Τετάρτη 20 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 16. ΟΣΙΟΣ ΓΕΡΑΣΙΜΟΣ ΚΕΦΑΛΛΗΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ





ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄.

ΓΕΡΑΣΙΜΟΣ ΟΣΙΟΣ ΚΕΦΑΛΛΗΝΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στ. δ΄ καὶ ψάλλομεν προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, Κεφαλλήνων οἱ πιστοί, δράμωμεν προθύμως καὶ πόθῳ, τῷ Γερασίμου Ναῷ, ὕμνους ἀναπέμψωμεν τῷ εὐεργέτῃ Θεῷ, τῷ μεγάλως δοξάσαντι, ὑστέροις ἐν χρόνοις, χάρισι καὶ τέρασι, καὶ θαυμασίοις πολλοῖς, τοῦτον τὸν αὐτοῦ ὑπηρέτην, ὅνπερ καὶ προστάτην παρέσχε, πᾶσι τοῖς αὐτῷ προστρέχουσιν ἐκ πίστεως.

Χάρις, ἡ τοῦ Πνεύματος ἡμᾶς, Πάτερ ἡ ἐν σοὶ ἐνοικοῦσα, φαιδρῶς συνήγαγεν, ἄσμασι προτρέπουσα, τὴν θείαν μνήμην σου, τὴν σεπτὴν καὶ χαρμόσυνον, αἰσίως τιμῆσαι, χάριτος ὡς πρόξενον μάκαρ Γεράσιμε· ὅθεν προσφωνοῦμέν σε σκέπε, τοὺς προσκαλουμένους σε πόθῳ, ἀπὸ τῶν δεινῶν καὶ περιστάσεων.

Πάντες ὡς μεγίστην ἀληθῶς, καθομολογοῦμεν ἐν πίστει, τὴν προστασίαν τὴν σήν, ἐν ταῖς περιστάσεσι τῶν συμφορῶν καὶ δεινῶν, τάχος μάκαρ προφθάνουσα, εὐχαῖς εὐπροσδέκτοις, Ὅσιε Γεράσιμε πρὸς τὸν Σωτῆρα Χριστόν· ὅθεν σὲ προστάτην πλουτοῦντες, μνήμην τὴν σὴν ὕμνοις τελοῦμεν, εὐχαρίστως πάντες ἀγαλλόμενοι.

Σκῆνός σου θεόφρων τὸ σεπτόν, σκεῦος ἀπειργάσω χαρίτων καὶ οὐρανίων ἠθῶν, πόνοις τῆς ἀσκήσεως, καὶ θεῖον ὄργανον, δωρεῶν τῶν τοῦ Πνεύματος, ἀείμνηστε Πάτερ· ὅθεν θαυματόβρυτον ὁ στεφοδότης Χριστός, δῶρον αὐτὸ δέδωκε πᾶσι, τοῖς πανευλαβῶς κεκτημένοις, πρέσβιν σε θερμὸν θεῖε Γεράσιμε.

Δόξα. Ἦχος δ΄.

Τὸν ἐξαίσιον καὶ πανθαύμαστον βίον σου, ἐξεπλάγησαν δαίμονες, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντές σε ἐπὶ γῆς, ἐν σαρκὶ ὡς ἄσαρκον δι’ ἀρετῆς διατρέποντα. Διὸ ἡ μνήμη σου σήμερον, θεοφόρε Γεράσιμε, εὐφροσύνης πρόξενον ἡμῖν ἐπέστη, καὶ χαρμόσυνον ἑορτὴν ἐπιτελοῦντες, σέβομεν πόθῳ τὸ ἱερόν, καὶ ἅγιον σκῆνός σου, ἀξιοχρέως δοξάζοντες, τὸν σὲ δοξάσαντα Κύριον.

 

 

 

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Τὴν πάνσεπτόν σου Κοίμησιν Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.

 

Στιχηρά. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στίφη τῶν εὐσεβῶν, δοξάσωμεν συμφώνως, Θεὸν τὸν κηδεμόνα, τὸν δόντα φιλανθρώπως, ἡμῖν θεῖον Γεράσιμον.

Στ.: Τίμιος ἐναντίον Κυρίου...

Οὗτος γὰρ ἀληθῶς, τῆς πίστεως ὑπάρχει, τὸ στήριγμα καὶ κλέος, Ὀρθοδοξίας ὄντως, πιστῶν τὸ ἐγκαλλώπισμα.

Στ.: Μακάριος ἀνήρ...

Σκῆνος γὰρ τὸ σεπτόν, ἀείζωον δεικνύων, αἰσχύνει τοὺς ἀπίστους, τοὺς δὲ πιστοὺς προτρέπει, δοξάζειν τὸν Παντάνακτα.

Δόξα.

Δόξα σοι Βασιλεῦ, Παντάναξ πλουτοδότα, πανεύσπλαγχνε τῷ δόντι, Γεράσιμον σοῖς δούλοις, ὡς πλοῦτον ἀναφαίρετον.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Ἀγαθή, ἁγίας σου τὰς χεῖρας, πρὸς τὸν Υἱόν σου ᾆρον, φιλόψυχον τὸν Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους σου.

 

Νῦν Ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν πιστῶν σε προστάτην, καὶ ταχὺν ἀντιλήπτορα, ὁσιώτατε Πάτερ, θεοφόρε Γεράσιμε, ἀνέδειξε Θεὸς ἐπὶ γῆς, ὁ πάντων τῶν ὄντων κηδεμών· θεραπεύεις γὰρ σωμάτων, καὶ ψυχῶν τὰ πάθη τῇ σῇ χάριτι· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ


Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς τῆς Θεοτόκου ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ γ΄. Καὶ τοῦ Ἁγίου προσόμοια γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τῷ τιμίῳ λειψάνῳ σου, ἡ σὴ Νῆσος ἀγάλλεται, καὶ τοῖς θείοις ᾄσμασι καταστέφει σε, πλουτισαμένη σὲ ἄσυλον, θησαύρισμα Ὅσιε, καὶ ὑπέρμαχον θερμόν, πρεσβευτὴν προθυμώτατον, ταύτην σώζοντα, ἐκ παντοίων κινδύνων, ὡς μεγίστην, παῤῥησίαν κεκτημένος, ὦ θεοφόρε Γεράσιμε.

Καὶ εἰς Τρίκκην πανόλβιε, καὶ εἰς Ὄρος τοῦ Ἄθωνος, καὶ Ἐώαν ἅπασαν, καὶ εἰς Σίναιον, καὶ εἰς Σιὼν ἁγιώνυμον, ἐρήμους καὶ σπήλαια, Ἰορδάνην τε λαμπρῶς, ὁ περίδοξος βίος σου, ἐναπήστραψε, καὶ πλησθείς, τῶν ἐνθέων χαρισμάτων, θησαυρὸς ἐναπετέθης, ἐν τῇ Μονῇ σου θαυμάσιος.

Φυγαδεύονται δαίμονες, ἀσθενεῖς θεραπεύονται, τοῦ λιμοῦ ἡ κάκωσις ἀφανίζεται, γῆς δὲ αὐχμὸς διαλύεται, ψυχαὶ διασώζονται, τὸ γὰρ ὄνομα τὸ σόν, τὸ σεπτὸν καὶ σεβάσμιον, δῶρον τίμιον, εὑραμένη θεόθεν δεδομένον, ἡ σὴ Νῆσος τὰς αἰτήσεις, ταῖς σαῖς πρεσβείαις κομίζεται.

Δόξα. Καὶ νῦν. Ἦχος α΄.

Θεαρχίῳ νεύματι στέψωμεν ὦ φιλεόρτων ὁμήγυρις, νεοφανῆ ἀντιλήπτορα μέγιστον. Πλ. α΄. Ἐπιτελοῦντες τὴν χαρμόσυνον, καὶ πανίερον μνήμην, αὐτὸν μεγαλύνωμεν. Β΄. Τὴν δὲ πανέντιμον περικυκλοῦντες θήκην, μετ’ εὐφροσύνης τῇ χάριτι εὐωχούμενοι. Πλ. β΄. Τὸ χαριτόβρυτον, καὶ πανσέβαστον σκῆνος θεώμενοι, ᾠδαῖς ἀναμέλψωμεν, εὐσεβοφρόνως τε γεραίροντες τὸν τοῦ Χριστοῦ ὑπηρέτην, τὸν ὕμνον σπεύσωμεν ἐκβοῆσαι, ἰδοὺ ὁ ἀοίδιμος, Γεράσιμος προτίθεται. Γ΄. Δῶρον τοίνυν θεόθεν δεδωρημένον, ἐδεξάμεθα δωρεαῖς παγχρύσοις κεκοσμημένον. Βαρύς. Εὐλογίαν γὰρ πᾶσιν ἡμῖν ἐκ Θεοῦ παρασχεῖν ἐλήλυθας, ᾧ ἀτενίζειν οὐ παυσόμεθα, κᾂν σοὶ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον. Δ΄. Ζῶντας γὰρ καὶ μετὰ πότμον, θησαυρόν σε ἐπλουτήσαμεν. Πλ. δ΄. Διὸ Ὅσιε θεοφόρε, Χριστῷ σὺν τῇ Θεοτόκῳ Μαριάμ, Ἁχράντῳ Κόρη, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι, καὶ σῷσαι ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου, τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα. Α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.

 

 

 

 

Εἴσοδος· φῶς ἱλαρόν· προκείμενον· καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ΄ 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς δὲ τὴν Λιτήν, ἰδιόμελα. Ἦχος α΄.

Τὸν νέον ἀσκητήν, καὶ νεοφανῆ ἐκ τῆς Ἑώας ἀνατείλαντα ἀστέρα, θεῖον Γεράσιμον, ἐν ᾠδαῖς ασμάτων εὐφημήσωμεν. Ἐγκρατείᾳ γὰρ τὸ σῶμα νεκρώσας, καὶ τῇ ἀπαθείᾳ ἁγνίσας τὴν ψυχήν, θεῖον ἑαυτὸν ἐνδιαίτημα, ἔτι ἐν τῷ μετὰ σώματος βίῳ ἀπετέλεσε. Διὸ καὶ μετὰ θάνατον, ἐν γῇ μὲν αὐτοῦ τὸ σῶμα, ἐν οὐρανοῖς δὲ τὸ πνεῦμα δοξάζεται, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. β΄.

Χαίρει σήμερον ἡ σὴ νῆσος, ἐν τῇ πανσέπτῳ σου μνήμη, μάκαρ θεοφόρε Γεράσιμε, καὶ σὺν αὐτῇ ἅπαντες πιστοί, εὐφραίνονται ἀγαλλόμενοι. Ἀνέτειλας γὰρ τῷ κόσμῳ, ἀστὴρ νεοφανὴς τῇ φαιδρότητι τῆς χάριτος ἀστραπτόμενος, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μάκαρ θεοφόρε Γεράσιμε, σὲ καὶ ζῶντα περιχαρῶς ἐπλουτήσαμεν, καὶ μετὰ θάνατον ἔχειν σε ἠξιώθημεν πανθαύμαστε. Διὸ τὸ θεῖόν σου, καὶ σεβάσμιον σκῆνος, εὐλαβῶς ἀσπαζόμενοι, δυσωποῦμέν σε, τὸν Θεὸν ἱκετεύειν ὑπὲρ ἡμῶν.

Πόθῳ θείῳ καὶ ἔρωτι, τρωθεὶς τὴν ψυχὴν ἱερῶς, Γεράσιμε πανθαύμαστε, τὸν τῶν γεννητόρων πόθον ἀπώσω, καὶ συγγενῶν, καὶ φίλων σαυτὸν ἀποχωρήσας, ἐμάκρυνας φυγαδεύων, τόπον ἐκ τόπου ἀμειβόμενος, καὶ δὴ ἐκ πολλῶν ἐνθέου βίου παραδειγμάτων, τὸ τῆς ἀρετῆς μέλι ὡς ἐξ ἀνθέων, οἷά τις σοφὴ συλλεξάμενος μέλισσα, ἐν τῇ σαυτοῦ ψυχῇ, ὡς ἐν σίμβλῳ νοητῷ ἐναπέθηκας. Διό σε ὁ Χριστὸς θαυμάτων ἐνεργείαις ἐδόξασεν ἐν γῇ, καὶ τῆς χαρᾶς τῶν ἐκλεκτῶν ἐν οὐρανῷ κατηξίωσεν· ἧς καὶ ἡμᾶς μιμητὰς τοῦ σοῦ βίου γενομένους, ἀξιωθῆναι πρέσβευε, τοὺς ἐτησίως τελοῦντας τὴν μνήμην σου.

 

 

Ἦχος β΄.

Ἐν τοῖς ἐπουρανίοις σκηνώμασιν Ὅσιε, σὺν ταῖς τῶν ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται· λαμπρῶς δέ σου καὶ τὸ σῶμα τὸ θαυματόβρυτον, φθορᾶς ἀνώτερον, ἐν τῇ Κεφαλληνίᾳ διασῳζόμενον τιμᾶται, καὶ πανταχοῦ τὸ σεπτόν σου ὄνομα ὑμνεῖται, καὶ δοξάζεται Χριστός, ὁ δοξάζων τοὺς αὐτὸν ἀντιδοξάζοντας.

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, Γεράσιμε θεσπέσιε, Μωσέως τοῦ Θεόπτου, καὶ Ἠλιοὺ τοῦ ζηλωτοῦ, τοὺς τρόπους ἐκμιμούμενος, καὶ τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα. Διὸ καὶ ὁ Χριστός σε ἀξίως ἐδόξασεν, ἐν γῇ μὲν τὸ θεῖόν σου σκῆνος, κρεῖττον διαφθορᾶς συντηρῶν, ὡς καὶ τὸ κατ’ εἰκόνα ἀδιαλώβητον τηρήσαντα, ἐν οὐρανῷ δὲ τὸ πνεῦμά σου, ἔνθα πάντων ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία κατέταξεν, ᾧ πρεσβεύων μὴ παύσῃ ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

 

Εἰς τὸν στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε σε ἐκ τῶν δὲ φθαρτῶν, μάκαρ ὁ διάπυρος ἔρως, Θεοῦ ἐξήρπασε, τότε σου τὴν ἔφεσιν πᾶσιν ἀντέθηκας, καὶ αὐτῷ ἠκολούθησας, μακρὰν φυγαδεύων, εἰς ἔρημον ἄβατον, ἐν ᾗ ὠμίλεις Χριστῷ· ὅν νῦν δυσωπῶν μὴ ἐκλείπῃς, ὑπὲρ τῶν ἀεί σε τιμώντων, καὶ μακαριζόντων ἱερώτατε.

Στ.: Τίμιος ἐναντίον Κυρίου...

Νέος ἀνεδείχθης ἀσκητής, καὶ θαυματουργὸς θεοφόρε, ἐχθρῶν σφαξάμενος, τὸν μισανθρωπότατον, καὶ δολιώτατον, τὸν εἰς ὕψος καυχώμενον, καὶ γένος ἀνθρώπων, παμπήδην γελάσαντα, καὶ ἀπατήσαντα· ὅθεν τὴν ἁγίαν σου μνήμην, πόθῳ ἐκτελοῦντες θεόφρων, ὕμνοις ἑορτάζομεν Γεράσιμε.

 

 

 

Στ.: Μακάριος ἀνήρ...

Πᾶσαν τρικυμίαν τῶν παθῶν, Πάτερ κατεμάρανας σφόδρα, τῇ ἐγκρατείᾳ σαρκός, ἄλλος ὥσπερ ἄσαρκος ἐν γῇ ἠγώνισαι, τὰς ὀρέξεις νεκρώσας σου, τοῖς πόνοις καὶ μόχθοις, θεῖον καταγώγιον γέγονας πνεύματος· ὅθεν σου τὴν πάνσεπτον μνήμην, ἡμῶν ἐκτελούντων προσφόρως, μέμνησο πολύτλα παμμακάριστε.

Δόξα. Ἦχος δ΄.

Οὐρανίου πολιτείας φωστὴρ διαυγέστατος, ἔλαμψας τῷ κόσμῳ τῷ κάλλει τοῦ πνεύματος, φαιδρῶς καθωραϊσμένος, καὶ τῇ αἴγλῃ τὸν νοῦν καταστραπτόμενος. Διὸ προστάτην πλουτοῦντές σε Γεράσιμε Ὅσιε, καὶ τὸ σεβάσμιον σκῆνός σου εὐλαβῶς ἀσπαζόμενοι, δεόμεθά σου ἐκτενῶς, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Νῦν Ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Τρικάλων τὸν γόνον, Κεφαλλήνων τὸ κλέϊσμα, Ὁμαλῶν Μονῆς τῶν προστάτην, Σὲ εὐφημοῦμεν Γεράσιμε· ἐβίωσας γὰρ ἐν τῇ δὲ τῇ ζωῇ ὡς ἄγγελος οὐράνιος Θεοῦ. Διὸ δόξης ἠξιώθη, καὶ ἀφθαρσίας σῶμά σου τὸ πάντιμον· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτώσαντι, δόξα τῷ δωρησαμένῳ σε πιστοῖς πρέσβυν ἀκοίμητον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα, ἦχος γ΄. Τὴν ὡραιότητα.

Νεοφανέντος σου, τῇ οἰκουμένῃ σοφέ, καὶ πλουτισθέντος σου, ταῖς θεϊκαῖς ἀρεταῖς, λελαμπρυσμένος φωστὴρ ἀναπεφάνθης· ὅθεν ὡς στερέωμα, Ἐκκλησίας τεθέντα σε, ᾄσμασι γεραίρομεν, ὡς ἀστράπτοντα χάρισι. Διὸ καὶ σὲ προστάτην πλουτοῦντες, ὕμνοις τὴν σὴν τιμῶμεν μνήμην.

Δόξα.

Τὴν καθαρότητα, τῆς διανοίας σου, καὶ τὸ ἐπίμονον, τὸ τῶν καμάτων σου, τήν τε ἰσάγγελον ζωήν, ἰδὼν ὁ στεφοδότης, χάρισι ἐλάμπρυνε, καὶ λαμπρῶς σε ἐδόξασε, φύλακα παρέχων σε, καὶ ἡμῶν ἀντιλήπτορα. Διὸ καὶ εὐχαρίστως ἡ νῆσός σου, δόξαν Θεῷ προσαναπέμπει.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἐν τῇ γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν συνέδραμες Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτόφος ἁγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα, ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἀρετῶν φαιδρότητι, κεκοσμημένος, τὴν στολὴν τῆς χάριτος, μάκαρ ἐδέξω ἐκ Θεοῦ, καὶ τὸ σεβάσμιον σκῆνός σου, πιστοῖς ἐδόθη, πηγὴ χαριτόβρυτος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Τῇ σεπτῇ κοιμήσει σου, ἡ οἰκουμένη, τῷ ἀΰλῳ πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· χαῖρε Παρθένε, χριστιανῶν τὸ καύχημα.

Μετὰ τὸν πολυέλεον, κάθισμα, ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τῆς ἀγάπης τῷ ἔρωτι πτερωθείς, καὶ φωτὶ τῷ τῆς χάριτος ἐλλαμφθείς, τὸν κόσμον κατέλιπες, καὶ Χριστῷ ἠκολούθησας, ἀγγελικῶς τὸν βίον, τελέσας ὡς ἄσαρκος, κεκαθαρμένος ὅλος, ψυχῇ τε καὶ σώματι. Ὅθεν καὶ δοχεῖον, τοῦ Θεοῦ χρηματίσας, τὴν χάριν ἀπείληφας, ὡς μισθὸν τῶν καμάτων σου, τοῦ τελεῖν τὰ θαυμάσια, θεοφόρε Γεράσιμε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον. Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομήτωρ Πανάμωμε, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὴν σεπτήν σου μετάστασιν.

 

Οἱ Ἀναβαθμοί τοῦ δ΄ ἤχου.

Προκείμενον, ἦχος δ΄: Τίμιος ἐναντίον Κυρίου...

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...

Τὸ Εὐαγγέλιον.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δέδοται πιστοῖς παρὰ Θεοῦ θησαυρὸς ἀσύλητος, Γεράσιμε Ὅσιε, τὸ πάνσεπτον σκῆνός σου. Διὸ πνευματικὴν εὐφροσύνην, καὶ ἰαμάτων τὴν χάριν, βρύεις ἀεννάως μακάριε, τοῖς προστρέχουσιν ἐν πίστει τῇ σορῷ σου τῇ θείᾳ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, ἁγιώτατε Πάτερ, ἀτρώτους ἡμᾶς κινδύνων διασῴζεσθαι.

Ὁ α΄ κανὼν τῆς ἑορτῆς τῆς Θεοτόκου εἰς στ΄· καὶ τοῦ Ἁγίου β΄ εἰς η΄.

Κανὼν πρῶτος. Ἦχος δ΄.

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.

Τὸν ὕμνον προσάγει σοι, μάκαρ θεόφρων Γεράσιμε, ἡ νῆσός σου σήμερον, ἀγαλλομένη φαιδρῶς, ἥν περίσωζε, φρουρόν σε κεκτημένη, προστάτην θερμότατον, καὶ ἀντιλήπτορα.

Θεράπων πανάριστος, Θεοῦ παμμάκαρ καὶ γνήσιος, ἐδείχθης Γεράσιμε, βίον ἀσκήσας ἐν γῇ, τὸν ἰσάγγελον, διὸ ταῖς σαῖς πρεσβείαις, τὴν νῆσόν σου φύλαττε προσκαλουμένην σε.

Μονήν σε εἰργάσατο, Πατρός Υἱοῦ τε καὶ Πνεύματος, ὁ ἔνθεος πόθος σου πρὸς τὰ οὐράνια, ὡς στηρίζων σε, τῇ χάριτι τῇ θείᾳ, τηρεῖν σε κατέπεισε, νόμου προστάγματα.

Τοὺς σὲ καταστέφοντας, νῦν ἐγκωμίων τοῖς ᾄσμασι, ἐν θρόνῳ τῆς χάριτος, παρεστηκὼς ἐφ’ ἡμᾶς, ταῖς πρεσβείαις σου, ἐπίβλεψον καὶ ῥῦσαι, παντοίων ἐκ θλίψεων, μάκαρ Γεράσιμε.

Κανὼν δεύτερος· οὗ ἡ ἀκροστιχίς: ᾌδω σοι τὸν ὕμνον ὁ δοῦλός σου. (Ἄνευ τῶν Θεοτοκίων). Ἦχος πλ. δ΄.

ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.

σματικῶς μετ’ εὐφροσύνης Ὅσιε σὲ καταστέφομεν νῦν, ὕμνοις εὐχαρίστοις, τῆς χαρᾶς ὡς πρόξενον· σὲ γὰρ φρουρὸν θερμότατον, καὶ προστάτην καὶ ῥύστην, ὁ στεφοδότης ὁ πάνσοφος, κρίμασιν ἀῤῥήτοις κατέστησε.

Δῶρον σεπτόν καὶ προφανῶς ὑπέρτιμον παρὰ Θεοῦ θησαυρόν, ἐπλουτήσαμέν σε, καὶ ἀεὶ πλουτοῦμέν σε, περιχαρῶς Γεράσιμε, καλλονὴ μοναζόντων, καὶ ἀσκητῶν ἡ εὐπρέπεια, καὶ τῶν ἱερέων τὸ καύχημα.

ς ὄντως ῥόδον θαυμαστόν καὶ εὔοσμον μάκαρ ἐξήνθησας, καὶ λιπὼν τὰ πάντα, τὴν ψυχὴν τοῖς ἄνθεσι, τῶν ἀρετῶν ἐστόλισας, τῇ τοῦ πνεύματος αἴγλῃ, εὐωδιάζων πληρέστατα, ἅπαντα τὰ αἰσθητήρια.

Θεοτοκίον.

Δεῦρο ψυχή μου ταπεινή καὶ βόησον τῇ Θεομήτορι, χριστιανῶν σκέπη, μὴ ἐγκαταλείπῃς με, ἀντιλαβοῦ καὶ σῶσόν με, καὶ τῆς αἰωνιζούσης, κολάσεως ἐλευθέρωσον, ἡ τῶν ἀνελπίστων ἀντίληψις.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ἣν σὺ ἐξελέξω παιδιόθεν, ὁδὸν μετανοίας τὴν τερπνήν, γενναίως ἐπετέλεσας, μηδὲν προκρίνας Ὅσιε, τοῦ πρὸς τὸν Κτίστην ἔρωτος, ἀγγελικῆς τε βιώσεως.

Τὸ τίμιον σκῆνός σου θεόφρων, Γεράσιμε βρύον τοῖς πιστοῖς, τὰ ῥεῖθρα τῶν ἰάσεων, τῆς χάριτος τεκμήριον, ὑπάρχει δι’ ἧς γέγονας, σεπτὸν δοχεῖον τοῦ πνεύματος.

Ἐπίκουρος μέγιστος ἐφάνης, δεινῶν περιστάσεων λιμοῦ, τὴν νῆσόν ῥυόμενος, ὡς φύλαξ συμπαθέστατος, ἥν περιφρούρει πάντοτε, παντὸς κινδύνου ἀπήμονα.

Ποικίλων ἡμᾶς πειρατηρίων, κινδύνων καὶ θλίψεων δεινῶν, τῇ σκέπῃ σου προσφεύγοντας, Γεράσιμε θεόληπτε, ταῖς σαῖς θερμαῖς δεήσεσιν, ὡς συμπαθὴς ἐλευθέρωσον.

 

Ἕτερος. Οὐρανίας ἁψῖδος.

Σὲ θησαύρισμα θεῖον οἱ εὐσεβεῖς Πνεύματος, καὶ τῆς Ἐκκλησίας φωστῆρα ἐπιγινώσκομεν, νεοφανέντα ἡμῖν· ὅθεν σὲ ὕμνοις τιμῶμεν, καὶ πιστῶς δοξάζομεν μάκαρ Γεράσιμε.

λοψύχως ποθήσας τὸν πρὸς Θεὸν ἔρωτα, καὶ τῆς οὐρανίου πατρίδος τὴν ὡραιότητα, ἐν τῇ καρδίᾳ τῇ σῇ, ἀνελλιπῶς ζωγραφίσας, κατὰ Παῦλον ἔκρινας σκύβαλα ἅπαντα.

κετήριον ὕμνον χαρμονικῶς ᾄδοντες, καὶ τῷ σῷ τιμίῳ λειψάνῳ, δόξαν προσνέμοντες, θερμῶς αἰτοῦμέν σε, οἱ σὲ πλουτοῦντες προστάτην, τῶν δεινῶν τὴν νῆσόν σου ῥῦσαι Γεράσιμε.

Θεοτοκίον.

Ἀνεξάλειπτον πένθος διηνεκὲς δάκρυον, θεῖον ἐνδιάθετον φόβον, θερμὴν κατάνυξιν, ἁγνὴν ταπείνωσιν, καὶ συντριβὴν τῆς καρδίας, Θεοτόκε Δέσποινα, δῶς μοι καὶ σῶσόν με.

 

Κάθισμα, ἦχος α΄. Τὸν τάφον σού Σωτήρ.

Ἡ πάνσεπτος ἡμῖν, τῆς τιμίας σου μνήμης, ἐπέστη Ἑορτή, ἥν τιμῶμεν προθύμως, τὸ σκῆνός σου τὸ ἄχραντον ὦ Γεράσιμε σέβοντες, ὅ δοξάζουσι, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, εὐφραινόμενα, τῇ σωτηρίᾳ ἀνθρώπων, Θεὸν μεγαλύνουσι.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Οἶκος σὺ γεγένησαι τῶν δωρεῶν, τῶν ὑπερφυῶν τῶν τοῦ πνεύματος, ὑφηγητής τε ἐναρέτου ἀγωγῆς, καὶ πρακτικὸς διδάσκαλος, τῆς ὑπερκοσμίου ἀσκήσεως.

Σοῦ τὴν πανευφρόσυνον νῦν ἑορτήν, καὶ φαιδρὰν τρισμάκαρ πανήγυριν, ἐπιτελοῦσα ἡ σὴ νῆσος ὡς φρουρόν, σὲ προσκαλεῖται κράζουσα· σκέπη μοι γενοῦ ὦ Γεράσιμε.

Αἴγλη θείας χάριτος σοῦ τὸ σεπτόν, σκῆνος λαμπρυνθὲν ὦ Γεράσιμε, ὁ στεφοδότης θαυματόβρυτον ἡμῖν, ὡς θησαυρὸς παρέθετο, θείας εὐωδίας ἀνάπλεων.

Πίστει τε καὶ πόθῳ σοῦ ἅπαντες νῦν, θεοφόρε Πάτερ δεόμεθα, πρόφθασον ῥῦσαι, τὴν σὴν νῆσον τῶν δεινῶν· σὲ γὰρ προστάτην κέκτηται, πρὸς τὸν πανοικτίρμονα Κύριον.

 

Ἕτερος. Σύ μου ἰσχύς.

Τὸ τοῦ Χριστοῦ, ὄντως σεπτὸν Εὐαγγέλιον, περιφέρων ἐν τῇ διανοίᾳ σου, καὶ τῇ τοῦ Πνεύματος ὁπλισθείς, χάριτι μετέβης, ἐπὶ τὸ Ὄρος τοῦ Ἄθωνος, ἰσάγγελον τὸν βίον, καθαρῶς ἐκτελέσας, καὶ πανσόφως Θεῷ εὐηρέστησας.

ντως Θεῷ, εὐχαῖς συντόνως ἑνούμενος, καὶ ἀγρύπνοις στάσεσι δακρύων τε, τοῖς ὀχετοῖς ὅλως ἁγνισθείς, καὶ λελαμπρυσμένος, τοῖς θείοις σου κατορθώμασιν, ὡς ἔλαφος διψῶσα, ᾐρετίσω τοὺς τόπους, τοὺς ἁγίους, δοξάσαι τὸν Ἅγιον.

Νοῦς τῷ νοΐ, ἐνατενίζων γενόμενος, ἐλαμπρύνθης φωτισμῷ τοῦ Πνεύματος, ἱερωσύνης τῇ δωρεᾷ, τῇ φρικτῇ ὡς σκεῦος, τῆς ἀρετῆς ὑπερθαύμαστον, θυσίας ἀναφέρων, ἀναιμάκτους τῷ Κτίστῃ, παραδόξως τῷ σὲ καταστέψαντι.

Θεοτοκίον.

Διὰ παντός, μὴ διαλείπῃς μὲ σκέπουσα, σὲ γὰρ ἔχω μόνην ἐν πειρασμοῖς ὑπερασπιστήν, ῥύστην ἐν κινδύνοις, ἐν συμφοραῖς παραμύθιον, προστάτην ἐν ἀνάγκαις, εὐθυμίαν ἐν λύπαις, καὶ χαρὰν ἐν ταῖς θλίψεσι Δέσποινα.

 

 

 

 

 

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ῥευστὴν καὶ εὐμάραντον, ἡγήσω Πάτερ τερπνότητα, πᾶσαν τὴν τοῦ κόσμου ἀτενίσας, πρὸς τὴν ἀγάπην τοῦ βασιλέως Χριστοῦ, νῦν δὲ τῆς ἀλήκτου χαρμονής, θείοις ἐν σκηνώμασιν, ἐντρυφᾷς ἀγαλλόμενος.

Ἰθύνεις πρὸς ἔνθεον, ὁλοσχερῶς θεσπέσιε, ἔρωτα τὸ πνεῦμά σου νηστείαις, συντονοτάτοις, καὶ ἐπιμόνοις εὐχαῖς, τοῦ τῆς ἀπαθείας ἀκλινῶς, κάλλους ἐφιέμενος, καὶ τῆς θείας ἐλλάμψεως.

Σεμνὸς καὶ ἡσύχιος, πιστός ἁγνός καὶ κόσμιος, ὅσιος καὶ πρᾷος καὶ ἀνδρεῖος, μέτριος σώφρων καὶ ἀνεπίληπτος, ὤφθης τῆς Τριάδος γεγονώς, θεῖον οἰκητήριον, καὶ τῆς χάριτος ὄργανον.

Γεράσιμε Ὅσιε, ἡμῶν τῶν δεομένων σου, δέξαι τὰς αἰτήσεις ἐν ἡμέρᾳ, τῶν πειρασμῶν τε, καὶ περιστάσεων, θλίψεων παντοίων τε δεινῶν, καὶ θερμῶς προσάγαγε, τῷ τῶν ὅλων Δεσπόζοντι.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

μνητὴς χρηματίσας, θείοις ἀπαυγάσμασι, καὶ πρὸς τὸ Σιναίον, χαίρων ἀνυψώθης, ὡς ὑπόπτερος χάριτι ἔνδοξε, ἵνα σου τὸν πόθον, πόθῳ προσθεὶς τὴν πρὸς τὰ θεῖα, ἐνισχύσῃς Γεράσιμε ἔφεσιν.

Μυηθεὶς ἀποῤῥήτως, τὴν πρὸς τὰ οὐράνια ἔνθεον ὕψωσιν, τὴν Μωσέως χάριν, Ἠλιού τε πλουσίως ἀπείληφας, ἐν τῷ Ἰορδάνῃ, θαυμαστωθεὶς τῇ τοῦ Δεσπότου, παραδόξῳ νηστείᾳ πανόλβιε.

Νοῦς ὁρῶν μάκαρ, τὸν σαῖς ἐπιλάμψεσι ψυχὰς αὐγάζοντα, καὶ σπηλαίοις μόνος, ἀπαθείᾳ ηὐλίσθης γενόμενος, ὁπαδὸς Προδρόμου, Θεοδοσίου τε νηστείας, φοιτητής, μιμητής τε Γεράσιμε.

Θεοτοκίον.

Παῤῥησίαν μεγίστην, πρὸς τὸν ἐκ λαγόνων σου τεχθέντα Κύριον, κεκτημένη Κόρη, ὅσα θέλεις ἀνύεις ἑκάστοτε, καὶ ἰσχύεις πάντα, παντοδυνάμου Θεοῦ Μήτηρ, διὸ θέλησον μόνον καὶ σώζεις με.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Τὴν χάριν ὄντως θαυμάζομεν, τὴν ἄλλον Μωϋσῆν ἀναδείξασαν, καὶ σὲ Γεράσιμε, καὶ γὰρ καὶ σὺ τεσσαράκοντα, νυχθημερὸν νηστείαν, σαφῶς διήνυσας.

Αὐχμὸν τῆς γῆς ἔτι ζῶντός σου, ταχέως σαῖς εὐχαῖς λύεις ἔνδοξε, καὶ μετὰ θάνατον, ἐξάγεις φρέατος γύναιον, καταπεσὸν ὠθήσει τῇ τοῦ ἀλάστορος.

Ἀφθάρτου δόξης Γεράσιμε, καρποὺς θεοπρεπεῖς ζῶν ἐξήνθησας, θανὼν δὲ ἄφθαρτος, ψυχῇ τε ζῇς καὶ τῷ σώματι, ἐν οὐρανῷ καὶ γῇ τε, στέφει κοσμούμενος.

Πεποικιλμένος τῇ χάριτι, ποικίλλων συμφορῶν ἐλευθέρωσον, θεῖε Γεράσιμε, τὴν νῆσον ταύτην, ἥν κέκτηται, τὸ ὄνομά σου Πάτερ, μέγιστον καύχημα.

Ἕτερος. Ἱλάσθητί μοι.

Σὺ τὴν στολὴν τοῦ φωτός, καὶ τὴν δι’ ἔργων εὐπρέπειαν, περιβολὴν σεαυτῷ, λαμπρὰν περιγέμενος, τοῦ κόσμου φῶς γέγονας, καὶ τῆς γῆς τὸ ἅλας, ὡς Χριστοῦ θεράπων γνήσιος.

Νοήμων σὺ γεγονώς, σαυτὸν Χριστῷ καθιέρωσας, καὶ πάσας τὰς ἀρετάς, γενναίως κατορθώσας, διὸ σὲ ἐδόξασεν, ὁ Δεσπότης πάντων, ὡς πιστῶς αὐτὸν δοξάσαντα.

λολαμπὴ δωρεαῖς, παγχρύσοις ὄντα Γεράσιμε, ὡς θησαυρὸν ὁ Θεός, δι’ ἄφατον ἔλεος, ἡμῖν σὲ ἀπέστειλε, διὸ γεγηθότες ὕμνοις τοῦτον μεγαλύνομεν.

Θεοτοκίον.

Νενεκρωμένον πολλάς, Παρθένε μὲν παραβάσεσιν, ἡ τὴν ζωὴν τοῖς βροτοῖς, ἀῤῥήτως κυήσασα, Θεοτόκε ζώωσον, καὶ ποιεῖν Κυρίου τὰ θελήματα ἐνίσχυσον.

Κοντάκιον, ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Ὡς ἀντιλήπτωρ καὶ θερμὸς προστάτης ἔνδοξε, ἀεὶ προφθάνεις βοηθὸν ἐν περιστάσεσι. Διὸ ᾄσμασι Γεράσιμε θεοφόρε, εὐφημοῦμέν σε πιστῶς, καὶ ἐπιγράφομεν, τῆς σῆς νήσου τὸν προστάτην συμπαθέστατον, ἀνακράζοντες· Χαῖρε Πάτερ ἀοίδιμε.

Ὁ Οἶκος.

Εὐφρανθῶμεν ἐνθέως ἐν τῇ πανσέπτῳ, καὶ χαρμοσύνῳ ἑορτῇ τοῦ θαυμαστοῦ Ὁσίου, καὶ πόθῳ πρὸς αὐτὸν ἐβοήσωμεν· θεοδόξαστε Πάτερ, καὶ θεοφόρε Γεράσιμε, ὁ τὴν ἀγγελικὴν πολιτείαν πανσόφως ἐν τῇ γῇ μετελθών, καὶ τὸ στέφος ἐν οὐρανῷ δεξάμενος παρὰ Θεοῦ, καὶ τῇ ἀφθαρσίᾳ τοῦ σώματος θείᾳ χάριτι λαμπρυνθείς, ῥῦσαι πρεσβείαις σου τὴν Μονήν, καὶ τὴν νῆσόν σου πάσης ἐπηρείας τε, καὶ κακώσεως, καὶ τῆς ἑνεστώσης ἀνάγκης ἐλευθέρωσον. Ἑκατέρα γάρ σε θερμότατον κεκτημένη προστάτην, οὐ παύει τοῦ βοᾶν σοι· Χαίροις Πάτερ ἀοίδιμε.

Συναξάριον.

Τῇ ΙΣΤ΄ Αὐγούστου, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ, καὶ προστάτου Κεφαλληνίας.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Σωτηρίας αἰωνίου τὴν ἀπόλαυσιν, δεικνύων Ὅσιε, φωτολαμπάσιν αὐγαῖς, ἐνθέων σου πράξεων, καὶ ἰσαγγέλου ζωῆς, χαίρων ἔψαλλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Κροτησάτωσαν μονάζοντες τῷ Πνεύματι, καὶ ὁμήγυρις, τῶν ἱερέων τερπνῶς, καὶ σὲ δοξαζέτωσαν θεῖε Γεράσιμε, ὡς πλουτοῦντές σε, καύχημά τε καὶ κλέος ἅπαντες, καὶ κανόνα εὐσεβείας.

Ἤστραψαν σου θεοφόρε τὰ παλαίσματα, δι’ ὧν ἐπέλαμψας Θεοῦ δοχεῖον σεπτόν, ἐπίγειος Ἄγγελος, βροτὸς οὐράνιος, καὶ γὰρ ἄσαρκον, σοῦ τὴν ζωὴν διήνυσας, ἐν ἐρήμοις καὶ σπηλαίοις.

Τὴν σωτήριον βοήθειαν θεόληπτε, τὴν σὴν αἰτούμεθα, καταπεμφθῆναι ἡμῖν, ἐν ὥρᾳ τῶν θλίψεων, ἡνίκα ταύτης πίστεως, σοῦ δεόμεθα, θαυματουργὲ Γεράσιμε, δεομένων ὁ προστάτης.

Ἕτερος. Παῖδες Ἑβραίων.

Δῶρον δοθέν μοι οὐρανόθεν, Πάτερ ἔγνων σε ἡ νῆσός σου βοᾷ σοι· χαρμοσύνως διὸ, θεόπεμπτον κηρύττω, τὴν ἔλευσίν σου Ὅσιε, καὶ δοξάζω τὸν δοτῆρα.

λη στοργῇ καὶ διαθέσει, μεγαλύνω σε Γεράσιμε τρισμάκαρ· εὐλογίαν μοι γάρ, κομίζειν ἀπεστάλης, ὡς Ἀβραὰμ ὁ δίκαιος, Ἰωσήφ καὶ Ἐλισσαῖος.

μνον παννύχιον προσφέρω, κεκτημένη σε θερμότατον προστάτην, καὶ δοξάζω θερμῶς, τὸν Κύριον τῆς δόξης, τὸν σὲ θαυμάτων χάριτι, καταστέψαντα θεόφρον.

Θεοτοκίον.

Ἤνοιξας πύλας Παραδείσου, ἂς ἀπέκλεισεν ἀνθρώποις ἡ προμήτωρ, Θεομήτωρ διὸ, κᾀμοὶ τῆς μετανοίας, ἄνοιξον πύλας πύλην μοι, ἀνοιγούσας Παραδείσου.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Τίς μὴ ἐκπλαγείη τοὺς ἀγῶνας, τοὺς μόχθους τὰς κακουχίας τοῦ σοῦ σώματος, οἷ περ ἀγαλλόμενος, μόνης ἐπεπόθησας, τῆς φεγγοβόλου λάμψεως τοῦ θείου Πνεύματος, τὸν Κύριον, δοξάζων ἀπαύστως, τὸν δοξάσαντά σε, τῷ στέφει ἀφθαρσίας.

Ἦρως ἐκ τῶν ἔργων ἀπεφάνθης, ἐν σοὶ σκηνωσάσης θείας χάριτος· ὅθεν θεραπεύονται, πάθη τὰ δυσίατα, δαιμόνων τὰ ἐπήρεια ἀποδιώκεται, Γεράσιμε, διὸ σὲ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, τὴν πάνσεπτόν σου μνήμην.

Σκεῦος ἐκλογῆς σεπτὸν ἐδείχθης, τὴν ἄνω φαιδρῶς λαμπρότητα δεξάμενος, καὶ πρὸς τὰ σκηνώματα, θεῖα καὶ οὐράνια, περιχαρῶς ἀνέδραμες, καταστραπτόμενος, τῇ χάριτι, τῆς θείας Τριάδος, ὕμνοις ἥν δοξάζεις εἰς πάντας τοὺς αἰῶνας.

Κηρύττομεν πάντες χαρμοσύνως, θεόπεμπτον ἀληθῶς, σὴν μάκαρ ἔλευσιν· ὤφθης γὰρ σωτήριος, ἐν ταῖς περιστάσεσι, τῶν συμφορῶν καὶ θλίψεων, ταῖς σαῖς ἐντεύξεσι, πρὸς Κύριον, ὅν νῦν μὴ ἐκλείπῃς, δυσωπεῖν ἀπαύστως, ἡμᾶς ἐλεηθῆναι.

Ἕτερος. Τὸν ἐν ὄρει.

Λαοῦ λύπην ἠφάνισας εὐχῇ σου, ἀνομβρίαν λύσας σῇ Μάκαρ παῤῥησίᾳ, πρὸς τὸν Θεὸν Γεράσιμε θεόληπτε, Κύριον δοξάζων, καὶ δεδοξασμένος φανεὶς παρὰ Κυρίου.

τῇ αἴγλῃ τοῦ σύμπαντος ἀστράψας, τὸ εἰς φρέαρ πεσὸν τοῦ δαίμονος ὠθήσει, ὡς ἀντιλήπτωρ γύναιον, ἐξήγαγες δοξάζων, καὶ δεδοξασμένος φανεὶς παρὰ Κυρίου.

Σωτὴρ ὤφθης δεινῶν λοιμοῦ κινδύνων, τὴν σὴν νῆσον ὄντως ἐκλυτρούμενος, καὶ πατρικὴν συμπάθειαν πιστούμενος, Κύριον δοξάζων, καὶ δεδοξασμένος φανεὶς παρὰ Κυρίου.

Θεοτοκίον.

Ὕμνον δέχου ἀνάγων ἐκ χειλέων, Ἁγνή καὶ ῥῦσαί με κινδύνων, καὶ μολυσμοῦ τοῦ σώματος ἀμόλυντε, καὶ καθάρισόν με, τὸν μεμολυσμένον, παντοίαις ἁμαρτίαις.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νέου ἀσκητοῦ, τὸ σκῆνος φιλέορτοι κατασπαζόμενοι, δεῦτε ἀγαλλίασιν, ἐνθέῳ πόθῳ ἀπαρυσώμεθα, ὡς θησαυρὸν πλουτήσαντες τοῦτο, καὶ κράξωμεν ὁλοψύχως, σκέπε ἡμᾶς πάντοτε, ταῖς πρεσβείαις σου θεῖε Γεράσιμε.

Ἔθετο Θεός, σὲ ὄντως τῆς πίστεως, ὡς ἀδιάσειστον, στύλον καὶ ἑδραίωμα, καιροῖς ἐσχάτοις κατ’ ἐχθρῶν Ὅσιε, σκῆνος σεπτὸν καὶ θεῖόν σου, λίθον προσκόμματος, ἐναντίοις, δοὺς ὁμολογίαν τε, ἐνισχύων ἀεὶ τὴν ὀρθόδοξον.

Ὅλη νῦν θερμῶς, ἡ νῆσός σου κράζει σε, φύλαξ σωτήριε, φρούρει με ἀπήμονα, λοιμοῦ κινδύνων σεισμοῦ κακώσεως, σαῖς προσευχαῖς Γεράσιμε, ταῖς εὐπροσδέκτοις Θεῷ, καὶ προστάτης, φάνηθι θερμότατος, τοῖς πιστῶς ἀνυμνοῦσί σε Ὅσιε.

Πάντας τοὺς τὴν σήν, τελοῦντας Γεράσιμε, μνήμην πανίερον, λύτρωσαι πρεσβείαις σου, κινδύνων νόσων, πάσης κακώσεως, ὡς ῥύστης, τῶν ἐν θλίψεσι λιτανευόντων σε, καὶ τὴν νῆσον ταύτην σὺν τῇ ποίμνῃ σου, βλάβης πάσης ἀλώβητον τήρησον.

 

 

 

 

 

 

Ἕτερος. Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός.

Σὲ πάντες μεγαλύνομεν εὐσεβῶς, εὐσεβῶς τὰ σεπτά σου δοξάζοντες θαύματα, τὰς ἀρετάς, καὶ τὰ κατορθώματα τὰ λαμπρά, καὶ τοὺς ἀγώνας Ἅγιε, οὕσπερ ἐξελέξω διὰ Χριστόν· διὸ νῦν θεοφόρε, Γεράσιμε παράσχου, σοῖς ὑμνηταῖς τὴν προστασίαν σου.

σμῆς καὶ εὐφροσύνης πνευματικῆς, τῷ σεπτῷ σου λειψάνῳ ἱστάμενοι, πανευλαβῶς θείαν προσλαμβάνομεν δωρεάν, καὶ σοῦ τὴν πανευφρόσυνον, μνήμην ἐκτελοῦντες περιχαρῶς· διό σε θεοφόρε, Γεράσιμε αἰτοῦμεν, σκέπε καὶ φρούρει τοὺς ὑμνοῦντάς σε.

πέρμαχον προστάτην καὶ βοηθόν, καὶ φρουρὸν ἀντιλήπτορα, καὶ ἰατρόν, σὲ πλουτησαμένη χαρμονικῶς, ὡς θησαυρὸν ὑπέρτιμον, κόλποις περιφέρω ἐν τοῖς ἐμοῖς, Γεράσιμε παμμάκαρ, ἡ νῆσός σου βοᾷ σοι, ἥν περιφρούρει ταῖς πρεσβείαις σου.

Παράδοξον εἰργάσω πρᾶγμα Σεμνή, τὸν σὸν Πλάστην τεκοῦσα καὶ Κύριον, πρᾷον καὶ νῦν, ἕτερον τεράστιον ἐν ἐμοί, ἁμαρτωλόν κατάκριτον, οἴκτειρον ἐλέησον εὐμενῶς, καὶ σῶσον φιλανθρώπως, ὡς Μήτηρ φιλανθρώπου, φιλανθρωπίας τὸν ἀνάξιον.

 

 

Ἐξαποστειλάρια. Ἀπόστολοι ἐκ περάτων.

Ὁ σύλλογος μοναζόντων, τῶν ἱερέων ὁ χορός, καὶ ἡ πληθὺς φιλεόρτων, θεῖον Γεράσιμον φαιδρῶς, τὸ νεοστήρικτον κλέος, ᾠδαῖς ὑμνήσωμεν πάντες.

Τὸ σκῆνός σου θεοφόρε, τὸ δοξασθὲν παρὰ Θεοῦ, καὶ ἀρετῶν θεῖον σκεῦος, καὶ θαυματόβρυτον δοθέν, σέβομεν πόθῳ τελοῦντες, τὴν σεβασμίαν σου μνήμην.

Ὑπέρμαχον ἐν κινδύνοις, καὶ ἀντιλήπτορα θερμόν, ἐν θλίψεσι θεοφόρε, Γεράσιμε καὶ προστάτην, πρὸς τὸν Θεὸν σὲ πλουτοῦντες, τὸν στεφοδότην ὑμνοῦμεν.

Θεοτοκίον.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

 

 

 

 

 

 

 

 

 

 

Αἶνοι, ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου.

Πάτερ θεόφρων Γεράσιμε, τῆς ἰσαγγέλου ζωῆς, τὸ νεόσδοτον δώρημα, καὶ τὸ νεοκόσμητον, μοναζόντων θησαύρισμα, τῶν ἀσκητῶν τε, τὸ νεοστήρικτον, καύχημα πέλων, πάντας πρὸς αἴνεσιν, προσκαλεὶς θεσπέσιε διὸ τὴν σήν, μνήμην ἑορτάζοντας, ἡμᾶς περίσωζε.

Πάτερ θεόφρων Γεράσιμε, τῆς ἀρετῆς ἐραστής, γεγονὼς ὤφθης ἅπασι, δωρεῶν τοῦ Πνεύματος, ἱερὸν οἰκητήριον, κατορθωμάτων, θαῦμα ἐξαίσιον, προτερημάτων, θησαυρὸς μέγιστος· ὅθεν τελοῦμέν σου, ἐν ᾠδαῖς νῦν χαίροντες πανευλαβῶς, τὴν ἡμᾶς εὐφραίνουσαν, θείαν πανήγυριν.

Ὅσιε Πάτερ Γεράσιμε, σὲ καὶ προστάτην θερμόν, καὶ ὑπέρμαχον ἔχομεν, ἐν κινδύνοις πάντοτε, πρὸς Θεὸν τὸν φιλάνθρωπον· διό σου σκῆνος, τὸ θαυματόβρυτον, περικυκλοῦντες, καθικετεύομεν, πρόφθασον Ἅγιε, τῶν δεινῶν καὶ θλίψεων ῥῦσαι ἡμᾶς, τοὺς προσκαλουμένους σε, θερμῶς ἑκάστοτε.

Ὅσιε Πάτερ Γεράσιμε, ἐναπεφάνθης φωστήρ, Ἐκκλησίας νεόδμητος, ἀρετῶν φαιδρότητι, καὶ θαυμάτων λαμπρότητι, ὡς τοῦ Ἁγίου, Πνεύματος ὄργανον, ὡς τοῦ Δεσπότου, θεράπων γνήσιος, σκεῦος ὡς τίμιον, χάριτος θεσπέσιε τῆς τοῦ Θεοῦ, ὡς χρυσίον δόκιμον, τῆς Ἁγιότητος.

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ θεοφόρου Πατρός. Ἱερεῖς, μονάζοντες, καὶ φιλέορτοι, τὸν πανένδοξον κροτήσωμεν ἐν ὕμνοις, ὡς χαρίτων ἔμπλεων, θαυμαστῶς γεγενημένον, καὶ οὐρανίων δωρεῶν, τῶν τοῦ Πνεύματος ἐπαίνων τοῖς ἄνθεσι, τὸν τῆς σεπτῆς Τριάδος, πιστὸν ἱερομύστην, συνελθόντες καταστέψωμεν, τὸν ἀσκήσεως ὁδηγόν, πρὸς ἀρετὴν ἐπισπῶντα, τοῦ Εὐαγγελίου ἐργάτην, τελειότητι τῆς ζωῆς, τὸν τῆς χάριτος στολὴν κεκοσμημένον, τὸν τοῦ Δεσπότου, γνήσιον δοῦλον, τὸν θησαυρόν, τὸν ἀεὶ πλουτίζοντα, τὸν πάντας ἐκ τῶν δεινῶν ἀεὶ λυτρούμενον, θεόσδοτον προστάτην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· θεόληπτε Γεράσιμε, πρόφθασον ἐξελοῦ ἡμᾶς, τῆς ἑνεστώσης ἀνάγκης, καὶ ῥῦσαι τὴν νῆσόν σου, πάσης κακώσεως.

Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου