Πέμπτη 28 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 6. ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ ΑΚΟΛΟΥΘΙΑ




ΟΚΤΩΒΡΙΟΣ ΣΤ΄!!

ΘΩΜΑΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων.

Τὸν θεηγόρον Κυρίου δεῦτε Ἀπόστολον, Θωμᾶν ἐν ἐγκωμίοις, εὐφημήσωμεν πάντες, αὐτῷ ἀναβοῶντες· ὑπὲρ ἡμῶν, καθικέτευε πάντοτε, ἵνα ῥυσθῶμεν κινδύνων παντοδαπῶν, συμφορῶν καὶ περιστάσεων.

 

Ὡς μαθητὴς τοῦ Κυρίου τὸ Εὐαγγέλιον, ὑπὲρ τῆς σωτηρίας, τῶν πολλῶν ῥητορεύσας, καθεῖλες τῶν εἰδώλων τὴν βδελυράν, ἀπιστίαν Ἀπόστολε, καὶ τῇ δι’ αἵματος πάλῃ ὤφθης Θωμᾶ, μιμητὴς Αὐτοῦ πανάριστος.

 

Τὰς διατρήσεις τῶν ἥλων τῇ φιλοπράγμονι, χειρί σου ψηλαφήσας, ἐν πλευρᾷ τοῦ Κυρίου, ἀπήντλησας ἐκεῖθεν μάκαρ Θωμᾶ, τὰ τῆς πίστεως νάματα, ἃ καὶ μετέδωκας κόσμῳ ὡς νουνεχής, τῷ κρατῆρι τοῦ κηρύγματος.

 

Πάρθοις τε Μήδοις καὶ Πέρσαις, θείῳ ἐν στόματι, καὶ τοῖς Ἰνδοῖς κηρύξας, σωτηρίας τὸν λόγον, ταῖς λόγχαις τῶν ἀπίστων μαρτυρικῶς, τὴν ζωήν σου ἐσφράγισας, ἐξεικονίζων τὸ πάθος ἐν ἑαυτῷ, τοῦ Χριστοῦ Θωμᾶ μακάριε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῆς πλευρᾶς τοῦ Δεσπότου ἁψάμενος, καὶ τοὺς τύπους τῶν ἥλων ψηλαφήσας, ἐξ ἀπιστίας εἰς πίστιν μετήχθης, Θωμᾶ θεῖε Ἀπόστολε, ἐντεῦθεν τὴν οἰκουμένην διαδραμών, τῆς ἀσεβείας τοὺς θολεροὺς ποταμούς, τοῖς ῥείθροις τοῦ κηρύγματος ἐξήρανα. Διὸ εὐφημοῦμέν σε, ἐπιτελοῦντες εὐλαβῶς, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Εἰς τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σάλπιγξ θεοειδής, θεολογίας ὤφθης, σαλπίζουσα τῷ κόσμῳ, Χριστοῦ τοῦ σαρκωθέντος, Ἀπόστολε τὴν κένωσιν.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα Αὐτοῦ.

Πάρθοις τε καὶ Ἰνδοῖς, Μήδοις Θωμᾶ καὶ Πέρσαις, τὸν Λόγον καταγγείλας, αὐτοὺς τῆς ἀλογίας, εἰδώλων ἠλευθέρωσας.

 

Δόξα. Τριαδικόν.

Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς Ὑπεραγία, Θωμᾶ ταῖς ἱκεσίαις, δὸς πᾶσι τὰ ἐλέη Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Πρέσβευε ἐκτενῶς, μετὰ τῶν Ἀποστόλων, ὑπὲρ ἡμῶν Παρθένε, τῶν πίστει ἀφορώντων, ἀεὶ τῇ ἀντιλήψει Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄.

Ἀπόστολε Ἅγιε Θωμά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐκ πλευρᾶς λογχονύχτου δαψιλῶς ἀρυσάμενος, τῆς θεολογίας τὴν χάριν, θεοῤῥῆμον Ἀπόστολε, τοῖς ἔθνεσι κατήγγειλας τρανῶς, Κυρίου τὸ σωτήριον Θωμᾶ, καὶ ἐσφράγισας ἐν τέλει μαρτυρικῷ, τὴν θείαν ἀποστολήν σου. Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ κηρυχθέντι διὰ σοῦ, κόσμου τοῖς πέρασι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν, Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου στ΄. Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι

Τῆς πλευρᾶς ἐφαψάμενος, τοῦ Δεσπότου Πανόλβιε, τῶν καλῶν κατείληφας τὸ ἀκρότατον· ὥσπερ γὰρ σπόγγος τὰ νάματα, ἐκεῖθεν ἑξήντλησας, τὴν πηγὴν τῶν ἀγαθῶν, καὶ ζωὴν τὴν αἰώνιον, καὶ ἐπότισας, χερσωθείσας καρδίας ἀγνωσίᾳ, τοῦ Θεοῦ θεογνωσίας, ἀναπηγάζων τὰ δόγματα.

 

Τῇ πιστῇ ἀπιστίᾳ σου, τοὺς πιστοὺς ἐβεβαίωσας, ὡς Θεὸν καὶ Κύριον πάσης κτίσεως, θεολογεῖν ἐπαρξάμενος, τὸν σάρκα φορέσαντα, δι' ἡμᾶς τοὺς ἐπὶ γῆς, καὶ Σταυρόν τε καὶ θάνατον ὑπομείναντα, καὶ τὰς τρήσεις τῶν ἥλων, καὶ τῇ λόγχῃ, τὴν πλευρὰν διανυγέντα, ἐξ ἧς ζωὴν ἀρυόμεθα.

 

Ὁ Θωμᾶς ὁ θαυμάσιος, τὴν πηγήν ἀνεστόμωσε, τῶν δογμάτων Δέσποτα τοῖς θεόφροσι· τὴν γὰρ πλευρὰν ψηλαφήσας σου, διπλῆν τὴν ἐνέργειαν, ταῖς οὐσίαις ταῖς διτταῖς, καταλλήλως μεμύηται, καὶ ἐβόησε· Σὺ Θεός μου ὑπάρχεις καὶ Δεσπότης, σὺ καὶ Κύριος τῆς δόξης, ὁ δι' ἐμὲ σάρξ γενόμενος.

 

Ἕτερα. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.

Ὥσπερ μαργαρίτην σε, ἐκ τοῦ βυθοῦ ἀνιμήσατο, τῆς τοῦ κόσμου συγχύσεως, Χριστὸς ὁ φιλάνθρωπος, διὰ σοῦ πλουτίσας, τοὺς ἠπορημένους, καὶ τῇ πενίᾳ τῶν δεινῶν, συγκεκραμένους Θωμᾶ Ἀπόστολε, διό σε μακαρίζομεν, καὶ τὴν πανέορτον μνήμην, ἐν αἰνέσει δοξάζοντες, εὐσεβῶς σε γεραίρομεν.

 

Ἰνδῶν κατελάμπρυνας, πᾶσαν τὴν γῆν ἱερώτατε, καὶ θεόπτα Ἀπόστολε, φωτίσας γὰρ ἅπαντας, υἱοὺς ἀπειργάσω, φωτὸς καὶ ἡμέρας, τούτους ἐν Πνεύματι σοφέ, εἰδωλικούς τε ναοὺς κατέῤῥαξας, ἀνήγειρας δὲ χάριτι, Θεοῦ εἰς δόξαν καὶ αἴνεσιν, Ἐκκλησίας μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 

Χειρὶ φιλοπράγμονι, θείαν πλευρὰν ἐξηρεύνησας, καὶ τῶν ἥλων τὰ τραύματα, ἅπερ ὁ Ἀθάνατος, δι’ ἡμᾶς ὑπέστη, καὶ τὴν ἀπιστίαν, μεταβαλὼν χαρμονικῶς, εἰς εὐπιστίαν Θωμᾶ ἐβόησας· Σὺ εἶ Θεὸς καὶ Κύριος, καὶ Σὲ δοξάζω φιλάνθρωπε, τὸν τοῖς πάθεσι βλύσαντα, τοῖς πιστοῖς τὴν ἀπάθειαν.

 

 

 

 

Δόξα... Ἦχος πλ. β'

Ὡς ὑπηρέτης τοῦ Λόγου, καὶ τῆς ἀῤῥήτου σαρκώσεως αὐτοῦ, βυθὸν σοφίας ἑξήντλησας, Θωμᾶ Ἀπόστολε· τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, ἀνιχνεύων ἐκ τοῦ βυθοῦ τῆς ἀπάτης, ψυχὰς ἐζώγρησας. Ὅθεν τῇ σαγήνῃ τῶν σῶν δογμάτων, πᾶσαν ἐφώτισας τὴν οἰκουμένην· καὶ τῷ φωτὶ τῆς γνώσεως, τὰς τῶν Ἰνδῶν ἐζοφωμένας ψυχὰς κατελάμπρυνας· Διὸ τῆς δόξης τηλαυγῶς, Χριστοῦ κατατρυφῶν, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κ. γ΄ 21-24, δ΄ 1-6)

Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν. Καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ ποιοῦμε. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν, καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ, πᾶν πνεῦμα, ὃ ὁμολογεῖ Ἰησοῦν Χριστόν, ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ οὐκ ἔστι. Καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται. Καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἣ ὁ ἐν τῷ κόσμῳ. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν. Ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν, ὅς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.

 

 

 

 

 

 

Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 11-16)

Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. Θεὸν οὐδεὶς πώποτε τεθέαται, ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὀ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει  καὶ ὁ Θεὸς ἐν αὐτῷ.

 

Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κ. δ΄ 20-21, ε΄ 1-5)

Ἀγαπητοί, ἐάν τις εἴπῃ· Ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστί· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν· ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ, νικᾷ τὸν κόσμον. Καὶ αὕτη ἐστὶν ἡ νίκη, ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

 

Λιτή. Ἦχος α΄.

Τὸν ἀποστολὴν παρὰ Κυρίου λαβόντα, καὶ ἐξελθόντα εἰς τὰ ἔθνη Ἀπόστολον, εὐλαβῶς εὐφημήσωμεν κράζοντες· Χαίροις ὁ κήρυξ τῆς ἀληθείας, καὶ καθαιρέτης τοῦ ψεύδους οὐράνιος· χαίροις ὁ τοῖς σκότει καὶ σκιᾷ καθημένοις, Εὐαγγελίου ἐξανατείλας τὸ φῶς· χαίροις ὁ ἐν τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῦ σκολιοῦ πολεμήτορος, κατατρώσας πᾶσαν ἐπίνοιαν. Ἀλλ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ὑπὲρ ἡμῶν Αὐτὸν καθικέτευε, Θωμᾶ μακαριώτατε.

 

Ἦχος β΄.

Χριστῷ ἠκολούθησας Θωμᾶ Ἀπόστολε, καὶ τοῦ κόσμου κατεφρόνησας. Καὶ τὰ τούτου διδάγματα, ἐν τῷ ταμείῳ σου κρύψας, ἀνεδείχθης Ἀπόστολος, ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης, καὶ τῶν παθῶν σκοτισθείσας ψυχάς, ἐντολαῖς τοῦ Σωτῆρος ἐφώτισας, πιστεύειν εἰς Τριάδα ὁμοούσιον.

 

 

Ἦχος γ΄.

Δεῦτε πάντες οἱ πιστοί, χορείαν εὐσεβῆ συγκροτήσαντες, Θωμᾶν τὸν Ἀπόστολον, ἀξιοχρέως μακαρίσωμεν, ὅτι αὐτοῦ ὁ φθόγγος εἰς τὸν κόσμον ἐξήστραψε, καὶ τὸ ἀπήχημα τῶν ῥημάτων αὐτοῦ, εἰς τὰ πέρατα τῆς γῆς διελήλυθε, διδάσκων πάντας προσκυνεῖν ἀληθῶς, τὴν ἐν τρισὶ προσώποις μίαν Θεότητα. Αὐτήκοος γὰρ καὶ αὐτόπτης, τοῦ διδασκάλου γενόμενος Χριστοῦ, ὑπὲρ τοῦ Εὐαγγελίου ἐκοπίασεν, ἀφειδήσας κινδύνων καὶ θλίψεων, ὅθεν νῦν ἐν οὐρανοῖς, τῆς ἀϊδίου μετέχων εὐφροσύνης, ἡμῖν αἰτεῖται τὰ κρείττονα, ἐν παῤῥησίᾳ χαρίσματα.

 

Ἦχος δ΄.

Τῆς γνώσεως τῷ θείῳ πυρί, τὴν ψυχὴν καταυγασθείς, ἐν πᾶσι τοῦ Δεσπότου μιμητὴς γέγονας, ὡς ἔννομος Μαθητής, Θωμᾶ Ἀπόστολε. Τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας, εὐσεβῶν ψυχὰς ἐζώγρησας, ὅθεν καὶ τὴν τῶν Ἰνδῶν ἐζοφωμένην διάνοιαν, τῷ τοῦ Θείου Πνεύματος ἀγκίστρῳ ἐσαγήνευσας. Χριστὸν τὸν Θεόν, ἀεὶ δυσώπει, καὶ ἡμᾶς ῥυσθῆναι, τῆς τοῦ ἐχθροῦ ἐζοφωμένης ὄψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἐκ λογχονύχτου πλευρᾶς, θεολογίας ἀπαντλήσας τὰ νάματα, τῇ οἰκουμένῃ Ἀπόστολε Θωμᾶ, τῆς ἀληθοῦς γνώσεως καὶ σοφίας, τὰς μυστικὰς πηγὰς ἐξέβλυσας, ἐκ Σιὼν γὰρ προελθών, ὡς ἥλιος νοητὸς τῆς εἰρήνης, εὐηγγελίσω τοῖς ἐν σκότει καὶ σκιᾷ, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν, ὅθεν ἐξ ἀπιστίας ταῖς λόγχαις ἐκληρώσω τὴν χάριν, τῆς τοῦ Διδασκάλου ἀναστάσεως. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ' Ἔδωκας σημείωσιν.

Ὥσπερ μαργαρίτην σε, ἐκ τοῦ βυθοῦ ἀνιμήσατο, τῆς τοῦ κόσμου συγχύσεως, Χριστὸς ὁ φιλάνθρωπος, διὰ σοῦ πλουτίσας, τοὺς ἠπορημένους, καὶ τῇ πενίᾳ τῶν δεινῶν, συγκεκραμένους Θωμᾶ Ἀπόστολε· διὸ σε μακαρίζομεν, καὶ τὴν πανέορτον Μνήμην σου, ἐν αἰνέσει δοξάζομεν, εὐσεβῶς σε γεραίροντες.

 

 

 

 

 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.

Ἰνδῶν κατελάμπρυνας, πᾶσαν τὴν γῆν ἱερώτατε, καὶ θεόπτα Ἀπόστολε· φωτίσας γὰρ ἅπαντας, υἱοὺς ἀπειργάσω, φωτὸς καὶ ἡμέρας, τούτους ἐν Πνεύματι σοφέ, εἰδωλικούς τε ναοὺς κατέῤῥαξας, ἀνήγειρας δὲ χάριτι, Θεοῦ εἰς δόξαν καὶ αἴνεσιν, ἐκκλησίας Μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χειρὶ φιλοπράγμονι, θείαν πλευρὰν ἐξηρεύνησας, καὶ τῶν ἥλων τὰ τραύματα, ἅπερ ὁ ἀθάνατος, δι' ἡμᾶς ὑπέστη, καὶ τὴν ἀπιστίαν, μεταβαλὼν χαρμονικῶς, εἰς εὐπιστίαν Θωμᾶ ἐβόησας· Σὺ εἶ Θεὸς καὶ Κύριος, καὶ σὲ δοξάζω φιλάνθρωπε, τὸν τοῖς πάθεσι βλύσαντα, τοῖς πιστοῖς τὴν ἀπάθειαν.

 

Δόξα... Ἦχος πλ. β' Ἀνατολίου

Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμὰ Ἀπόστολε, ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται, τῇ γὰρ θείᾳ σαγήνῃ τοῦ Πνεύματος, λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως· ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν. Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφῳ εἰσδύσας τῆς ἀφθαρσίας, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄.

Ἀπόστολε Ἅγιε Θωμά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐκ πλευρᾶς λογχονύχτου δαψιλῶς ἀρυσάμενος, τῆς θεολογίας τὴν χάριν, θεοῤῥῆμον Ἀπόστολε, τοῖς ἔθνεσι κατήγγειλας τρανῶς, Κυρίου τὸ σωτήριον Θωμᾶ, καὶ ἐσφράγισας ἐν τέλει μαρτυρικῷ, τὴν θείαν ἀποστολήν σου. Δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ κηρυχθέντι διὰ σοῦ, κόσμου τοῖς πέρασι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου.

Δακτύλῳ τὴν πλευράν, τοῦ Χριστοῦ ψηλαφήσας, εἰς πίστιν ἀληθῆ, καὶ βεβαίαν μετήχθης, καὶ ταύτην ἐκήρυξας, ὦ Θωμᾶ ἐν τοῖς ἔθνεσιν, ὅθεν ἔλλαμψας, ὥσπερ ἀκτὶς οὐρανία, καὶ διέλυσας, κακοπιστίας εἰδώλων, τὸ σκότος Ἀπόστολε.

Δόξα.

Ὡς ἄνθραξ φωταυγής, ἐκ πυρὸς τοῦ ἀΰλου, ἀστέκτως ἀναφθείς, τὴν ὑλώδη λατρείαν, τῆς πλάνης κατέφλεξας, τῶν εἰδώλων μακάριε, καὶ ἐφώτισας, τοὺς τον Θεὸν μὴ εἰδότας, ὅθεν ἅπαντες, ἐν ἐγκωμίοις συμφώνως, τελοῦμεν τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Ὑμνοῦμέν Σε ἀεί, Θεοτόκε Μαρία, δι’ ἧς ἡ τοῦ Ἀδάμ, κατηργήθη κατάρα, καὶ πᾶσιν ἐξέλαμψεν, εὐλογία οὐράνιος, ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν Παναγία, ἵνα τύχωμεν, τῆς δεξιᾶς παραστάδος, Χριστοῦ τοῦ Παντάνακτος.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Χριστῷ ἠκολούθησας ἀγαλλομένῳ ποδί, καὶ τούτου ἐκήρυξας τοῖς ἀγνοῦσι λαοῖς, τὸ μέγα μυστήριον, ὅθεν ἐν τῇ Ἰνδίᾳ, μαρτυρίῳ ἐμπρέψας, ὤφθης Αὐτοῦ τὸ πάθος, κοινωνὸς θεομάκαρ, διό σε ἐν ὑψίστοις Θωμᾶ, Αὐτὸς ἐμεγάλυνε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ῥοαῖς τοῦ ἐλέους Σου ὡς τοῦ ἐλέους πηγή, ἀπόπλυνον δέομαι τὴν ῥυπωθεῖσαν ψυχήν, Ἁγνὴ τοῦ οἰκέτου Σου, ἵνα ἐν κατανύξει, καὶ συνέσει καρδίας, Δέσποινα μεγαλύνω, τὴν φρικτήν Σου λοχείαν, δι’ ἧς τῆς καταδίκης, Ἀδὰμ ἠλευθέρωμαι.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον

Τὸν Ἀπόστολον πάντες καὶ μαθητὴν τοῦ Χριστοῦ, εὐφημήσωμεν ὕμνοις ἐπὶ τῇ μνήμῃ αὐτοῦ· θεοπρεπῶς γὰρ τὰς ἡμῶν διανοίας αὐτός, τύπους τῶν ἥλων ψηλαφῶν, βεβαίαν πίστιν ἐκζητῶν, ἐστήριξεν ἐν Κυρίῳ, ἀδιαλείπτως πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν καὶ Κύριον, δι' ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε ἀεί, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ Σεμνή, ἀπὸ τῶν πίστει βοώντων, καὶ εὐφημούντων ἀπαύστως, τὰ μεγαλεῖα τῆς σῆς χάριτος.

 

Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα Αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον· τὸ α’ ἑωθινόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Τῶν ἰχθύων τὴν ἄγραν καταλιπών, τῷ δι’ ἡμᾶς σάρκα φορέσαντι, Χριστῷ ἀκλινῶς ἠκολούθησας, ᾧ καὶ μαθητευθεὶς θεομάκαρ, μετὰ τὴν τοῦ Πνεύματος ἔκχυσιν, εἰς τὰ ἔθνη ἐξῆλθες, τὰ μεγαλεῖα Αὐτοῦ διηγούμενος, ὅθεν ἰχθύων πλῆθος λογικῶν, ἐν τῶν ἐθνῶν τῇ θαλάσσῃ σαγηνεύσας, ἁλιεὺς τῆς χάριτος ἀνεδείχθης, καὶ γέγονας τῆς πίστεως, κῆρυξ καὶ θεῖος διδάσκαλος. Διὸ Ἀπόστολε Θωμᾶ, ἐν οὐρανοῖς ἀξίως ἐδοξάσθης, καὶ παρέστης τῷ θρόνῳ τῆς Τριάδος, ὑπὲρ ἡμῶν πρεσβείαν ποιούμενος, τῶν εὐλαβῶς τιμώντων σε.

 

Εἶτα οἱ Κανόνες· τῆς Παναγίας, καὶ τοῦ Ἀποστόλου δύο.

Ὁ α΄ Κανών, οὗ ἡ Ἀκροστιχίς: Τῶν θαυμάτων γέμοντα Θωμᾶν θαυμάσω. Ποίημα Θεοφάνους

 ᾨδὴ α' Ἦχος δ'. Τριστάτας κραταιούς

Τὸν ἄναρχον Υἱόν, τοῦ Θεοῦ Θεὸν Λόγον, τὸν φανέντα ἐπὶ γῆς, μορφῇ τῇ καθ' ἡμᾶς, ὃν ἑώρακας Ἔνδοξε, οὗ καὶ τὰς χεῖρας παλάμῃ, καὶ πλευρὰν ἐψηλάφησας, καθικέτευε σῶσαι τοὺς δούλους σου.

γνώστης τῶν κρυπτῶν, καὶ νεφροὺς ὁ ἐτάζων, καὶ καρδίας ἐρευνῶν, Θεός μου Ἰησοῦς, σὲ Θωμᾶ παμμακάριστε, τῆς αὐτοῦ Θεοφανείας, ὑπηρέτην καὶ μάρτυρα, καὶ Ἀπόστολον θεῖον προσήκατο.

Ναμάτων μυστικῶν, ποταμὸς ἀνεδείχθης, περικλύζων σὺ Θωμᾶ, τὸ πρόσωπον τῆς γῆς, Ἐκκλησίας τε σύστημα, ῥεύμασι θεογνωσίας, καὶ τῷ ῥοίζῳ τοῦ Πνεύματος, τὴν πολύθεον πλάνην ἀπήλασας.

Θεοτοκίον

Θανάτου καὶ φθορᾶς, καθαιρέτης ὑπάρχεις, ἀφθαρσίας τὴν πηγήν, τεκοῦσα τὸν Χριστόν, Θεοτόκε πανύμνητε, τὸν καὶ τῆς ἀθανασίας, ὡραΐσαντα χάριτι, τῶν ἀνθρώπων τὴν φύσιν πανάμωμε.

 

 

Ὁ β’ Κανών.

ᾨδὴ α’. Ἦχος δ΄. Ἅρματα Φαραώ.

Δεῦτε τὸν ἀφειδῆ, ἀρυσάμενον χειρί, πλοῦτον θείας χάριτος, ἐκ τῆς πλευρᾶς τοῦ Δεσπότου, ὕμνοις ἱεροῖς πάντες πιστοί, Θωμᾶν δοξάσωμεν ᾄσμασιν.

Ἅρμα θεοπρεπές, ἀνεδείχθης μυστικῶς, φέρων ἐποχούμενος, τὸν Βασιλέα τῆς δόξης, ᾄσωμεν Χριστῷ ᾆσμα βοῶν, θεομακάριστε Δίδυμε.

Πᾶσαν τὴν νοητήν, τοῦ ἐχθροῦ πανστρατιάν, ἄρδην κατεπόντισας, ἐν ἀπωλείας ἀβύσσῳ, πάνσοφε Θωμᾶ βιαίᾳ πνοῇ, τῆς ἐπινοίας τοῦ Πνεύματος.

Σῶσον τῇ κραταιᾷ, δεξιᾷ Σου ὁ Θεός, πάντας τοὺς ὑμνοῦντάς Σε, ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων, ἐν τῇ εὐκλεεῖ μνήμῃ Χριστέ, τοῦ Ἀποστόλου Σου σήμερον,

Θεοτοκίον

Ὅλον ἐκ Σῆς γαστρός, τὸν συνάναρχον Πατρί, ἔτεκες ἀπείρανδρε, ὑπερφυῶς κατὰ σάρκα, μείνασα παρθένος ἀληθῶς· διό Σε πάντες γεραίρομεν.

 

ᾨδὴ γ'. Οὐκ ἐν σοφίᾳ

ρετῆς κάλλει, διαπρέπων θεόπτα καὶ θαύμασι, τῶν Ἰνδῶν τὸ δυσειδές, φωτὶ τῷ θείῳ κατηύγασας, πίστει καὶ ἐφαίδρυνας, τούτων τὴν ζόφωσιν.

πὸ τῆς αἴγλης, πυρσωθεὶς αὐτουργίᾳ τοῦ Πνεύματος, ὡς βολὶς θεοφεγγής, ἐξαπεστάλης θεόληπτε, καὶ κόσμον ἐφώτισας, Θωμᾶ τοῖς θαύμασι.

Μεμυημένος, τῆς ἐνθέου σοφίας τὰ δόγματα, ὥσπερ τάχος ἀστραπῆς, διερχομένης Ἀπόστολε, Θωμᾶ κατελάμπρυνας, κόσμου τὰ πέρατα.

Θεοτοκίον

πειρόγαμε, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γάρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

 

Ἕτερος. Τόξον δυνατῶν ἠσθένησε.

Φύσις ἀσθενὴς ἐνίσχυται, καὶ αἱ τῶν δαιμόνων καταπεπτώκασιν φάλαγγες, τῷ Σταυρῷ δὲ δι’ Ἀποστόλων, ὡς δραπέται φυγαδεύονται.

Τεῖχος ὁ Θωμᾶς ἀκλόνητον, παρὰ τοῦ Σωτῆρος τοῖς πιστοῖς ἡμῖν δέδοται, τῷ τυράννῳ τὴν Ἐκκλησίαν, διασώζων ἀνεπίβατον.

Ὄντως βροτῶν ἁλιέα σε, ἡ ἐπαγγελία τοῦ Χριστοῦ Θωμᾶ ἔδειξεν, ἐκ βυθοῦ γὰρ τῆς ἀσεβείας, δυσσεβῶν ψυχὰς ἐζώγρησας.

Τεῖχος τὸν Θωμᾶν προτείχισμα, τῇ εὐκλεεστάτῃ Δαμασκῷ Χριστὲ δέδωκας, προμαχοῦντα καὶ ἐκ κινδύνων, χαλεπῶν αὐτὴν ῥυόμενον.

Θεοτοκίον

Κόρης βρέφος ἀποτίκτεται, ὁ δημιουργήσας τοὺς αἰῶνας βουλήματι, ἣν ὑμνοῦμεν ὡς Θεοτόκον, καὶ δικαίως μακαρίζομεν.

 

Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Τῇ σαγήνῃ τῶν λόγων τῶν θεϊκῶν, τοὺς ἰχθύας ζωγρήσας τοὺς λογικούς, τούτους σὺ προσήγαγες, ἀπαρχὴν τῷ Θεῷ ἡμῶν, καὶ τοῦ Χριστοῦ τὰ στηρίγματα, παθῶν ἐπενδύσασθαι, μιμητὴς τοῦ πάθους, αὐτοῦ πεφανέρωσαι· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀπόστολε ἔνδοξε, τὴν πανέορτον μνήμην σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, βάτον τὴν ἀκατάφλεκτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

 

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ

Τῇ μεγίστῃ τῶν θαυμάτων, ἐπιδείξει χρησάμενος, καὶ δογμάτων θείων, δόξαν τηλαυγῶς ἐκτιθέμενος, τὴν οἰκουμένην ἐπέσχες τῷ κηρύγματι, τὴν κραυγάζουσαν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

ς αὐτόπτην σε τοῦ Λόγου, ὑπηρέτην τε ἔνθερμον, καὶ τῆς τούτου δόξης, καὶ μεγαλειότητος μάρτυρα, καὶ ὡς πιστὸν οἰκονόμον καὶ Ἀπόστολον, εὐφημοῦμέν σε, μάκαρ Θωμᾶ πανσεβάσμιε.

Νυμφικὴν ὥσπερ παστάδα, καὶ σκηνὴν ἐπουράνιον, ὑποβάθραν λίθον, ἀκρογωνιαῖον πηξάμενος, ἐπῳκοδόμησας Μάκαρ παναοίδιμε, Ἀποστόλων ἀκρότης, Θωμᾶ τοῖς πιστεύουσι.

Θεοτοκίον

Γῆν ἀνήροτον καὶ στάχυν, τῆς ζωῆς γεωργήσασα, καὶ νεφέλην κούφην, ὄμβρον ζωοδότην πηγάσασαν, τὴν Παναγίαν Παρθένον ὀνομάζομεν, οἱ κραυγάζοντες· Δόξα Χριστὲ τῇ δυνάμει σου.

 

Ἕτερος. Χριστὸς ὁ ἐρχόμενος.

Τὴν πατρόθεν δοθεῖσαν, κληρουχίαν Δέσποτα, σωματωθέντι σοι, ἐθνῶν τῶν παντοδαπῶν τοῖς Ἀποστόλοις, διένειμας· ἐντεῦθεν, ἀπέστειλας τοῖς Ἰνδοῖς, φωστῆρα τὸν Θωμᾶν, λύοντα τὸν ζόφον τῆς ἀσεβείας.

Τῷ φωτί σου λαμπρύνας, τῷ ἀΰλῳ Κύριε, τοὺς Ἀποστόλους Σου, ἀφῆκας θεοφεγγεῖς ὥσπερ βολίδας, Χριστὲ τῇ οἰκουμένῃ, δι΄ ὧν ἡ σύμπασα γῆ, φωτισθεῖσα βοᾷ Σοι· δόξα τῇ δυνάμει Σου Κύριε.

Ἐκ Σιὼν ἀπεστάλη, Θωμᾶς ὁ Ἀπόστολος, ὡς ποταμὸς ἐξ Ἐδέμ, κομίζων ἀρώματα χάριτος θείας, καὶ πλοῦτον ἐξ ἀΰλων, τοῦ Πνεύματος θησαυρῶν, ὧν καὶ πλουτισθέντες βοῶμεν· δόξα τῇ δυνάμει Σου Κύριε.

Ἀπελαύνονται πάθη, καὶ ἰάσεις βρύουσιν, φεύγουσι δαίμονες, Ἀγγέλων δὲ στρατιαὶ σὺν Ἀποστόλοις, καὶ Μάρτυσι χορείαν, ἐνταῦθα πλέξαντες, σὺν ἡμῖν μελῳδοῦσιν· δόξα τῇ δυνάμει Σου Κύριε.

Θεοτοκίον

Αἱ τῶν Προφητῶν φωναί, ἰδοὺ νῦν πεπλήρωνται, Σοῦ τῆς Παρθένου ἁγνῆς, τεκούσης τὸν Προφήταις προηγγελμένον, καὶ χάριτι πληροῦντα, Πνεύματος σύμβολα, τὰ προκεκηρυγμένα· ὅθεν Σε πιστῶς μακαρίζομεν.

 

ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται

λλαμφθεὶς Ἀπόστολε, τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ πλευρὰν τὴν ζωοποιόν, ψηλαφήσας ἤντλησας, ἀνεξιχνίαστον εὐλογίας ἄβυσσον, καὶ τὸν κόσμον κατεπλούτισας.

Μὴ παρὼν τῇ πρώτῃ σου, εἰσόδῳ ὁ Θωμᾶς, ἀπιστῶν τε τοῖς Μαθηταῖς, πιστωθεὶς δὲ ὕστερον, χαίρων ἐβόησε· Σὲ Θεὸν καὶ Κύριον, ἀναγγέλλω πολυέλεε.

Οὐρανὸς ὁ ἔμψυχος, τῆς δόξης σου Χριστέ, τῇ βροντῇ τῇ πνευματικῇ, ὁ Θωμᾶς ἐβόησεν, ἐκδιηγούμενος καὶ Θεὸν καὶ Κύριον, σὲ σεπτῶς εὐηγγελίσατο.

Θεοτοκίον

Νικητὴν ἀνάδειξον, Πανάμωμε τὸν νοῦν, τῶν παθῶν καὶ τῷ λογισμῷ, τὰς ὁρμὰς ὑπόταξον, τούτων θεόνυμφε, ἡ Θεὸν γεννήσασα, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Ἕτερος. Ὁ κτησάμενος ἡμᾶς.

Τῶν Ἰνδῶν τὸ δυσσεβές, καὶ ζοφῶδες τῆς ψυχῆς, καταυγάσας τῷ θείῳ φωτί, τερατουργῶν Ἀπόστολε, καὶ εὐπρεπεῖς τῷ Θεῷ προσενήνοχας.

Ὁ ἐν πᾶσι μιμητής, τοῦ Δεσπότου γεγονώς, συμπέπρακται ὁ θεῖος Θωμᾶς, τῷ δι’ οἰκείας πράσεως, ἐλευθερίαν ἡμῖν ὑπογράψαντι.

Τῆς ψυχῆς μου τὴν ῥοπήν, ἐκ κακίας ἀγαθέ, πρὸς ἀρετὴν μεθάρμοσον, διὰ τοῦ Ἀποστόλου Σου, καὶ τῷ φωτί Σου Χριστὲ καθοδήγησον.

Θεοτοκίον

Σεσωμάτωται Θεός, καθ΄ ὑπόστασιν ἁγνή, σαρκὶ ἐκ Σοῦ ἑνούμενος, μεμνηκὼς οὐκ ἔλαττον, κατὰ τὴν θείαν οὐσίαν ἀσώματος.

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Τὴν πάντων, ἀπιστίαν Θωμᾶ τὴν ψυχόλεθρον, ἡ ἀπιστία σου μάκαρ, θεραπεύει· σὺ γὰρ ἀναμφιλέκτως, καὶ τῶν ἥλων, καὶ τῆς λόγχης τοὺς τύπους ἠρεύνησας.

φῆκας, ὡς δυνατὸς Χριστὲ τὸν Ἀπόστολον, ἠκονημένον ὡς βέλος, ἐν ἐχθρῶν καρδίαις σου ζωοδότα, καὶ τῶν σκύλων, τὴν προνομήν σοι τούτων προσήγαγεν.

Θυσίας, εἰδωλικὰς οἰκτίρμον κατήργησας, σφαγιασθεὶς ἐπὶ ξύλου, καὶ σφαγαῖς ἁγίαις τῶν θεηγόρων, Ἀποστόλων, τῶν τὰ σὰ μιμουμένων παθήματα.

Θεοτοκίον

θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότατον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

 

Ἕτερος. Ἐβόησε.

Ὡς ἔννομος, μαθητὴς τοῦ Δεσπότου γενόμενος, οὐκ ἐρίζων, οὐ κραυγάζων Θωμᾶς τὴν ἀπόφασιν, ἐν ἀγαλλίασει, δεδεγμένος χωρεῖ πρὸς τὸν θάνατον.

Συνέπαθες, τῷ ὑπὲρ σου παθόντι Ἀπόστολε· διὰ τοῦτο, καὶ τῆς δόξης Αὐτῷ ἐκοινώνησας, ἧς καὶ ἡμᾶς μετόχους, γενηθῆναι Θωμᾶ καθικέτευσον.

Τὰ πέρατα, ὑψωθεὶς ἐπὶ ξύλου συνήγαγεν, ὁ Δεσπότης, εἰς Ἐκκλησίαν μίαν δι’ αἵματος, λογχευθεὶς Θωμᾶς δε, τοῦ Δεσπότου ναὸς ἐχρημάτισεν.

Λογχεύεται, ὑπὲρ τῆς κεντηθείσης καὶ ἄβυσσον, εὐσπλαγχνίας, πηγασάσης πλευρᾶς τοῦ Δεσπότου Θωμᾶς, ἣν τριήμερον ζῶσαν, διερευνᾷ μετὰ θάνατον.

Θεοτοκίον

Ἁγνείας Σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί Σου, καθαρὸς ὁ Δεσπότης ἐκκένωσεν, ἐκκαθᾶραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.

 

Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον

Ὁ τῆς θείας χάριτος πεπληρωμένος, τοῦ Χριστοῦ Ἀπόστολος, καὶ ὑπηρέτης ἀληθής, ἐν μετανοίᾳ ἐκραύγαζε· Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.

Ὁ Οἶκος

Πρὸς τὸν Χριστοῦ Μαθητήν, καὶ μέγαν μυστολέκτην, Θωμᾶν τὸν θεηγόρον τοῦ Πέτρου ἐκβοῶντος· «Ἑωράκαμεν τὸν Κύριον», ἔφησεν οὗτος. «Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, ψηλαφήσω δὲ καὶ τὴν πλευράν, οὐ μὴ πιστεύσω». Ἀλλ' ὁ Κτίστης τῶν ἁπάντων καὶ Δεσπότης, ὥσπερ δοῦλος ἐλήλυθε, θέλων πάντας σῶσαι, καὶ λέγει τῷ Θωμᾷ. «Ψηλάφησον χειρῶν καὶ πλευρὰς τοὺς τύπους, καὶ μὴ ἀπίστει· ἐγὼ γὰρ εἰμι Κύριος ὁ Θεός σου». ὁ δὲ ἐν μετανοίᾳ ἐβόησε· Σύ μου ὑπάρχεις, Θεός τε καὶ Κύριος.

 

Συναξάριον

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ

Μετὰ τῆς ἄνω, χοροστασίας ὡς Ἀπόστολος, χαίρων συγχορεύεις Μάκαρ ἐν οὐρανοῖς, ἀναμέλπεις τε γηθόμενος· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

πὸ περάτων, ἕως περάτων ὁ σὸς διέδραμε, φθόγγος καὶ ῥημάτων θείων ἡ προφορά, τοὺς κραυγάζοντας παιδεύουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Ναὸς ἐγένου, σὺ τῆς Τριάδος παναοίδιμε· ὅθεν καὶ ναούς, εἰδώλων τε καὶ βωμούς, ἀπεκάθηρας Ἀπόστολε, ναοὺς δὲ ἤγειρας εἰς ὑμνῳδίαν, καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ.

Θεοτοκίον

Νόμου δουλείας, τῇ σῇ γεννήσει λελυτρώμεθα· σὺ γὰρ Θεοτόκε τὸν ἐλευθερωτήν, ἀπειράνδρως ἡμῖν τέτοκας· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

 

Ἕτερος. Ὁ διασώσας ἐν πυρί.

Πῦρ νοητὸν ἐπὶ τῆς γῆς, τῆς θεογνωσίας ἀνήφθη, δι’ Ἀποστόλων Σου Χριστέ, δυσσεβείας ψυχῶν καθαρτήριον· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ὡς εἰς παγκόσμιον σταλείς, ἄμητον Θωμᾶς ὁ θεόφρων, ἐκ τῶν ἐθνῶν Σοι ἐκλεκτῶν, συναθροίσας λαὸν συνεκραύγαζεν· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ἣν ἐδομήσατο Θωμᾶς, ἐν ταῖς οὐρανίαις αὐλαῖς Σου, ἀχειροποίητον σκηνήν, τοῖς ἐν πίστει βοῶσί Σοι δώρησαι·  ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Ἣν ἐδωρήσω ἀγαθέ, τοῖς Σοῖς Ἀποστόλοις εἰρήνην, τῇ Ἐκκλησίᾳ Σου καὶ νῦν, τῇ ἀπαύστως βοώσῃ Σοι δώρησαι· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον

Διαιρουμένην συμφυῶς, ἐν ὁμοουσίοις προσώποις, καὶ ἑνουμένην μεριστῶς, ἐν οὐσίᾳ μιᾷ τὴν Θεότητα, ἀνυμνήσωμεν λέγοντες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

 

 

 

 

ᾨδὴ η' . Παῖδας εὐαγεῖς

Θεῷ ὁμιλῶν σεσαρκωμένῳ, σαρκὸς ἐπιλελησμένος ἐναπέφηνας, τὴν δὲ ὑπερκόσμιον, θέωσιν ἐπλούτησας, τῇ πρὸς Θεὸν ἐγγύτητι θεοποιούμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

γάπῃ Θεῷ συγκεκραμένος, τὸν θάνατον μετ' αὐτοῦ μάκαρ ἐπόθησας, τοῖς συναποστόλοις σου· Ἄγωμεν φθεγξάμενος, καὶ σὺν αὐτῷ τὸν θάνατον καταδεξώμεθα· Τόν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.

μᾶς ὁ Χριστὸς τοὺς Ἀποστόλους, νεφέλας τῆς οὐρανίου βροχῆς ἔδειξεν, ὄμβροις ἐπικλύζοντας, θείας ἐπιγνώσεως, τὰς Ἐκκλησίας πάνσοφοι, καὶ καταρδεύοντας, καὶ Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, τὸν τῷ Πατρὶ συνάναρχον ἐκυοφόρησας· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

 

Ἕτερος. Εὐφράνθητι Ἱερουσαλήμ.

Ἐβρόντησας ἀπὸ τῆς Σιών, τὰ ὑπερκόσμια Χριστὲ μυστήρια, καὶ συνετάραξας τὴν οἰκουμένην, τρέπων ἐξ ἀπιστίας εἰς πίστιν· ἧς ἐδιδάχθη κῆρυξ Θωμᾶς λέγων· ὁ Κύριος καὶ Θεός μου, εὐλογητὸς εἶ εἰς πάντας τοὺς αἰῶνας.

Ἀπέστειλας ὥσπερ ἀστραπαῖς, ἀποστίλβοντας τοῦ θείου Πνεύματος, τοὺς Ἀποστόλους Σου τῇ οἰκουμένῃ, Σὲ τὸ ἀνεξιχνίαστον φέγγος, δᾳδουχοῦντας· ὅθεν πιστῶς ὡς θεράπων, Μωσῆς ἀνεβόα· εὐλογητὸς εἶ εἰς πάντας τοὺς αἰῶνας.

Ἐμέθυσας τῆς θεοπρεποῦς, γνώσεως Σου Χριστὲ τὴν σύμπασαν, τοὺς Ἀποστόλους Σου νεφέλας θείου λόγου, ἐξαποστείλας τῷ κόσμῳ, καὶ πλησθεῖσα πᾶσα ἡ γῆ ἀπὸ τοῦ φθόγγου αὐτῶν, μελῳδεῖ Σοι· εὐλογητὸς εἶ εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν

Δοξάζομεν εὐαγγελικῶς, ἕνα οὐκ ἔκ τινος Θεὸν γεννήτορα, γεγεννημένον δὲ Υἱὸν ἀνάρχως, ἐκ τῆς πατρώας οὐσίας, καὶ ἓν Πνεῦμα θεῖον Πατρὸς ἐκπορευόμενον, καὶ βοῶμεν· εὐλογητὸς εἶ εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὅρους

ρμα φωτοφόρον ἐδείχθης, ἐπικαθήμενον τὸν Λόγον, τῇ εὐπειθεστάτῃ ψυχῇ σου, καὶ θεοφόρῳ ἐπιφερόμενος, πρὸς σωτηρίαν Ἔνδοξε, ἡνιοχοῦντα τοὺς ὑμνοῦντάς σε.

Σοῦ τὴν παμμακάριστον μνήμην, ἐπιτελοῦντες δυσωποῦμεν, πάσης τρικυμίας ῥυσθῆναι, τῇ μεσιτείᾳ τῆς παῤῥησίας σου, ἣν ὡς Χριστοῦ Ἀπόστολος, ἔχεις Θεόπτα πανσεβάσμιε.

Σήμερον τὴν μνήμην σου πάντες, Θωμᾶ Ἀπόστολε τελοῦμεν, φώτισον ἁγίασον πίστει, πειρατηρίων καὶ περιστάσεων, καὶ παθημάτων πάντοτε, ἀπολυτρούμενος πρεσβείαις σου.

Θεοτοκίον

φθης θεονύμφευτος Μήτηρ, καὶ πανακήρατος Παρθένος· σὺ γὰρ παρθενίαν καὶ τόκον, εἰς ἓν συνῆψας ἄχραντε Δέσποινα, τὸν Ποιητὴν καὶ Κύριον, πάσης τῆς Κτίσεως γεννήσασα.

 

Ἕτερος. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Τὴν ἄτεκνον πάλαι τῶν Ἰνδῶν, Ἀπόστολε κληρουχίαν σὺ πολύτεκνον, ἔδειξας κλάδοις εὐσεβείας, νῦν ὡραϊζομένην τῆς χάριτος, τῆς θείας ταύτην ἀρδεύσας τοῖς νάμασιν· ὅθεν σε πάντες μεγαλύνομεν.

Κηρύττομεν δύο τοῦ Χριστοῦ, Ἀπόστολε ἐνεργείας δύο φύσεων, τῶν ἀσυγχύτως ἡνωμένων, τῇ σῇ θεολογίᾳ πιστούμενοι, καὶ ἐκ τῆς θείας πλευρᾶς ἐμυήθης βοῶν· Σὺ ὁ Θεός μου και Κύριος.

Ἰάσεων ἄφθονοι ῥοαί, ὡς ἔκ τίνος ἀενάου κρήνης βρύουσι, πᾶσι τοῖς πίστει ἀδιστάκτῳ, τῷ θείῳ σου τεμένει προστρέχουσι, Θωμᾶ θεράπον Κυρίου ἀοίδιμε.

Ἡλίου φαιδρότερος ἡμῖν, ἐφέστηκε τοῦ Σωτῆρος ὁ Ἀπόστολος, ἅπασι τοῖς κεκαθαρμένοις, ἐνθέως τῆς καρδίας τὰ ὄμματα, ἀΰλῳ φέγγει ἐκλάμπων καὶ θείας ἡμῖν, δόξης στεφάνους προτεινόμενος.

Θεοτοκίον

Φωτς τοῦ ἐν σομαρμαρυγας Θεόνυμφε, τν ψυχήν μου φωταγγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον, ἐχθρος καταῤῥάσσουσα, τος θλίβοντας ετν καρδίαν μου, καπρς τπάθη συνωθοντάς με.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε

Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην δώρησαι πάσῃ, τῇ οἰκουμένῃ καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν αἴτησαι, τοῖς σὲ Θωμᾶ εὐφημοῦσιν, ὡς μαθητὴν θεηγόρον.

Ἕτερον

Χριστὸς ὁ μέγας Ἥλιος, ἀκτῖνά σε πολύφωτον, ἐν τῇ Ἰνδίᾳ ἐκπέμπει, τὴν ζοφερὰν πλάνην μύστα, συντόνως ἐκδιώκοντα, Θωμᾶ σοφὲ Ἀπόστολε, καὶ τοὺς λαοὺς φωτίζοντα, Τριάδα σέβειν τὴν θείαν, παρ' ἧς φρουρούμεθα πάντες.

Θεοτοκίον

Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστῳ.

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες

Ἀπόστολε ἔνδοξε Θωμᾶ, βροτῶν ἁλιέα σε, ὁ Λυτρωτὴς ἀπειργάσατο, ὡς ἐπηγγείλατο, καὶ ἐν τῇ θαλάσσῃ, τῶν ἐθνῶν ἀπέστειλεν, ἰχθύας λογικοὺς ἁλιεύειν σε, σὺ δὲ τῆς κλήσεως, ἐργασάμενος ἐπάξια, παρ’ αὐτοῦ ἐν ὑψίστοις δεδόξασαι.

 

Ἀπόστολε ἔνδοξε Θωμᾶ, χάριν τὴν τοῦ Πνεύματος, οὐσιωδῶς ἐκδημήσασαν, ὑποδεξάμενος, τοῖς ἀνθρώποις ταύτην, ἱερῶς διένειμας, κηρύξας τοῦ Θεοῦ τὸ σωτήριον, ἐν λόγῳ μείζονι, διὰ τοῦτο ὡς διδάσκαλος, εὐσεβείας ἀεὶ μακαρίζεσαι.

 

Ἀπόστολε ἔνδοξε Θωμᾶ, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀνεπιστρόφως επόμενος, Ἰνδοῖς ἐκήρυξας, τοῦ Εὐαγγελίου, λόγον τὸ σωτήριον, καὶ ἔπιες θανάτου ποτήριον, χαίρων τὸ σῶμά σου, λογχευθεὶς καρτερικώτατα, ὥσπερ πρώην, πλευρὰν ὁ σὸς Κύριος.

 

Ἀπόστολε ἔνδοξε Θωμᾶ, τῆς Θεοῦ σαρκώσεως, ὡς οὐρανὸς διηγούμενος, δόξαν τὴν ἄῤῥητον, ἔφανας τῷ κόσμῳ, ὥσπερ μέγας ἥλιος, καὶ ἔλυσας εἰδώλων σκοτόμαιναν, ἀλλὰ πρεσβείαις Σου, ἡμᾶς φώτισον γεραίροντας, ἐγκωμίοις τὴν πάντιμον μνήμην σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἡ πάντιμος τοῦ Ἀποστόλου, σήμερον ἐπέστη ἑορτή, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν, διηγουμένη τῇ Ἐκκλησίᾳ. Διὸ εὐλαβῶς ἀδελφοί, τὴν κοσμοχαρμόσυνον ταύτην ἡμέραν, γηθοσύνως ἑορτάζοντες εἴπωμεν· Χαίροις, ὁ τῷ Χριστῷ ἀκολουθήσας, καὶ ἁλιεὺς τῶν ἀνθρώπων, σοφώτατος γενόμενος· χαίροις, ὁ ἐξ Αὐτοῦ τῆς πλευρᾶς, θεολογίας τὴν χάριν, πλουσίως ἀρυσάμενος· χαίροις, ὁ τὸ σωτήριον Αὐτοῦ, τοῖς ἔθνεσι καταγγείλας, καταφρονήσας κινδύνων καὶ θλίψεων. Ὡς ἔχων παῤῥησίαν, Θωμᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ἵνα ῥυσθῶμεν κινδύνων χαλεπῶν, καὶ τοῦ ἀσβέστου πυρὸς τῆς κολάσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χάριν ἀπαντλήσας θείας ζωῆς, ἐκ τῆς λογχονύκτου, τοῦ Κυρίου ἡμῶν πλευρᾶς, κῆρυξ ἀνεδείχθης, Αὐτοῦ τῇ οἰκουμένῃ, Θωμᾶ τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΟΚΤΩΒΡΙΟΣ ΣΤ!!

ΘΩΜΑΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΝΑΠΛΗΡΩΣΙΣ ΑΚΟΛΟΥΘΙΑΣ

(Ἰερομονάχου Ἰωάννου Δημητριάδου, καλύβης Ἁγ. Ἰωάννου Θεολόγου Κατουνακίων·

 

ΕΣΠΕΡΙΝΟΣ

 

Λιτή. Ἦχος α΄.

Τὴν τῶν ἰχθύων καταλιπὼν ἀλιείαν, καὶ Μαθητὴς τοῦ δι’ ἡμᾶς ἀφράστως σαρκωθέντος, ἐκ τῆς Παρθένου Μαρίας, Χριστοῦ τοῦ Θεοῦ γενόμενος, τὴν τῶν ἐθνῶν ἐνεπιστεύθης ἀλιείαν, Θωμᾶ Ἀπόστολε. Ὅθεν ὡς ἀετὸς ὑπόπτερος τὴν κτίσιν διαδραμών, Μήδους καὶ Πάρθους, Πέρσαις καὶ Ἰνδοῖς, τὸν λόγον τοῦ Θεοῦ ἐκήρυξας, καὶ τούτους σαγηνεύσας τῇ συνεργείᾳ τῆς χάριτος, προσῆξας τῇ Τριάδι ὡς δῶρον εὐπρόσδεκτον, ἀλλὰ πρέσβευε ἔνδοξε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ αὐτός.

Ἅλας καὶ φῶς γενόμενος, κατὰ τὸν λόγον τοῦ Κυρίου, Θωμᾶ Ἀπόστολε, ὡς μὲν ἅλας τὰς ἐκ τῶν παθῶν καὶ τῆς εἰδωλομανίας, βερβορωμένας καρδίας τῶν ἀνθρώπων ἥλισας, καὶ ταύτας τῆς δυσωδίας ἀπήλλαξας, ὡς δὲ φῶς τὴν σύμπασαν ἐφώτισας, ταῖς ἀστραπαῖς τοῦ κηρύγματος, ἀλλὰ καὶ ἡμῶν τὰς ψυχικὰς κηλίδας ἀποκάθαρον, καὶ φώτισον τὸν νοῦν ἡμῶν ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

 

Ἦχος β΄.

Τῇ ἐπιπνοίᾳ τοῦ Παναγίου Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν, καὶ πυρίπνους καταστάς, τὸ μὲν φρόνημα τῆς σαρκὸς τελείως καταβέβληκας, τὸ δὲ φρόνημα τοῦ Πνεύματος, εἰς οὐρανὸν ἀνεπτέρωσας Θωμᾶ Ἀπόστολε, ὅθεν ὡς Παῦλος ἐβόας· τίς χωρίσει με ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία, ἢ λιμός, ἢ διωγμός, ἢ μάστιγες, ἢ ἑτέρα τις βάσανος; Ἀλλὰ καὶ ταῦτα ὑπομένων, γηθοσύνως ἐκραύγαζες· νῦν χαίρω ἐν τοῖς παθήμασί μου, ὅτι δεδόξασται Χριστὸς ἐν ἐμοί, Ὃν ἱκέτευε πανένδοξε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος δ΄.

Ὁ πάντα προγινώσκων Κύριος, τὸ εὐθὲς τῆς καρδίας σου κατιδών, καὶ ἁπλοῦν καὶ ἄκακον, Μαθητὴν ἑαυτοῦ σε προσελάβετο, τῇ ἐκλεκτῇ χορείᾳ τῶν Ἀποστόλων συνηρίθμησε. Ποταμὸν δὲ σοφίας ἀναδείξας, καὶ ὄργανον τοῦ Πνεύματος, ἐπὶ τὰ ἔθνη ἐξαπέστειλεν, ἀρδεύων ταῦτα τῇ θεογνωσίᾳ τῆς χάριτος, καὶ ἐκδιδάσκειν πιστεύειν εἰς Τριάδα ὁμοούσιον, Ἧ πρέσβευε θεόφρον Ἀπόστολε Θωμᾶ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε τῶν Ὀρθοδόξων τὸ πλήρωμα, δεῦτε καὶ χορείαν στησώμεθα, ἐπὶ τῇ ἐπετείῳ μνήμῃ τοῦ πανενδόξου Ἀποστόλου Θωμᾶ, ᾄσμασιν ἱεροῖς καὶ ἕπεσιν ἐγκωμίοις, καταστέψωμεν αὐτόν, γηθοσύνως κραυγάζοντες· Χαίροις, ὁ ταῖς λόγχαις ὡς ὁ Δεσπότης τρωθείς, καὶ μαρτυρικοῦ τέλους ἀξιωθείς· χαίροις, ὁ Πάρθας καὶ Μήδας καὶ Πέρσας καὶ Ἰνδούς, πρὸς θεογνωσίαν ἐπιστρέψας, ἀλλ’ ὦ παμμακάριστε, μέμνησο καὶ ἡμῶν τῶν ἐκ πόθου τιμώντων σου τὴν ἱερὰν καὶ σεβάσμιον μνήμην σου.

 

Ἀπολυτίκιον ἕτερον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Τὸν μύστην τῶν ἀῤῥήτων καὶ θείων μυστηρίων, τῶν καὶ Μαθητὴν τοῦ Σωτῆρος, γενόμενον προφρόνως, Θωμᾶν τὸν Ἀπόστολον πιστοί, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, εἰς τὰ ἔθνη γὰρ ἐκήρυξε σθεναρῶς, λατρείαν τὴν τῆς Τριάδος· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν τὰ αἰτήματα.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄  στιχολογίαν, κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἐπέλαμψεν ἡμῖν, ὡς φωσφόρος ἡ μνήμη, Θωμᾶ τοῦ εὐκελοῦς, Μαθητοῦ τοῦ Σωτῆρος, ψυχὰς μὲν καταυγάζουσα, καὶ γαλήνην παρέχουσα, σκότος ἅπαν δέ, τὸ τῶν παθῶν ἐκδιώκων, καὶ ἀνάγουσα, τὸν νοῦν ἡμῶν ἐκ τῶν τῇδε, πρὸς τὰ ἄνω Βασίλεια.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία ἡ ἐλπίς, χριστωνύμων ἁπάντων, ἡ σκέπη ἡ φρουρός, ὁ γαλήνιος ὅρμος, εἰρ’ ᾧ προσορμίζοντες, τῶν κινδύνων λυτρούμεθα, χεῖρα ὄρεξον, τοῖς ἐκζητοῦσιν ἐκθύμως, Σὴν βοήθειαν, καὶ τῶν παθῶν τῶν ποικίλων, ἐκλύτρωσαι τάχιον.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἐκ τοῦ Μηναίου.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐξεπλάγησαν σοφέ, Πέρσαι καὶ Μήδοι καὶ Ἰνδοί, τὴν εὐσέβειαν τὴν σήν, καὶ τὴν ἀνδρείαν τῆς ψυχῆς, πῶς παῤῥησίᾳ ἀτρόμῳ ἐδημηγόρεις, τὴν Σάρκωσιν Χριστοῦ, καὶ τὰ Παθήματα, τὴν Σταύρωσιν Αὐτοῦ, καὶ τὴν Ἀνάστασιν, Θεὸν δὲ φύσει ὄντα τε, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ἄναρχον, διὸ καὶ πάντες, τῆς εὐσεβείας τέκνα μάκαρ γεγόνασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀκατάληπτα τὰ Σά, καὶ ἀνερμήνευτα ἁγνή, πῶς Παρθένος ἀληθής, ἅμα καὶ Μήτηρ ἀψευδής, θαῦμα θαυμάτων τετέλεσται ἐν Σοὶ Κόρη, ὁ γὰρ καὶ μηδενός, κατασκευάσας τὸ πᾶν, ἐκ Σοῦ θεοπρεπῶς, ἄνευ σπορᾶς γεννηθείας, τὸ προλεχθὲν τεράστιον τὸ θεῖον, ὡς οἶδεν Οὗτος εἰργάσατο, ἀλλ’ ὦ Παρθένε, Σὴν κληρουχίαν, περιφρούρει καὶ φύλαττε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου