ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΕ΄!!
ΓΕΡΑΣΙΜΟΥ ΟΣΙΟΥ ΣΟΥΡΒΙΑΣ ΠΗΛΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε
πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν φαεινὸν φωστῆρα, τῆς Χριστοῦ Ἐκκλησίας,
Γεράσιμον τὸν νέον τὸν τοῦ ἐχθροῦ, τὰς ἐπάρσεις πατήσαντα, τούτῳ βοῶντες ἐν
πίστει ὑπὲρ ἡμῶν, τὸν Θεὸν Πάτερ ἱκέτευε. (δίς)
Ἡ
σὴ Μονὴ Πάτερ ἔχει πύργον σὲ ἀσειστον· ἐν ταύτῃ γὰρ προθύμως, τῆς ἀσκήσεως
πόνους, ἐτέλεσας τρισμάκαρ· διὸ καὶ ἡμῶν, ἀναδειχθεὶς ἐγκαλλώπισμα, τὸν Ποιητὴν
καὶ Σωτῆρα ὑπὲρ ἡμῶν, καθικέτευε ῥυσθῆναι δεινῶν.
Μακαριώτισσα
πόλις ἐπὶ τῇ μνήμῃ σου, χαίρουσα συγκαλεῖται, τὰς περὶ κύκλῳ πόλεις, Γεράσιμε
παμμάκαρ, τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν· μεθ᾿ ὧν ἡμεῖς συνελθόντες ᾀσματικῶς,
εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.
Δόξα. Ἦχος β´.
Τῶν
ἐν βίῳ πραγμάτων κατεφρόνησας πάτερ Γεράσιμε, ὅτι τὴν ἄνω πολιτείαν ἐπεπόθησας,
πλοῦτον ἐβδελύξω, τὴν πτωχείαν ἐνδυσάμενος, τὴν τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω
ἐγκράτειαν, ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην. Διὸ μνημονεῦε καὶ ἡμῶν,
ἐν ταῖς πρὸς τὸν Κύριον ὁσίαις σου εὐχαῖς, Πάτερ ὁσιώτατε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν Σκέπην
σου.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤστραψεν
ὁ λαμπρός, καὶ πάνσεπτος σου βίος, ὡς ἀστραπὴ καὶ πάντας, κατηύγασε τοὺς πίστει,
ὑμνοῦντάς σε Γεράσιμε,
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἄγγελος
ἀληθῶς, ἐδείχθης ἄλλος πάτερ, ἀγγελικῶς βιώσας, ἐν γῇ ὅθεν ἐν ὕμνοις,
ἀγγελικοῖς ὑμνοῦμέν σε.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Οἶκος
τῶν ἀρετῶν, πανσόφως χρηματίσας, τῆς παντουργοῦ Τριάδος, ἐδείχθης οἶκος Πάτερ·
εὐχαῖς σου διὸ σῶσόν με.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Πρέσβευε
ἐκτενῶς, μετὰ τῆς Θεοτόκου, Χριστῳ τῷ σταυρωθέντι, ὑπὲρ τῶν ἐκτελούντων, τὴν
μνήμην σου Γεράσιμε.
Νῦν
ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ´.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ νέος Γεράσιμος τῆς Ἐκκλησίας Χριστοῦ, φωστὴρ ὁ ἀνέσπερος, ἄνωθεν συγκαλεῖται, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συναθροίζει τῶν ἀνθρώπων τὸ γένος, τὴν θείαν αὐτοῦ μνήμην ψάλλειν ἐν ᾄσμασι.
Δόξα. Καὶ νῦν.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακὸς οὐ στιχολογεῖται. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια γ΄ τοῦ Σταυροῦ. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι
Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.
Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα· διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.
Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος, θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, κατολισθήσαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.
Καὶ τοῦ Ὁσίου ὅμοια. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὅλην
σου τὴν ἔφεσιν, διὰ παντὸς τῷ Κυρίῳ, ἀναθεὶς Γεράσιμε, ἀρετῶν ὑπέρλαμπρον ἐκ
νεότητος· σεαυτὸν ἔδειξας, θεοφόρε οἶκον, φωτοβόλοις δὲ πτερώσας σου, τὸν νοῦν
ἐμφάσεσι, πρὸς τὸν πρῶτον νοῦν Πάτερ ἔφθασας· ἰάσεων χαρίσματα, ἐξ αὐτοῦ
πλουτήσας τρισόλβιε, πᾶσι διανέμων, τοῖς χρήζουσι πλουσίως καὶ αὐτῷ, ἐν
παῤῥησίᾳ πρεσβεύων νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τοῦ
βίου τὸ ἄστατον, καὶ ὁρώμενον τὸ κάλλος, ὑπερβὰς Γεράσιμε, νῦν πρὸς τὸ ἀΐδιον
ὄντως οἴκημα· ἀληθῶς ἔφθασας, ἔνθα ὡς ὁ Παῦλος, τὸ πολίτευμα ἐκέκτησο, νοὸς
ὀξύτητι καὶ τῇ τῆς ψυχῆς καθαρότητι, ὡς Ἄγγελος βιώσας γάρ, ἐπὶ γῆς οὐράνιε
ἄνθρωπε· νῦν μετὰ Ἀγγέλων, Θεῷ τῷ ἐν Τριάδι παρεστώς, ἐν παῤῥησίᾳ ἱκέτευε, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Απαν
ἀχθοφόρημα βιωτικῶν ἀποῤῥίψας, καὶ πλοῦτον τὸν ἄστατον, καὶ τρυφὴν τὴν ῥέουσαν
βδελυξάμενος, τὸν ζυγὸν ᾗρας δέ, τὸν χρηστὸν Ὅσιε, καὶ Χριστῷ κατηκολούθησας,
καὶ πρὸς οὐράνιον χῶρον θαυμαστὼς νῦν ἐσκήνωσας, ἐν ᾧ συναυλιζόμενος, μετὰ τῶν
ἀΰλων ὡς ἄϋλος, ἡμῶν μὴ ἐλλείπης, πρεσβεύειν τῶν τὴν θείαν σου σορόν, ἀσπαζο
μενὼν ἐκ πίστεως, ἔνδοξε Γεράσιμε.
Δόξα. Ἦχος πλ. β´. .
Ἀγγελικὸν βίον ἐν γῆ ἐπιδειξάμενος, Ὅσιε πάτερ θεοφόρε Γεράσιμε, ἄνθρωπος οὐράνιος ἐπεφάνθης, τὰ σὰ γὰρ πάντα, καὶ σεαυτὸν τῷ κτίστῃ σου ἀφιέρωσας. Ὅθεν τὰ πάντα σκύβαλα ἡγησάμενος, οὐδὲν σοὶ πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας ἐμποδὼν ἀντικατέστη, ἀλλ’ ὡς φίλην καὶ σύνοικον τὴν ἀρετὴν κτησάμενος, προήχθης ὑπ’ αὐτῆς ἐνώπιον τοῦ Βασιλέως Χριστοῦ, ὡς Ὅσιος κεκοσμημένος πράξει καὶ θεωρίᾳ, ἡμῖν ἐξαιτούμενος, τοῖς ἐν πίστει προσκυνοῦσί σου τὴν τῶν λειψάνων θείαν λάρνακα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν, ὁ αὐτός.
Σταυρὲ τοῦ Χριστοῦ, Χριστιανῶν ἡ ἐλπίς, πεπλανημένων ὁδηγέ, χειμαζόμενων λιμήν, ἐν πολέμοις νίκος, οἰκουμένης ἀσφάλεια, νοσούντων ἰατρέ, νεκρῶν ἡ ἀνάστασις, ἐλέησον ἡμᾶς.
Εἴσοδος
Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.
Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου...
Στίχ. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν...
Στίχ. Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες...
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Ὁ
πολύφωτος ἥλιος τῆς Ἐκκλησίας Χριστοῦ, ὁ οὐράνιος ἄνθρωπος, καὶ ἐπίγειος
Ἄγγελος, Γεράσιμος, ἡ ἀγγελικὴ πανδαισία, σήμερον συγκαλεῖται ἡμᾶς πρὸς
ἑστίασιν πνευματικήν, τῶν θεοπνεύστων λόγων, καὶ θαυμάτων αὐτοῦ. Μηδεὶς οὖν
ἐξέλθῃ πεινῶν τῆς ἱερᾶς ταύτης πανδαισίας· καὶ γὰρ μεταδίδωσιν ὡς ἑστιάτωρ
πνευματικός, τὸ ἁπλοῦν, τὸ ἀκέραιον, τὸ ἄκακον, τὸ καρτερικόν, τὴν τῶν ἠθῶν
διακόσμησιν, καὶ ὀρθότητα τῶν ευσεβὼν δογμάτων. Τούτοις οὐν ἐντρυφήσαντες, καὶ
ἀντὶ οἴνου τοῖς ἀσκητικοῖς αὐτοῦ εὐωχηθέντες ἱδρῶσι, πρὸς αὐτὸν γηθοσύνως
βοήσωμεν· Πάτερ ἡμῶν τρισόλβιε! Αἴτησαι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος β´.
Τῶν
ἐν βίῳ πραγμάτων κατεφρόνησας πάτερ Γεράσιμε, ὅτι τὴν ἄνω πολιτείαν ἐπεπόθησας,
πλοῦτον ἐβδελύξω, τὴν πτωχείαν ἐνδυσάμενος, τὴν τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω
ἐγκράτειαν, ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην. Διὸ μνημονεῦε καὶ ἡμῶν,
ἐν ταῖς πρὸς τὸν Κύριον ὁσίαις σου εὐχαῖς, Πάτερ ὁσιώτατε!
Ἦχος δ´.
Σήμερον πιστοὶ συνελθόντες, ἐν τῇ πανσέπτῳ μνήμῃ Γερασίμου τοῦ ὑπερενδόξου, ψαλμικῶς αὐτὸν μακαρίσωμεν λέγοντες· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, πάτερ ἀξιάγαστε! ὅτι τὸ δοθέν σοι ταλάντου φιλοπόνως ἐπηύξησας· διὸ εὐλόγησέ σε ὁ Κύριος, καὶ δέδωκέ σοι τὰ ἀγαθὰ τῆς ἄνω Ἱερουσαλήμ, ἐν ᾗ ἡμῶν μνήσθητι, τῶν ἐκ πόθου τελούντων τὴν θείαν σου κοίμησιν.
Δόξα. Ἦχος πλ. α´.
Ἀσκητικοῖς ἀγῶσι σαυτὸν κατακοσμήσας, τῶν ἀσκητῶν συνόμιλος γέγονας, Γεράσιμε θεόσοφε, πάντα γὰρ πόνον ἀσκητικὸν ὑπομείνας, ἀπείληφας τὸ βραβεῖον τῆς ἄνω κλήσεως· διὸ καὶ ἡ σὴ ποίμνη, θαυμάζει σου τὰ θαύματα, ὁμοῦ δὲ καὶ ἡ Δημητριὰς τὰ διδάγματα, καὶ ἡ λάρναξ τοίς ἑν αὔτη προσιοῦσι βρύει ἰάματα· μεθ’ ὧν καὶ ἡμῖν ψυχικῶν νοσημάτων τὴν ἴασιν βράβευσον, ὅπως δοξάζωμεν ἀπαύστως, τὸν σὲ δοξάσαντα Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς, ἦχος πλ.δ΄.
Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ, Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα, καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε δόξα σοι.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ τῇ ἀγάπῃ Χριστοῦ, πυρποληθεὶς καὶ πρὸς ἀγῶνας καὶ σκάμματα, χωρήσας
γενναιόφρονος, καὶ τὸν ἐχθρὸν καθελών, τοῦ Σταυροῦ δυνάμει ἀξιάγαστε. Πιστῶν τὸ
προπύργιον, τῶν νοσούντων ἡ ἴασις, ἡ θεία σκέπη, ἀσκητῶν ἐγκαλλώπισμα, τῶν ἐν
θλίψεσι, πονουμένων παράκλησις. Δώρησαι τοῖς ὑμνοῦσί σε, ψυχῆς τε καὶ σώματος,
ἀπαλλαγήν τε καὶ λύσιν, τῶν νοσημάτων Γεράσιμε, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις τῶν μοναστῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς ἐγκρατείας, τῆς σωφροσύνης κανῶν, ποταμὸς θαυμάτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύεται τῶν ἀζύγων συστήματα, πρὸς εὐκαρπίαν ψυχικὴν καὶ σωτήριον, καὶ αἰσχρῶν παθῶν ἀποπλύνεται βόρβορος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, ὄντως Γεράσιμε πάτερ, τῆς ἡσυχίας διδάσκαλε, Χριστοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στιχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφοδρά.
Πάντων
τῶν προσφευγόντων τῇ σῇ σορῷ ὑπάρχων βοηθὸς καὶ ὑπέρμαχος, ὑμᾶς τοὺς τὴν
παναγίαν σου καὶ σεπτὴν ἑορτήν, ἐκ καρδίας πόθου πανσεβάσμιε, τελοῦντας
διάσωσον, ἐκ κινδύνων καὶ θλίψεων, διασκεδάζων μηχανὰς τὰς τοῦ δράκοντος, ὅπως
πίστει σοι, πάντες κράζωμεν, Ὅσιε. Χαίροις ὁ τὰ οὐράνια, βατεῦων σκηνώματα, τὰ
ἐπὶ γῆς καταλείψας, προθύμῳ γνώμῃ Γεράσιμε. Χριστὸν δὲ ποθήσας, τὸν παρέχοντα
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ´.
Εὐφραίνεσθε δίκαιοι, ἀγαλλιᾶσθε πάντες οἱ γηγενεῖς, καὶ λαμπρῶς πανηγυρίσατε, σκιρτῶντες φαιδρῶς ἐπὶ τῇ μνήμῃ Γερασίμου τοῦ τρισμάκαρος· σήμερον γὰρ τῶν ἀπὸ γῆς ἀπεδήμησε, καὶ μετὰ Ἀγγέλων χορεύει, ἐν οὐρανίοις σκηνώμασιν αὐλιζόμενος, καὶ τῇ ἁγίᾳ παριστάμενος Τριάδι, πρεσβεύει διηνεκῶς ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην αὐτοῦ τὴν ὑπέρλαμπρον, λυτρωθῆναι πειρασμῶν, τῶν ἐκ τῆς Ἄγαρ ἀπογόνων, τῶν κακῶς τυραννούντων ἡμᾶς, καὶ πταισμάτων ῥυσθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νύν. Τῆς Ἑορτῆς, ὁ αὐτός.
Φωτολαμπὴς ἀστέρων τύπος, προεδείκνυε Σταυρέ, τρόπαιον νίκης εὐσεβεῖ ἄνακτι τῷ πάνυ· οὗ ἡ μήτηρ Ἑλένη ἀνευραμένη, κοσμοφανῆ πεποίηκε· καὶ σὲ σήμερον ἀνυψοῦντες τῶν πιστῶν αἱ χορεῖαι κραυγάζομεν· Φώτισον ἡμᾶς τῇ ἐλλάμψει σου, Σταυρὲ ζωηφόρε· ἁγίασον ἡμᾶς τῇ ἰσχύϊ σου, πανσέβαστε Σταυρέ· καὶ κράτυνον ἡμᾶς, τῇ ὑψώσει σου, ὑψούμενος πρὸς παράταξιν ἐχθρῶν.
Νῦν
ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ´.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ νέος Γεράσιμος τῆς Ἐκκλησίας Χριστοῦ, φωστὴρ ὁ ἀνέσπερος, ἄνωθεν συγκαλεῖται, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συναθροίζει τῶν ἀνθρώπων τὸ γένος, τὴν θείαν αὐτοῦ μνήμην ψάλλειν ἐν ᾄσμασι.
Δόξα. Καὶ νῦν.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Καρδίαν ἱεράν, ἱερωτάτε Πάτερ, δειμάμενος ναόν, τὴν ψυχὴν δέ σου πήξας, αὐτοῦ ὡς θείαν τράπεζαν, καὶ τὸν νοῦν καταστήσας σου, Ἱερέα τε, σου τὴν προαίρεσιν πόνοις, πλείστοις ἔθυσας, Θεῷ θυσίαν διό σε, ὑμνοῦμεν Γεράσιμε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
Τὸ
ὅπλον τοῦ Σταυροῦ, ἐν πολεμοῖς ἐδείχθη, ποτὲ τῷ Βασιλεῖ, εὐσεβεῖ Κωνσταντίνῳ,
ἀήττητον τρόπαιον, κατ᾿ ἐχθρῶν διὰ πίστεως· τοῦτο τρέμουσιν, αἱ ἐναντίαι
δυνάμεις, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.
Μετὰ τὴν β´ στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὴν ματαιότητα, κόσμου ἐμίσησας, καὶ τὰ οὐράνια κάλλη ἐπόθησας, τὰ τῆς σαρκὸς πάθη διό, γενναίως ἀπενέκρωσας, ἔνδοξε Γεράσιμε, τῶν Ἀγγέλων συνόμιλε· ὅθεν καὶ ἰάσεων, ῥεῖθρα βρύεις τοῖς πίστει σου, τὴν μνήμην ἐκτελοῦσι τὴν θείαν, Πάτερ ἀξιοθαύμαστε.
Δόξα. τὸ αὐτό. Καὶ νῦν τῆς. Ἑορτῆς ὅμοιον
Σταυρὸν
ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερεκεῖνα πάσης τῆς κτίσεως, ὅπως τιμήσῃς μὲ τὸν
πρίν, δεινῶς ἀτιμασθέντα, λόγχη τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλουν
ἐκλυτρώσασθαι ἐκ φθορᾶς μὲ τὸ πλάσμα σου, ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ
τὴν ἀγαθότητα φιλάνθρωπε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν σάρκα ἐσταύρωσας σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς τὸν Χριστὸν ἐσχηκώς, Γεράσιμε Ὅσιε, ἄφθαρτον διὰ τοῦτο ἐκομίσω τὸ στέφος, καὶ ἀγγέλων ταῖς θείαις, ἠριθμήθης χορείαις, πρεσβεύων Χριστῷ τῷ Θεῷ ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων σε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. τῆς Ἑορτῆς· ὅμοιον.
Σταυρὸν καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν ἀγαθέ, δι᾿ ἄμετρον ἔλεος ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσῃς τοὺς ἀπάτῃ φθαρέντας· διό σου προσκυνοῦμεν, Λόγε τὴν σταύρωσιν.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Τὸ Εὐαγγελιον, ἐκ τοῦ κατὰ Ματθαῖον, κεφ. ΙΑ΄: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς, πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις…
Ἰδιόμελον. Ἦχος πλ. β´.Στίχ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός…
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὸς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τοῦ Τιμίου Σταυροῦ μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ τοῦ Ἁγίου δύο εἰς η΄.
Ὁ α΄ Κανὼν τοῦ Ὁσίου Γερασίμου.
ᾨδὴ α´. Ἦχος α´. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Δοξάσας τοῖς μέλεσι τοῖς σοῖς, τὸν ὑπὸ πάντων Θεὸν δοξαζόμενον, ἔνδοξε Γεράσιμε, τοὺς εὐσεβῶς ἐν πίστει σε δοξάζοντας, δόξης αἰωνίου, μετόχους δεῖξον πρεσβείαις σου.
Ἱδρῶσί σου ἅπασαν τὴν γῆν, ὑπὲρ Χριστοῦ κενωθεῖσαν ἡγίασας· τοῦτον οὖν ἱκέτευε, ἁγιασμὸν καὶ φωτισμὸν καὶ ἔλλαμψιν, ἐπιχορηγήσας, ἡμῖν τρισμάκαρ Γεράσιμε.
Δαιμόνων μαστίξας τὴν πληθύν, ἀσκητικοῖς σου παμμάκαρ παλαίσμασι, πάσης ἡμᾶς μάστιγος τοῦ πονηροῦ, καὶ ἐπηρείας λύτρωσαι, καὶ πυρὸς γεέννης, ταῖς πρὸς Θεὸν μεσιτείαις σου.
Θεοτοκίον.
Μόνῃ
τῶν ἁγίων καλλονή, καλλοποιὸν Υἱὸν ἡ κυήσασα, πάντας καταλάμπρυνον, ταῖς
καλλοναῖς τῶν ἀρετῶν πρεσβείαις σου, ὅπως ἐν αἰνέσει, χρεωστικῶς εὐφημοῦμέν σε.
Ἕτερος κανών. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ἄνωθεν ἅπαν τοῖς ἀνθρώποις δώρημα, ἐκ σοῦ κατέρχεται, τῶν τοῦ Πατρὸς φώτων· ὅθεν μοι τὴν πάμφωτον, ἐφιεμένῳ δώρησαι, θείου Πνεύματος χάριν, ὑμνῆσαι μνήμην ἐν ᾄσμασι, νέου Γερασίμου φιλάνθρωπε.
Ταῖς ἀστραπαῖς τοῦ παρακλήτου Ὅσιε, καταλαμφθεὶς τὴν ψυχήν, τὸ κοσμικὸν κούφως, ἔπλευσας κλυδώνιον, Γεράσιμε καὶ ἔφθασας, πρὸς σκηνὰς οὐρανίους, ἔνθα σαφῶς τὸ πολίτευμα, ἔσχηκας ὡς Παῦλος ἀοίδιμε!
Ἀφθόνως Ὅσιε Χριστῷ πειθόμενος, τὸ παρ᾿ αὐτοῦ σοι δοθέν, τάλαντον ὡς δοῦλος, εὐπειθὴς διένειμας, καὶ ὡς πιστὸς ἐπηύξησας, τοιγαροῦν σε ἀμοιβῶν, χαρὰς ἀφράστου ἠξίωσεν, ὁ Δεσπότης πάντων Γεράσιμε.
Θεοτοκίον.
Φωτιστικαῖς σου ἀθανάτοις λάμψεσι, Θεοχαρίτωτε, πύλη φωτὸς μόνη, ὁ κλεινὸς Γεράσιμος, λαμπρῶς φωταγωγούμενος, τὸ βαθύτατον σκότος, τῆς ματαιότητος ἔφυγε, σὲ ὑμνολόγων τὴν πανύμνητον.
ᾨδὴ γ´. Ὁ μόνος εἰδώς.
Ἰσχύϊ Χριστοῦ πᾶσαν ἰσχύν, δαιμόνων ἐξενεύρησας, καὶ κατ᾿ αὐτῶν μεγάλως ἠρίστευσας· διὸ βοῶμεν, πάντας ἐνίσχυσον, καὶ σεπτῶς κραταίωσον, τοῦ ποιεῖν τὸ θέλημα, τοῦ Κυρίου παμμάκαρ Γεράσιμε.
Ῥομφαία ὤφθης κατ᾿ ἐχθρῶν, ἀοίδιμε Γεράσιμε, ἀσκητικῶς τελέσας τὸν δρόμον σου· διὸ πιστῶς σοι βοῶμεν Ἅγιε, τῶν βελῶν τοῦ ὄφεως, καὶ σκανδάλων ἅπαντας, τοὺς πιστῶς σε τιμῶντας περίσῳζε.
Τῷ πόθῳ Χριστοῦ πυρποληθείς, Γεράσιμε πατὴρ ἡμῶν, τὴν τῶν δαιμόνων πληθὺν κατέφλεξας· διὸ βοῶ σοι τὰ φρυγανώδη μου, πάθη νῦν κατάφλεξον, καὶ πυρὸς αἰωνίου με λύτρωσον.
Θεοτοκίον.
Λαμπρά
σε φωνὴ νῦν ἐκ ψυχῆς, κυρίως Θεομήτορα, τὴν τὸν Θεὸν τεκοῦσαν κηρύττομεν,
σεσαρκωμένον ἐκ σοῦ τὸν ἄσαρκον, ἐν ἡμῖν σκηνώσαντα, οὐ τροπὴν δεξάμενον, οὐ
φυρμῷ συσχεθέντα πανάμωμε.
Ἕτερος. Ὁ στερεώσας κατ᾿ ἀρχὰς
Ανεπιστρόφῳ λογισμῷ, καὶ διανοίᾳ συντόνῳ, τὴν σκληρὰν καί τεθλιμμένην προθύμως, καὶ τραχεῖάν τε ὁδόν, χαίρων στεῤῥῶς διώδευσας· ὅθεν πρὸς θεῖον πλάτος, τοῦ Παραδείσου κατήντησας.
Ἄκακὸς ἄπλαστος ἁπλούς, εὐθὺς ἡδὺς ἐλεῆμων, ἀμνησίκακος χρηστὸς καὶ ἀκτήμων, ὀργῆς κρείττων γεγονώς, σεαυτὸν οἶκον ἐτέλεσας, τῆς παντουργοῦ Τριάδος, Ὅσιε Πάτερ Γεράσιμε.
Ἀπὸ νεότητος δεικνύς, φρόνημα Πάτερ γενναῖον, καὶ τὸ σῶμα τῇ ψυχῇ ὑποτάξας, ὑποτάττεσθαι αὐτῆ, ὡς δοῦλον τοῦτο ἔπεισας· ὅθεν ὡς θέσει πάντες, Θεοῦ Υἱὸν σὲ γεραίρομεν.
Θεοτοκίον.
Νομοθεσίαις τοῦ ἐκ σοῦ, σεσαρκωμένου Δεσπότου, πειθαρχῶν ὁ σὸς θεράπων Παρθένε, ὁ Γεράσιμος ἀρχάς, τοῦ σκότους ἐτροπώσατο, ἔχων σὲ συνεργάτιν, τὴν σώζουσαν τὰς ψυχὰς ἡμῶν.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Νέος ἥλιος, τῇ Ἐκκλησίᾳ, ἀνατέταλκας, τῶν ἀρετῶν σου, ἀνατολὴ καὶ θαυμάτων πυρσεύμασι, καταλαμπρύνας πιστῶν τὰ συστήματα, καὶ τῶν ἀζύγων φαιδρύνων τὰ πρόσωπα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς. Ἠχος πλ.δ΄. Τὸ προσταχθέν.
Ἐν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου.
ᾨδὴ δ´. Ὄρος σὲ τῇ χάριτι.
Ναόν σε γενόμενον Κυρίου πανάγαθον, τῇ ἐργασίᾳ ἀρετῶν, καὶ πόνοις ἀσκήσεως συχνοῖς, ναῷ ἐν ἁγίῳ σου, περιχαρῶς σὲ ἀνυμνοῦμεν Γεράσιμε, Πνεύματος θείου ναοὺς ἡμᾶς ἔργασαι.
Νάμασι κατάῤῥυτος θαυμάτων Γεράσιμε, Πνεύματος ὤφθης γεγονῶς· διὸ βοῶμέν σοι ἀεί, πλουσίως κατάρδευσον, πάντων ἡμῶν τὰς διανοίας ἀοίδιμε, καὶ νοσημάτων τὸν ῥύπον ἀπόπλυνον.
Ὕψωσε Χριστὸς ἀσκητικῶς ἐναθλήσαντα, ὃν ἐκδυσώπει ἐκτενῶς ἀπὸ κοπρίας τῶν παθῶν, ὕψωσαι τοὺς πίστει σε, εἰλικρινεῖ νῦν ἀνυμνοῦντας Γεράσιμε, καὶ ἐν αἴνεσι θερμῶς σε δοξάζοντας.
Θεοτοκίον.
Ὑπνώσας
εἰς θάνατον, κατάκειμαι ἐν τάφῳ, τῆς ἀπογνώσεως ἁγνὴ πεπεδημένος ταῖς σειραῖς,
τῶν παραπτωμάτων μου, ἀλλὰ τῇ σῇ ἄγρυπνος πρεσβείᾳ ἔγειρον, καὶ πρὸς μετάνοιαν
ἴθυνον Δέσποινα.
Ἕτερος. Σὺ μου ἰσχὺς Κύριε.
Ῥείθροις ζωῆς, τῆς αἰωνίου Γεράσιμε, ὥσπερ δένδρον, σὺ καταρδευόμενος ἐν διεξόδοις θείων πηγῶν, τὸ πεφυτευμένον, καρποὺς ἐνθέους μετέδωκας, τοῖς πᾶσι θεοφόρε, τῷ Δεσπότῃ κραυγάζων, τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Ὥσπερ ἀστήρ, τὴν κτίσιν πᾶσαν Γεράσιμε, θείῳ φέγγει, ἀληθῶς κατηύγασας, ἐν τοῖς ἐσχάτοις χρόνοις σοφέ, τῶν ἀζύγων πάλιν, ψυχὰς ἐνθέως κατηύφρανας, θαυμάτων λαμπηδόσι, σου τὴν μνήμην τιμώντων, τὴν πανίερον Πάτερ ἐν ᾄσμασι
Πᾶσαν σπουδῆ, ὡς μίαν Πάτερ ἐξήσκησας, τετρωμένος, φίλτρῳ τοῦ Δεσπότου σου, τὴν ἀρετὴν ἥ σε τῳ αὐτοῦ, θρόνῳ ἰσαγγέλως, κατέπαυσεν ὡς βιώσαντα· διὸ καὶ μετ᾿ Ἀγγέλων, ὥσπερ Ἄγγελος ἄλλος, ἐν ὑψίστοις χορεύεις Γεράσιμε.
Θεοτοκίον.
Ως καθαρόν, τοῦ Βασιλέως παλάτιον, σὲ Παρθένε, ὁ κλεινὸς Γεράσιμος ἐπικαλούμενος βοηθόν, χαράν τε μακαρίαν, πληθὺν δαιμόνων ἠδάφισε, καὶ πρὸς ναὸν τὸν ἄνω, μετετέθη ἐν δόξῃ, ἐν αἰνέσει γεραίρων σὲ πάναγνε.
ᾨδὴ ε΄. Ὁ φωτίσας.
Λόγον θεῖον ἐξηρεῦξω, θεόφρον Γεράσιμε, καὶ ἐγένου ἀπλανὴς ὁδηγὸς σὺ ἐν χάριτι, πλανομένοις ἅπασι· διὸ βοῶμέν σοι τῆς πλάνης, τῶν πειρασμῶν ἡμᾶς λύτρωσαι.
Ὡραιώθης ἐναρέτοις σοφὲ ὡραιότησιν, ἐδοξάσθης τῶν θαυμάτων πολλαῖς ἐπιδείξεσι, θαυμαστὲ Γεράσιμε· διό σε πίστει δυσωποῦμεν, ῥῦσαι ἡμᾶς πάσης θλίψεως.
Στειρευούσῃ γυναικῖ σοι ἐλθούσῃ ἐκ πίστεως, τοὺς τῆς μήτρας καταρῥάκτας εὐχῇ σου διήνοιξας, ὅλως οὖν στειρεύουσαν, τὴν παναθλίαν μου καρδίαν, εὔκαρπον δεῖξον Γεράσιμε.
Θεοτοκίον.
Οὐκ
ἐφθάρης ἐν τῷ τίκτειν ἀσπόρως πανάμωμε, διὰ τοῦτο ἐκτενῶς ἱκετεύω σε, Δέσποινα,
τὴν φθαρεῖσαν ἄχραντε, τοῖς λογισμοῖς ψυχήν μου ῥῦσαι, τῆς αἰωνίου κολάσεως.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Τῆς σαρκὸς ἀπηρνήσω, πᾶσαν ἡδυπάθειαν ὡς οὐδὲν ἔχουσαν, ὄφελος τρισμάκαρ, καὶ Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τὸν Χριστὸν ποθήσας, ἐν οὐρανοὶς συμβασιλεύεις, ἐπαξίως αὐτῷ τῷ Δεσπότῃ σου.
Ἰακὼβ σὺ πλουτήσας, ἔνδοξε Γεράσιμε τὸ καρτερώτατον, καὶ Δαβὶδ τὸ πρᾶον, τοῦ Ἰὼβ τὸ γενναῖον ἐν θλίψεσι, Ἰωσὴφ τὸ σῶφρον, καὶ Ἀβραὰμ φιλοξενίαν, χαρισμάτων μετέσχες τοῦ Πνεύματος.
Οὐχ’ ἡδέα τοῦ βίου, οὐδ᾿ ἡ τούτων στέρησις Πάτερ Γεράσιμε, οὐδὲ τῆς νηστείας, οἱ ὑπέρμετροι πόνοι καὶ ἕτερα, ἅπερ χαίρων ἐτέλεις, οὐχ’ ἡ παράτασις τοῦ χρόνου, τὸν πρὸς Κύριον ἤμβλυνεν ἔρωτα.
Θεοτοκίον.
Γεράσιμος Κόρη, ὁ κλεινὸς θεράπων σου παννύχοις στάσεσι, σὲ τὴν πάντων σκέπην, εἰς βοήθειαν ἐπικαλούμενος, τῶν δαιμόνων φόβους, καὶ τῆς σαρκὸς ἐπαναστάσεις, ἀκλονήτῳ διῆλθε φρονήματι.
ᾨδή ς´. Ἐκύκλωσεν ἡμᾶς.
Ὡραῖος καλλοναῖς ταῖς τῆς ἀσκήσεως, ἐγένου πανσεβάσμιε, Γεράσιμε θεουμένος φαιδρώς, θέσει καὶ υἱὸς ἀποδεικνύμενος, πανευκλεῶς, Πατρὸς τῶν φώτων ἀξιοθαύμαστε.
Ὕφανας σεαυτῷ δόξης ἱμάτιον, οἰκείων ἐξ ἰδρώτων σου, γυμνωθέντα με κακῶν ἐπιβουλαῖς, θείαις σου πρεσβείαις πάλιν ἔνδυσον, καταστολὴν σωτηριώδη Πάτερ Γεράσιμε.
Μεγάλα κατ᾿ ἐχθρῶν ἐστήσω τρόπαια, μεγάλως τεθαυμάστωσαι, ἐπιδείξεσι θαυμάτων τεραστίων, μέγας οὖν ἡμῖν πρόμαχος φάνηθι, ἐξ ἀναγκῶν Πάτερ μεγάλων λυτρούμενος.
Θεοτοκίον.
Κυρίως
σε Θεοῦ Μητέρα πάναγνε, φρονοῦντες καταγγέλλομεν, τὸν
γὰρ ἀνάρχον Υἱὸν μονογενῆ, τὸν πρὸ τῶν αἰώνων ἀναλάμψαντα, ἐκ τοῦ Πατρὸς
ἀνερμήνευτος Παρθένε τέτοκας.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἰσάγγελον ἐπὶ γῆς, διῆλθες βίον Γεράσιμε, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, τῆς θείας ἐπέτυχες, ἰσαγγέλου στάσεως, λυθέντων δ᾿ ἐσόπτρων, ἐποπτεύεις ἃ ἐπόθησας.
Τὸ τριμερὲς τῆς ψυχῆς, καταποντίσας Γεράσιμε, ἐν ἀπαθείας βυθῷ, Τριάδος γεγένησαι, οἶκος γεγονότα με, οἶκον λῃστῶν Πάτερ, ταῖς πρεσβείαις σου διάσωσον.
Τῶν κοσμικῶν ταραχῶν, τὸν νοῦν φυλάξας ἀτάραχον, τὸ ταραχῶδες παθῶν, διῆλθες κλυδώνιον· διὸ καὶ κατέπαυσας, εἰς τὰς ἀταράχους, καταπαύσεις πανσεβάσμιε.
Θεοτοκίον.
Νευρούμενος ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, ὁ σὸς θεράπων Χριστέ, ὁσίως ἠρίστευσε, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνῶν ἐκ πόθου, τὴν ἀῤῥήτως σὲ κυήσασαν.
Κοντάκιον. Τῇ ὑπερμάχῳ.
Ὡς τῆς Τριάδος ἱερὸν καὶ θεῖον τέμενος, διὰ ζωῆς τῆς ἰσαγγέλου χρηματίσαντα, ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε, ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν ταύτῃ πρέσβευε, ἐκ παντοίων ἡμᾶς ῥυσθῆναι τάχος θλίψεων, ἵνα κράζωμέν σοι· Χαίροις Πάτερ Γεράσιμε.
Ὁ Οἶκος.
Ἄγγελος ἄλλος ὤφθης, ἐπὶ γῆς θεοφόρε, τὸν βίον σου καὶ γὰρ ἰσαγγέλως, ἀληθῶς διῆλθες, καὶ βροτὸς ἔνδοξε, ἐφάνης ἐπουράνιος· διὸ καὶ παρ᾿ ἡμῶν μετὰ χαρᾶς τῶν σῶν παίδων ἀκούεις ταῦτα·
Χαίροις, τερπνὸν μοναζόντων κλέος·
χαίροις, ἀστὴρ παμφαὴς τοῦ κόσμου.
Χαίροις, ἀσθενούντων ὀξεῖα ἀντίληψις·
χαίροις, εὐρωστούντων ἀκλόνητον ἔρεισμα.
Χαίροις, ὅτι τὰ ἐπίγεια ἀπεβάλου νουνεχῶς·
χαίροις, ὅτι τὰ οὐράνια ἐπελάβου καρτερῶς.
Χαίροις, τῶν θείων ὄντως ἀρετῶν ὁ ταμίας·
χαίροις, τὴν ἁμαρτίαν ὁ μισήσας ἐκ καρδίας.
Χαίροις, παθῶν παντοίων καθαίρεσις·
χαίροις, ἡμῶν προστάτης καὶ λύτρωσις.
Χαίροις, μοναστῶν ἐτοιμότατος ῥύστης·
χαίροις, παντὸς καταφύγιον κόσμου.
Χαίροις, πάτερ Γεράσιμε.
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ιε´, τοῦ Ὁσίου Γεράσιμου τοῦ νέου, τοῦ ἐκ Λεονταρίου Πελοποννήσου, καὶ κτήτορος τῆς Ἱ. Μ. Ἁγ. Τριάδος Σουρβίων Πηλίου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Σὲ νοητήν.
Ὁ τοῦ λοιμοῦ στήσας τὴν ψυχόλεθρον, πάλαι Γεράσιμε φοράν, μεσιτείαις σου ἱεραῖς, ῥῦσαι τούτου Ἅγιε, πάσης τε κακώσεως, ποίμνην τὴν σὴν πόλιν Μακαριώτισσαν, τὴν εὐσεβεῖ πόθῳ, τιμῶσαν ταῖς ἀριστείαις σου.
Ἐξ ἐθνικῆς συμφορᾶς ἀπάλλαξον, πόλιν σὲ θερμῶς, Μακαριώτισσαν σοφέ, πρέσβυν σὲ πλουτήσασαν, Πάτερ ἀκαταίσχυντον, ἐναντίων τρέπουν φάλαγγας, τὰς κατ᾿ αὐτῆς κινουμένας, ἀεὶ Πάτερ Γεράσιμε.
Νόσους δεινὰς πρὸ θανάτου ἔλυσας, καὶ μετὰ θάνατον σοφέ, τῶν ψυχῶν ἡμῶν τὰ πολλά, ἴασαι συντρίμματα, πάσας τῶν σωμάτων τε, τὰς μαλακίας ἀπέλασον, τὸν εὔσπλαγχνον ἱκετεύων, Θεὸν μάκαρ Γεράσιμε.
Θεοτοκίον.
Ἵνα
Θεὸς γένηται ὁ ἄνθρωπος, ἐκ σοῦ σεσάρκωται Θεός, ὂν ἱκέτευε ἐκτενῶς, ἄχραντε
πανάμωμε, σῴζεσθαι τοὺς δοῦλούς σου, ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ χαλεπῆς ἐν γεέννῃ,
φλογὸς καὶ πάσης θλίψεως.
Ἕτερος. Παῖδες Ἑβραίων.
Οἶκος Τριάδος ἀνεδείχθης, θανατώσας σου τὸ τριμερὲς τρισμάκαρ, τῆς ψυχῆς σου θερμῶς αὔτη βοῶν οὐ παύῃ· εἰς τοὺς αἰώνας δόξα σοι, τῷ Θεῷ τῷ ἐν Τριάδι.
Νῦν ἑλλαμπόμενος Τριάδος, τοὺς ὑμνοῦντάς σε τῇ αἴγλῃ ἑλλαμφθῆναι, θεοφόρε σὺν σοὶ εὐδόκησον βοῶντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἄγγελος ὤφθης ἐν γῇ Πάτερ, μετὰ σώματος ἀγγελικῶς βιώσας, ἐπουράνιος δὲ βροτὸς Θεῷ κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὄρος κατάσκιον ὤραθης, ἀχειρότμητος ἐξ οὐ ἐτμήθη λίθος· τὴν λιθώδη διὸ κατάνυξον ψυχήν μου, πεπυρωμένην Δέσποινα, ταῖς πικραῖς φιληδονίαις.
ᾨδὴ η´. Ἐν καμίνῳ παῖδας.
Ὡς χωρεία τῇ θεοποιῷ, Γεράσιμε ἁγνείᾳ, τὰ πάθη τὰ τῆς σαρκός σου, ἀποκαθάρας, τοῖς πᾶσιν ἐξήστραψας ἀναμέλπων, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Φωτοβόλος ἤστραψας ἀστήρ, φωτίζων τοὺς ἐν σκότει, διὸ σὲ ἐκδυσωποῦμεν, φωταγώγησον ἡμῶν καρδίας Γεράσιμε, ῥᾳθυμίας καὶ τῆς ἁμαρτίας τὸ σκότος ἐλαύνων, ὅπως σὲ ὑμνῶμεν ὡς μέγιστον προστάτην.
Τριαδικόν.
Ὡς μονάδα φύσει μὲν ἁπλήν, Τριάδα δὲ προσώποις, δοξάζομεν τὸν Πατέρα, τὸν συνάναρχον Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον μελωδοῦντες· Πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αιῶνας.
Θεοτοκίον.
Λάμπρυνόν
μου πύλη τοῦ φωτός, τὸ ὄμμα τῆς καρδίας, τὰ νέφη τῶν παθῶν μου, καὶ τὸ σκότος
τὸ βαθύ, ἁγνὴ ἀπελαύνουσα ἵνα μέλπω, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Χάριν πάντες ἀντλήσατε πλουσίως, ἐκ τῶν θείων λειψάνων Γερασίμου, ἡ τῆς ψυχῆς ἐκπλύνεται ὁ βόρβορος πάντων τῶν βοώντων· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Μὴ ἐλλείπης ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν τελούντων τὴν ἱεράν σου μνήμην, καὶ πρὸς Θεὸν ἀκοίμητον Γεράσιμε, σὲ προβαλλομένων πρέσβυν καὶ μεσίτην, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπερεύχου Θεῳ τῶν εὐφημούντων, σὲ ἐκ πόθου καὶ πίστει ἐκτελούντων, τὴν φωτοφόρον μνήμην σου Γεράσιμε, καὶ ὑπερυψούντων τοῦτον ὡς Δεσπότην, ἁπάντων εἰς αἰῶνας.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου· χαῖρε πύλη ἀΰλου φρυκτωρίας· χαῖρε τὸν κόσμον πάντα διασῴζουσα, ταῖς πρὸς σὲ πρεσβείαις, τοῦ θεράποντός σου, Παρθένε Γερασίμου.
ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.
Ἵνα τοὺς λαμπροὺς ἀγῶνάς σου, ἀσκητικούς τε πόνους καὶ τὰ παλαίσματα, καὶ τὰ κατὰ γῆν, τετελεσμένα καὶ θάλασσαν, ἐκθειάζωμεν Πάτερ σου θαύματα, τοῦ βίου τῶν σκανδάλων, τῶν βλαβερῶν ἡμᾶς περίσῳζε.
Ἤδη οὐρανοὺς Γεράσιμε περιπόλων, τοῖς κάτῳ ἡμῖν κατέλιπες, τὸ καρτερικόν, καὶ πλῆρες χάριτος σῶμά σου, ἁγιάζον ἡμᾶς ταῖς προσψαύσεσι, καὶ παῦον πᾶσαν νόσον, ταῖς τῶν θαυμάτων ἐπιδόσεσι.
Στῆσον ἱεραῖς πρεσβείαις σου, τὸ καθ᾿ ἡμῶν κλυδώνιον ἐγειρόμενον, καὶ ἀπέλασον, τῶν πειρασμῶν τὴν σκοτόμαιναν, καὶ ἀνθρώπων παντοίων τὴν κάκωσιν, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Σωτῆρα καὶ Θεὸν ἡμῶν.
Θεοτοκίον.
Ἅρον τὸ βαρὺ φορτίον μου, τῶν ἐγκλημάτων Θεοτόκε πανύμνητε, καὶ τὸν ἐλαφρότατον, ζυγὸν καταξίωσον, τοῦ Υἱοῦ καὶ Θεοῦ σου βαστάζειν με, καὶ τρῖβον διοδεύειν, τὴν πρὸς τὴν ἄνω λῆξιν φέρουσαν.
Ἕτερος. Κυρίως Θεοτόκον.
Φωτίζεις θεοφόρε, τοὺς τῇ ἱερᾷ σου, προσπεφευγότας σορῷ καὶ τελοῦντάς σου, τὴν ἀεισέβαστον μνήμην Πάτερ Γεράσιμε.
Ψυχής μου τὰς κηλῖδας, τῷ τῶν πρεσβειῶν σου, φαρμάκῳ Πάτερ ἰάτρευσον δέομαι, καὶ σοὶ συστῆναι δυσώπει Θεὸν Γεράσιμε.
ᾨδὴν τὴν ἐκ καρδίας, πρώτως τῇ σῇ μνήμῃ, ὑφάναντα ταῖς πρεσβείαις σου, ἐκ τῆς γεέννης λύτρωσαι Πάτερ Γεράσιμε.
Θεοτοκίον.
Ἁγία Θεοτόκε, ἅγιον ναόν με, ἀπέργασον σωτηρίας τε, ἱκετηρίᾳ οἰκείᾳ σύ με ἀξίωσον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πολλοῖς ἀγῶσιν Ὅσιε, τὸν νοῦν ἀναπτερώσας σου, πρὸς ἀπαθείας τὸ ὕψος, ἀνέδραμες θεοφόρε, τῳ τοῦ Χριστοῦ νῦν βήματι, παρεστηκὼς γηθόμενος, ὑπὲρ ἡμῶν οὖν πρέσβευε, Γεράσιμε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.
Τῆς ἑορτῆς.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἱστῶμεν στίχους δ΄. Ἦχος β´. Ποίοις εὐφημιῶν.
Ποίοις
εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὸν θεοφόρον, τὸν τῆς παρθενίας διδάσκαλον, καὶ
τῆς ἐγκρατείας ὑπέρμαχον, τὸν ὀρθὸν ἀσκήσεως κανόνα, τὸ βάθος ἀκτημοσύνης τὸ
ἀκρότατον, τὸ ὕψος τῆς ἀκακίας καὶ ἁπλότητος, ὑπομονῆς θεῖον στῦλον, τὸν
οὐράνιον μὲν βροτόν, ἐπίγειον δὲ Ἄγγελον, ὀφθέντα νέον Γεράσιμον.
Ποίοις
πνευματικοῖς ᾄσμασι, μακαρίσωμεν τὸν θεοφόρον, τὸ λαμπρὸν τῆς χάριτος ὄργανον,
καὶ θεῖον δοχεῖον τοῦ Πνεύματος, χαλεπῶν παντοίων τὸν διώκτην, ἁπάσης τῆς
οἰκουμένης τὸ ἐντρύφημα, καὶ ὄντως φαιδρὸν λαμπτῆρα τὸν πολύφωτον, τῶν
μοναζόντων τὸ κλέος, Ἐκκλησίας ὡς ἀληθῶς, πρωτοτόκων τὸν σύσκηνον, τὸν θεῖον
καὶ ἀξιάγαστον Γεράσιμον.
Πᾶσι
τὰ τῆς χαρᾶς σύμβολα, ἡ ὑπέρλαμπρος τοῦ Γερασίμου μνήμη, ὑπεμφαίνει συνέλθωμεν,
ᾄσμασι κροτοῦντες τὸν ἄξιον, πάσης τῆς ἐν λόγῳ εὐφημίας, οὔκ ἐστιν
ἑξαριθμήσασθαι τὰς χάριτας, ὑπερβαίνει λογισμοὺς τὰ προτερήματα, τοῦ ἰσαγγέλου
σου βίου, ᾧ τὸ ἐν ἀνθρώποις σαθρόν, ὑπεστήριξας μαθητά, Χριστοῦ τοῦ παρέχοντος,
τοῖς λειψάνοις σου χάριν ἄφθονον.
Ποίοις
πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον, τὸν ἐν οὐρανοῖς διαιτώμενον,
καὶ πνευματικῶς πάντας προφθάνοντα, τοὺς εἰλικρινῶς αὐτὸν ποθοῦντας, τὸν πάντων
προασπιστὴν καὶ ἀντιλήπτορα, τὸ μέγα τῶν θλιβομένων παραμύθιον, τὸ ἀῤῥαγέστατον
τεῖχος, τῆς Μονῆς τῆς τούτου, τὸν δι’ οὗ δαιμόνων ὀφρῦν, Χριστὸς κατεβέβληκεν ὁ
ἔχων τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τῇ παμφαεῖ πανηγύρει, τοῦ θεοφόρου Πατρὸς Γερασίμου, ἅπαντες δεῦτε συνδράμωμεν. Προΰθηκε γὰρ ἡμῖν, ὡς ἑστιάτωρ πνευματικὸς τράπεζαν μυστικήν, τὰς ἀσκητικὰς αὐτοῦ ἀριστείας καὶ τρόπαια, καὶ συγκαλεῖται πάντας πρὸς εὐωχίαν ἀδάπανον, μηδεὶς ἐξέλθῃ πεινῶν τῆς ἱερᾶς ταύτης πανδαισίας· καὶ γὰρ ἀμείβεται πάντας τοῖς οὐρανίοις χαρίσμασιν, ὧν ἐν μετοχῇ γενέσθαι ἀξιωθείημεν, ταῖς πρὸς Θέον αὐτοῦ παρακλήσεσι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ, Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα, καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε δόξα σοι.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Φύλαττε τοὺς δούλους σου ἐκ δεινῶν, παντοίων τρισμάκαρ, καὶ λοιμώδους νόσους σοφέ, ὅπως δὲ ὡς ῥύστην, ἀκοίμητον ὑμνῶμεν, Γεράσιμε οἱ πόθῳ σοι καταφεύγοντες.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Γερασίμῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι ἱκέτευε Ὅσιε.
Δόξα. Ὅμοιον.
Τῷ ἰατρῷ τῶν ἀλγεινῶν νῦν προσδράμωμεν, οἱ ἀσθενείαις τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβυθισμένοι κράζοντες αὐτῷ ἐκτενῶς, ἔνδοξε Γεράσιμε τὸν Θεὸν τῶν σῶν δούλων, τῶν ἀνευφημούντων σε ἐκ ψυχῆς θεοφόρε, ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι ταῖς σαῖς παρακλήσεσιν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Πολλοῖς παραπτώμασι καὶ δεινοῖς, κυκλούμενος πάτερ τῶν λειψάνων σου τῇ σορῷ, προσφεύγω βοήθειαν και ῥῶσιν, ἐπιζητῶν ἥν παράσχου μοι τάχιστα.
Νοὸς ἡμῶν μάκαρ τὰς ἐκτροπάς, καὶ πάθη καρδίας, καὶ τὰς νόσους τὰς ψυχικάς, ἰάτρευσον πάσης ἐπηρείας, ταῖς προσευχαῖς σου Γεράσιμε ἔνδοξε.
Παθῶν με ταράττουσι προσβολαί, καὶ πλήθη κινδύνων, ἐκπιέζουσι χαλεπῶς, προστῆθί μοι οὖν Ὅσιε Πάτερ, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.
Θεοτοκίον.
Ὁλόκληρον
δέησιν πρὸς Θεόν, προσάγαγε Κόρη, οἰκτειρῆσαί με τὸν πολλαῖς, ἀπάταις τοῦ βίου
συσχεθέντα, καὶ ἁμαρτίας νυκτὶ καλυπτόμενον.
Ὠδή γ´. Οὐρανίας ἁψῖδος.
Προστασίαις σου πάτερ, τῶν λυπηρῶν ῥῦσαί με, καὶ τῆς σωτηρίας τὰς τρίβους νῦν καθυπόδειξον, σὺ γὰρ Γεράσιμε, τοῦ λυτρωτοῦ καὶ Σωτῆρος, τὸν σταυρὸν ἐπ᾿ ὤμων σου χαίρων ἐβάστασας.
Ἱκετεύω σε μάκαρ, τὴν ψυχικὴν σκότωσιν καὶ τὴν τῆς σαρκὸς ἀῤῥωστίαν μου τάχος ἴασαι, σὺ γὰρ τοῦ αἴροντος, τὰς ἀσθενείας τοῦ κόσμου, τὴν πτωχείαν ἔστερξας πάτερ Γεράσιμε.
Χαλεπῶν νοσημάτων, τῶν τῆς ψυχῆς Ὅσιε, καὶ τῶν τῆς σαρκὸς ἀλγηδόνων καθικετεύω σε, ταῖς πρὸς τὸν Κύριον, σαῖς εὐπροσδέκτοις πρεσβείαις, λύτρωσαί με ᾄσμασιν ὅπως γεραίρω σε.
Θεοτοκίον.
Ζωτικήν σε νεφέλην καὶ χρυσαυγὴ φέρουσαν, ὄμβρον τὸν οὐράνιον Κόρη, πάντες γινώσκοντες, πιστῶς αἱτούμεθα, καταφλεχθείσας καρδίας, φλόγα παραπτώσεων νῦν καταδρόσισον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε πάτερ, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ νυνὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Καθίσμα Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις ὦ Γεράσιμε, τοῖς πόθῳ τῇ σῇ τιμίᾳ Κᾶρα προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Νοερῶς εἰκονίζω σε, ὅλως τετρωμένος τῳ θείῳ πόθῳ σου, μὴ παρίδῃς με Γεράσιμε, ἀλλὰ ἴασαί μου τὰ συντρίμματα.
Ἀπολαύοντες πάντοτε, τῆς σῆς βοηθείας πάτερ Γεράσιμε, εὐχαρίστως εὐφημοῦμέν σε, οἱ τῷ σῷ τεμένει καταφεύγοντες.
Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σὲ τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς με, ἐξ ἐχθρῶν ἐπηρείας ἀπολλύμενον.
Θεοτοκίον.
Ὑπὲρ
πάντας σοὶ ἥμαρτον, τοὺς ἐν γῆ βιώσαντας ὑπεράγαθε, ἄνες ἄφες μοι συγχώρησον,
Ἰησοῦ πρεσβείαις τῆς τεκούσης σε.
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Ἰατρὲ τῶν νοσούντων, πάσας μου ἰάτρευσον τὰς νόσους δέομαι, ὁδηγὲ ἁπάντων, πλανωμένων ὁδοῖς μὲ πλανώμενον, ἀπωλείας πάσης, καὶ σκοτιζόμενον ἀπάταις, ὡς καλός μου προστάτης ἐπίστρεψον,
Ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ μὲ τόπῳ, καὶ καιρῳ διαφύλαξον ἄτρωτον, ἀπὸ πάσης βλάβης, καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.
Νόμους θείους τηροῦντα, μὴ παρατρεπόμενον στάσεως κρείττονος, ἀλλ᾿ εὐθυποροῦντα, καὶ Θεῷ τὰ εὐάρεστα πράττοντα, ἐνδυνάμωσόν με, τὸν Λυτρωτὴν καθικετεύων, ἀγαθέ μου προστάτα Γεράσιμε.
Θεοτοκίον.
Ὡραιώθης Παρθένε, ὡς τὸν ὡραιοτατον Λόγον κυήσασα, ὁν ἀεὶ δυσώπει, οἰκτειρῆσαι λαὸν ἁμαρτάνοντα, διασώσαι κόσμον, δαιμονικὴς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου φθοροποιοῦ ἀπάλλαξον, τὴν ψυχήν μου ὦ Γεράσιμε πάτερ, τοῦ τῷ ναῷ τῷ σεπτῷ σου ἐν πίστει, προσπεφευγότος καὶ ῥῦσαι πρεσβείαις σοῦ, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν χαλεπῶν περιστάσεων,
Προστάτης μετὰ Θεὸν σὺ γένοιο, καὶ λιμὴν τῶν προσφοιτόντων σοι πάτερ, τῶν πειρασμῶν ἐκλυτρούμενος πάντας, τοὺς τῇ πανσέπτῳ σου Κᾶρα πελάζοντας, τῇ σῇ πρεσβείᾳ γὰρ ἀεί, πεποιθότες προστρέχομεν ἅπαντες
Συνείναι μὲ τὸν πολλὰ σὲ ποθοῦντα, πολυπόθητε εὐδόκησον πάτερ, σοὶ τῷ κλεινῷ καὶ θερμῷ μου προστάτη, ἐν πίστει μάκαρ βοώ σοι Γεράσιμε, γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης μὲ λύτρωσαι.
Θεοτοκίον.
Τὴν δέησιν τῆς ἀθλίας ψυχῆς μου, μὴ παρίδῃς Θεοτόκε Παρθένε, ἀλλὰ τῇ σῇ ἀγαθὴ προστασίᾳ, τὸ τῶν ἁπάντων Θεῷ μὲ οἰκείωσον, καὶ λύτρωσαι μὲ τῶν ἐκεῖ, μενουσῶν μὲ βασάνων πανάμωμε.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε πάτερ, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ νυνὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σὲ θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν, Θεοφόρε Γεράσιμε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φῦλαξ καὶ πρόμαχος.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλέησόν με, ὁ Θεός...
Ὅλην ἀνατέθεικας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον καὶ ἀγγελικὸν ἐνδεικνύμενος, ἐντεῦθεν τὴν ἐνέργειαν τὴν τῶν θαυμασίων ἐπλούτισας, Γεράσιμε μάκαρ, Πηλίου σεμνολόγημα τερπνόν, καὶ τῆς Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.
Ὠδή ζ´. Παῖδες Ἑβραίων.
Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι τῶν πρεσβειῶν σου Πάτερ, καὶ πρὸς τρίβους ζωῆς ὁδήγησον βοῶντα, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Σύντρομος γίνομαι τὴν ὥραν, ἐνθυμούμενος τῆς κρίσεως ψυχῆς μου, πονηρὸν συνειδὸς ὁ τάλας κεκτημένος, φίλτατε Πάτερ ῥῦσαί με, αἰωνίου τιμωρίας.
Δὸς ἡμῖν χεῖρα βοηθείας, περιπίπτουσιν εἰς πάθη ἀτιμίας, κατανύσσων ἡμῶν τὸν νοῦν ἐν μετάνοιᾳ, ταῖς ἱκεσίαις Κύριε τοῦ Ὁσίου Γερασίμου.
Θεοτοκίον.
Στῆσον τοὺς ὄμβρους τῶν παθῶν μου, ἡ τὰ ῥεύματα ξηράνασα τῆς πλάνης, ὡς τὸ ὕδωρ Ἁγνὴ τὸ τῆς ζωῆς τεκοῦσα, καὶ ἐπηρείας· λύτρωσαι τῶν δαιμόνων Θεομῆτορ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσιόντας σου, τῷ σεπτῷ νῦν τεμένει, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων Γεράσιμε τρισμάκαρ.
Τὰς ἀσθενείας, τῶν τῇ σῇ προσφοιτώντων, νῦν σορῷ ἁγίᾳ Πάτερ ἰατρεύεις, ὅθεν ἀνυμνοῦσιν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, θεία πηγὴ ἡ σὴ κάρα, ἀνέτειλε Πάτερ τοῖς ὑμνοῦσι καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν
πειρασμῶν, τῶν βιωτικῶν λύτρωσαί με, ὡς τεκοῦσα τὸν πάντων Δεσπότην, Ἄχραντε
Παρθένε, αεὶ εὐλογημένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμὴν τὴς σωτηρίας, πέλει ὁ ναός σου, καταφυγὴ καὶ βεβαία ἀντίληψις, τοῖς καταφεύγουσι πίστει Πάτερ Γεράσιμε.
Χαρᾶς ἀδιαδόχου, Πάτερ σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἠμῶν καὶ θλίψεων.
Φωτὶ τῶν πρεσβειῶν σου, λάμπρυνον τρισμάκαρ, τὸ σκοτεινὸν τῶν παθῶν μου Γεράσιμε, ὅπως ἐν πίστει δοξάζω τὸν σὲ δοξάσαντα.
Θεοτοκίον.
Ἡ
σκέπη σου Παρθένε, ἰατρεῖον πέλει, πνευματικὸν ἐν αὐτῶ γὰρ προσφεύγοντες, τῶν
ψυχικῶν νοσημάτων ἀπολυτρούμεθα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Φύλαττε τοὺς δούλους σου ἐκ δεινῶν, παντοίων τρισμάκαρ, καὶ λοιμώδους νόσου σοφέ, ὅπως σὲ ὡς ῥύστην, ἀκοίμητον ὑμνῶμεν, Γεράσιμε οἱ πόθῳ σοι καταφεύγοντες.
Τόξα τῶν δαιμόνων καταβαλεῖν, ἡμᾶς θεοφόρε, ἐνδυνάμωσον ταῖς σαῖς εὐχαῖς, ὥσπερ σὺ καθεῖλες, Σταυροῦ τῇ πανοπλίᾳ, ὡς καὶ ἡμᾶς τρισμάκαρ, νῦν περιτείχιζε.
Λύσιν τῶν πταισμάτων μου καὶ δεινῶν, αἴτησαι εὑρεῖν με, ὦ Γεράσιμε τὸν Χριστόν, καὶ σοὶ παραστῆναι, μετὰ σαρκὸς τὴν λύσιν, καν μέγα πέλει τὸ αἴτημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, Μήτηρ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν σοί, καὶ σου τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμώς· σὸν οἰκέτην προβάλλοντες, Γεράσιμος θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορὰς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.
Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν Ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰ μὴ σὲ θεόνυμφε μὴ ἀποῤῥίψης ἡμᾶς· τῇ θερμῇ προστασίᾳ σου, μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας ὑπὸ τὴν σκέπην σου. Μῆτερ, τοῦ θεοῦ ἡμῶν σπεῦσον, δεῖξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νυν ὀργῆς ἡμᾶς διάσωσον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τὴν πᾶσαν ἐλπίδα ἡμῶν, εἰς σὲ ανατίθημι, ὤ Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι’ εὐχῶν.
Ἀπολυτίκια. Ἦχος δ´. Ἕτερα.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ ἄσαρκος ἄνθρωπος τῶν οὐρανῶν οἰκιστής, ὁ θεῖος Γεράσιμος· χαίρει τῇ αὐτοῦ μνήμῃ, σὺν ἡμῖν ἑορτάζων, νέμει τοῖς κοπιῶσι, δι΄ αὐτὸν θείαν χάριν. Διὸ ἐν προθυμίᾳ πολλῇ, τούτον δοξάσωψεν.
Ἕτερον.
Ὡς
ἔνσαρκος Ἄγγελος, καὶ ὑπηρέτης Χριστοῦ, ὡς ἔνδοξος ἄνθρωπος καὶ ἀσκητῶν
καλλονή, Γεράσιμε Ὅσιε, χάριτας θεοδότους ἐκομίσω διώκειν, πνεύματα πονηρίας
καὶ νοσοῦντας ἰᾶσθαι. Διὸ καὶ ἡ σεπτή σου σορός, βρύει ἰάματα.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. Ἕτερον.
Ὡς ἀντιλῆπτωρ καὶ θερμὸς προστάτης ἔνδοξε, ἀεὶ προφθάνεις βοηθὸς ἐν περιστάσεσι. Διὸ ᾄσμασι Γεράσιμε Θεοφόρε, εὐφημουμέν σε πιστῶς καὶ ἐπιγράφομεν, τῆς Μονῆς ἡμῶν προστάτην συμπαθέστατον, ἀνακράζοντες· χαίροις πάτερ Γεράσιμε..
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου