μαρτύρων τὴν εὐπρέπειαν, καὶ τῶν πιστῶν τὸ στήριγμα, τὴν ὑπομείνασαν πᾶσαν, κολαστηρίων ἰδέαν· Παρασκευὴν τὴν ἔνδοξον, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ παρέχεται, τῶν ἰαμάτων τὴν χάριν, ἐν τῷ σεπτῷ αὐτῆς οἴκῳ.
Θεοτοκίον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε Θεοτόκον.

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι. (Δίς)

Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν.

Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.

Δόξα... Ἦχος β'
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξα, ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

Καὶ νῦν... Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὴν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, καὶ τὴν ἐν ἀνάγκαις, ἀπροσμάχητον βοηθόν, τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Παρασκευὴ τὴν θείαν, ὕμνοις τιμήσωμεν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου