Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ. ΚΟΙΜΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΜΕΘΕΟΡΤΑ


ΑΥΓΟΥΣΤΟΣ ΙΕ.
ΚΟΙΜΗΣΙΣ ΠΑΝΑΓΙΑΣ
ΜΕΘΟΡΤΑ ΕΟΡΤΗΣ


Μηνὶ Αὐγούστου ΙΕ΄ ἑσπέρας.

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τῆς Ἁγίας Εἰκόνος τοῦ Ἁγίου Μανδηλίου γ΄, καὶ τῆς ἑορτῆς γ΄. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ ἐν μορφῇ Θεοῦ Θεὸς ὑπάρχων, δόξης ὡς ἀπαύγασμα καὶ χαρακτὴρ τοῦ Πατρός, δι᾿ εὐσπλαχνίαν ἀμέτρητον, βουλήσει θείᾳ, εἰκὼν ὡράθη, δούλου φορέσας μορφήν, ταύτην τὴν ἐμφέρειαν, μόνος ὡς εἶδεν αὐτός, τὴν ἀκριβῆ διετύπωσε, θεοχαράκτως, ἐν ἐκμαγείῳ τῷ τοῦ προσώπου αὐτοῦ, ἧς τῇ ἑλεύσει ἐπεκρότησε, σὸν τοῖς βροτοῖς τῶν ἀγγέλων πληθύς, καὶ πεφώτισται κόσμος, ὁρατός τε καὶ ἀόρατος.

Ὁ θεοπτίᾳ ποτὲ τῶν ὀπισθίων, Μωσέως τὸ πρόσωπον παραδοξάσας Θεός, καὶ δι’ αὐτοῦ θεοχάρακτον, νόμον ἐκπέμψας, τῷ ἀπειθοῦντι Ἰσραηλίτῃ λαῷ, ἰδοὺ ἐπεδήμησεν, ὡς ἐξ Αἰγύπτου ἐκ γῆς, βαρβαρικῆς προερχόμενος, τῷ χριστωνύμῳ, μεγαλοπόλει τοῦ νεολέκτου λαοῦ, διὰ τοῦ θείου ὁμοιώματος, τῆς πρωτοτύπου αὐτοῦ φρικτῆς ὄψεως, ὃν πρὸς πρόσωπον βλέπειν, ἀξιούμενοι δοξάζομεν.

Ὁ βασιλέας τῆς κτίσεως ἁπάσης, πτωχείαν ἑκούσιον καταδεξάμενος, καταπλουτίζει θεότητι τοὺς ἐπιγνόντας, αὐτοῦ τὴν ἄναρχον Κυριότητα, διὸ καὶ πρὸς Αὔγαρον τὰ θεοχάρακτα Γράμματα πέμψας αἰτήσαντα, τὴν σωτηρίαν· ῥώννυσι τοῦτον τῷ ἐκμαγείῳ αὐτοῦ, μορφῆς τῆς θείας ἧς τὴν ἕλευσιν, περιχαρῶς ἑορτάζοντες νῦν, εὐφραινόμεθα πίστει, φωτισμὸν ἀπαρυόμενοι.

Τῆς ἑορτῆς. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.

Δόξα. Ἦχος πλ. Β΄.
Τίς μὴ θαυμάσει τὰς δυναστείας σοῦ Κύριε; ἤ τίς μὴ ἀξίως αἰνέσει τὴν σὴν συγκατάβασιν Δέσποτα. Σὺ πρὸ αἰώνων ὑπάρχων, ὁμοούσιος καὶ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ἐπεσχάτων τῶν χρόνων, ὅλον ἐκ Παρθένου προσείληφας, τὸν καὶ Εικόνα Θεοῦ γενόμενον ἄνθρωπον. Εἶτα καὶ τὴν Εἰκόνα τῆς Θεανδρικῆς σου Μορφῆς, ἐν σινδόνι ἀχειροποιήτως ἐξετύπωσας, θαῦμα θεῖον ἀληθῶς, ὡς Θεοῦ θέαν ὑπάρχουσαν. Ἧς τὴν ἐξ Ἐδέσσης μετακομιδήν, εἷς τὴν Βασιλίδα τῶν Πόλεων σήμερον ἑορτάζομεν, καὶ ταύτην σχετικῶς προσκυνοῦντες, δεόμεθα, συγχώρησιν πταισμάτων δωρηθῆναι ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ἦχος πλ. Δ΄.
Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιϊπτάμεναι, τὴν βασιλίδα γεραίρου, εἰ μὲν ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δὲ τὴν ἄϋλον ὑμνωδίαν, μετὰ τῆς ἀρετῆς προσάγουσαι, πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεού, ὡς Βασιλίδα ταῖς βασιλικαῖς τῶν ἀρετῶν, δορυφορεῖσθαι λαμπροφορίαις, αἷς καὶ ἡμεῖς τὸν βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθων μὲν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν.
Προκείμενον. Ἦχος Βαρύς: Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἰ ὁ Θεὸς ἡμῶν, Σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στιχ.: Ἐγνώρισας ἐν τοῖς λαοὶς τὴν δύναμίν σου, Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός Σου.
Στιχ.: Καὶ εἶπα νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιὰς τοῦ Ὑψίστου.

Ἀπόστιχα τῆς ἑορτῆς. Ἦχος δ΄. Ἔδωκας σημείωσιν·
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

Στίχ.: Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου…
Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσί, γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

Στίχ.: Ὤμοσε Κύριος τῷ Δαυίδ ἀλήθειαν…
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ ἀγγέλων δῆμοι, σὺν τοῖς ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.




Δόξα. Ἦχος πλ. Α΄.
Ὦ γλυκύτατε Χριστὲ καὶ παμπόθητε, ὦ κάλλει ὡραῖε ὑπὲρ πάντας ἀνθρώπους, πῶς σου ἡ Θεανδρικὴ Εἰκὼν ὡραιώθη· καὶ πηγὴ χαρίτων, θεοπρεπῶν ἀνεδείχθη, τὴν γὰρ Ἐκκλησίαν σου ὡς ἄλλον οὐρανόν, ἐν τῷ μέσῳ ἱσταμένη, ἡλίου δίκην πανταχόσε καταλαμπρύνει, τοὺς ὁρῶντας αὐτὴν κατευφραίνει, καὶ πρὸς τὴν σὴν μνήμην, καὶ ἐπιπόθησιν διεγείρει, τοὺς προσκυνοῦντας ἁγιάζει, τοὺς ἀσπαζομένους, πρὸς σὲ τὸ πρωτότυπον διαβιβάζει, καὶ πᾶσι τοῖς αἰτοῦσι παρέχει, ἱλασμὸν ἀμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ἦχος πλ. Α΄.
Ἄσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε, σήμερον γὰρ τὴν ὁλόφωτον Ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς παρατίθησιν, ὦ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τὸ τρισάγιον, Ἀπολυτίκιον τῆς ἑορτῆς· τοῦ Ἁγίου Μανδηλίου· Τὴν Ἄχραντον Εἰκόνα σου ἀγαθέ· καὶ πάλιν τῆς ἑορτῆς.






















ΟΡΘΡΟΣ

Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς: Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.

ᾨδὴ α´. Ἦχος πλ. β´. Κύματι θαλάσσης.
Κόρη Θεομῆτορ, ἐξόδιον ὕμνον καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσωμεν, τῇ ἐν τάφῳ εὑραμένη, τὴν ζωὴν τὴν ἀκατάλυτον, καὶ θανάτῳ θάνατον, φυγοῦσα ὑπὲρ ἔννοιαν.
νω τῶν Ἀγγέλων, δυνάμεις καὶ κάτω, θεῖοι Ἀπόστολοι, καὶ τὰ κατώτατα, τῶν κενεώνων τοῦ ᾍδου, ἀναλόγως ἐξεπλήσσοντο, νεκρὰν καθορῶντές σε, τοῦ Κτίστου τὴν Γεννήτριαν.
να σου τὴν δόξαν, τοῖς πᾶσι δηλώσῃ, Χριστὸς ὃν ἔτεκες, παραδοθῆναι ταφῇ σὲ ᾠκονόμησεν ὄντως· πρὸς οὐράνιον δὲ ἐκ τῆς ταφῆς, χῶρον θεονύμφευτε, χωρῆσαί σε ηὐδόκησεν.

ᾨδή γ´. Σὲ τὴν ἐν τῇ κοιλίᾳ βαστάσασαν.
Σύμβολον τῆς ταφῆς σου, κατέλιπες μεταστᾶσα ἐκ τάφου, τὴν ἱερὰν Ἐσθῆτα, εἰς ἀψευδές τε μαρτύριον, τῆς σῆς μεταχωρήσεως, καὶ παραμύθιον, τοῖς οἰκέταις σου Πανάχραντε.
Ἥπλωσας τὰς παλάμας, καὶ χεῖράς σου, ἐν αἷς ἐνηγκαλίσω, τὸν Κτίστην τῶν ἁπάντων, καὶ παῤῥησία ἐβόησας, πρὸς ὅν περ ἐγαλούχησας: Φύλαττε Δέσποτα, εἰς αἰῶνας οὓς ἐκτήσω μοι.
Μνήματι συνεσχέθης, εὐρύχωρον, χωρίον Θεοτόκε, καὶ καθαρὸν δοχεῖον, τοῦ ἀχωρήτου καὶ τέθαψαι· καὶ γὰρ οὐκ ἧν ἀρνήσασθαι, σὲ τὰ ἐντάφια, ἐπεὶ ταῦτα Χριστὸς ἔστερξεν.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τῷ Τάφῳ σου Σεμνή, παρεστῶτες ἐν λύπῃ, Χριστοῦ οἱ Μαθηταί, τοῦ Θωμᾶ ἐπιστάντος, ἐχάρησαν κηρύττοντες τὴν σεπτήν σου Μετάστασιν. Σὲ δοξάζομεν, τὴν ἀπειράνδρως τεκοῦσαν· σοὶ προσπίπτομεν, τῇ μεταστάσει ἐκ τάφου, Μητρὶ τοῦ Θεοῦ ἡμῶν. (Δίς)









ᾨδὴ δ΄. Ὁ Εἱρμὸς. Τὴν ἐκ Παρθένου θείαν σάρκωσιν.
βδόμην ὥσπερ καθηγίασεν, εὐλογῶν σὸς Υἱὸς τὴν θείαν Κοίμησίν σου, παράγει γάρ σε σήμερον, γῆθεν ὦ Σεμνή, σαββατίζουσαν ἅμα ἀναβιοῦσάν τε.
ωμαλαιότητι ὁ τόκος σου, ἔκνικα τὴν φθοράν, καὶ σκυλεύει τὸν ᾌδην, ὅθεν ἐν σοὶ ἐσπάραξεν, ἄμφω τοὺς δεσμούς, τοῦ θανάτου καὶ ᾍδου μόνη Μητρόθεε.
ᾌδης Μῆτερ συναντήσας σοι, ἐπικράνθη ὁρῶν, σκηνὴν Θεοῦ τοῦ Λόγου, νενεκρωμένην λάμπουσαν, δόξῃ θεἱκῇ, τῷ φαιδρῷ τῆς μορφῆς δὲ διαπεφώνηκε.

ᾨδὴ ε´. Θεοφανείας Σου Χριστέ.
Νεοποιεῖς χρεωστικῶς, ὁ Πλαστουργὸς τὴν ἁγνῶς σε Τεκοῦσαν, καὶ σινδὼν καὶ τάφος, ὑπεμφαίνουσι, τὸ πραχθέν σοι Λόγε μυστήριον· Ἀποστόλων γὰρ ὁ χορός, τὴν ὑπὲρ λόγον σου βουλὴν διὰ τούτων, Χριστὲ μεγαλοπρεπῶς διετεκμήρατο.
Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν σὺ διέδρας, ἀφθαρτίζῃ γὰρ καινοπρεπέστατα, καὶ ἀθανατίζῃ τῷ τόκῳ σοῦ· ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ οἶδε Δέσποινα, οὐδὲ ἡ ψυχή σου εἰς ᾌδην, ξενοπρεπῶς ἐγκαταλέλειπται.
ξ ἀλοχεύτου προελθών, ὁ τὸν ἐχθροῦ ἀφαρπάσας με λόχων, δι᾿ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας φθορὰν ἀμέθεκτον, ἀναδείξας ὑπερφυῶς, ταύτην Φιλάνθρωπε, πρὸς ζωὴν μετῆρας ἐκ τάφου, ὡς κραταιὸς καὶ παντοδύναμος,

ᾨδή στ´. Συνεσχέθης, ἀλλ᾿ οὗ κατεσχέθης.
ποθνήσκεις, ἀλλ᾿οὗ διαφθείρῃ, Ἄχραντε ἐν τάφῳ τῇ γῇ, εἰ γὰρ καὶ τέθαπταί σου, τὸ πανάγιον καὶ θεῖον σῶμα, ἀλλὰ μετέστης ἐκ γῆς πρὸς οὐράνια, τῆς Θεότητος αὐγαζομένη, ταῖς ὑπερφώτοις καὶ ἀϊδίαις αὐγαῖς, Μήτηρ ὡς Θεοῦ Παρθένε πάνσεμνε.
Βροτοκτόνος, καὶ ἀνθρωποφθόρος, ἔφυ τῆς Εὔας ἡ βουλή, τῆς θυγατρὸς δὲ ταύτης, συγκατάθεσης φωνῇ Ἀγγέλου, λύσις ὠδίνων τῆς ἐκείνης πέφυκε, τὴν δι᾿ ἐκείνης πρὸς ἀφθαρσίαν φθορὰν δὲ ἤμειψε, καὶ ἀφθάρτου ζωῆς γέγονε, πηγὴ θεοχαρίτωτος.
Βασιλεύει, ἀλλ᾿ οὐκ αἰωνίζει, ᾅδης τοῦ γένους τῶν βροτῶν, σὺ γὰρ τεθεῖσα τάφῳ κραταιᾷ ζωαρχικῇ παλάμῃ, τῇ τοῦ Υἱοῦ σου καὶ Θεοῦ Πανάμωμε, ἐξεγήγερσαι καὶ τοῖς Ἀνθρώποις λιμὴν καθέστηκας, λύτρωσιν τῶν δεινῶν, θείαν τε ζωὴν ἀεὶ παρέχουσα·


ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα ἐν καμίνῳ.
Τέτρωται ᾌδης, μὴ σθενῶν καθυποδέξασθαι, τὴν Μητέρα, ὄντως τῆς ζωῆς, καὶ στένει δεινῶς, ταύτην ἀφαιρούμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων: Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Νόμῳ θανόντων, τὴν ἐν τῷ τάφῳ κατάθεσιν δεχομένη Μήτηρ τῆς ζωῆς, τοῦτον ὡς πηγὴν δείκνυσιν ἰάσεων, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων: Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Μία ὑπάρχει, ἐν τῷ Χριστῷ ἡ ὑπόστασις, εἰ καὶ σάρκας εἴληφεν ἐκ σοῦ, Παρθένε ἁγνή, καὶ μετὰ τὴν κύησιν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων: Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ἔκστηθι φρίττων Οὐρανέ.
Λέλυται μόρος ἐν Χριστῷ, καὶ ἡ θανοῦσα δὲ συνανίσταται Σκηνή· Ἀδὰμ δὲ χρηματίσας δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων, τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, νεουργεῖ παραδόξως· διὸ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Πέπαυται τόλμα προπετοῦς, ὁ φιλοπράγμων δὲ ἀριστεύει νῦν Θωμᾶς, νεκρὰν γὰρ αἰτήσας θεάσασθαι, τὴν τετοκυῖαν ζωήν, μυεῖται τὴν μετάστασιν ταύτης, καὶ πᾶσι προσπιστοῦται, ὡς τὴν ἔγερσιν πρῴην, Χριστοῦ τοῦ Διδασκάλου, τὴν πλευρὰν ψηλαφήσας.
τῶν θαυμάτων τῶν καινῶν, ὤ θείας χάριτος, ὢ ἀφράστων δωρεῶν, ἰδοὺ γὰρ ἐν μνημείῳ τίθεται, ἡ τοῦ Ὑψίστου Τροφός, καὶ πρὸς ὑπερκόσμια ἀπαίρει, σκηνώματα καὶ χαίρει, χαρᾷ ἀνεκλαλήτω, τὸν Υἱὸν καθορῶσα, ἐν ὑπερθέῳ δόξῃ.

ᾨδὴ θ´. Μὴ ἐποδύρησθε Μύσται.
πὶ τῷ ξένῳ σοῦ τόκῳ, τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθης, Μήτηρ τοῦ Θεοῦ· νῦν δὲ σὲ Κυρία, ἄπνουν ὁρῶντες νεκράν, τῇ ῥομφαίᾳ τῆς λύπης πληττόμεθα δεινῶς· ἀλλ᾿ ἐγείρου καὶ σῷζε τοὺς σὲ γεραίροντας·
Γῆ μὲ καλύπτει θανοῦσαν, ἀλλὰ φρίττει τὰ πάντα, περιφανῶς ἠγλαϊσμένην βλέποντα αὐγαῖς, τῆς σεπτῆς Τριάδος καὶ ἑξαστράπτουσαν, ὡς δοχεῖον πυρφόρον ὑπάρχουσαν αὐτῆς, μεταστήσομαι τοίνυν εἰς τὰ οὐράνια·
γαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς· ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾅδης, σὺν τῇ Εὔᾳ Γυναῖκες νῦν χορευέτωσαν· ἡ θυγάτηρ γὰρ ταύτης, ὠδίνων τῶν αὐτῆς, καὶ φθορᾶς τοῦ θανάτου τὸν Κόσμον ἔσωσεν.



Εἰς τὸν Στίχον. Ποίημα Νεοφύτου Μητροπολίτου Ἄρτης τοῦ Παρίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Ὅτε, ἐπὶ κλίνης σὲ νεκράν, Χριστοῦ Μαθηταὶ καθορῶντες, τὴν ὡς Μητέρα Ζωῆς, δάκρυσαν κατέβρεχον, τὴν γῆν σὺν ᾄσμασι, καὶ τῷ πόθῳ ἠπείγοντο, καρδία καὶ χείλει, Σῶμα τὸ ἀκήρατον, σοῦ περιπτύξασθε, ὅμως συστελλόμενοι φόβῳ, μέλποντες ἐβόων σοι πάντες· Δόξα τῇ Κοιμήσει σου Πανάχραντε.

Στ.: Ἀνάστηθι Κύριε…
Ὅτε, ἐν τῷ Τάφῳ Μαριάμ, τῆς Γεθσημανῆ κατετέθης, σαρκὶ φυσίζωε, τότε Κτίσις ἅπασα, ἰδοῦσα σ’ ἔπτηξεν, ὁ δὲ Κτίστης τὸ πνεῦμά σου, τὰς χεῖρας ἁπλώσας, χάριεν ἐδέξατο, ὡς ὀφειλέτης Υἱός· ὅπερ, Ἀσωμάτων αἱ τάξεις, βλέπουσαι σὺν φόβῳ ἐβόων· Δόξα τῇ ἀνόδῳ σου Φιλάγαθε.

Στίχ.: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σοῦ, ἐν ἰματισμῷ διαχρύσῳ...
Ὅτε, Ἱερέων ἡ τριάς, Ἀρεοπαγίτης ἐκεῖνος καὶ Ἱερόθεος, σὺν τῷ Τιμοθέῳ σου, τὴν θείαν ἔμαθον, Πανακήρατε Κοίμησιν, τότε δακρυῤῥόως, ταῦτα διεξίασι, πρὸς σέ: Πῶς οἴσωμεν, πάθος, ἐν τῷ κόσμῳ· καὶ γάρ σε, ὦ Παρθενικὴ τὸν Υἱόν σου, ὥμεθα ὁρᾶν παρηγορούμενοι.

Στίχ.: Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήση…
Ὅτε, αἱ Δυνάμεις Μαριάμ, ὑπὸ τῶν Ἑβραίων ἑώρων, καθυβριζόμενον, τὸ ἀπειροτίμητον, καὶ θεῖον Σῶμά σου, τότε ξίφει ἀπέκοψαν, τὰς χεῖρας ἐκείνου, τοῦ τοῦ θείου σκίμποδος, ἐναψαμένου οἰκτρῶς, τότε καὶ τυφλοὶ παραδόξως, δίκη ἡ ἀόρατος Κόρη, πάντας τοὺς κενά σοι μελετήσαντας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου