ΙΟΥΛΙΟΣ 20.
ΠΡΟΦΗΤΗΣ ΗΛΙΑΣ
ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ
ΕΣΠΕΡΙΝΟΣ
Τὰ γ΄
στιχηρὰ Προσόμοια τοῦ Μηναίου καὶ τὰ ἑξῆς γ΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, ὑμνωδιῶν κάλλεσιν,
ἀναδήσωμεν τὸν διφρηλάτην, τὸν οὐρανοδρόμονα ἱέρακα, Ἠλιοὺ τὸν πῦρ ὅλως πνέοντα, τὸν πυρίνου ἅρματος ἱππέα,
τὸν ῥεῖθρα τοῦ Ἰορδάνου διαῤῥήξαντα, καὶ ὄμβρους, τοῦ οὐρανοῦ λόγῳ πεδήσαντα,
τὸν ἐν πυρὶ θυηφόρον, τὸν Χριστὸν λαλοῦντα, τὸν καὶ Πρόδρομον τῆς Αὐτοῦ,
Δευτέρας ἑλεύσεως, τὸν φωστῆρα τὸν φαεινότατον.
Ποίοις, εὐφημιῶν ᾄσμασιν,
τὸν Θεσβίτην ἀνυμνήσωμεν Ἠλίαν, τὸν ζήλῳ Θεοῦ πυρπολούμενον, καὶ τοὺς ἀσεβεῖς
πυρπολήσαντα, τὸν τοὺς μύστας σφάξαντα τῆς Βάαλ, τὸν μύστην, ἧς προεώρακε τὸν
τῷ Πνεύματι, ἐν αὔρᾳ λεπτῇ Χριστοῦ θείας σαρκώσεως, τὸν ξενοτρόφον τῆς χήρας,
τοῦ πυρὸς τὸν στῦλον, τὸν πνέοντα τοῖς νεκροῖς, ζωὴν θείᾳ χάριτι, τὸ τοῦ
Πνεύματος ἐνδιαίτημα.
Ποίοις, πνευματικοῖς
ἄνθεσι, τὸ τοῦ Πνεύματος στέψωμεν σκεῦος, τὸν φλογὶ πυρὸς σιτιζόμενον, καὶ τὸ
πυρὶ σπαργανούμενον, τὸ μιᾶς τροφῆς ἐν τῇ ἰσχύϊ, ὁδὸν τεσσαρακονθήμερον
ἀνύσαντα, τροφὴν τὸν διὰ τοῦ κόρακος δεχόμενον, τῶν Προφητῶν τὴν κρηπίδα, Ἠλιοὺ
τὸν μέγαν· δι’ οὗ δαιμόνων ὀφρύν, καθεῖλεν ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωστῆρα παμφαῆ, διφρηλάτην
πυρφόρον, καὶ ἄγγελον σαρκί, ζήλου πνέοντα θείου, δυσσέβειαν τρέποντα,
παρανόμους ἐλέγχοντα, κορυφαῖόν τε, τῶν Προφητῶν σε συμφώνως, καταγγέλομεν,
μάκαρ θεόπτα Ἠλία· διὸ ἡμᾶς φρούρησον.
Δόξα.
Θεῷ δι’ ἀρετῆς, ἀκραιφνοῦς
ᾠκειώθης, οὐράνιον ζωήν, ἐπὶ γῆς βιωτεύσας, ζωὴν δὲ τῆς χάριτος, κεκτημένος
μακάριε, σοῖς φυσήμασι, παῖδα θανόντα ἐγείρεις, μένεις δι’ ἄφθαρτος, κρείττων
εἰσέτι θανάτου, Ἠλία θεόπνευστε,
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ
Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ
πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ
κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τὴν πηγὴν τῶν θαυμάτων τῶν
Προφητῶν, τὸ καλλώπισμα πάντες ᾀσματικῶς, πιστοὶ εὐφημήσωμεν, τὸν Θεσβίτην Ἠλίαν,
μετὰ σαρκὸς γὰρ ἔτι ὑπάρχων ἀθάνατος, ὡς θνητὸς πιστοῦται, νεκρῶν τὴν
ἀνάστασιν· ὅθεν παῤῥησίαν, πρὸς Θεὸν κεκτημένος, παρέχει ἰάματα, τοῖς ἐν πίστει
αἰτοῦσιν αὐτόν, καὶ πρεσβεύει Χριστῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτοῦ.
Δόξα.
Ἠλιοὺ τὸν πυρίπνουν καὶ
ζηλωτήν, τὸν Θεόπτην καὶ πρόδρομον τοῦ Χριστοῦ, δευτέρας ἑλεύσεως, καὶ τῆς
πρώτης συνόμιλος, τὸν δι’ ὀρνέου ἔωθεν καὶ δείλης τρεφόμενον, καὶ ξενοτρόπῳ
βρώσει τὴν χήραν ἐκτρέφοντα, καὶ τὸν ταύτης παῖδα, ἐκ νεκρῶν ἀνιστῶντα, τὸν θῦμα
καὶ σχίδακας, πυρὶ θείῳ ἐμπρήσαντα, ἐν ᾠδαῖς εὐφημήσωμεν, κραυγάζοντες αὐτῷ ἐκ
ψυχῆς· τῶν πταισμάτων δωρηθῆναι ἄφεσιν, ἡμεῖς πρεσβεύεις Προφῆτα, τοῖς πόθῳ
τιμῶσί σε.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ
κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα,
τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα
κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙
διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὰ Ἰορδάνεια, διῆλθες
ὕδατα, Ἠλία πρότερον, καὶ τότε ἅρματι,
ἀνῆλθες ὡς εἰς οὐρανόν, ἐμφαίνων τε μυστήριον, ὅτι οὐδεὶς δύναται, ἀνελθεῖν εἰς
οὐράνια, ἐκτὸς εἰμῆ πρότερον, μετανοίας τὰ ὕδατα, διέλθῃ καὶ ψυχὴν ἐκκαθάρῃ, ἧς
σύμβολον ὁ Ἰορδάνης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς
παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς
ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ ἀναβαθμοί·
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν
Μελχισεδέκ.
Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου
μὴ πονηρεύεσθε.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ: Ἐλέησόν με ὁ Θεός...
Τοῦ θείου ζήλου τὸ πῦρ, ἐν
σῇ καρδίᾳ δεξάμενος, ἐν γὰρ τῇ γεννήσει σου μάκαρ, παρὰ τῶν Ἀγγέλων πυρ
ἐσιτίσθης, ἐν δὲ τῇ ζωῇ σου, τρισσάκις ἐξ οὐρανοῦ πῦρ κατήνεγκας, καὶ ἐν τῷ
τέλει σου, ἅρμα πυρὸς ἐξάρπασον, ὡς εἰς οὐρανὸν ἀνεβίβασεν. Ὢ τοῦ θαύματος, πῶς
ὁ πήλινος ἀνδριάς, χαλκευθεὶς ἐν τῇ δυνάμει τοῦ Πνεύματος, πύρινος ὅλως
ἐγένετο, καὶ νῦν τῷ ἀΰλῳ πυρὶ τῆς Θεότητος ἡνωμένος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
***
Μεγαλυνάριον.
Δεῦτε
τὸν πυρίπνουν καὶ ζηλωτήν, τὸν διὰ τεθρίππου, ἁρπαγέντα ἀπὸ τῆς γῆς, τῆς του
Χριστοῦ δευτέρας, Πρόδρομον παρουσίας, Ἠλίαν τὸν Θεσβίτην, ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου