ΣΕΠΤΕΜΒΡΙΟΣ Ε΄!!
ΖΑΧΑΡΙΑΣ ΠΡΟΦΗΤΗΣ
ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ ΑΚΟΛΟΥΘΙΑΣ
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ζαχαρίας
ὁ σεπτός, ὁ Πατὴρ τοῦ Προδρόμου, τὸν νοῦν φωτοειδῆ, κεκτημένος θεσπίζει, τὰ
μέλλοντα Πνεύματι, παναγίῳ φθεγγόμενος, τοῦτον σήμερον, εὐσεβοφρόνως τιμῶντες,
ἐκτελέσωμεν, τὴν ἱερὰν αὐτοῦ μνήμην, καρδίας εὐθύτησι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ
θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας·
Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις Σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προφητείας
χάρισμα, πλουτῶν Ζαχαρία, τοῦ Χριστοῦ κατήγγειλας, τὴν παρουσίαν τοῦ Θεοῦ, καὶ
τὸ τοῦ κόσμου σωτήριον, οὗ τῇ ἐλλάμψει, ὁ κόσμος πεφώτισται.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία
ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ
κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Τὸ προσταχθέν.
Τὸν
Βαραχίου τὸν υἱόν μακαρίσωμεν, τὸν γὰρ νόμον ψαλμικῶς προεμελέτησε, Ζαχαρίας ὁ
δίκαιος νυκτὸς καὶ ἡμέρας, λατρεύων τῷ ἐν ὑψίστοις πάντων Θεῷ, ὡς ἔφη ὁ ἐν
Προφήταις μέγας Δαυΐδ, ὃς καὶ τέλος δι’ αἵματος, σφαγεὶς ἐτύθη ὡς ἀμνός, δεκτὸς
εἰς ὁλοκάρπωσιν, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε
ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω
Δυνάμεσι, καὶ σὺν τοῖς Προφήταις, καὶ ἅπασι τοῖς Ἁγίοις ὑπὲρ ἡμῶν, δυσώπει
ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ
βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.
Αἶνοι.
Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἱερατεύων
ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος τοῦ θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ
αἰτήματα, προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον Ἄγγελον, εἶδε
βοῶντα αὐτῷ· ἡ προσευχὴ καὶ ἡ δέησις, σοῦ εἰσηκούσθη, θάρσει πρεσβύτα, καὶ μὴ
ἀπίστει μοι, ἕξεις γὰρ παῖδα θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα, Ἡλιοῦ
ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον. (Δίς)
Ξένος
μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ
Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ
κομίσασθαι, παῖδα ὡς σὺ προσφωνεῖς, ἀπ’ ἐναντίας εὑρίσκω σε, τῶν αἰτημάτων, καὶ
ὑποπτεύω μὴ ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις, βεβαιότατον ἀποδειχθῇ; Ἐλισάβετ
γάρ, στεῖρά ἐστι, κἀγὼ δέ, ὡς ἐπίστασαι πρεσβύτατος.
Τί
ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια λέγων κομίζειν με; Θεοῦ
Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτά σοι λέγω σὺν σοὶ ἱστάμενος· ἐπεὶ δὲ
ἠπίστησας καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕς ἴδῃς, ἐμῶν ῥημάτων
θείαν ἔκβασιν, ἐπὰν δὲ τέκῃ Ἐλισάβετ σοι, τὴν τοῦ Λόγου φωνὴν μέγαν Πρόδρομον,
τρανουμένης τῆς γλώττης, εὐλογήσει τὸν Θεὸν Ἰσραήλ.
Δόξα.
Ἦχος πλ. β΄.
Θυμιῶντι
ἐν τῷ ναῷ Ζαχαρίας ὁ δίκαιος, ἐπέστη πρὸς αὐτὸν ἐξ οὐρανοῦ, ὁ Ἀρχάγγελος λέγων·
ὅτι ἐν γήρᾳ σου ἕξεις καρπὸν εὐκλεῆ· καὶ στείρωσις ἡ πρὶν τῆς Ἐλισάβετ νυνί,
εὐθὺς λυθήσεται καὶ γονεῖς ἀκαρπία, συλλαβοῦσα τέξεται κήρυκα τὸν λύχνον τοῦ
θείου φωτός, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογητός,
καὶ ὀ ΡΜΒ΄ Ψαλμός. Θεὸς Κύριος.
Τροπάριον,
ἦχος δ΄.
Τὸν
Ἀρχιερέα τοῦ Θεοῦ τοῦ Ὑψίστου, τὸν τὴν Παρθένον καὶ Ἁγνὴν Θεοτόκον, εἰς τὰ Ἅγια
τῶν Ἁγίων εἰσάγων, πόθῳ εὐφημήσωμεν, καὶ βοήσωμεν πάντες· Ζαχαρία ἔνδοξε, ὁ
πατὴρ τοῦ Προδρόμου, πρέσβευε δεόμεθα τυχεῖν, θείου φωτισμοῦ καὶ πάσι
πταισμάτων θείαν ἄφεσιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομεν ποτὲ Θεοτόκε...
Ὁ Ν΄ Ψαλμός.
ᾨδὴ
α΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀκτῖσι
τοῦ Πνεύματος, ταῖς φωτοφόροις πρεσβείαις σου, τὸν νοῦν μου καταύγασον, ὅπως
ὑμνήσω σου, τὴν λαμπρότητα, τοῦ βίου Ζαχαρία, καὶ μέλψω σοι Ἅγιε, ὕμνον
ἀρμόνιον.
Ἰδὼν
τὸν Ἀρχάγγελον, ἐν τῷ ναῷ ἐφεστῶτά σοι, καὶ τούτου δεξάμενος, τὰ εὐαγγέλια,
υἱὸν τέτοκας, ἐν γήρατι, Προφῆτα, Κυρίου τὸν Πρόδρομον, θείῳ βουλήματι.
Ναῷ
ὡς εἰσδέδεξαι, προσενεχθεῖσαν τὴν ἄμωμον, Παρθένον ὡδήγησας, αὐτὴν εἰς τὰ Ἅγια,
ἀγαλλόμενος, τραφῆναι τῶν Ἁγίων, εἰς θείαν κατοίκησιν τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Ὁ
οἶκος ὁ πάμφωτος, τοῦ Ποιητοῦ πάσης κτίσεως, ὁ θρόνος ὁ ἔμψυχος τοῦ
Παντοκράτορος, ἀνυμνείσθω μοι, ἡ μόνη Θεοτόκος, Χριστὸν γὰρ ἐκύησε, κόσμον
καινίζοντα.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νοὸς
τὰς κινήσεις κατευθύνων, σοφῶς τοῖς προστάγμασι Θεοῦ, ἀρχιερεὺς θεόληπτος, οἷα
Προφήτης ἔνθεος, ὦ Ζαχαρία πέφηνας, τοῦ Βασιλέως τῆς Κτίσεως.
Πλήρης
φωτισμοῦ ἐπουρανίου, ὑπάρχων ἱέρευσας πιστῶς, Θεῷ τῷ Παντοκράτορι, καὶ τὰς
ἀρχὰς εἰσδέδεξαι, τῆς τοῦ Χριστοῦ λαμπρότητος, τοῦ σαρκωθέντος δι’ ἔλεος.
Ῥήμασι
τοῖς θείοις τοῦ Ἀγγέλου, ἀπείθειαν δείξας σιωπήν, ἐδέξω καὶ ἀνύμνησας, λυθέντος
σου τοῦ στόματος, Θεὸν ὅτε ἐν γήρατι, ἡ σὴ γυνὴ υἱὸν τέτοκεν.
Θεοτοκίον.
Ὀρέων
ἁπάντων ὑπεράνω, ἐδείχθης τὸ ὄρος τοῦ Θεοῦ, τὸ πῖον καὶ κατάσκιον, ταῖς ἀρεταῖς
Πανάχραντε, ὡς οἱ Προφῆται ἔφησαν, θείῳ λαμπόμενοι Πνεύματι.
Διάσωσον,
ἀπὸ παντοίων κινδύνων τοὺς δούλους ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς
μέγα Κυρίου θεράπων.
Ἐπίβλεψον...
Κοντάκιον.
Πρεσβεία θερμή.
Προφῆτα
πανάγιε, καὶ θείε διάκονε, τὴν μνήμην τὴν σήν, ὡς ἄνθος εὐωδέστατον, τιμῶντες
ἑορτάζωμεν, καὶ φαιδρῶς ἀλαλάξωμεν· μὴ ἐάσης ἡμᾶς καταπιεῖν ἐχθρὸς ὁ
παμβέβηλος.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Στόματι
ηὐλόγησας, τὸν Ποιητήν, ὅτε Ἐλισάβετ ἐκτέτοκε, τὸν Ἰωάννην, Ζαχαρία ἐκβοῶν·
Εὐλογητὸς εἶ Κύριε, ὁ ποιῶν καινὰ καὶ παράδοξα.
Ἀρχιερωσύνης
τῆς νομικῆς, τὴν στολὴν τὴν θείαν ἐνδέδυσαι, καὶ τὰς θυσίας, κατὰ νόμον τῷ Θεῷ,
προσήγαγες μακάριε, τεταπεινωμένῳ φρονήματι.
Δύναμιν
ἐν γήρατι ἀναλαβών, ἔτεκες υἱὸν τὸν ὑπέρτατον, πάντων Ἁγίων, Ζαχαρία ἱερέ,
λυθείσης τῆς στειρώσεως, νεύσει θεϊκῇ τῆς εὐνέτιδος.
Θεοτοκίον.
Ὤφθης
ὑπερτέρα πάντων κτιστῶν, ὁρατῶν ὁμοῦ ἀοράτων τε, ὡς τετοκυΐα, τὸν τῶν ὅλων
Ποιητήν, διὸ καμὲ ὑπέρτερον, δεῖξον Θεοτόκε τοῦ χείρονος.
Ωδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὶ
ὡς ἑώρακας, τεχθέντα τὸν Ὑπέρθεον, Κόρη Ζαχαρία ἐξ Ἀχράντου, ἔγνως τοῦ νόμου τὸ
πέρας Ἅγιε, καὶ τῆς διαθήκης τῆς καινῆς, τὰς ἀρχὰς μεμύησαι, ὡς φωτὸς θείου
ἔμπλεως.
Ὁ
νοῦς σου λαμπόμενος, ταῖς πρὸς τὸ θεῖον νεύσεσιν, ἔνδον τῶν ἀδύτων ὡς ἐχώρεις,
οἰκονομίας Χριστοῦ μεμύησαι, μάκαρ Ζαχαρία ἱερέ, τὸ φρικτὸν μυστήριον, δι’ οὗ
πλάνης ἐῤῥύσθημεν.
Ἱέρευσας
Ἄγιε, ἐν τύποις μὲν τὸ πρότερον, καὶ σκιᾷ τοῦ νόμου Ζαχαρία, νῦν δὲ ἀμέσως Θεῷ
ἰστάμενος, πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, ὡς Κυρίου θεράποντα.
Θεοτοκίον.
Ζωῆς
με τῆς κρείττονος, ἐχθρὸς ὁ δολιότροπος, πάλαι ἀπεμάκρυνε Παρθένε, ἀλλὰ τὸν
πάντων τεκοῦσα Κύριον, πάλιν μὲ ἀνήγαγες Ἁγνή, πρὸς δόξαν τὴν ἄφθαρτον, διὰ
τοῦτο δοξάζω σε.
ᾨδὴ
στ΄. Τὴν θείαν στάσιν.
Ἅ
πρὶν ἰδεῖν ἐπεθύμησαν, Προφῆτα Ζαχαρία οἱ Δίκαιοι, ἰδὼν ἐδόξασας, Χριστὸν
παιδίον γενόμενον, ἐκ τῆς Ἁγνῆς Παρθένου, δι’ἀγαθότητα.
Χαρᾶς
ἐπλήσθης ὡς ἔβλεψας, τεχθέντα Ἰωάννη τὸν Πρόδρομον, καὶ ἀποθέμενος, τὴν σιωπὴν
ἐπευλόγησας, Προφῆτα Ζαχαρία, τὸν Παντοκράτορα.
Ἀδιαλείπτως
ἱκέτευε, ὁμοῦ σὺν Ἰωάννη δεόμεθα, Χριστὸν τὸν Κύριον, καὶ Ἐλισάβετ τοῦ
διδόσθαι, ἡμῖν ὦ Ζαχαρία, πταισμάτων ἄφεσιν.
Θεοτοκίον.
Ῥάβδος
ἐδείχθης θεόβλαστος, ὠς ἄνθος ἀποτίστως βλαστήσασα, Χριστὸν τὸν Κύριον,
Θεογεννῆτορ Πανάχραντε, διὸ τὰς τῶν παθῶν μου, βλαστήσεις ἔκτιλλον.
Διάσωσον,
ἀπὸ παντοίων κινδύνων τοὺς δούλους ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς
μέγα Κυρίου θεράπων.
Ἄχραντε...
Κοντάκιον,
ἦχος γ΄.
Ὁ
Προφήτης σήμερον, καὶ ἱερεὺς τοῦ Ὑψίστου, Ζαχαρίας προΰθηκεν, ὁ τοῦ Προδρόμου
γενέτης τράπεζαν, τῆς αὐτοῦ μνήμης, πιστοὺς ἐκτρέφων, πόμα τε δικαιοσύνης
τούτοις κεράσας, διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην Θεοῦ τῆς χάριτος.
Προκείμενον: Σὺ ἱερεὺς εἰς υἱὸν αἰῶνα, κατὰ τὴν τάξιν
Μελχισεδέκ.
Στ.: Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς
ἐχθρούς σου, ὑποπόδιον τῶν ποδών σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (ΚΓ΄, 25-26): Εἶπεν ὁ
Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ
Φαρισαῖοι ὑποκριταί... Οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις
δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Δόξα: Ταῖς τοῦ σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Ἐλεῆμον,
ἐλέησόν με...
Προφῆτα θεσπέσιε, ἡ παναγία σου μνήμη, σήμερον ἐξέλαμψε ὥσπερ ῥόδον ἀμάραντον καὶ ἐφαίδρυνε ἅπαντα πιστῶν τὰ συστήματα. Καὶ νόσους ἐφυγάδευσε καὶ ἐχθροῦ τὰ πλήστα τεχνάσματα. Καὶ παθῶν ἀνιάτων θεράπευσον ὡς ἰατρὸς ἀῤῥαγέστατος, πρεσβείαν προσάγων, ὡς μέγας μεσίτης πρὸς Θεόν, καὶ πάντας καταφεύγοντας ὑπὸ τὴν σκέπην σου φρούρησον ἀοίδιμε.
Προφῆτα θεσπέσιε, ἡ παναγία σου μνήμη, σήμερον ἐξέλαμψε ὥσπερ ῥόδον ἀμάραντον καὶ ἐφαίδρυνε ἅπαντα πιστῶν τὰ συστήματα. Καὶ νόσους ἐφυγάδευσε καὶ ἐχθροῦ τὰ πλήστα τεχνάσματα. Καὶ παθῶν ἀνιάτων θεράπευσον ὡς ἰατρὸς ἀῤῥαγέστατος, πρεσβείαν προσάγων, ὡς μέγας μεσίτης πρὸς Θεόν, καὶ πάντας καταφεύγοντας ὑπὸ τὴν σκέπην σου φρούρησον ἀοίδιμε.
ᾨδὴ
ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ἱερωσύνης
νομικῆς, τύπος Ζαχαρία ἐδείχθης, καὶ τὰ τῆς χάριτος σαφῶς, ἐμυήθης κραυγάζων
μυστήρια· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Αἷμα
ἐκχέας σου σοφέ, ὑπὲρ τῆς Ἀχράντου Παρθένου, μέσον ναοῦ ἀποκτανθείς, καὶ
θυσιαστηρίου ὡς γέγραπται, μαρτυρίου διάδημα, Ζαχαρία ἐκομίσω παρὰ Κυρίου.
Γνοὺς
διανοίᾳ καθαρᾷ, τὸ τετελεσμένον ἀῤῥήτως, τῆς σωματώσεως Θεοῦ, ἐκ Παρθένου Ἁγίας
μυστήριον, Θεοτόκον πανάφθορον, τὴν αὐτὸν ἐκτετοκυῖαν μάκαρ κηρύττεις.
Θεοτοκίον.
Ἐν
τῷ ναῷ τῷ κοσμικῷ, σὲ καθυπεδέξατο χαίρων, ὡς Ἱεράρχης ἱερός, Ζαχαρίας Θεοτόκε
κραυγάζων σοι· χαῖρε Πάναγνε Δέσποινα, ὁ ναὸς ὁ καθαρώτατος τοῦ Δεσπότου.
ᾨδὴ
η΄. Λυτρωτὰ τοῦ παντός.
Ῥείθροις
θείων αἱμάτων μακάριε, τὴν στολὴν τὴν ἁγίαν ἐλάμπρυνας, καὶ πρὸς ναὸν οὐράνιον,
μεταβέβηκας χαίρων, Ζαχαρία, ὑπὲρ πάντων πρεσβεύων πρὸς Κύριον.
Ἀκηλίδωτον
βίον διήνυσας, ὡς Προφήτης Θεοῦ ἐνθεώτατος, καὶ τοῦ Χριστοῦ τὴν σάρκωσιν,
κατιδεῖν ἠξιώθης Ζαχαρία ἱεράρχα, καὶ Μάρτυς θεόληπτε.
Σῷ
υἱῷ προφητεύων προέλεγες, τοῦ Ὑψίστου Προφήτης καὶ Πρόδρομος, κληθήσῃ τέκνον
Ἅγιον, προπορεύσῃ γὰρ τούτου, τοῦ ἐτοιμάσαι, τὰς ὁδοὺς εἰς εὐθεῖαν ἐπίβασιν.
Θεοτοκίον.
Ἰησοῦν
τὸν Σωτῆρα καὶ Κύριον, ἀποῤῤήτως τεκοῦσα Πανάμωμε, τῆς δεσποτείας ῥῦσαί με, τοῦ
δραπέτου τυράννου, ἐκδυσωπῶ σε, σωτηρίας πρὸς τρίβον με ἄγουσα.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Μύστης
μυστικῶν θεαμάτων, οἷα Προφήτης τοῦ Κυρίου, καὶ Ἀρχιερεὺς θεοφόρος, καὶ Μάρτυς
ὤφθης οἰκείῳ αἵματι, διό σε μακαρίζομεν, ὦ Ζαχαρία παμμακάριστε.
Ὅλην
τῆς Ἁγίας Τριάδος, ἤδη δεχόμενος τὴν αἴγλην, καὶ τῆς ὑπὲρ νοῦν εὐφροσύνης,
Προφητομάρτυς καταξιούμενος, ὦ Ζαχαρία πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.
Ὕμνοις
καὶ ᾠδαῖς δὲ τιμῶμεν, καὶ ἐκβοῶμέν σοι Προφῆτα· σὺν τῷ Βαπτιστῇ Ἰωάννῃ, καὶ
Ἐλισάβετ τῇ σῇ εὐνέτιδι, ἀπαύστως καθικέτευε, ἡμῖν διδόναι θεῖον ἔλεος.
Θεοτοκίον.
Ὕδωρ
ἀφθαρσίας μοι βλῦσον, οἷα πηγὴ ζωῆς ναμάτων, κεχαριτωμένη Παρθένε, καὶ τῶν
παθῶν μου σβέσον τοὺς ἄνθρακας, ἵνα ὑμνῶ Πανύμνητε, τῆς σῆς χρηστότητος τὸ
μέγεθος.
Ἄξιον
ἐστίν. Καὶ τὰ Μεγαλυνάρια.
Χρῖσμα
κατὰ νόμον περιβληθείς, Θεῷ τὰς λατρείας, ἀναφέρεις τὰς τοπικάς, καὶ τὴν τῶν
συμβόλων, φανέρωσιν κηρύξας, Προφῆτα Ζαχαρία, ξίφει ἐκτέτμησαι.
Χρίσματι
ἁγίῳ Ἀρχιερεύς, ὤφθης ἐν τῷ νόμῳ, Ζαχαρία ὡς ἀληθῶς, καὶ ὐπὲρ Κυρίου, τὸ αἷμά
σου ἐκχέας, προφητομάρτυς θεῖος ἐδείχθης Ἅγιε.
Πᾶσαι
τῶν Ἀγγέλων...
Τρισάγιον
καὶ Ἀπολυτίκιον.
Ἀπόλυσις,
καὶ τροπάριον, ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε
οἱ φιλόθεοι πιστῶς, δεῦτε τῶν δικαίων οἱ πάντες ἑορτάσωμεν τὴν ἁγίαν πανήγυριν
τοῦ ἱεράρχου Χριστοῦ, καὶ ἀξίως τιμήσωμεν αὐτὸν ἐκβοῶντες· ῥῦσαι πανάγιε πάντας
ἡμᾶς, νόσων καὶ παντοίων κινδύνων, καὶ πάσης αἰρέσεως Ζαχαρία ταῖς πρεσβείαις
σου
Δέσποινα
πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου