Παρασκευή 8 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 3. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΥΑΚΙΝΘΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ Γ΄!!
ΥΑΚΙΝΘΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
[Ποίημα +Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν].


ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Μάρτυρα Ὑάκινθον, οἱ εὐσεβεῖς μεγαλύνωμεν, τοῦ Χριστοῦ τὸν θεράποντα, τὴν μνήμην γεραίροντες αὐτοῦ τὴν ἁγίαν μετὰ ὑμνωδίας καὶ αἰτημάτων εὐλαβῶν, ὅπως πρεσβείαις αὐτοῦ δεξώμεθα τὴν χάριν καὶ τὸ ἔλεος καὶ αἰωνίαν διάσωσιν, Παραδείσου τὴν εἴσοδον ἐν χαρᾷ διανύοντες.

Κύριον φιλάνθρωπον πανευλαβῶς ἐνδοξάζομεν, τοῖς ἁγίοις παρέχοντα χαρίσματα μέγιστα καὶ πνευματοφόρα. Αὐτῷ δ´ ἀναθέντες αἰτήματα ἀποδεκτά, λύσιν οὐράνιον ἐκδεχόμεθα, Ὑάκινθον τὸν μάρτυρα παρακαλοῦντες εἰς πρόσθεσιν, πρεσβειῶν καὶ δεήσεων ὑπὲρ πάντων ὧν χρῄζομεν.

Δέσποτα συγχώρησον τὰς ἁμαρτίας τῶν δούλων Σοῦ, Ὑακίνθου τοῦ μάρτυρος, πρεσβείαις δ´ ἐπάκουσον τῶν Σοι προστρεχόντων, καὶ ἀσπαζομένων αὐτοῦ εἰκόνα τὴν σεπτήν, τοῦ Παραδείσου ὄντος οἰκήτορος. Μεθ’ οὗ βοῶμεν πρόσδεξαι εὐχὰς ἡμῶν τῶν πενήτων σου, ὅπως εὕρωμεν ἔλεος καὶ ζωὴν τὴν αἰώνιον.

Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Ὤφθης διαυγείᾳ τοῦ Πνεύματος, ὥσπερ λίθος διαυγής, τῆς βασιλείας τοῦ Χριστοῦ, ἐναθλήσας ἀθλητά, ὑπὲρ τῆς πίστεως στεῤῥῶς, καὶ τρέλας, τῶν ἀθέων τὴν παράταξιν, καὶ νίκην, κατ’ αὐτῶν Μάρτυς ἀράμενος διὸ σὲ πίστει δοξάζομεν, ὡς στρατιώτην ἀήττητον. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κύματα τῆς πλάνης παρέδραμες, κυβερνώμενος Χριστοῦ, τῇ ἀηττήτῳ δεξιᾷ καὶ λιμένι νοητῷ, ἐγκαθωρμίσθης ἀθλητά, γαλήνης, μὴ ληγούσης ἐμφορούμενος, καὶ δόξης, μὴ ῥεούσης ἀξιούμενος. Μάρτυς θεόφρον Ὑάκινθε, διὰ παντὸς εὐφραινόμένος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μέλεσιν οἰκείοις ἐδόξασας, τὸν ἀθάνατον Θεόν, θανατωθεὶς ὑπὲρ αὐτοῦ ἀθανάτων δωρεῶν, ὅθεν σὲ μέτοχον σοφέ, δεικνύει, καὶ δοξάζει σὲ Ὑάκινθε, σημείοις, καὶ δυνάμεσιν ἑκάστοτε· καὶ γὰρ πηγὴ ἁγιάσματος, ἡ σὴ σορὸς πᾶσι προκεῖται. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος α´.
Δεῦτε ἀνυμνήσωμεν πιστοί, γενναῖον μάρτυρα Ὑάκινθον, ἀνθοφόρον τῷ ὀνόματι, εὐωδίαν πνευματικὴν παρέχοντα τοῖς κοινωνοῦσιν αὐτῷ. Ὡς γὰρ εὐώδης καὶ μυρίπνοος ἡ φερώνυμος φυτεία, οὕτως ἁμιλλώμενος ὁ μάρτυς τοῦ Χριστοῦ εὐηρέστησεν Αὐτῷ εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἔργοις ἀγαθοῖς κοσμούμενος. Καὶ ἡμῖν παρέχων θείαν ἔλλαμψιν.

Καὶ νῦν.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β´.
Τὸν ἐκ Θεοῦ βρύσαντα θείαν ἔλλαμψιν καὶ φωτίσαντα κόσμον πλουσίως, θεῖον Ὑάκινθον εὐφημήσωμεν. Οὗτος γὰρ ἐν ναῷ περιέπει τὸ πλήρωμα τῶν πιστῶν, εἰς δόξαν Θεοῦ, κοινωνὸς μαρτυρίου γενόμενος καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ τοῦ Χριστοῦ ἀθλητὴς ἐν Ἐκκλησίᾳ φιλοχρέως τιμώμενος, ὡς Μάρτυς Αὐτοῦ, τρισμάκαρ, εὐαρεστήσας Θεῷ καὶ ἡμῖν προβάλλων ὡς ὑπόδειγμα. Ὑάκινθε ἔνδοξε, θεοφόρε, ἀοίδιμε, ἱερωσύνης λειτουργὲ ἱερώτατε καθικέτευε τὸν οἰκτίρμονα Κύριον, δοῦναι ἡμῖν παράκλησιν καὶ ἔλεος, ἅγιε τῆς τῶν αἱμάτων σου ῥείθροις ἀποπλυθῆναι τοῖς πταίσμασι· Χριστὸν ἱκετεύων τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις ὁ ἐν ἰσχύϊ τρανός, θεῖε Ὑάκινθε, μαρτύρων ὁμόζηλε, ἀγῶσι τοὺς ἀντιχρίστους ὑπερνικῶν κραταιῶς καὶ εἰς πτῶσιν ἀγὼν τοὺς ἀλλόφρονας, Χριστοῦ τὸν θεράποντα, ζηλωτὴν κραταιότατον, τῶν ἀδυνάτων, βοηθὸν ἀπροσμάχητον. Ὃν γεραίρομεν ἐκ καρδίας καὶ ψάλλομεν: Δόξα Θεῷ οἰκτίρμονι, Πατρὶ Παντοκράτορι σὺν τῷ Χριστῷ τῷ Σωτῆρι ἅμα Ἁγίῳ τῷ Πνεύματι, εὐσεβῶς προσκυνουμένοις καὶ παρέχουσι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στιχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς.
Χαίρων ὁ πανοικτίρμων Θεός, ἐν Παραδείσῳ καθορᾷ τὸν Ὑάκινθον, σὺν πᾶσιν ἁγίοις φέρειν στέφανον δόξης λαμπρόν, τῶν αὐτοῖς δοθέντα θείῳ πνεύματι, ἀγῶνα τῆς πίστεως ἐνασκήσαντα τέλειον καὶ ὑψωθέντα εἰς οὐράνιον ἔπαλξιν. Ἐκκλησίας νῦν ἐγκαλώπισμα ἔγνωμεν. Ὅθεν καθικετεύομεν τελεῖν τὴν παράκλησιν ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ Χριστῷ σωθῆναι τοὺς μέλποντας, αὐτῷ θεῖον ὕμνον καὶ ἱκέσιον τὴν δέησιν καὶ τὴν ὑμνησιν.

Δόξα. Ἦχος πλ. δ´.
Ὑάκινθον τιμᾶσθαι, ἀνθοφόρον το ὄνομα, εἰς εὐωδίαν ἄγει πνευματικήν. Τῷ Θεῷ δὲ χάρις, τὸν φερώνυμον μάρτυρα ἀναδείξαντι, καὶ ἡμᾶς καλοῦντι εἰς ἁγιασμόν. Καὶ Αὐτῷ τὴν δόξαν ἀναπέμποντες, δεόμεθα, πρεσβείαις τοῦ ἀθλοφόρου, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σοῦ· καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.







Νῦν ἀπολύεις. Τὸ τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Χριστοῦ τὸν θεράποντα ἐκ παλαιῶν ἡμερῶν, ὑμνήσωμεν ᾄσμασιν ἀξιοχρέως πιστοί, Ὑάκινθον μάρτυρα. Οὗτος γὰρ ὁ γενναῖος, ἐναθλήσας τῇ πίστει, βρώματα ἐξ εἰδώλων, ἀπηρνήθη εἰς τέλος καὶ νῦν ἐν παῤῥησίᾳ Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.






























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὸν θεῖον Ὑάκινθον καὶ ἀθλοφόρον Χριστοῦ τιμῶντες ὑμνήσωμεν καὶ μεγαλύνωμεν νῦν τῆς μνήμης μετέχοντες, πάντες ἐν Ἐκκλησίᾳ καὶ εἰκόνι ἁγίᾳ, τοῦτον ἐπιθυμοῦντες εὐλαβῶς ἀσπασθῆναι τῇ χάριτι καὶ ἐλέῳ Θεοῦ προσαμειβόμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, πράϋνον μηχανάς τε, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων κατὰ τῶν δούλων σου.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος ὁ αὐτός.
Ὑάκινθον μάρτυρα ὑμνολογοῦμεν πιστοί, τοὺς ἄθλους γινώσκοντες ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τρανῶς οὓς ἐποίησε. Ζήλῳ πεπληρωμένος καὶ ἀνδρεία ὑψίστῃ, ἔπληξε τοὺς ἀθλίους τοῦ Χριστοῦ πολεμίους. Διὸ καὶ βασιλείας Θεοῦ ἐγένετο μέτοχος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Πάναγνε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ· στῆσον μὲ ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωπούσα ἀεί, ὃν ἐσωμάτωσας.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ὑακίνθῳ σήμερον, ἐξ ὑακίνθων, ἀμαράντων πλέξωμεν, στέφανον πάντες οἱ πιστοί, μεγαλοφώνως κραυγάζοντες: Χαίροις μαρτύρων, τὸ κλέος Ὑάκινθε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σε, ἐκ τῶν κινδύνων με λύτρωσαι· Σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἐν τῷ λιβάνῳ , πληθυνθήσεται.
Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἑξανθήσει.
Εὐαγγέλιον Ζήτει τῇ κγ΄ Ἀπριλίου
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν ἐκ Θεοῦ βρύσαντα θείαν ἔλλαμψιν καὶ φωτίσαντα κόσμον πλουσίως, θεῖον Ὑάκινθον εὐφημήσωμεν. Οὗτος γὰρ ἐν ναῷ περιέπει τὸ πλήρωμα τῶν πιστῶν, εἰς δόξαν Θεοῦ, κοινωνὸς μαρτυρίου γενόμενος καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Οἱ Κανόνες τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς· Σὲ τὸν διαυγῆ, Μάρτυς, αἰνέσω λίθον. Ποίημα Θεοφάνους.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Σὲ τὸν διαυγείᾳ μαρτυρικῇ, πολύτιμον λίθον, γεγονότα θείου ναοῦ, νῦν ἐπικαλοῦμαι συνεργάτην, τῶν σῶν ἐπαίνων γενέσθαι μοι.
πίγειον δόξαν καταλιπών, οὐράνιον κλέος, ἐκληρώσω διηνεκῶς, συνὼν τῷ Δεσπότῃ τῶν ἁπάντων, στεφανηφόρος Μάρτυς ἔνδοξε.
Τὸ τῆς ἡλικίας νεανικόν, καὶ τῆς διανοίας, τὸ γενναῖον ὑπὲρ Χριστοῦ, ἀπέδειξας Μάρτυς ἀθλοφόρε, κατὰ τῆς πλάνης ἀνδρισάμενος.
Θεοτοκίον.
πάντων τῶν ὄντων Δημιουργός, διὰ σωτηρίαν, τῶν ἀνθρώπων ἐν σῇ γαστρί, σκηνώσας σαρκοῦται Θεομῆτορ, τὸ καθ᾿ ἡμᾶς δημιουργούμενος.

ᾨδὴ γ´. Σὺ εἶ τὸ στερέωμα.
Νέος καθιστάμενος, πρεσβυτικὴν σαφῶς φρόνησιν, Μάρτυς Χριστοῦ, ὤφθης κεκτημένος, καὶ συνέσει κοσμούμενος.
Δρόμον συντονώτατον, ἀθλητικῶς δραμὼν ἔφθασας, μαρτυρικῶς, ἀνδραγαθημάτων, τὴν τιμίαν ἀνάῤῥησιν.
Θεοτοκίον.
θυνον πρεσβείαις σου, πρὸς τὴν οὐράνιον ἄνοδον, τοὺς εὐσεβῶς, κεχαριτωμένη, Θεοτόκον φρονοῦντάς σε.

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Λίθος τίμιος, τῆς Ἐκκλησίας, φυλαττόμενος, ἐν τοῖς ταμείοις, τοῖς οὐρανίοις ὑπάρχων Ὑάκινθε, τοὺς προσκυνοῦντας τοὺς λίθους διήλεγξας, καὶ μαρτυρίου ποτήριον ἔπιες. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.





ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
θλητὴς ἐννομώτατος, πόνοις εὐσεβείας ἐγγυμνασάμενος, ἀναδέδειξαι πανόλβιε, τῶν τυράννων θράσος μὴ πτοούμενος.
ακίνθινον στέφανον, οὐρανοβαφῆ θεόφρον δεξάμενος, συγχορεύειν κατηξίωσαι, τοῖς ἐπουρανίοις ὡς οὐράνιος.
Γεγηθότι φρονήματι, τὸν τῆς εὐσεβείας λόγον ἐκήρυξας, καὶ τὸν τύραννον διήλεξγας, ἀπτοήτῳ γνώμῃ δυναμούμενος.
Θεοτοκίον.
Θεὸν Παντοκράτορα, μόνη δεξαμένη Θεομακάριστε, ἀπὸ πάσης περιστάσεως, καὶ κινδύνων ῥῦσαι τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε´. Ὀρθρίζοντες βοῶμέν σοι.
Μαινόμενον τὸν τύραννον ἤλεγξας, ἀθλοφόρε, δύναμιν ἀήττητον, παρὰ Χριστοῦ ἐνδυσάμενος.
θάνατον ἐκτήσω τὴν εὔκλειαν, στεφηφόρε, θάνατον ἑκούσιον, διὰ Χριστὸν προσηκάμενος.
Θεοτοκίον.
υσθείημεν πρεσβείαις σου Πάναγνε, τῶν παγίδων, τοῦ ἐχθροῦ οἱ σέβοντες, τὴν ὑπὲρ λόγον σου γέννησιν.

ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτήρ.
Ταῖς στρέβλαις τῶν ἀσεβῶν, ὁ Μάρτυς πάσχων ἠγάλλετο, καὶ πάθει τοῦ ἀπαθοῦς, τὸν νοῦν κραταιούμενος, ἐνίκα τοὺς ἄφρονας, πρὸς τὸν ἀθλοθέτην, ἀνενδότως ἐπειγόμενος.
άκινθος ὡς φαιδρός, σκηνὴν τὴν θείαν ἐφαίδρυνας, ὡς κόκκινον ἐκλεκτόν, ἀθλήσεως αἵματι, ἀνάθημα γέγονας, τῆς τῶν πρωτοτόκων, Ἐκκλησίας παναοίδιμε.
Θεοτοκίον.
Σωθείημεν διὰ σοῦ, κινδύνων καὶ περιστάσεων, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.












Κοντάκιον. Ἦχος πλ. β´.
Τὸ ξύλον τῆς ζωῆς, ἐν μέσῳ τῆς ψυχῆς αὐτοῦ, τὴν πίστιν σου Χριστέ, κεκτημένος ὁ Μάρτυς σου, τοῦ Παραδείσου τῆς Ἐδὲμ τιμιώτερος γέγονε· τὸ γὰρ δένδρον τῆς ἀπάτης τοῦ ὄφεως ἀφανίσας, παῤῥησίᾳ τοῦ Πνεύματος ἐστεφανώθη, τῇ δόξῃ σου πολυέλεε.
Ὁ Οἶκος.
Ὑπὲρ πολλοὺς ὑμνήσωμεν Μάρτυρας, τὸν τῆς πόλεως ἡμῶν προϊστάμενον· ὃς τὴν πόλιν ἡμῶν ὡς γυμνάσιον, τῆς ἰδίας φυλάττων ἀθλήσεως, ὡς παῤῥησίαν ὁπλισάμενος, καὶ τὸν πέλεκυν ἔχων τῆς ἀληθείας, δι᾿ ἧς ἀπέτεμε τὸ τῆς πλάνης φυτόν, συνεγείρει καὶ ἡμᾶς, πρὸς ἐργασίαν τῶν καλῶν. Ἐκβοῶμεν οὖν σὺν αὐτῷ τῷ Χριστῷ· Σὺ εἶ μόνος Χριστὲ πολυέλεος.

Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).
Ἐξ ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος,
Λαμπρὸς πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων.
Οὐλομένῳ τριτάτῃ Ὑάκινθος κάτθανε λιμῷ.
Οὗτος, ἐκ Καισαρείας τῆς πρώτης τῶν Καππαδοκῶν τυγχάνων, τῇ τραπέζῃ τοῦ βασιλέως Τραϊανοῦ ὑπηρετῶν ἦν. Διαβληθεὶς δὲ ὡς χριστιανός, τύπτεται καθ᾿ ὅλου τοῦ σώματος καὶ φρουρᾷ βάλλεται· ἔνθα μεθ᾿ ἡμέρας ἀπόσιτος τυγχάνων, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀνατολίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Δύνας, Ἀνατόλιε, τοῦ βίου τέλει,
Τῷ μὴ δύνοντι προσπελάζεις ἡλίῳ.
Οὗτος, πρεσβύτερος καὶ ἀποκρισάριος τῆς Ἀλεξανδρέων Ἐκκλησίας ὑπάρχων, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως προχειρίζεται, βασιλεύοντος Θεοδοσίου τοῦ Μικροῦ. Διόσκορος γὰρ ὁ κακόδοξος, ἐλπίσας αὐτὸν τῆς ἰδίας κακοδοξίας συνήγορον ἕξειν, Ἐπίσκοπον Κωνσταντινουπόλεως προχειρίζεται· ἀλλ᾿ οὐδὲν τῆς κακουργίας ἀπώνατο. Οὗτος γὰρ ὁ μακάριος Ἀνατόλιος πρῶτος αὐτὸν ἐν τῇ Συνόδῳ τῇ ἐν Χαλκηδόνι καθεῖλε καὶ τὸ ὄνομα τοῦ ἐν Ἁγίοις Φλαβιανοῦ ἐν τοῖς διπτύχοις ἐνέταξεν, ὑπὸ Διοσκόρου καὶ τῆς κατ᾿ ἐκεῖνον λῃστρικῆς Συνόδου καθαιρεθέντος· καὶ ἐγκυκλίους ἐπιστολὰς πρὸς τοὺς κατὰ τόπον Ἐπισκόπους ἐξέπεμψεν, ἀναθεματίσαι τοὺς ἐξάρχους τῶν αἱρέσεων προτρεπόμενος. Καὶ ὀρθοδόξως τὴν Ἐκκλησίαν ποιμάνας, ἀδίκῳ θανάτῳ ὑπὸ τῶν αἱρετικῶν ἀναιρεῖται, διάδοχον αὑτοῦ καταλείψας τὸν ἁγιώτατον Γεννάδιον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Διομήδους, Εὐλαμπίου, Ἀσκληπιάδου καὶ Γολινδούχ.
Τμηθεῖσι Θεοδότῳ καὶ Θεοδότῃ,
Θεὸς θεῶν δίδωσιν ἄξια στέφη.
Ἐκ σπονδύλων ἔσπεισεν αἷμα Κυρίῳ,
Ἄσπονδος ἐχθρὸς δαιμόνων Διομήδης.
Τί τὴν κεφαλήν, δήμιε, κλῖνον λέγεις,
Εὐλαμπίῳ κλίνοντι πᾶν σπάθῃ μέλος;
Ἀσκληπιάδης τὴν θάλασσαν εἰσέδυ,
Ζητῶν ἐφευρεῖν τὸν καλὸν μαργαρίτην.
Ὑπὲρ Θεοῦ τείνοντος ὡς δέῤῥιν πόλον,
Τείνει Γολινδοὺχ τὸν τένοντα τῷ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Μάρκου καὶ Μωκιανοῦ.
Ὑπέσχε Μᾶρκος τῇ τομῇ τὸν αὐχένα,
Ὁδὸν χαράττων Μωκιανῷ τοῦ πάθους.
Οὗτοι οἱ Ἅγιοι διατὶ ἐπιστευον εἰς τὸν Χριστὸν καὶ ὠμολόγουν αὐτόν, ἐπιάσθησαν ἀπὸ τὸν δυσσεβὴ βασιλέα Τραϊανὸν ἐν ἔτει Ϟη´ (98). Ἀπὸ τὸν ὁποῖον ἀναγκασθέντες νὰ ἀρνηθοῦν μὲν τὴν εὐσέβειαν, νὰ θυσιάσουν δὲ εἰς τὰ εἴδωλα, καὶ μὴ πεισθέντες, ἔλαβον διαφόρους τιμωρίας. Ὕστερον δὲ ἐκλείσθησαν εἰς ἐκείνην τὴν ἰδίαν φυλακήν, εἰς τὴν ὁποίαν ἦτον φυλακωμένος καὶ ὁ Ἅγιος Μάρτυς Ὑάκινθος ὁ κουβικουλάριος, περὶ τοῦ ὁποίου εἴπομεν ἀνωτέρω. Ὅθεν ἀπὸ τὸν ἴδιον τὸν Ἅγιον Ὑάκινθον ἐστηρίχθησαν εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ἀφ᾿ οὗ δὲ ἐτελειώθη ὁ Ἅγιος Ὑάκινθος καὶ ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον, τότε εὔγαλαν αὐτοὺς ἀπὸ τὴν φυλακήν, καὶ τοὺς ἐβίασαν νὰ φάγουν ἀπὸ τὰς θυσίας τῶν εἰδώλων. Αὐτοὶ ὅμως οἱ καρτερόψυχοι δὲν ἐπείσθησαν εἰς τοῦτο, ἀλλὰ μᾶλλον ἤλεγξαν τὴν τῶν εἰδώλων θρησκείαν. Ὅθεν διὰ τὴν αἰτίαν ταύτην ἐκρέμασαν αὐτοὺς ἐπάνω εἰς ξύλα καὶ τοὺς ἐξέσχισαν. Ὕστερον δὲ τοὺς ἐκατέβασαν καὶ ἀπέκοψαν τὰς τιμίας αὐτῶν κεφαλάς, καὶ ἔτζι ἀπῆλθον νικηφόροι εἰς τὰ Οὐράνια. Τὰ δὲ τίμια αὐτῶν λείψανα ἐνταφίασαν ἐντίμως μερικοὶ Χριστιανοὶ εἰς τὸν τόπον ἐκεῖνον, ὅπου καὶ ἐμαρτύρησαν.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης Γαλακτοτροφούσης.
Γάλα νοητὸν πηγάζει Θεοκῦμον,
Γαλακτοτροφοῦσα ἡ θεία Εἰκών σου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Γεράσιμος ὁ Νέος, ὁ ἐκ Μεγάλου Χωρίου Εὐρυτανίας, ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1812, ξίφει τελειοῦται.
Ὡς εἰς γάμους ἔσπευδες πρὸς τὸ σφαγῆναι,
Πρὸς τὴν μέλλουσαν ἀφορῶν δόξαν, μάκαρ.
Οὗτος ὁ νέος Ὁσιομάρτυς ὠρμητα ἐκ τῆς ἐπαρχίας Εὐρυτανίας, ἐκ τίνος χωρίου καλουμένου Μέγα (τὸ σήμερον ὀνομαζόμενον Μέγα Χωρίον, ἢ Προυσσού, Εὐρυτανίας), γεννηθεὶς ὑπὸ γονέων χριστιανῶν· πρόσηβος ἤδη τῇ ἡλικία καταλαμβάνει τὴν Κωνσταντινούπολη, προσκολληθεὶς εἰς τὶ παντοπωλεῖον. Ἐν μία τῶν ἡμερῶν, φέρων καθ᾿ ὁδὸν ἐπὶ τῆς κεφαλῆς τοῦ διάφορα πινάκια πλήρη γάλακτος, ἃ ἐπώλει, καὶ ὀλισθήσας εἰς μίαν ὀθωμανικὴν συνοικίαν, συνεργεῖα τοῦ πειρασμοῦ, πίπτει καὶ θραύσας τὰ ῥηθέντα πινάκια, διήρχετο τὴν ὁδὸν κλαίων· εἶτα προσλαμβάνει αὐτὸν μία ὀθωμανὶς (γυνὴ ἑνὸς ἐπισήμου ὀθωμανοὺ) καί, μετὰ πολλὰς ὑποσχέσεις δωρεῶν, κρατήσασα αὐτὸν τὸν ἔφερεν εἰς τὸν ὄλισθον τῆς ἀσεβείας (δηλ. εἰς τὸν τουρκισμὸν) καὶ μετὰ τοῦ αὐθέντῃ τοῦ διεπέρασε πολλὰς πόλεις τῆς Τουρκίας. Φθάσας δὲ εἰς ὥριμον ἡλικίαν καὶ αἰσθανθεὶς τὴν ἀσέβειαν, εἰς ἢν περιέπεσε, καταλαμβάνει αὔθις τὴν πατρίδα τοῦ, διατρίψας ἐπ᾿ ὀλίγον χρόνον, εἶτα, μετὰ τίνος ἀδελφοῦ ἐκ τῆς θαυματουργοῦ μονῆς τοῦ Πυρσοῦ, τὸ ὄρος τοῦ Ἀθωνος καταλαμβάνει, ὑποταχθεὶς ἐπὶ τίνα καιρὸν πλησίον ἐνδς ἱερομόναχου συμπατριώτου τοῦ Κυρίλλου καλουμένου, παρὰ τοῦ ὁποίου καὶ ἐκατηχήθη καὶ ἐπαρηγορήθη διὰ τὸ κακὸν ὅπου ἔπάθε, καὶ ἐδιδάχθη καὶ ὀλίγα γράμματα· εἶτα λαμβάνει τὸ ἀγγελικὸν σχῆμα, μετὰ δὲ τρία ἔτη ἀπέρχεται πάλιν εἰς Κωνσταντινούπολη, ἵνα μαρτυρήσῃ ὅτι εἶναι χριστιανός, καὶ εὐθὺς ὡς ἔφθασεν εἰς τὸν ὀθωμανικὸν οἶκον, καὶ κηρύξας λαμπρῶς τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον, παραδίδεται εἰς βασάνους, εἶτα τὴν κεφαλὴν τέμνεται, ἥτις μετὰ τὸν χωρισμὸν ἔμεινεν πολλὴν ὥραν γελῶσα, τὸ δὲ ἅγιον σῶμα ἔμεινεν γονατιστὸν ὡς προσευχόμενον, τεμνόμενος δὲ ἐπλήρωσε τὸν ἀέρα μυρεψικὴς εὐωδίας, καὶ ἀνῆλθεν ὡς ἀστὴρ φαεινὸς πρὸς Κύριον, καθὼς τίνες τῶν πιστῶν ἰδεῖν ἠξιώθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωακεὶμ, ἡγούμενος τῆς Ἱερὰς Μονῆς Νοτενῶν Σκιαδὰ Τριταῖας Ἀχαίας, ἐν εἰρήνῃ τελειούται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης (+712).

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ραφαὴλ ἐν Μυτιλήνῃ, ἐν ἔτει 1959.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεωνᾶ, Ἤρωνος, Πίλλωνος, καὶ Παῦλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Φιλίππου μητροπολίτου Μόσχας τοῦ θαυματουργοῦ, καὶ τοῦ Ὁσίου Ἀνατολίου τοῦ ἐν τῷ Σπηλαίῳ τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Μιχαήλ, καὶ Θωμὰ τῶν Ῥώσσων, τῶν διὰ Χριστὸν σαλλῶν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αὐτοκράτορα φέρων, τῶν παθῶν ἀριδήλως τὸν εὐσεβῆ λογισμόν, τροφὴν τῶν παρανόμων, κατέπτυσας παμμάκαρ, θείῳ λόγῳ τρεφόμενος· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
ερώτατον θῦμα, σεαυτὸν τῷ Κυρίῳ καὶ ἁγιώτατον, προσήνεγκας θεόφρον, ψυχῆς εἰλικρινείᾳ, καὶ νοὸς καθαρότητι· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεμομένης τὸ γένος, τῶν ἀνθρώπων Παρθένε τῆς τοῦ θανάτου φθορᾶς, πηγὴν ἀθανασίας, καὶ ζωῆς ἀκηράτου, συλλαβοῦσα κατέπαυσας, τὸν τῶν Πατέρων Θεόν, ἁγνὴ εὐλογημένη.





ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
κ χαλεπῆς στενώσεως, καὶ φρουρᾶς πρὸς εὐρύχωρον, πλάτος Παραδείσου καὶ τερπνὸν κατήντησας, Ἁγίων ὀψόμενος, φωτοειδεῖς λαμπρότητας, καὶ τὰς τῶν Ἀγγέλων, ἐποπτεύσων χορείας, Θεῷ παρισταμένας, καὶ βοώσας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σὺ τὸν Θεὸν ἠγάπησας, ἐκ ψυχῆς μέχρις αἵματος, πρὸς τὴν ἁμαρτίαν ἀθλητὰ μακάριε, ἀντικαθιστάμενος, καὶ δυσμενεῖς τρεπόμενος, καὶ νικητικοῖς, κεκοσμημένος στεφάνοις, προθύμως ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας
ς εὐπρεπὲς ἀνάθημα, διαυγὴς ὡς Ὑάκινθος, ὡς ὡραιοτάτη ἁλουργὶς ἐκόσμησας, ναὸν τὸν οὐράνιον, τὰ τῶν Ἁγίων Ἅγια, ταῖς μαρτυρικαῖς, μαρμαρυγαῖς ὡραΐσας, ἀπαύστως ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λόγον Θεοῦ τὸν ἄναρχον, ὑπὲρ λόγον γεγέννηκας, ἐπὶ λογικῆς εὐεργεσίᾳ φύσεως, δι᾿ οὗ ἐλυτρώθημεν, φθοροποιοῦ νεκρώσεως, καὶ ζωοποιόν, ὑπεδεξάμεθα Πνεῦμα· διό σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, δοξάζομεν Παρθένε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα.
λεων ἀπέργασαι, ταῖς σαῖς πρεσβείαις τὸν Δεσπότην, πᾶσι τοῖς πιστῶς ὑμνοῦσί σου, τὴν ἀνίκητον ἄθλησιν· δι᾿ ἧς τῶν εἰδώλων τὴν ἀπάτην, κατήργησας τὸν δὲ λόγον, τῆς ἀληθείας διετράνωσας.
Θέαμα τερπνότατον, ταῖς τῶν Ἀγγέλων στρατηγίαις, οὐρανοβαφὴς Ὑάκινθε, κεχρωσμένος ἐν αἵματι, τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας, καὶ πίστεως καὶ στεφάνῳ, μαρτυρικῷ κατακοσμούμενος.
λος ἐχρημάτισας, Θεοῦ πανίερον δοχεῖον· σῶμα γὰρ καὶ ψυχὴν ἡγίασεν, ἡ ἀνένδοτος ἔκστασις, πρὸς τυραννικὴν παραφοράν, καὶ παράνοιαν γενομένη· διό σε πάντες μακαρίζομεν.
Θεοτοκίον.
Νέκρωσόν μου Δέσποινα, τὴν ἔτι ζῶσαν ἁμαρτίαν· ζώωσον ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς γεγεννημένης ἐκ γαστρός σου, δι᾿ ἄφατον εὐσπλαγχνίαν, τοῖς εὐσεβῶς σε μεγαλύνουσιν.









Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Χαῖρε Μαρτύρων καύχημα, Ὑάκινθε θεόφρον. Χαῖρε θεράπον ἄξιε τοῦ θεραπεύειν νοσοῦντας. Χαῖρε Χριστοῦ διάκονε, τῶν γηγενῶν ὑπέρμαχε, Διδάσκαλε θεσπέσιε ἀληθειῶν τῆς πίστεως, τῆς Ἐκκλησίας φωστῆρα, γινώσκομεν καὶ ὑμνοῦμεν.
Θεοτοκίον.
Δέσποινα πάντων ἄνασσα, Θεοῦ κατοικητήριον, ἀνθρώπων ἡ βοήθεια καὶ τῶν ἀγγέλων ὅμορε. Καθικετεύομεν πάντες τῷ Σῷ Υἱῷ μεσιτεύειν ὑπὲρ ἡμῶν τῶν Σῶν τέκνων, Σὴν προστασίαν αἰτούντων ἐν ταῖς τοῦ βίου ἀνάγκαις καὶ τῶν ψυχῶν σωτηρίαν.

Εἰς τοὺς αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Μακαριστῷ Ὑακίνθῳ ὕμνοις προσείπωμεν, σῆς εὐωδίας, Πάτερ, ἀρετῶν τε τῇ φύσει, ἀρώματα ἐκχέειν ἀπὸ Θεοῦ ἠξιώθης, ὡς ἔγνωμεν. Ὅθεν πανήγυριν ἄγομεν σοι λαμπράν, ταῖς πρεσβείαις σου ἑπόμενοι.

Τῷ Ὑακίνθῳ προσάγει ἡ Ἐκκλησία Χριστοῦ, ἑόρτιον τὴν δόξαν καὶ θερμῇ τῇ αἰτήσει, εὐῶδες ἄρωμα ψαλμικὸν φερωνύμως προσᾴδουσα. Καὶ γὰρ Ὑάκινθος ἄνθος πανεκλεκτόν, τοῖς ἁγίοις προσφερόμενον.

Τοῦ Παραδείσου τὸ κάλλος λαμπρὸν ἐδέσποζεν, ἀνθοφοροὺν τῷ κάλλει οὐρανίου λειμῶνος. Καὶ θείας εὐλογίας ἔμπλεον ἦν τῶν ἀνθρώπων τὸ ζεῦγος τὸ πρώτιστον, πλὴν ἐξωσθὲν ἠλλοιώθη ἀρνητικῶς, τοῦ Χριστοῦ ἐπανορθοῦντος ἡμᾶς.

Ἐν Ἐκκλησίαις ἡ χάρις Χριστοῦ δεσπόζει ἡμῖν, τῷ δ’ Ὑακίνθῳ δόξα τῷ κλεινῷ καὶ ἁγίῳ, μνήμην ἑορτάζομεν ἐν χαρᾷ καὶ ἐν ἄνθεσι στέφομεν, ὃν ἀνυμνοῦντες γεραίρομεν ἐν χορῷ, σὺν Χριστῷ ἐπικαλούμενοι.

Δόξα. Ἦχος πλ. δ´.
Σήμερον ἐορτίως οἱ πιστοί, ὑμνοῦντες τὸν Ὕψιστον Θεόν, προσᾴδομεν, ἐπὶ τῇ ἀνθηφόρῳ μνήμῃ Ὑακίνθου τοῦ μάρτυρος. Οὗτος γάρ, ἀθέτων τὰ τοῦ κόσμου, Χριστῷ συνήφθη καὶ συνεπάθησε, θανάτῳ θάνατον πατήσας. Ὅθεν τῆς αἰωνίου βασιλείας ἀνεδείχθη πολίτης. Καὶ νῦν ἐν οὐρανῷ μετ’ ἀγγέλων συμβίων καὶ σὺν Χριστῷ δοξαζόμενος, ὑπὲρ ἡμῶν πρεσβεύει, διατελῶν εἰς ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη.

Μεγαλυνάριον.
Χαίροις Καισαρείας θεῖος βλαστὸς καὶ τῆς νεολαίας ἀντιλήπτωρ ὁ φαεινός. Χαίροις τοῦ Ἀράξου ἀγλάϊσμα καὶ κλέος, Ὑάκινθε παμμάκαρ, μάρτυς καλλίνικε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου