ΑΥΓΟΥΣΤΟΣ ΙΖ΄!!
ΕΥΤΥΧΙΟΣ, ΕΥΤΥΧΙΑΝΟΣ & ΚΑΣΣΙΑΝΗ ΟΣΙΟΙ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος β'. Ποίοις εὐφημιῶν.
Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον, τὴν τιμιωτέραν
τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον,
τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν
τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ
αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος.
Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία, τῇ γὰρ ἀθανάτῳ
Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος,
κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν
σοι ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην
καὶ μέγα ἔλεος.
Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς
κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες; Ἀπαίρει,
τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος. Πύλαι ἐπάρθητε
ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ ἀπαύστως τῷ κόσμῳ, αἰτουμένη τὸ μέγα
ἔλεος.
Καὶ
γ’ τῶν Ὁσίων. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Σήμερον τέρπεται τόπος τῶν Γορτυναίων φαιδρῶς, φύλακας κεκτημένος,
τοὺς τιμίους Πατέρας, Εὐτύχιόν τε καὶ Εὐτυχιανόν, καὶ τὰ τίμια λείψανα,
εὐσεβοφρόνως τὰ τούτων καὶ εὐλαβῶς, προσκυνῶν καθαγιάζεται.
Ἱεροκῆρυξ τοῦ λόγου Πάτερ γενόμενος, καὶ ἀρετῆς ἐμπρέψας, τῇ τοῦ
Πνεύματος αἴγλῃ, Εὐτύχιε τρισμάκαρ παρέχεις ἡμῖν, ἰαμάτων χαρίσματα, τοῖς ἐν τῇ
μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, προσιοῦσι καὶ τιμῶσί σε.
Ταῖς οὐρανίαις ἀκτῖσι καταλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς
ἰάσεις παρέχεις, τοῖς Κρήτῃ ἐνοικοῦσι καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου,
θεομακάριστε Εὐτυχιανέ, Πάτερ ἀξιάγαστε.
Δόξα.
Ἦχος πλ. β’.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν
θαυμάτων, καὶ τῶν Κρητῶν πολιοῦχον μέγιστον, συνελθόντες ὦ φιλέορτοι,
ᾀσματικοῖς ἐγκωμίοις εὐφημήσωμεν λέγοντες· Χαίροις, ὁ τῆς Γορτύνης ποιμήν, καὶ
μέγιστος φρουρός, καὶ στύλος καὶ ἑδραίωμα· χαίροις, ἀστὴρ χρυσαυγέστατε, ὁ τὰ
τῆς Κρήτης μέρη καταλάμπων τοῖς θαύμασι· χαίροις, ἡ τῶν ἐν Κρήτῃ πιστῶν θεία
χαρμοσύνη, καὶ τῶν σὲ τιμώντων θερμότατος προστάτης· διό, Εὐτύχιε τρισμάκαρ, μὴ
παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ἐκ πόθου ἐκτελούντων τὴν θείαν μνήμην
σου, λυτρωθῆναι κινδύνων καὶ πάσης κακώσεως.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τῇ
ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους,
αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ
ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ,
μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ
σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν·
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας·
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί.
Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Λιτή.
Ἦχος α΄.
Μετὰ τῶν ἄνω ταγμάτων
συνηριθμήθης Εὐτύχιε, τὰ ἐγκόσμια παριδών, καὶ τὰ οὐράνια ποθῶν, Ἱεράρχα
ἔνδοξε, τῆς Κρήτης τὸ στήριγμα, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Ἡ τῶν λειψάνων σου θήκη τὴν
Κρήτην πολιουχεῖ Εὐτυχιανὲ πανόλβιε, καὶ ἡ ἁγία σου ψυχὴ Ἀγγέλοις συνοῦσα,
ἀξίως ἀγάλλεται· ὡς οὖν ἔχων παῤῥησίαν πρὸς Θεόν, ὑπὲρ τῶν ἐκ πόθου τιμώντων σε
πιστῶν, καὶ τελούντων τὴν μνήμην σου, ἱκέτευε λυτρωθῆναι ἐκ πάσης κακώσεως.
Ἦχος
ὁ αὐτός.
Ὠχυρωμένος τὸν νοῦν γνώσει
θείᾳ Εὐτυχιανέ, τὰ παρερχόμενα παρέδραμες, μηδὲν θαυμάσας τῶν φθειρομένων, ἐν
μὲν θλίψεσι μεγαλόφρων φανεὶς καὶ γενναιότατος, ἐν δὲ ἀσκήσει καὶ εὐθυμίᾳ
ταπεινὸς καὶ μέτριος, καὶ τοῦ παρόντος βίου τὸ ἄστατον πέλαγος σοφῶς διαπεράσας,
εἰς εὔδιον λιμένα κατήντησας, Χριστὸν ἱλεούμενος, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Ἦχος
πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ,
εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι
τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας· διὸ πύλη σοι
οὐρανοῦ ἠνέωκται. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν
Ἅγιε Εὐτύχιε.
Δόξα. Ἦχος πλ. δ’
Τὸν ἰσάγγελον βίον
πολιτευσάμενοι, πόνοις ἀσκητικοῖς Πατέρες Ἅγιοι, ἐγκρατείᾳ τὸ σῶμα
δουλαγωγήσαντες, καθυποτάξαντες τῷ πνεύματι, ἐργάται γενόμενοι τῶν ἐντολῶν τοῦ
Κυρίου, τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος ἐφυλάξατε, καὶ τὴν Κρήτην πᾶσαν ταῖς
τῶν θαυμάτων ἐνεργείαις καταπλουτήσαντες, προστάται τῶν Κρητῶν ἀκλινεῖς
ἀνεδείχθητε, Εὐτύχιε καὶ Εὐτυχιανέ, ἐκτενῶς τὸν Σωτῆρα ἱκετεύστε, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός
σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ
Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς
ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος
νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ
σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι
ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον
ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ
Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ
διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ
ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τῆς
Γορτύνης τὸν πρόεδρον, καὶ τῆς Κρήτης πάσης τὸ σεμνολόγημα, Ἱεραρχῶν τὸ
κειμήλιον, τὴν βάσιν τῆς πίστεως, καὶ θαυμάτων αὐτουργόν, τῶν δαιμόνων
ἀντίπαλον, καὶ συνόμιλον, τῶν ἁγίων Ἀγγέλων καὶ τῆς ἄνω, Βασιλείας κληρονόμον,
θεῖον Εὐτύχιον σήμερον.
Στ.: Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τῶν ὁσίων Αὐτοῦ.
Προσευχὴν ἀδιάλειπτον,
ἀγρυπνίαν ἐπίπονον, πίστιν ἀκατάγνωστον βίον ἔνθεον, ὑπομονὴν καὶ ταπείνωσιν,
ἀγάπην ἀνόθευτον, καὶ κατάνυξιν ἀσκῶν, καὶ εὑρὼν χάριν ἔλεος, Εὐτυχιανέ,
οὐρανόθεν θεόφρον θεραπεύεις, τῶν πιστῶς σοι προστρεχόντων, πάντων τὰς νόσους
ἐν πνεύματι.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τὸ ὡραῖον τοῦ σώματος, εἰς
τὸ πρῶτον ἀξίωμα, ὦ Κασσιανὴ ἀοίδιμε μετεῤῥύθμισας, κόσμον λιποῦσα τὸν
πρόσκαιρον, ἀρετῶν φαιδρότησι κατεκάλλυνας σαὐτήν, καὶ τοῦ Κτίστου ἐνδέδειξαι,
καταγώγιον, καὶ τερπνὴ θυμηδία τοῦ Κυρίου, ἀνυμνοῦμέν σε Ὁσία, πνευματικοῖς
μελῳδήμασι.
Δόξα. Ἦχος πλ. δ’.
Ὅσιοι Πατέρες, μελετήσαντες
ἡμέρας καὶ νυκτὸς ἐν νόμῳ Κυρίου, ἠξιωθητε τοῦ ξύλου τῆς ζωῆς, σύμφυτοι
γενέσθαι. Καὶ ὁ καρπὸς ὑμῶν τὴν Κρήτην πᾶσαν ἡγίασεν, Εὐτύχιε καὶ Εὐτυχιανέ,
θαυματουργοὶ πανθαύμαστοι, παῤῥησίαν ἔχοντες πρὸς τὸν ἀγωνοθέτην Θεόν, σὺν τῇ
ὑμῶν ἀδελφῇ Κασσιανῇ ἀοιδίμῳ, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Παρθενικαὶ χορεῖαι σήμερον,
μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων
περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ
μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει
γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι
λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς
κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν
συμφώνως μακαρίζοντες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Τῆς Γορτύνης προστάται καὶ τοῦ κόσμου ὑπέρμαχοι, Εὐτυχιανὲ καὶ Εὐτύχιε ἀνεδείχθητε μακάριοι, νηστείᾳ ἀγρυπνίᾳ
προσευχῇ, οὐράνια χαρίσματα λαβόντες, θαυματουργεῖτε ἐν κόσμῳ καὶ πάντων τῶν
εὐσεβῶν προΐστασθε· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ δι’
ὑμῶν ἐνεργοῦντι ἄπειρα θαύματα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ἐν τῇ Γεννήσει
τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε·
μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀρεταῖς διαλάμψας πνευματικαῖς, Ἀποστόλων ὁμόφρων ταῖς διδαχαῖς,
γέγονας πανόλβιε, Ἱεράρχης ὡς ἔνθεος, ἐκ γὰρ θείας ψήφου, τὸν θρόνον
κεκλήρωσαι, ἐγκρατείᾳ εὐτόνως ἐκτήξας τὸ σῶμά σου· ὅθεν καὶ τὴν πίστιν, ἐν
ἀκριβείᾳ τρανώσας, ταύτην ἀπαράτρωτον, μέχρι τέλους ἐφύλαξας, Ἱεράρχα Εὐτύχιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ
τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ
Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν
ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ πνεύματος, ὡς γὰρ ζωῆς Μήτηρ, καὶ πάντων Βασίλισσα,
πρὸς τὴν ζωὴν μετέστης Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης,
νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε, πρέσβευε τῷ Σῷ Υἱῷ
καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσίν μοι δωρήσασθαι, εἰς Σὲ γὰρ πᾶσαν τὴν ἐλπίδα
ἀνέθηκα.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὰς
φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ
τὴν ψυχὴν κατεκάλλυνας, καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Εὐτυχιανὲ
θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς ἀνευφημούντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῶν
Ἀγγέλων τὰ πλήθη δοξολογοῦσί Σε, τῶν ἀνθρώπων τὸ γένος πιστῶς ὑμνοῦμέν Σε, ὅτι
μετέστης ἀπὸ γῆς, πρὸς τὸν τεχθέντα ἐκ Σοῦ, Θεοτόκε ἁγνή, καὶ πρεσβεύεις
ἐκτενῶς ῥυσθῆναι ἐκ τῶν κινδύνων, τοὺς πίστει ἐπιτελοῦντας, τὴν Σὴν Παρθένε
μετάστασιν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Πολύφωτος
ἀστήρ, δαδουχίαις θαυμάτων, καὶ ἄθλων ἱερῶν, καταυγάζων τὴν Κρήτην, Εὐτύχιε
μακάριε, ἀληθῶς ἐχρημάτισας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην,
ἑορτάζομεν, ἐν κατανύξει καρδίας, Χριστὸν μεγαλύνοντες.
Δόξα.
Ἐνθάψας
πονηράς, τῶν δαιμόνων ἐνέδρας, ἀσκήσεσι πολλαῖς, καὶ δεήσεσι Πάτερ, ἐν σπηλαίῳ
εὐχόμενος, Εὐτυχιανὲ Ὅσιε· ὅθεν χαίροντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν,
ἐν κατανύξει καρδίας, Χριστὸν μεγαλύνοντες.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ὁ
πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως,
τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ
πλήθη, τὴν μετάστασιν, τὴν Σὴν πιστῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν
ὁσίων Αὐτοῦ.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Κομπάζει
σήμερον τῶν Γορτυναίων ἡ χώρα, καὶ σὺν αὐτῇ ἡ μεγαλόνησος Κρήτη, ἐπὶ τῇ μνήμῃ
ὑμῶν θεοφόροι, πολιούχους ὑμᾶς εὐμοιρήσασα, καὶ πρὸς Θεὸν πρεσβευτάς, καὶ
γηθομένη βοᾷ εὐχαρίστως· χαίροις Εὐτύχιε, Ἱεράρχα τοῦ Χριστοῦ, ποιμὴν τῆς
Γορτύνης θεοπρόβλητε· χαίροις, Εὐτυχιανὲ πανόσιε, ὁ τὸ σπήλαιον οἰκήσας, καὶ
τὴν Γορτύνην ἁγιάσας τοῖς ἀσκητικοῖς σου ἀγωνίσμασι· χαίρετε, Πατέρες
οὐρανόφρονες, οἱ τὰ τῆς Κρήτης πληρώματα, καταλάμψαντες τοῖς θαύμασιν· ὡς οὖν
ἔχοντες παῤῥησίαν πρὸς Χριστόν, πρεσβεύσατε σὺν τῇ Κασσιανῇ τῇ ἀοιδίμῳ ἀδελφῇ
ὑμῶν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· ὁ β’ τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων δύο.
Ὁ
Κανὼν τοῦ Ὁσίου Εὐτυχίου. ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὴν
θείαν τοῦ Πνεύματος, χάριν ἐξ ὕψους παράσχου μοι, Θεοῦ Λόγε ἄναρχε, φωτίζουσάν
μου τὸν νοῦν, εὐφημῆσαί Σου, τὸν μέγαν Ἱεράρχην, τὸν Σὲ ὁμοοῦσιον, Πατρὶ
κηρύξαντα.
Ὁ
βίος σου ἔνθεος, ὁ τρόπος δέ Σου θεόληπτος, ὁ ζῆλος διάπυρος, τὸ ἦθος
σεμνοπρεπές· ὁ δὲ λόγος σου, ζωῆς πλήρης θεόφορν· ὅθεν μεμακάρισαι, Πάτερ
Εὐτύχιε.
Βυθίσας
τὸν ἄσαρκον, καὶ δυσμενῆ κοσμοκράτορα, τῷ ῥείθρῳ μακάριε, τῷ τῶν δακρύων σου,
κατεσκήνωσας, τὴν ἔρημον ὡς πάλαι, Μωσῆς ὦ Εὐτύχιε, θεομακάριστε.
Θεοτοκίον.
Μαρίαν
τὴν ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, τὴν μόνην κοσμήσασαν, τὴν ἀνθρωπότητα,
τὴν κυήσασαν, Θεὸν σεσαρκωμένον, παρθένον τε μείνασαν, ἀδιαλώβητον.
Ὁ
Κανὼν τοῦ Ὁσίου Εὐτυχιανοῦ. ᾨδὴ α’. Ἦχος πλ. δ’. ᾌσωμεν τῷ Κυρίῳ.
Πάθεσι
νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωῇ νῦν τῶν ζώντων
παῤῥησίᾳ, πολλῇ παριστάμενος.
Ἔρωτι
μάκαρ θείῳ, ἔρωτα σαρκὸς ἀποκρουσάμενος, ἠκολούθησας μάκαρ, Εὐτυχιανὲ τῷ
καλοῦντί σε.
Αἴγλην
ἄϋλον Πάτερ, ἐν τῇ σῇ καρδίᾳ εἰσδεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν τὴν ἀχλὺν τῶν
παθῶν ἐξηφάνισας.
Θεοτοκίον.
Γένος
ἀδαμιαίον, πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα, διὰ Σοῦ ἀνεῳγμένον Θεοτόκε, ἀξίως
δοξάζει Σε.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Κρητῶν
ἐγκαλλώπισμα Γορτύνης, ὁ μέγας φωστὴρ ἀρχιερεύς, Εὐτύχιος συνήθροισεν, ἡμᾶς
πανηγυρίζοντας, τὸ ἱερὸν μνημόσυνον, τὸ τούτου σήμερον ἅπαντες.
Ἰδών
σου τὸ εὔθετον τῆς γνώμης, ὁ μέγας Θεὸς ἐξ οὐρανοῦ, τῷ θείῳ ἐφεπόμενος,
βουλήματι Εὐτύχιε, Ἱεραρχῶν σε πρόκριτον, θείᾳ βουλήσει ἀνέδειξε.
Πληρώσας
τὸ πρόσταγμα Κυρίου, τὸν κόσμον ἐδίδαξας σοφέ, καὶ τὸν σταυρόν σου ἔλαβες,
Εὐτύχιε θεόπνευστε, καλῶς ἀντεφεπόμενος, τῷ ἑκουσίως πτωχεύσαντι.
Θεοτοκίον.
Μεγάλων
χαρίτων ἠξιώιθης, Μαρία Κυρία τοῦ παντός, ὡς τὸν Θεὸν γεννήσασα, ἐν σαρκὶ ὑπὲρ
ἔννοιαν, τὸν ἐν ταὐτῷ Σε δείξαντα, Παρθένον καὶ Θεομήτορα.
Ἕτερος.
Σὺ εἶ τὸ στερέωμα.
Σάρκα
καθυπέταξας, τῷ λογισμῷ στεῤῥῶς Ὅσιε, τὴν δὲ ψυχήν, ἔδειξας δουλείας, τῶν παθῶν
ἀταπείνωτον.
Πόνοις
σου τὴν ἄρουραν, τὴν τῆς ψυχῆς σαφῶς Ὅσιε, καλλιεργῶν, στάχυν ἀπαθείᾳ, καὶ
θαυμάτων ἐξήνθησας.
Νέκρωσιν
ἐνδέδυσαι, ζωοποιὸν Χριστὸν ἔνδοξε, ἰχνηλατῶν· ὅθεν ἰαμάτων, ὁ Χριστὸς χάριν
δίδωσι.
Θεοτοκίον.
Τόπον
ἁγιάσματος, καὶ νοητὴν ἁγνὴ τράπεζαν, ἄρτον Χριστόν, τὴν ζωὴν τῶν ὅλων,
δεξαμένην αἰνοῦμέν Σε.
Κάθισμα.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν
Κρητῶν προΐστασθε, φρουροῦντες τούτους Πατέρες, καὶ ἐκ πάσης θλίψεως,
ἀπολυτρούμενοι αὐτούς, Εὐτυχιανὲ καὶ Εὐτύχιε, σὺν τῇ Κασσιανῇ, ὑπὲρ ἡμῶν
ἱκετεύοντες.
Δόξα.
Ἐν
τῇ Κρήτῃ λάμψαντες, ὥσπερ ἀστέρες, καὶ αὐτὴν φαιδρύναντες, ταῖς τῶν θαυμάτων
ἀστραπαῖς, Εὐτυχιανὲ καὶ Εὐτύχιε, σὺν τῇ Κασσιανῇ, ὑπὲρ ἡμῶν ἱκετεύσατε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Τὴν
σεπτὴν μετάστασιν, Σοῦ Παναγία, ἑορτὴν στησάμενοι, Σὲ ἀνυμνοῦμεν εὐλαβῶς,
Θεογεννῆτορ πανύμνητε· μὴ οὖν παρίδῃς, τοὺς πόθῳ ὑμνοῦντάς Σε.
ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Τί σε νῦν καλέσωμεν
ἱερουργόν, τί δὲ καὶ προσείπωμεν ἄξιον, κἂν ὑπερβαίνῃ, τὰ τελούμενα ἐν σοί,
ὑπερφυῶς Εὐτύχιε, δόξαν εἰς Θεοῦ τε καὶ αἴνεσιν.
Ὕπερθεν γενόμενος τῆς ἐπὶ
γῆς, τὰ ἐν οὐρανοῖς ἐπεπόθησας, ὡς καταλείψας τὰ φθειρόμενα τερπνά, Εὐτύχιε καὶ
ἔσπευσας, ἔργῳ ἐκπληρῶσαι τὸ πρόσταγμα.
Τὴν ἐξασθενήσασαν φύσιν
ἡμῶν, πάλαι ἐν ἰσχύϊ ἀμέτρητα, ἐν τῇ δυνάμει, καὶ τῇ δόξῃ ὡς Θεός, τὰ Εὐτυχίου
λείψανα, μύρον εὐωδίας ἀνέδειξας.
Θεοτοκίον.
Ὁμοουσιότητι τῇ τοῦ Πατρός,
Σῶτερ ὡς Υἱὸς καθορώμενος, ἐκ τῆς Παρθένου, ὁμοούσιος ἡμῖν, σωματωθεὶς
γεγένησαι, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Ἐπομβρίᾳ τῆς χάριτος,
Πάτερ ποταμοὺς θαυμάτων ἀνέβλυσας, μολυσμὸν ἀποκαθαίροντας, τοὺς ἐν πίστει
μάκαρ σοι προστρέχοντας.
Ὁλευκτίοις δεήσεσιν,
Εὐτυχιανὲ Πάτερ παμμακάριστε, τὴν ψυχὴν προκαθηράμενος, τῆς Τριάδος οἶκον
ἀπετέλεσας.
Ἐν ἐρήμοις ἐμάκρυνας,
Πάτερ φυγαδεύων καὶ προσδεχόμενος, σὲ τὸν σώζοντα μακάριε, ὁλιγοψυχίας καὶ
κακώσεως.
Θεοτοκίον.
Ἀλατόμητον ὄρος Σε,
πάλαι Ἀββακοὺμ προεῖδε πανάμωμε, ὁ Θεὸς ἐκ Σοῦ ἐπέφανε, καὶ ἡμᾶς φθαρέντας
ἀνεκαίνισε.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Κρηπίδα καὶ στήριγμα, τῆς
Ἐκκλησίας γέγονας, σάλπιγξ μεγαλόφωνος Κυρίου, ἐκ τοῦ μνημείου τῆς ἀθυμίας
βροτούς, πάντας διεγείρουσα τρανῶς, θείαν εἰς ἐγρήγορσιν, καὶ Θεοῦ εὐαρέστησιν.
Ἐξέστησαν ἄνθρωποι, καὶ
δαίμονες ἠλάθησαν, νόσοι δραπετεύουσι τῇ κλήσει, σοῦ τῇ ἁγίᾳ Πάτερ Εὐτύχιε, καὶ
διαιωνίζουσι τὰ σά, μάκαρ κατορθώματα, εἰς ἡμῶν περιποίησιν.
Σκιρτήσατε Ἄγγελοι,
ἀνθρώποις συγχορεύοντες σήμερον, ἐπέλαμψεν ἡ μνήμη τοῦ Ἱεράρχου τὴν λύπην
ἔπαυσε, καὶ εὐαγγελίζεται χαράν, τοῖς πανηγυρίζουσι, τὴν αὐτοῦ θείαν ἔγερσιν.
Θεοτοκίον.
Ὑπάρχων αἰώνιος, νῦν ὑπὸ
χρόνον γέγονεν, σάρκα προσλαβόμενος Παρθένε, ἔμψυχον ἔννουν, λόγος ὁ ἄναρχος,
ἐκ Σοῦ ἀπειρόγαμε σεμνή, πᾶσι τοῖς ὑμνοῦσί Σε, τὴν εἰρήνην δωρούμενος.
Ἕτερος. Ὀρθρίζοντες βοῶμέν
Σοι.
Ναὸς τῆς τρισηλίου
θεότηρος, ἐχρημάτισας Εὐτυχιανὲ σοφέ· διό σε νῦν μακαρίζομεν.
Πνευμάτων ἀκαθάρτων,
διώκτης ἐδείχθης Πάτερ, Ἁγίου γὰρ Πνεύματος, σκήνωμα θεῖον γέγονας.
Νεκρώσας τῆς σαρκὸς τὸ
φρόνημα θεοφόρε, θαυμάσια ἐπετέλεσας, τῇ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος.
Θεοτοκίον.
Τὸν ἥλιον τεκοῦσα τὸν
ἄδυτον Θεοτόκε, ὅλον φωταγώγησον, ἐσκοτισμένον με πάθεσι.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Λειψάνων θήκη τρανότερον,
διδάσκει ἧς ἐτύχετε χάριτος, εὐωδιάζοντα δύναμις, ἡ τὴν ἴασιν χορηγουμένη, πᾶσι
τοῖς προσεγγίζουσι.
Ποιμὴν Κρητῶν ἐχρημάτισας,
Εὐτύχιε τρισμάκαρ τοὺς οἴακας, ἐγχειριζόμενος, τῆς Ἐκκλησίας ἀοίδιμε, ὡς
ἀληθείας κήρυξ, καὶ οἰκονόμος πιστός.
Σωμάτων πάθη ἀνίατα, τῇ
θείᾳ ἐθεράπευσας χάριτι, μάκαρ Εὐτύχιε, μύρον εὐῶδες πηγάζεις δέ, τοῖς τῷ σεπτῷ
λειψάνῳ σου προσπελάζουσι.
Θεοτοκίον.
Τοὺς νόμους Κόρη ἐκαίνισας,
τῆς φύσεως Παρθένε κυήσασα, Θεὸν ἀθάνατον, σάρκα θνητὴν ἐνδυσάμενον, ἵνα
θνητοὺς θεώσῃ, δι’ ἀγαθότητα.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τῇ νεύσει τῇ πρὸς Θεόν,
Θεὸς σαφῶς ἐχρημάτισας, Εὐτυχιανὲ σοφέ, καὶ φῶς ὑπερηύγασας, ἄγγελος ἐπίγειος,
θεοφόρε Πάτερ, ἐπουράνιός τε ἄνθρωπος.
Θεός σου τὰ πρὸς αὐτόν,
κατεύθυνον διαβήματα, ὡς δυνατὸς δυνατόν, σαφῶς ἀπειργάσατο, πατοῦντα ἐπ’
ὄφεων, καὶ σκορπίων κάρας, θεοφόρε παμμακάριστε.
Τοῦ κήτους τοῦ νοητοῦ,
πανωλεθρίαν διέφυγες, ἐγκράτειαν προσευχήν, ἀγάπην ἀθόλωτον, κραταιὰν ταπείνωσιν,
καὶ στοργὴν βεβαίαν, πρὸς Χριστὸν Πάτερ κτησάμενος.
Θεοτοκίον.
Μαρία τὸ καθαρόν, τῆς
παρθενίας κειμήλιον, καθάρισόν μου τὸν νοῦν, παθῶν ἀμαυρώσεως, καὶ πλήρωσον
χάριτος, τῆς δικαιοσύνης, τὴν καρδίαν μου πανάμωμε.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω
ζητῶν.
Πατέρες σεπτοὶ
τῆς Κρήτης βλαστήματα, Εὐτύχιε σοφέ, καὶ μύστα ἱερώτατε, Εὐτυχιανὲ πανόσιε, τῶν Ὁσίων ἰσοστάσιε, σὺν Κασσιανῇ τῇ σοφῇ, μὴ παύσητε πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ Θεῷ.
Ὁ Οἶκος.
Τῆς τοῦ Χριστοῦ φωνῆς
ἠκούσατε, καὶ ὀπίσω τῶν Αὐτοῦ ἐντολῶν ἐπορεύθητε, γυμνοὶ τοῦ βίου γενόμενοι,
ἀποῤῥίψαντες φροντίδας πάσας τῶν βιωτικῶν κτημάτων, σὺν τῇ ὑμῶν ἀδελφῇ Κασσιανῇ
τῇ μακαρίᾳ, Εὐτύχιε καὶ Εὐτυχιανέ, οἱ τρεῖς ἐν ἐρήμῳ ἔνδον τοῦ σπηλίου Θεῷ
προσομιλοῦντες, θαυμάτων χάριν εἰλήφατε, καὶ τὴν Κρήτην πᾶσαν ἐπλουτίσατε· διὸ
μὴ παύσητε πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ Θεῷ.
Συναξάριον
Τῇ ΙΖ' τοῦ
αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων αὐταδέλφων ἐν Κρήτῃ· Εὐτυχίου ἐπισκόπου Γορτύνης,
Εὐτυχιανοῦ Ὁσιομάρτυρος καὶ Κασσιανῆς τῆς Ὁσίας.
Ἤνθησαν ἄνθη φωστῆρες δύο Κρήτῃ,
εὔοσμα ὄντες ῤόδα τοῦ Παραδείσου.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μύρωνος.
Τὶ μοι κεφαλῆς ἡ τομή, Μύρων λέγει.
Πρὸς τὸ στέφειν μέλλον με πάντιμον
στέφος;
Οὗτος ἤκμασε κατὰ τοὺς
χρόνους τοῦ βασιλέως Δεκίου καὶ Ἀντιπάτρου, ἄρχοντος τῆς ἐπαρχίας Ἀχαΐας, ἐν
ἔτει 250, πρεσβύτερος το ἀξίωμα. Ἐπειδὴ ὁ ῥηθεὶς Ἀντίπατρος, ὑπῆγεν εἰς τὴν
ἐκκλησίαν κατὰ τὴν ἡμέραν τῶν Χριστουγέννων, ἐπὶ τῷ σκοπῷ νὰ συλλάβῃ καὶ νὰ
τιμωρήσῃ πολλοὺς χριστιανούς, ὁ Ἅγιος Μύρων, ζήλου θείου πλησθείς, ὕβρισε τὸν
Ἀντίπατρον, καὶ ἕνεκα τούτου ἐκρέμασαν αὐτὸν καὶ ἐξέσχισαν. Εἶτα τὸν ἔῤῥιψαν
ἐντὸς καμίνου, ἥτις τόσον πολὺ ἀνάφθη, ὥστε ὁ κτῦπος τοῦ πυρός, ἠκούετο εἰς
πολὺ διάστημα τόπου, ἀλλ’ ὅμως ἡ κάμινος τὸν μὲν Ἅγιον δεξαμένη, ἐφύλαξεν αὐτὸν
ἀβλαβή, τὸ δὲ πῦρ ἐξερεύξασα κατέκαυσεν ἑκατὸν πεντήκοντα ἀπίστους. Ὕστερον
ἠνάγκασαν τὸν Ἅγιον νὰ θυσιάση εἰς τὰ εἴδωλα, καὶ ἐπειδὴ δὲν ἐπείσθη, ἀνέσπασαν
λωρία ἀπὸ τῶν ὤμων μέχρι τῶν ποδῶν του, ἕν ἐκ τῶν ὁποίων λαβὼν ὁ Μάρτυς, τὸ
ἔῤῥιψεν εἰς τὸ πρόσωπον τοῦ Ἀντιπάτρου· ἀφ’ οὗ δὲ ἐξέδαραν αὐτόν, πάλιν
ἐξέσχισαν τὰς ἐκδεδαρμένας του σάρκας. Μετὰ ταῦτα ἔδωκαν τὸν Ἅγιον εἰς βορὰν
τῶν θηρίων, ἀλλ’ ἐκεῖνα τὸν διεφύλαξαν σῷον καὶ ἀβλαβή, τοῦθ’ ὅπερ ἰδὼν ὁ
Ἀντίπατρος, δὲν ὑπέφερε τὴν ἐντροπὴν και αὐτοχειριάσθη. Ὁ δὲ Ἅγιος, φερθεὶς εἰς
τὴν Κύζικον, ἐκεῖ ἐδέχθη παρὰ τοῦ ἀνθυπάτου τὴν τοῦ θανάτου ἀπόφασιν, ὅθεν
ἀποκεφαλισθείς, ἀπέλαβεν ὁ μακάριος τὸν ἀμάραντον στέφανον τοῦ μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τῶν Ἁγίων Μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ καὶ Κυπριανοῦ.
Ἔθεντό με βδέλυγμα, φησὶν ὁ Στράτων,
Ἄνδρες βδελυκτοί, καὶ πυρὶ κτείνουσί
με.
Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον
Κατακριθεὶς πῦρ, οὐ φιλόψυχος γίνῃ.
Εὐτυχιανὸς εἰς κάμινον ἡμμένην,
Ὡς ἵππος εἰς πεδίον ἦν, τὸ τοῦ λόγου.
Πῦρ Κυπριανὸς καρτερήσας καμίνου
Ἐξώτερον πῦρ, ὃ Γραφὴ λέγει, φύγε.
Διέτριβον οὗτοι ἐν
Νικομηδείᾳ, ἀνέβαινον δὲ ἐπὶ τούτῳ εἰς τὸ θέατρον ἵνα κατηχῶσι τὸν ἐκεῖ λαὸν
τῶν ἑλλήνων, καὶ ἀπομακρύνωσι μὲν αὐτοὺς ἀπὸ τῆς εἰδωλολατρίας, προσφέρωσι δὲ
εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Βλέπων δέ ποτε ὁ ἄρχων τῆς Νικομηδείας τὸ θέατρον
κενόν, καὶ ἄνευ ἀνθρώπων, καὶ μαθὼν τὴν αἰτίαν, τουτέστιν ὅτι οἱ λαοὶ
διδασκόμενοι παρὰ τῶν Ἁγίων ἀφῆκαν τὰς ἡδονὰς τοῦ θεάτρου καὶ μεταχειρίζονται
νέαν ζωήν, καταφρονήσαντες τὰς συνηθείας τῶν πατέρων καὶ προγόνων των, μετὰ
μεγάλης σπουδὴς προσέταξε να παραστήσωσιν ἐνώπιόν του τοὺς Ἁγίους. Οὗτοι δὲ
παρασταθέντες αὐτῷ ὡμολόγησαν Χριστὸν Θεὸν ἀληθινόν. Διὰ τοῦτο λοιπόν,
ἐφέρθησαν εἰς τὸ θέατρον καὶ παρεδόθησαν εἰς τὰ θηρία, ἐπειδὴ δὲ διεφυλάχθησαν
ἀβλαβεῖς, ἐβασάνισαν αὐτοὺς μὲ διαφόρους τρόπους βασάνων. Τελευταῖον, δὲ ἐῤῥίφθησαν
εἰς τὸ πῦρ, καὶ οὕτως ἔλαβον παρὰ Κυρίου τὸ ἄφθαρτον στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ.
Ἰουλιανή,
Παῦλος, ἀδελφοὶ φύσει,
Ὤφθησαν
ὄντες καὶ ἀδελφοὶ τῷ ξίφει
Οὗτοι ἤκμασαν κατὰ τοὺς
χρόνους τοῦ βασιλέως Αὐρηλιανοῦ ἐν ἔτει σό (270), διατελοῦντες εἰς τὴν
Πτολεμαΐδα. Ἦσαν δὲ αὐτάδελφοι, γεννηθέντες ἐξ εὐγενῶν γονέων. Εἶδον Παῦλον οἱ
ἕλληνες ποιήσαντα τὸν Σταυρόν, καὶ ἔφεραν αὐτὸν εἰς τὸν βασιλέα, ὁμολογήσας δὲ
ὁ Ἅγιος τὴν εἰς τὴν Χριστὸν πίστιν, καὶ ἐλέγξας τὴν ματαιότητα τῶν εἰδώλων,
ἐκρεμάσθη καὶ ἐξεσχίσθη. Εἶτα ἔβαλον αὐτόν τε καὶ τὴν ἀδελφήν του Ἰουλιανήν,
ἐντὸν λέβητου πλήρους βεβρασμένης πίσσης, ἐπειδὴ δὲ ἐφυλάχθησαν ἀβλαβεῖς,
ἠπλώθησαν ἐπὶ σιδηρᾶς πεπυρωμένης κλίνης, καὶ ἐδάρησαν ἐπὶ τῆς ῥαχέως. Τότε,
Κοδρᾶτος καὶ Ἀκάκιος οἱ δήμιοι, ἐπειδὴ ἐλυπήθησαν τοὺς Ἁγίους καὶ τοὺς
περιποιήθησαν, διὰ τοῦτο καὶ ἀποκεφαλίσθησαν.
Εἶτα, ἐῤῥίφθησαν οἱ Ἅγιοι ἐν τῇ φυλακῇ,
φοροῦντες σιδηρᾶς ἀλύσεις. Ἄγγελος δὲ Κυρίου ἐλθών, ἔλυσε τὰ δεσμά των, καὶ
ἔδωκεν εἰς αὐτοὺς ἄρτον. Ἔπειτα, ἐδάρησαν. Εἷς δε δήμιος, Στρατόνικος ἐλυπήθη
καὶ ἐσυμπόνεσε τὴν Ἁγίαν Ἰουλιανήν, καὶ τότε ὁ βασιλεὺς ἀπεκεφάλισε αὐτόν.
Εἶτα, ἔβαλε τοὺς Ἁγίους ὁμοῦ μὲ δηλητηριώδεις ὄφεις καὶ ἐρπετά, τὰ δὲ σιαγόνας
τοῦ Παύλου ἔπληττε μὲ μολύβδους καὶ ἔδερνε αὐτὸν τέσσαρες στρατιῶται μὲ
ἀκανθώδη ῥαβδία ἐξ ἑκατέρων τῶν μερῶν τοῦ σώματος. Τὴν δὲ Ἰουλιανὴν ἔβαλαν εἰς
πορνοστάσιον, ἀλλ’ ἐπιστὰς Ἄγγελος, μὲ τὸν κονιορτὸν τῶν ποδῶν του ἐτύφλωσε
τοὺς ἐρχομένους ὅπως ἀτιμάσωσιν αὐτήν· τούτους ὅμως οἰκτειρήσασα ἡ Ἁγία,
προσευχήθη ὕστερον καὶ χύσασα ὕδωρ εἰς τοὺς ὀφθαλμούς των κατέστησεν ὑγιεῖς.
Μετὰ ταῦτα, ἐῤῥίφθησαν οἱ Ἅγιοι ἐντὸς λάκκου πλήρους πυρός, ὅπου προσέταξεν ὁ
τύραννος νὰ λιθοβοληθῶσιν, ὅτε νέφος πλῆρες φωτός, ἐπλησίασε τὸν βασιλέα καὶ
ἔβρεξεν ἐπ’ αὐτοῦ βροχὴν πυρός. Ὁ δὲ βασιλεύς, φοβηθείς, ἐξήγαγε τοὺς Ἁγίους ἐκ
τοῦ λάκκου, εἶτα προσέταξε νὰ δέσωσιν αὐτοὺς εἰς ξύλον καὶ μὲ ἀναμμένας
λαμπάδας νὰ καύσωσι τὰ ὄμματα καὶ ὅλον αὐτῶν τὸ σῶμα καὶ μετὰ τοῦτο νὰ τοὺς
ἀποκεφαλίσωσι.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τῶν Ἁγίων Μαρτύρων Θύρσου, Λευκίου, Κορωνάτου καὶ τῆς συνοδείας αὐτῶν.
Οἱ
τρεῖς ἀθληταὶ νῦν παρίστανται πόθῳ,
Τριάδι
θείᾳ, ἧς ἐνήθλησαν χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Ἁρματίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Αἴγλων.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Ἠλία τοῦ νέου τοῦ ἐν Σικελίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Μακαρίου, τοῦ ὑπὲρ τῶν Ἁγίων Εἰκόνων.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ εἰκονογράφου, τοῦ ἐν τοῖς Σπηλαίοις Κιέβου
ἀσκήσαντος.
Προς
ἄλυπον βίωσιν εἰκονογράφε,
Μετέστης
Ἀλύπιε Ὁσίων εὖχος.
Οὗτος, θεοφιλῶς ἐν τοῖς ὑστέροις χρόνοις
ἤσκησεν ἐν τῇ Μονῇ τῶν Σπηλαίων τοῦ Κιέβου. Οὗτος ἤσκει φιλοπόνως τὸ ἐργόχειρον
αὐτοῦ, οὐχὶ πρὸς πλουτισμόν, ἢ ἔπαινον τῶν ἀνθρώπων, ἀλλὰ πρὸς δόξαν τοῦ Θεοῦ
ἡμῶν καὶ τῶν Ἁγίων Αὐτοῦ. Οὗτος νυχθημερὸν ἑαυτὸν ἠνάλωνε τῇ προσευχῇ καὶ τῇ
διακονίᾳ τῆς ἁγιογραφίας. Διεκρίθη διὰ τὴν φιλάρετον αὐτοῦ πολιτείαν, καὶ ὡς
πνευματικός, διὰ τὴν ἀπλανῆ ποδηγεσίαν τῶν πιστῶν πρὸς τελείωσιν ἐν Χριστῷ καὶ
θέωσιν. Χάριν ἰαμάτων λαβών, λεπρόν, ἐκ τῆς ἀνιάτου αὐτοῦ νόσου ἐκάθηρε.
Κύριος, ἐπιβραβεύων τῇ αὐτοῦ ἀφιλαργυρίᾳ, ἐμπαθεῖς, συκοφάντας καὶ φιλαργύρους
συνασκητάς του ἀπεκάλυψεν, ἀποστέλλων οὐρανόθεν Αὐτοῦ Ἀγγέλους περατῶσαι
παρηγγελμένας εἰκόνας, δι’ ἃς οὗτοι εἶχον προσπορισθῇ τὰ χρήματα τοῦ Ὁσίου. Αἱ
ἀχειροποίηται αὐταὶ εικόνες, θαυμαστῷ τῷ τρόπῳ, μόναι ἀνέπαφοι πυρὸς γεγόνασιν,
ὅτε ὁ ναός, ἐν ᾧ αὕται ἐτέθησαν τῷ πυρὶ παρεδόθη. Ἄγγελοι ὡσαύτως ἐπεράτωσαν
τὴν τῆς Κοιμήσεως τῆς Θεοτόκου εἰκόνα, ὅτε ὁ Ὅσιος Ἀλύπιος ἀσθενήσας βαρέως οὐκ
ἠδυνήθη αὐτὴν περατῶσαι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐκλείπουσι τῇ θήκῃ τὰ
χαρίσματα τὰ τῶν ἰάσεων, ἀλλὰ πληροῦσιν ἡμᾶς, ὀσμῆς θείας Ἅγιοι, πάντοτε
ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ξυνωρίδά σε γνωρίζομεν
πανθαύμαστον ἀναβλαστήσασαν, ἀδελφικῇ τῇ στοργῇ, συνδέσμῳ τοῦ πνεύματος, πλέον
ἢ φύσεως συνδεσμούμενοι· ἄλλοθεν ἄλλως φέροντες, τῷ Θεῷ τοὺς σωζομένους.
Ῥεῖθρον ζῶν Εὐτύχιε
ὑποδεξάμενος, ἐν τῇ καρδίᾳ σου, τῆς πνεύματος ἀληθῶς, πλάνης ἀπεξήρανας θολώδη
ῥεύματα, καὶ ἰάσεων ἀναπηγάζεις νάματα, τοῖς πιστῶς σοι προσιοῦσι.
Θεοτοκίον
Ἐν τοῖς κόλποις τοῦ Πατρὸς
ἀπερινόητος Υἱὸς καθήμενος, ἐν κόλποις Σοῦ τῆς ἁγνῆς, ὡς βρέφος καθέζεται,
ἐπανακλήσει ἡμῖν, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἕτερος. Παῖδες Ἑβραίων.
Ὅλην τοῦ Πνεύματος τὴν
αἴγλην, ὑποδέδεξαι νοΐ κεκαθαρμένῳ, καὶ φωστὴρ τῶν πιστῶς, βοώντων χρηματίζεις·
εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θείῳ πυρὶ τῆς ἐγκρατείας,
ἐπυρπόλησας ἀκάνθας ἁμαρτίας, καὶ πρὸς φῶς νοητόν, μετῆλθες ἀνακράζων·
εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλῳ τῷ πόθῳ συνημμένος, δι’
ἀσκήσεως στεῤῥᾶς σου τῷ Δεσπότῃ, ταῖς Αὐτοῦ νῦν τρυφᾷς, ἐλλάμψεσι κραυγάζων·
εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σῶσόν με Μῆτερ τοῦ Σωτῆρος,
συνεχόμενον βυθῷ ἁμαρτημάτων, καὶ παντοίας ἐχθροῦ, ἐξάρπασον κακίας, ἵνα τὴν
Σὴν σωζόμενος, μεγαλύνω προστασίαν.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νάμασι τοῦ Πνεύματος
θεόφρον, ὡς πλήρης ζωοπαρόχων ἀναβλύσεων, ποταμὸς ἐξέχεας, εὐσεβείας ὕδατα,
ψυχὰς πιστῶν δὲ ἤρδευσας ψάλλειν διδάσκων ἀεί· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἴθυνας τὸ σκάφος Ἐκκλησίας,
πρὸς ὅρμον Ὀρθοδοξίας γαληνότατον, οἷα ἐμπειρότατος, κυβερνήτης πάνσοφε, τὴν
ἄνω πόλιν ἔφθασας, γέρα λήψομενος τῶν πόνων, καὶ ἱδρώτων σου μάκαρ, παρὰ τοῦ
Δεσπότου, Χριστοῦ εἰς τοὺς αἰῶνας.
Ὁ νοῦς σου φωτὶ
λελαμπρυσμένος, Εὐτύχιε ἔνδοξε τοῦ Πνεύματος, πλάνης ἀμαυρώσεως, ἔμεινεν
ἀμέτοχος, τῆς πρὸς Θεὸν ὑψούμενος, ἀπαύστοις νεύσεσι· τὸν Κύριον, ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Συνῆψας τὰ πρώην διεστῶτα,
Παρθένε θεοχαρίτωτε τῷ τόκῳ Σου· ὅθεν ὡς αἰτίαν Σε, πάντων μακαρίζομεν, τῶν
ἀγαθῶν κραυγάζοντες, ψυχῆς εὐθύτητι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ἐπὶ
τῆς γῆς ὡς ἄνθρωπος παριὼν τὸ πολίτευμα, ἐν τοῖς οὐρανοῖς, ὡς ἀληθῶς ἐκέκτησω,
Ἀγγέλοις ἐφάμιλλος, ἀναφανεὶς τῇ διαγωγῇ, καὶ τὴν πολιτείαν ἐκτελῶν τὴν
ἐκείνων· μεθ’ ὧν νῦν ἀναμέλπεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Συνελθόντες
σήμερον, ἐπαξίως γεραίρομεν, καὶ τὴν τῶν λειψάνων σου τιμῶμεν λάρνακα, παθῶν
ἀπολύτρωσιν, πάσης συμφορᾶς καὶ περιστάσεως λύσιν, αἰτούμενοι εὐχαῖς σου, τὴν
ἁγίαν σου μνήμην, πιστῶς καὶ χαρμοσύνως τελοῦντες εἰς αἰῶνας.
Δι’
ἐγκρατείας Ὅσιε, τῆς σαρκὸς τὴν εὐπάθειαν, ὑποπιασμοῖς δουλαγωγίας ἔδωκας,
ἐπλήρωσας πνεύματος τὴν ψυχικὴν ἐνέργειαν, καὶ πρὸς ἀπαθείας τρίβους ἔφθασας
κράζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον
Ἁγιασθεῖσα
Πνεύματος ὑπεδέξω ἐν μήτρᾳ Σου τὸν Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως, καὶ Τοῦτον
ἐκύησας, ἀνερμηνεύτως Κόρη ἁγνή, Ὃν ἀκαταπαύστως ἀνυμνοῦντες βοῶμεν· οἱ παῖδες
εὐλογεῖτε, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Στῆσαι
τὸν πικρῶς, ἐπέχοντα κλύδωνα, καθικετεύσατε Ἅγιοι τὸν Κύριον, ὡς παῤῥησίαν
ἔχοντες πάντοτε, τῶν ἀσεβούντων ὕπερθεν, τοὺς εὐσεβοῦντας λαούς, καὶ βοῶντας·
χαίροις παμμακάριστε, ξυνωρὶς ἱερὰ καὶ πανθαύμαστε.
Δεῦτε
εὐσεβῶς, τῷ τάφῳ προσέλθωμεν, καὶ προσεγγίσωμεν, καὶ κατασπασώμεθα, λειψάνων
θείων λάρνακα φέρουσαν, καὶ ἰαμάτων πέλαγος, καὶ εὐωδίαν τερπνήν, ἐκβοῶντες·
Ἅγιοι πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς παμμακάριστοι.
Ὦ
παμβασιλεῦ, Θεὲ τρισυπόστατε, ἡμῖν εὐΐλατος, γενοῦ ταῖς θείαις λιταῖς τοῦ
Ἱεράρχου, καὶ παῦσον ἅπαντα, τῆς Ἐκκλησίας σκάνδαλα, καὶ τὰ φρυάγματα, ἐχθρῶν
ἐξάφανισον, καὶ εἰρήνευσον πάντα τὸν κόσμον σου.
Θεοτοκίον
Σῶζε
πειρασμῶν, καὶ παντοίων θλίψεων, ἁγνὴ Μητρόθεε, ἅπαντας τοὺς δούλους Σου, καὶ
αἰωνίου ῥῦσαι κολάσεως, καὶ τῆς χαρᾶς ἀξίωσον τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ, τοὺς ἐκ
πόθου Σε ὕμνοις γεραίροντας, καὶ τὴν θείαν τιμῶντας εἰκόνα Σου.
Ἕτερος.
Ἔφριξε πᾶσα ἀκοή.
Ὕμνον
σοι Πάτερ ἱερόν, ἐκ χειλέων ἀναξίων φερόμενον, προσδέχου ἄμειψιν, ἁμαρτημάτων
διδοὺς τὴν λύτρωσιν, ταῖς σαῖς πρεσβείαις πρὸς Θεὸν προστάτην θερμότατον, σὲ
νῦν προβάλλομαι, Εὐτυχιανὲ σοφὲ παναοίδιμε.
Νίκας
μοι κατὰ τῶν παθῶν, ταῖς πρεσβείαις σου χορήγησον δέομαι, καὶ καταξίωσον τυχεῖν
με Πάτερ φιλανθρωπίας Θεοῦ, τῶν ἀγαθῶν ε τῆς τρυφῆς, καὶ τῆς ὡραιότητος
καταπολαῦσαί μοι, τὸν ἐκ πόθου σε θερμῶς μακαρίζοντα.
Δίκαιος
ἄμεμπτος παντός, ἀπεχόμενος κακοῦ Πάτερ πράγματος, ὅσιος ἄκακος, Θεῷ λατρεύσας
ἐν ὁσιότητι, ἐπανεπαύσατο· διὸ τριὰς τῇ καρδίᾳ σου, ἧς νῦν τρανότερον,
ἀπολαύεις τηλαυγῶς ἀξιάγαστε.
Θεοτοκίον
Φωνήν
Σοι τὴν τοῦ Γαβριήλ, γεγηθότι λογισμῷ ἀνακράζομεν· χαῖρε χαρὰ τῶν πιστῶν· χαῖρε
λυχνία χρυσῆ, καὶ τράπεζα, ὄρος καὶ πύλη νοητή· χαῖρε θεῖον ὄχημα τοῦ Βασιλέως
Χριστοῦ· χαῖρε λύσις, τῆς ἀρᾶς παντευλόγητε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀστέρα
σε πολύφωτον, τῆς Ἐκκλησίας ἔγνωμεν, Εὐτύχιε Ἱεράρχα, Ἱεραρχῶν ἡ ἀκρότης· ἀθέων
γὰρ τὸ βλάσφημον, τῇ γλώττῃ σου κατέβαλες, τοῖς ὀρθοδόξοις δόγμασι, τὴν
Ἐκκλησίαν φαιδρύνας· διὸ πιστῶς σε ὑμνοῦμεν.
Ἕτερον.
Κανὼν
καὶ τύπος ἄριστος, ἐδείχθης Πάτερ Ὅσιε, μοναχικῆς πολιτείας, Εὐτυχιανὲ θεοφόρε,
καὶ πρὸς Χριστὸν τὸν Κύριον, μετέβης ἀγαλλόμενος, ᾯ καὶ πρεσβεύειν ἀπύστως,
ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι
ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα,
καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι.
Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἔχρισέ
σε Κύριος, ἱεραρχίας τῷ χρίσματι, θεοφόρε Εὐτύχιε, ἐντεῦθεν ἐποίμανας, τὸν ἐν
τῇ Γορτύνῃ, λαὸν Ἱεράρχα, καὶ θείῳ σθένει ἐκδραμών, τὴν νῆσον πᾶσνα
ἐφωταγώγησας· διό σου τὸ μνημόσυνον, ἐπιτελοῦντες βοῶμέν σοι· ἐθαυμάστωσε
Κύριος, ἐπὶ γῆς σε Εὐτύχιε.
Βίον
ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον,
παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀσφαλῆ, ἐν συμπαθείᾳ Πάτερ
κτησάμενος, ὡς ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Εὐτυχιανὲ Ὅσιε,
πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Πάθη
τὰ τοῦ σώματος, δι’ ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν
δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας ὄντως καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως
Κασσιανὴ ἔνδοξε· διὸ καὶ κατεσκήνωσεν, ἐν οὐρανίοις θαλάμοις σε, Ἰησοῦς ὁ
φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἔρημον
οἰκήσαντες, ἐν ὁμονοίᾳ αὐτάδελφοι, τῆς σαρκὸς τὰ κινήματα, νηστείαις δεήσεσι,
καὶ ταῖς θεωρίαις, ταῖς φαεινοτάταις, κατεδαμάσατε σοφοί, τὴν δὲ καρδίαν
κατεμαράνατε, δεκτικὴν εῤγασάμενοι, πνευματικῶν διαδόσεων, Εὐτυχιανὲ καὶ
Εὐτύχιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. β’.
Ἐν
ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τοὺς θεοφόρους Πατέρας, καὶ πρὸς αὐτοὺς
μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· χαίροις Εὐτύχιε, Ἱεράρχα τοῦ Χριστοῦ, τῆς
Γορτύνης ποιμὴν ἱερώτατε· χαίροις, Εὐτυχιανὲ πανόσιε, ἀσκητὰ Κυρίου, Ὁσίων
καλλονή· χαίρετε, Πατέρες τρισόλβιοι, οἱ τὰ τῆς Κρήτης πληρώματα πλουτήσαντες
τοῖς θαύμασι. Παῤῥησίαν ἔχοντες πρὸς Χριστὸν τὸν Θεόν, σὺν τῇ ἀδελφῇ ὑμῶν
Κασσιανῇ, μὴ παύσητε πρεσβεύειν τοῦ σωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν
πανίερον μνήμην ὑμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τῇ
ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους,
αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ
ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ,
μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ
σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ
Ἀπόλυσις.
Μεγαλυνάριον
Χαίρετε Πατέρες
πανευκλεεῖς, Εὐτύχιε χαίροις, ἱεράρχα θεῖε σοφέ· χαίροις τῶν
Ὁσίων, μέγας κανὼν καὶ τύπος, Εὐτυχιανὲ θεόφρον, ὑμᾶς γεραίρομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου