Σάββατο 23 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 3. ΑΓΙΟΥ ΑΝΘΙΜΟΥ ΧΙΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ ΚΑΝΟΝΕΣ ΔΥΟ


ΣΕΠΤΕΜΒΡΙΟΥ 3.
ΑΝΘΙΜΟΥ ΝΙΚΟΜΗΔΕΙΑΣ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΚΑΝΟΝΕΣ ΔΥΟ

Ὁ α΄ κανών, οὗ ἡ ἀκροστιχίς: Ἀνθίμου μάκαρος τιμῶ λειψάνων μνήμην.
ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
νθηφοροῦσα ἀνέτειλε καὶ φαιδρά, Πάτερ Ἄνθιμε τῶν σῶν θείων λειψάνων ἑόρτιος, μνήμη καὶ εὐφραίνει ἡμᾶς τὰ τέκνα σου, καὶ πᾶν τὸ χριστεπώνυμον πλήρωμα.
Νεοφανέντα ἀστέρα καὶ τηλαυγῆ, ἡ Μονή σου Ἅγιε τὸ πρίν, σὲ κεκτημένη ἠγάλετο, νῦν δὲ σῶν τιμίων λειψάνων ἔχουσα τὴν θήκην, ὥσπερ πλοῦτον ὁμοίως τέρπεται.
Θεομακάριστε Πάτερ ἐν οὐρανοῖς, πνεῦμά σου τὸ θεῖον ἐν σκηναῖς τῶν μακαρίων εὐφραίνεται, τὸ δὲ σεπτόν σου λείψανον τεθησαύρισται ἐν τῇ ἱδρυθείσῃ παρὰ σοῦ Μονῇ πανόλβιε.
Θεοτοκίον.
λαθι Κόρη φιλάγαθε καὶ Θεόν, τὸν Υἱόν Σου Ἄχραντε σεμνή, μὴ διαλίπῃς πρεσβεύουσα, ἵνα ἡμῖν πέμψῃ τὸ θεῖον ἔλεος, συμπρσβευτὴν λαβοῦσα, τὸν θεῖον Ἄνθιμον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.
Μοναζουσῶν ἡ χαρμονή, Ἄνθιμε θεοφόρε, μοναστῶν ποδηγέτης, τῶν ἱερέων κανών, καὶ τῶν πιστῶν στηριγμός, ὤφθης Πάτερ ἀξιομακάριστε.
ντως ὁρᾶσα ὥσπερ ζῶν, ἐν τῇ λάρνακι Πάτερ, ἡ γὰρ θεία σου Κάρα πλουτεῖ, σημεῖα ζωῆς, ἐκ τῆς τοῦ Πλάστου χειρός, τιμηθεῖσα, ὅθεν σε γεραίρομεν.
πνωσας Πάτερ ἐν Χριστῷ, οὐ σὺ τέθνηκας ὅλως, καὶ ὁρᾶσαι καθ’ ὕπνους συνομιλῶν, ὥσπερ ζῶν, εἰς τὸν αἰῶνα, καὶ γὰρ ζῶσιν ἀληθῶς οἱ δίκαιοι.
Θεοτοκίον.
Μόνην συστήσας ἱεράν, Ἄνθιμος ὁ θεόφρων, καὶ αὐτὴν ἀναθέσας τῇ Μητρὶ τῇ τοῦ Θεοῦ, μετέστη εἰς οὐρανούς, ἐποπτεύων ταύτην ὡς Πατὴρ φιλόστοργος.








ᾨδὴ δ΄. Χριστός μου δύναμις.
γνείας θειότατος βλαστός, ἐξήνθησεν ἐκ τοῦ τάφου τῇ σῇ ἀνακομιδῇ, καὶ πάντας κατηύφρανε, μυστικαῖς εὐωδίαις, Πάτερ Ἄνθιμε.
Κυρία καὶ εὔσημος ὄντως ἀνέτειλεν, ἡ ἑόρτιος ἡμέρα, πάντας ἡμᾶς Πάτερ ἁγιάζουσα, τῇ εὐλογίᾳ τῶν αὐτῶν σου λειψάνων θεοδόξαστε.
γάλλεται σήμερον Πάτερ πανάριστε, καὶ σκιρτᾷ δὲ τῷ πνεύματι εὐσεβῶς, πᾶσα ἡ ὁμήγυρις τῶν φιλεόρτων, σὺν ταῖς σαῖς μοναζούσαις ἐν τῇ μνήμῃ σου.
Θεοτοκίον.
ωσθεὶς τῇ δυνάμει Σου ὁ θεῖος Ἄνθιμος, ἀνδρικῶς ἠγωνίσθη καὶ νικητής, ὤφθη τῇ Παρθένῳ γάρ, Μονὴν ἤγειρε λαμπράν, εἰς παρθένων θείαν οἴκησιν.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
σίως ἤσκησας ἐπὶ γῆς, καὶ ἐν οὐρανῷ μετατεθείς, σὺν τοῖς Ἁγίοις εὐφραίνεσαι, τὸ δὲ τίμιόν σου λείψανον νῦν, ὡς ἄνθος τερπνόν, ἐκ τάφου θεῖε Πάτερ, σήμερον ἤνθησε.
Σταυρὸν ἐπ’ ὤμων ἀναλαβών, διὰ στενωτάτης ἀγωγῆς καὶ πειρασμῶν τε καὶ θλίψεων, νῦν ἐν οὐρανίοις ἀγάλλῃ Ὅσιε, ὑπὲρ ἡμῶν ἀπαύστως ἀεὶ δεόμενος.
Τῇ θείᾳ λάρνακι ὡς πηγῇ, τῶν μονάζουσῶν δεῦτε χορός, περικυκλοῦσι νῦν κράξωμεν· Πάτερ εὐσυμπάθητε ταῖς πρεσβείαις σου, ἐξ ὕψους ἡμῖν, κατάπεμψον τὴν δρόσον τῆς εὐλογίας σου.
Θεοτοκίον.
ασαι Δέσποινα, τὰ ἡμῶν πάθη καὶ δεινῶν ἀπαλλαγήν, ταύτῃ τῇ ποίμνῃ νῦν δώρησαι, Σὲ γὰρ κηδεμόνα, φρουρόν, ἰατρόν, ὁ θεῖος ποιμενάρχης ἡμῖν ἀνέθετο.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Μυρίζουσιν Ὅσιε, ὥσπερ κρῖνα τοῦ ἀγροῦ, ἐν τῇ σεπτῇ σου λάρνακι πανευώδη ὀστέα σου καὶ πιστοί, θερμῶς ἀνακράζουσι· σαῖς εὐχαῖς ἡμᾶς Πάτερ περιφρούρησον.
ς ὄντως ὑπέρτιμος ἡ ἡμέρα καὶ σεπτή, καθ’ ἣν ἀναβιβάζεται, ἐκ τοῦ τάφου λειψάνων σου η σορός, ἡ θεια καὶ πάντιμος καταυγάζουσα πάντας θείαις χάρισι.
Λαμπρύνεται τέρπεται, βοηθείας ἡ Μονή, θεῖον ὄλβον κατέχουσα, τῶν λειψάνων σου θήκην τὴν ἱεράν, καὶ χαίρει κραυγάζουσα· σὺ μοῦ κλέος υπάρχεις, Πάτερ Ἅγιε.
Θεοτοκίον.
λπίδα καὶ στήριγμα, καὶ βοήθειαν ἐν γῇ, Ἄνθιμος ὁ θεσπέσιος Σὲ ἐκέκτητο, νῦν δὲ ἐν οὐρανοῖς, πρόσωπον πρὸς πρόσωπον, καθορᾷ Σε Παρθένε ἀγαλλόμενος.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
ατῆρα σὲ γινώσκομεν πανάριστον Ἅγιε, εν τῷ βίῳ παντί, θεραπεύεις γὰρ ψυχὰς καὶ σώματα, τῇ σῇ θερμῇ μεσιτείᾳ πρὸς Θεόν, τοῖς εἰς τὴν θείαν σου σορόν, πίστει προστρέχουσι.
Ψαλμικῶς ὡς φοῖνιξ εὐθαλέστατος Ἄνθιμε ὑπερθαύμαστε, ἐξανθήσας ὡς δίκαιος, δικαίοις συνοικεῖς τῷ Κτίστῃ κραυγάζων σὺν αὐτοῖς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ρυόμεθα πλουσίως θείας χάριτος, Ἄνθιμε θεοδόξαστε, τῇ Μονῇ σου πόθῳ καταφεύγοντες πιστοί, καὶ θείαν λειψάνων σου σορόν, κατασπαζόμενοι θερμῶς σὲ μακαρίζομεν.
Θεοτοκίον.
Νικηφόρος ἀνεδείχθη παμμακάριστε, Ἄνθιμος ἐν ὑστέροις καιροῖς, ἐπὶ Σοὶ γάρ, τὴν ἐλπίδα πᾶσαν ἐσχηκώς, τοὺς πάντας ἐδίδαξε βοᾶν· εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Ἐκ φλογός, τοῖς Ὁσίοις.
σπερ πρίν, τὴν ταφήν σου Πάτερ ὑπέρτιμε, ἱεράρχης ἀξίως λαμπρῶς ἐτίμησεν, οὕτω καὶ λειψάνων ἡμέραν ἑόρτιον, Ἰάκωβος Λέσβου τιμᾷ, τὸ μέγα κλέος.
Νῦν ἐκ γῆς εὐλογία ἡμῖν ἀνέθαλεν ἐκ τοῦ τόπου σου Πάτερ, ἔνθα κατέκτετο λείψανον σεπτῶν σῶν ὀστέων πανεύφημε, καὶ ἐν εὐλογίαις ἔσται σου τὸ μνημόσυνον.
Μακαρίζει σε Πάτερ ἡ Χίος ἅπασα, ἐν αὐτῇ γὰρ ὁσίως λαμπρῶς διέπρεψας, πάνδημος τιμᾷ τὴν ταφήν σου τὴν πάντιμον καὶ ἐν τριημέρῳ τιμᾷ τὴν ἐκταφήν σου.
Θεοτοκίον.
Νοητήν Σε λαμπάδα, καὶ χρυσαυγίζουσαν, φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν, στάμνον γλυκασμοῦ καὶ ζωῆς ἄρτου τράπεζαν ἔχομέν Σε Κόρη ὑπερευλογημένη.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
μέρα εὔσημος καὶ εὐφρόσυνος, αὕτη ἐστὶ σοῖς τέκνοις θεομακάριστε, ἐκ τοῦ τάφου καὶ γὰρ ὡράθης ἡμῖν Ἄνθιμε θεοφόρε, ἄνθος ἡδύτατον καὶ Μονήν σου, τὴν ἁγίαν εὐωδίασας.
Μαρτύρων σύσκηνος καὶ δικαίων πάντων Ἁγίων καὶ Ὁσίων ὁμότροπος, τούτων ἀρεταῖς γὰρ ὤφθης συνόμιλος, ὅθεν εὐταξίως σὺν τούτοις Ὅσιε, χαίρων εἰς αἰῶνα ἐπαγάλλῃ παμμακάριστε.
μῖν τοῖς τέκνοις σου Πάτερ Ἅγιε, ἐξ οὐρανοῦ κατάπεμψον θεῖον ἔλεος, ἐν σῇ σεπτῇ ἀνακομιδῇ, σὺ γὰρ ἡμῶν τροφεὺς συμπαθής, ζωή, γλυκασμός, ψυχῆς φωτισμός, καὶ ἀγαλλίαμα.
Θεοτοκίον.
Νεκρῶν καὶ ζώντων Θεόν, ἡ τέξασα, νεκροποιῶν Παρθένε νοσημάτων ἀντάλλαξον, ἴασιν ψυχῶν καὶ σωμάτων νῦν δώρησαι, πᾶσι τοῖς προσιοῦσι τῇ ἱερᾷ Σου Μονῇ, τοῦ Σοῦ θεράποντος Ἀνθίμου ταῖς δεήσεσι.
****

Ὁ β΄ κανών, οὗ ἡ ἀκροστιχίς: Θαυματουργεῖε ζῶν τι, θανών τι θεοφόρε.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεόθεν ἐδώθης ἡμῖν ποιμήν, Ἄνθιμε τρισμάκαρ καὶ σοῖς λόγοις τοῖς ἱεροῖς, μάνδραν πρὸς οὐράνιον διαβιβάζων, καθοδηγεῖς ἐν σκηναῖς ἀναπαύσεως.
νθήσας ἐν Χίῳ Πάτερ σοφέ, ταύτην ἁγιάζεις διὰ βίου σου τοῦ σεπτοῦ, θαύμασι πλείστοις τι πλουτίζεις, ζῶν καὶ μετὰ θάνατον Ἅγιε.
πνῳ καθωράθης τῇ γυναικί, ποθούσῃ μυρίσαι λείψανόν σου τὸ ἱερόν, φαιδρὸς λευκοφόρος ἐπιλέξεις, ἐγὼ ὦ γῦναι τὸν δρόμον τετέλεκα.
Θεοτοκίον.
Μαρία πανύμνητε τῶν πιστῶν, βοήθεια σκέπη ἀγαλίαμα τὸ τερπνόν, μὴ παύσῃ τοῖς πᾶσι χορηγοῦσα, τὴν σωτηρίαν ψυχῆς τε καὶ σώματος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
τεκνούσαις μητέραις θαυματουργεῖς Ὅσιε, δῶρον εἰληφὼς θεοφόρε παρὰ Χριστοῦ τοῦ Θεοῦ, ζῶν ἐν τῷ βίῳ ὡς πρὶν καὶ μετὰ θάνατον οὕτως, ζῶσιν εἰς αἰῶνα γὰρ ὄντως οἱ δίκαιοι.
Τὸ σὸν πάντιμον σκῆνος δάφνη ἐκοσμήθη σοῦ ὑπνωθέντος σαρκί, καθ’ ὕπνῳ δι’ ἐφάνη, γυναικὶ στειρευούσῃ ἐωτών, τὰ τῆς δάφνης φύλλα, βρᾶσον ὦ γῦναι καὶ πιοῦσα, τὸ ποθούμενον λείψῃ σαφέστατα.
Οὐρανίων χαρίτων ἀξιωθεὶς Ὅσιε, χάριν ἀτεκνοῦσαι μητέρες τῇ μεσιτείᾳ σου, ἐν τῇ κοιμήσει τῇ σῇ, ἀπολαμβάνουσιν ὄντως, ἐκ τῆς δάφνης ὅθεν σε πόθῳ γεραίρουσιν.
Θεοτοκίον.
περάγαθε Κόρη καὶ ἀληθὴς Δέσποινα, τοῦ παμβασιλέως Δεσπότου Μήτηρ ὑπάρχουσα, Σὺ πανύμνητε, ταύτην τὴν ποίμνην Σου σκέπε, καὶ ἀεὶ περίσωζε τῇ μεσιτείᾳ Σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ήσει Πάτερ πεπλήρωται, ψαλμικῶς ἐν σοὶ ἡ φάσκουσα, εἰς αἰῶνα ζῶσι δίκαιοι, καὶ παρὰ Κυρίου ὁ μισθὸς αὐτῶν.
Γυναικὸς ἐθεράπευσας, κακωθεῖσαν χεῖρα τῇ εἰκόνι σου, προσπιπτούσῃ καὶ τοῖς δάκρυσι, ὥσπερ ζῶντα Πάτερ ἱκετεύουσα.
Εὐλαβῶς προσεφώνει σοι, πάσχουσα γυνή, νέε Ἅγιε βοήθει μοι, καὶ ἐφάνης ταύτῃ τάχιστα, κουφισμὸν ἐν τοῖς πόνοις ποιούμενος.
Θεοτοκίον.
λαστήριον πάνσεμνε, καὶ πασῶν ἀρετῶν καταγώγιον, τὴν Μονὴν ταύτην ἀνάδειξον, τοῦ Πατρὸς Ἀνθίμου ταῖς δεήσεσι.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Συνεχόμενα πλείσταις θλίψεσι μακάριε καὶ περιστάσεσι τῶν πιστῶν τὰ πλήθη, ἐν τῷ βίῳ παρήγορον Ἄγγελον, ἔσχον σε τὸ πάλαι, νῦν δὲ πρεσβεύεις ἐν ὑψίστοις ὑπὲρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.
Ζῶντά σε καθ’ ὁρῶμεν πλείστοις ἐνυπνίοις ἀσθενεῖς τε καὶ πάσχοντες, πίστει ἀδιστάκτῳ πρὸς τὴν σὴν καταφεύγομεν λάρνακα, τὰς πικρὰς ὀδύνας τὰς τῶν ψυχῶν καὶ τῶν σωμάτων, σαῖς εὐχαῖς θεραπεύεις ταχύτατα.
ς ἐφώνει σε Πάτερ Ἄνθιμε πανσέβαστε ἀλλοδαπῶν ἐν γῇ, ὑπὲρ τοῦ υἱοῦ της, ἱκετεύουσα μήτηρ ἑώρακε, τὴν σεπτὴν μορφήν σου, Σταυρὸν κρατῶν ἐν δεξιᾷ δέ, προσελάλεις αὐτῇ συμπαθέστατα.
Θεοτοκίον.
Νόμου πλήρωμα Κόρη, καὶ καταφύγιον καὶ Βοήθεια πάναγνε Θεοτόκε, πάντων γηγενῶν χρηματίσασα πρέσβευε, τὸν ἐκ Σοῦ τεχθέντα λῦσιν δοθῆναι ἐγκλημάτων, τοῖς ὑμνοῦσί Σε μόνη πανύμνητε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τῆς ποίμνης σου τῇ χαρᾷ, τῆς Χίου πάσης ἀγλάϊσμα, ἐξέλαμψεν ἀληθῶς ἡ μνήμη σου Ἅγιε, καὶ πάντας ἐφαίδρυνε ταὶς φαεινοτάταις ἀστραπαῖς τῶν θαυμασίων σου.
ν τῇ σεπτῇ σου Μονῇ, ὡς θησαυρὸς ἀδαπάνητος, ἡ πάνσεπτός σου σορός, Πάτερ τεθησαύρισται, Ἄνθιμε μακάριε, Πνεῦμα δὲ σοῦ θεῖον, οὐρανίοις νῦν αὐλίζεται.
Θείαν παράσχου ἡμῖν, Ἅγιε Πάτερ ἀντίληψιν, ἐπιτελοῦσι πιστῶς, τῶν θείων λειψάνων σου, ἑορτὴν πανέντιμον, παῤῥησίαν ἔχων πρὸς τὸν Κύριον δεόμεθα.
Θεοτοκίον.
σμάτων ᾄσμα Σὺ εἶ, Θεοχαρίτωτε Δέσποινα, Ἀγγέλων ἡ καλλονή, βροτῶν ἡ ἀνάπλασις, Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον Θεοτόκε Ἀειπάρθενε.













ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς τῆς Βοηθείας καὶ Μονὴ ταύτης Πάτερ Μάρτυς ἐστὶ ἀψευδής, ἀμέτρων σου καμάτων καὶ ποικίλων θαυμάτων, διὸ πάντες κραυγάζουσιν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
ς θεῖος ποιμενάρχης ὁδήγησον πρὸς τρίβους τὴν ποίμνην σου Ἅγιε, ζωῆς καὶ σωτηρίας, εὐχαῖς σου θεοφόρε, Κυρίῳ κραυγάζουσαν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ναμάτων ζωηῤῥύτων πηγὴν πλουτοῦμεν Πάτερ σὴν θείαν λάρνακα, ῥυόμεναι ἐκ βλάβης, εὐχαῖς σου καὶ κινδύνων, ἀεί τε κραυγάζομεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τῆς Σῆς σεπτῆς νηδύος ὁ καρπὸς Θεοτόκε ἡμᾶς ἐζώωσε, καρπῷ θανατωθέντας, διό Σε κατὰ χρέος ἀνυμνοῦντες κραυγάζομεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
χει σε Πάτερ, Μονὴ Βοηθείας προστάτην, ἐν αὐτῇ γὰρ ἤνθησαν ὡς κρῖνα, οἱ σοὶ σεπτοὶ πόνοι, καὶ κάματοι θεόφρον.
Θαυμάζει ὄντως, πᾶς πιστὸς θεῖε Πάτερ, πῶς ἐκ τοῦ μὴ ὄντος, ἐσυστήσω, τῇ Παρθένῳ οἴκῳ, εἰς οἴκησιν παρθένων.
ν ὑψίστοις, μετοικήσας θεόφρον, τὰ σὰ τέκνα μὴ παύσῃ ἐποπτεύων, ἵνα σαῖς πρεσβείαις, ῥυσθείημεν κινδύνων.
Θεοτοκίον.
ντως βρύεις, χαρισμάτων Παρθενομῆτορ, ὅτι Σὺ τὸν πάντων Βασιλέα, ἔτεκες τῷ κόσμῳ, βροτῶν εἰς σωτηρίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φωστὴρ τῶν μοναζόντων, ἱερέων ἀκρότης, τῶν παρθένων σκέπη καὶ στήριγμα, καὶ ἰατρὸς ἀσθενούντων, ἐδείχθης Ἅγιε.
νείρῳ ἐποπτάνης, νεάνιδι ὦ Πάτερ, ἐνθαῤῥύνων ταύτην καὶ γάρ, πιστοποιῶν ὅτι λήψεται τὸ ποθούμενον.
ανίσι σῆς εὐνοίας, καθ’ ὕπνους παροτρύνεις, ὀφθαλμὸν ἐγχειρῆσαι ταχύ, γυναικὶ θαῤῥούσῃ σῇ θερμῇ ἀντιλήψει μακάριε.
Θεοτοκίον.
λέησον Παρθένε, τὴν Σὲ γεραίρουσαν ποίμνην Θεοχαρίτωτε, θείου Ἀνθίμου πρεσβείαις τοῦ Σοῦ θεράποντος.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέον στήριγμα, ὀρθοδοξίας, νεοκόσμητον, ἄνθος ἁγνείας, Νικομηδείας Ανθίμου συνώνυμος, τῶν ἀρετῶν δὲ ἐκείνου ὁμότροπος, νέων Ὁσίων σφραγὶς καὶ ἀγλάϊσμα, Πάτερ Ἄνθιμε, τῆς Χίου πάσης τὸ καύχημα, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου