Πέμπτη 14 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 18. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΙΜΙΛΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ




ΙΟΥΛΙΟΣ ΙΗ΄!!

ΑΙΜΙΛΙΑΝΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. β´. Αἱ Ἀγγελικαί.

Πάντων τῶν φθαρτῶν, νουνεχῶς καταφρονήσας, ὅλη τῇ ψυχῇ, ἠκολούθησας Κυρίῳ, καὶ πόνοις μαρτυρίου ὁμιλήσας στενότατα, Αἰμιλιανὲ μεγαλομάρτυς, τῆς ἀειζώου εὐφροσύνης λαμπρῶς ἔτυχες, ὑπὲρ ἡμῶν ἐκδυσωπῶν, τὸν μόνον φιλάνθρωπον.

 

Στήλην σεαυτόν, εὐσεβείας παραστήσας, βίῳ καθαρῷ, και ἐν ζήλῳ θεαρέστῳ, συνέτριψας εἰδώλων τὰ σεβάσματα Ἅγιε, καὶ Χριστοῦ τὸ Ὄνομα κηρύξας, Αἰμιλιανέ· ἐχθροῦ καθεῖλες τὴν δύναμιν, καὶ ἐκομίσω ἐκ Θεοῦ, τῆς νίκης τὸν στέφανον.

Ἤλεγξας στεῤῥῶς, τῶν εἰδώλων τὴν ἀπάτην, καὶ τοὺς ῥαβδισμούς, ἀνενδότως ὑπομείνας, διὰ πυρὸς ἀνδρείως τὸν ἀγῶνα ἐτέλεσας, καὶ τῆς πλάνης ἔφλεξας τὴν ὕλην, Αἰμιλιανὲ τοῖς σοῖς πόνοις· διὸ Κύριος, ἐδόξασε σὲ θαυμαστῶς, Μαρτύρων λαμπρότησι.

Ὥσπερ λογικόν, ὁλοκαύτωμα προσήχθης, Αἰμιλιανέ, τῷ Δεσπότῃ τῶν ἁπάντων, διὸ πυρὸς τελέσας τὸν ἀγῶνά σου Ἅγιε, καὶ τοῦ Παρακλήτου τῇ δυνάμει, ἄφλεκτος ἐν τούτῳ διαμείνας, ἐχθροῦ ἔφλεξας, πᾶσαν τὴν δύναμιν σοφέ, πῦρ τῶν καμάτων σου.

Δόξα. Ἦχος α΄.

Εὐσεβείᾳ κοσμούμενος, εἰδωλικὴν ἤσχυνας μανίαν, ἀθλητικῇ ἐνστάσει, Αἰμιλιανὲ παμμακάριστε Χριστῷ γαρ ἀνακείμενος, οὐδαμῶς ἐπτόησαι, τῶν διωκόντων τὸν θυμόν, ὡς στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης, καὶ καλῶς ἀγωνισάμενος, ἀξίως ἐστεφανώθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τῇ πρεσβείᾳ Κύριε τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος δ´. Οἶκος τοῦ Ἐφραθᾶ..

Ἔχων ἐν τῇ ψυχῇ, τὸ πῦρ τὸ θεῖον μάκαρ, πυρὸς ἐνύλου φλόγα, οὐκ ἔδεισας οὐδόλως, θεόθεν δυναμούμενος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος, ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἤθλησας καρτερῶς, καὶ ᾔσχυνας τὸν ὄφιν, ἀθλήσει σου γενναία, ὦ Αἰμιλιανέ, μαρτύρων ἐγκαλλώπισμα.

Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ·Ἁγίοις αὐτοῦ.

Χαίρων νῦν τὴν χάριν, τὴν ἄληκτον καὶ θείαν, ἱκέτευε ἀπαύστως, ὁ Αἰμιλιανέ, ὑπὲρ τῶν εὐφημούντων σε.

Δόξα. Τριαδικόν.

Τρίφωτε παντουργέ, ὁμόδοξε Θεότης, πρεσβείαις εὐπροσδέκτοις, τοῦ Αἰμιλιανοῦ, ἐλέησον τοὺς δούλους σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἔσχες ἐν τῇ γαστρί, τὸν πάντων Βασιλέα, καὶ τέτοκας ἀφράστως, αὐτὸν Παρθενομῆτορ, ἡμᾶς ἀνακαινίζοντα.

Νῦν ἀπολύεις . Τὸ Τρισάγιον.

Ἀπολυτίκιον . Ἦχος γ´. Θείας πίστεως.

Θείας πίστεως, ἔχων τὴν χάριν, ζήλῳ κρείττονι, τὴν τῶν εἰδώλων, κατειργάσω συντριβὴν ἀξιάγαστε, καὶ τοῦ πυρὸς ἐνεγκὼν τὴν κατάφλεξιν, Αἰμιλιανὲ θείας δόξης ἠξίωσαι, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Καὶ Ἀπόλυσις.


 

 

 



ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε, ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Μάρτυρος γ´. Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Ἐνέδυσας Κύριε, τὸν ἀθλοφόρον σου δύναμιν, τὴν ἐξ ὕψους ἀήττητον, καὶ τοῦτον ἐνίσχυσας, διὰ σὲ βασάνους, ἐξ ἐχθρῶν ἀνόμων, ὑπενεγκεῖν ἀθλητικῶς, καὶ μαρτυρίου στέφανον δέξασθαι· δι᾿ οὗ ἡμῖν συγχώρησιν, ἁμαρτημάτων κατάπεμψον, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Σταυρὸν ὁπλισάμενος, ὁ ἀθλοφόρος σου Κύριε, καὶ σῷ ζήλῳ πυρούμενος, εἰδώλων ἐνέπρησε, τὰ τεμένη πάντα, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελών, Αἰμιλιανὸς ὁ ἔνδοξος, βραβεῖα νίκης Δέσποτα, τὴν βασιλείαν ἀπείληφε, παρὰ σοῦ τὴν οὐράνιον, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

Ἀστέρα ὑπέρλαμπρον, τῇ Ἐκκλησίᾳ ἀνέδειξας, Αἰμιλιανὸν τὸν Μάρτυρα, ὁπλίτην τε ἄριστον, δᾳδουχοῦντα πᾶσαν, νῦν τὴν οἰκουμένην, θαυματουργίαις μυστικαῖς, καὶ ἀθεΐας σκότος ἐλαύνοντα· ὑφ’ οὗ φωταγωγούμενοι, θεοπρεπῶς ἀνυμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἔλαμψεν ἡ μνήμη σου, ὡς ἄλλος ἥλιος σήμερον, Αἰμιλιανὲ παμμακάριστε, θαυμάτων ταῖς λάμψεσιν ἀεὶ καταυγάζων πιστῶν τὰς καρδίας, καὶ παθημάτων τὴν ἀχλύν, διασκεδάζων σθένει τοῦ Πνεύματος, διὸ καὶ συνελθόντες σε, μελωδικῶς μακαρίζομεν καὶ τὴν θείαν σου ἄθλησιν ἱερῶς ἑορτάζομεν.

Ὅλην σοῦ τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατέθηκας, ὁλοτρόπως ἐπόθησας, ἐξ ὅλης καρδίας σου, Χριστῷ τῷ Σωτῆρι· καὶ βδελυξάμενος βωμοὺς καὶ τὰς θυσίας εἰδώλων πάνσοφε, διὸ σὲ μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες.

Πρόκειται ὁ τάφος σου, ὡς ποταμὸς χαριτόβρυτος, τῶν θαυμάτων τοῖς ῥεύμασιν, Αἰμιλιανὲ ἔνδοξε, πάθη τε καὶ νόσοις, ἀποδιώκειν τῶν πιστῶν, καὶ τῶν δαιμόνων ἐλαύνεις φάλαγγας. Διὸ καὶ τῶν λειψάνων σου, τὴν θείαν κόνιν κατέχοντες, ὡς πηγὴν ἁγιάσματος τὸν Δεσπότην δοξάζομεν.

 

 

 

 

Δόξα. Ἦχος πλ. β´.

Ἐπέφανε τοῖς πέρασι σήμερον, ἡμέρα σωτήριος, καὶ ἑορτὴ χαρμόσυνος Αἰμιλιανοῦ τοῦ μάρτυρος, ἡ καὶ σεβάσμιος ἄθλησις πάντων τῶν πιστῶν τὰς ψυχὰς καταλάμπουσα, καὶ πρὸς ἀγῶνας μαρτυρικοὺς ὑπαλείφουσα· ὡς γὰρ ἥλιος ἡ μαρτυρικῇ αὐτοῦ μνήμη, ἀκτῖνας ἐκπέμπει, καὶ διαλύει πᾶσαν σκοτόμαιναν ψυχῶν τε καὶ σωμάτων· αὐτῷ πιστοὶ βοήσωμεν· Ἔνδοξε μάρτυς Αἰμιλιανέ πανθαύμαστε, μὴ διαλίπῃς πρεσβεύειν πρὸς Κύριον, ἐν εἰρήνῃ τοῦ βίου· ἡμῶν τελειώσαι καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἠχ. α´.

Εὐφραίνου ἐν Κυρίῳ πόλις Δοροστόλου· ἀγάλλου καὶ χόρευε λαμπροφορούσα, ἐπὶ τῇ μνήμη τοῦ πολιούχου σου· ἐν σοὶ γὰρ ἐτέχθη Αἰμιλιανός ὁ ἔνδοξος μάρτυς καὶ ἀθλοφόρος, οὗ τῆς σοροῦ ἐν κόλποις κατέχουσα, ὡς θησαυρὸν πολύτιμον. Ἀπόλαυε τῶν θαυμάτων τὰς ἰάσεις, καθαιροῦσα δὲ τὰ εἴδωλα, καὶ πιστῶς εὐχαριστοῦσα βόησον τῷ Σωτῆρι καὶ Θεῷ· τῆς πλάνης τῶν εἰδώλων, ῥῦσαι ἡμᾶς Κύριε δόξα σοι.

Ἦχος β´.

Τῷ θείῳ πόθῳ τετρωσκόμενος, παρ᾿ οὐδὲν ἡγήσω, τὰς ἐπιγείους τρυφάς, καὶ ἐμφρόνως ἐστρατευσω, τῷ Βασιλεῖ τῆς δόξης Χριστῷ, Αἰμιλιανὲ μακάριε· τὸν γὰρ Σταυρὸν αὐτοῦ ἀράμενος, καὶ τοῦ πάθους μιμητῆς γενόμενος, εἰδώλων τὴν ἀσθένειαν ἐθριάμβευσας, καὶ τῆς ἀπαθείας τὴν πηγήν, καλῶς ἀγωνισάμενος, κατείληφας. Ἀλλ᾿ ὦ Μάρτυς ἔνδοξε, καὶ στρατιῶτα Χριστοῦ γενναιότατε, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος γ´.

Τὸ πῦρ ὅ ἦλθε βαλεῖν, ὁ Χριστὸς ἐπὶ τῆς γῆς, ἐν τῇ καρδίᾳ δεξάμενος, πυρὸς ὑλικοῦ, τὴν δριμύτητα, οὐδόλως ἔδεισας, ἀκαταπλήκτῳ ψυχή, Αἰμιλιανὲ ἀξιάγαστε, καὶ ἐν αὐτῷ εἰσελθών, τυῤῥανικῇ ἀπονοίᾳ, τῆς μὲν πλάνης τὴν ὕλην κατέφλεξας, αὐτὸς δὲ ἄφλεκτος ἔμεινας, τῇ μυστικῇ δρόσῳ τοῦ Πνεύματος, καταπλήττων τοὺς ἄφρονας, καὶ νῦν τῷ ἀύλῳ φωτί, τῆς ἀφθαρσίας χοροβατῶν, φλέξον ἡμῶν παθῶν τὴν ὕλην, τῶν πρεσβειῶν σου τοῖς ἄνθραξι, καὶ θέρμανον ἡμᾶς πρὸς θείαν ἀγάπην, ὡς ἂν εὕρωμεν σωτηρίαν αἰώνιον.

Ἦχος δ´.

Τῶν χαμαὶ συρομένων ὑπεραρθείς, ἀθλητικην ἐπεδείξω ἀνδρείαν, ἐν τῇ ἐνάρξει τοῦ σκάμματος, Αἰμιλιανὲ οὐρανόφρονι ψυχῇ, καὶ ἐν ἀσθενεἰᾳ φύσεως ἀνδρισάμενος, τὸν ἰσχυρὸν ἐν κακία κατηγωνίσω δράκοντα, ὡς τοῦ Σωτῆρος στενὸς ὁπλίτης, καὶ κατ’ ἀξίαν δοξασθείς, τῶν σὲ τιμώντων προΐστασο, λυτρούμενος κινδύνων, καὶ αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος πλ. α´.

Τῆς εὐσεβείας τὴν ἰσχὺν, περιζωσάμενος Μάρτυς, ἀήττητος ὤφθης ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως· τὸν γὰρ Σταυρὸν τοῦ Χριστοῦ, ὡς ὅπλον ἄμαχον ἔχων, κατηγωνίσω στενότατα, τῶν ἀντικειμένων τὰς φάλαγγας, καὶ πυρὶ δοκιμασθείς, καὶ παρὰ Κυρίου λαμπρυνθείς, Αἰμιλιανέ ἀξιάγαστε, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. δ´.

Τῇ ἀγάπῃ τοῦ Χριστοῦ, πυρποληθεὶς τὴν καρδίαν, πυρὸς ἐνύλου κατεφρόνησας, Αἰμιλιανὲ καθάπερ ἄσαρκος, καὶ ἐν αὐτῷ τελειούμενος, εὐωδίας θείας ἔπλησας τὰς ἄνω Τάξεις, καὶ τῆς Ἐκκλησίας τὸ πλήρωμα εὔφρανας, τῇ μακαρίᾳ ἀθλήσει σου Ἅγιε· διὸ ἐπινικίοις ὕμνοις, κροτοῦντες τοὺς ἀγῶνάς σου, Χριστὸν τὸν Κύριον δοξάζομεν, τὸν λαμπρῶς σὲ θαυμαστώσαντα ἔνδοξε, ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Φιλομάρτυρες ἅπαντες, πανταχόθεν συντρέξατε, καὶ τὴν θείαν ἄθλησιν ἑορτάσατε, τοῦ μάρτυρος Αἰμιλιανοῦ βοῶντες πρὸς Κύριον ἱκετεύοντες πιστῶς ταῖς πρεσβείαις τοῦ μάρτυρος δυσωπηθῆτε· ἐκ παντοίων κινδύνων βλάσης ῥῦσαι ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἡμᾶς τὰς ἰάσεις σου.

Στίχ. Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...

Ἐκ νεότητος Ἅγιε, συμπαθέστατος γέγονας, ἐλεῶν τοὺς πένητας καὶ τοὺς πάσχοντας, αἰχμαλώτους καὶ λοιπούς, ποικίλας νόσους ἰώμενος, ἐκ βαθέων τῆς ψυχῆς τὴν συνήθη συμπάθειαν ταύτην ἔνδοξε, ἐφ᾿ ἡμᾶς τοὺς ἱκέτας ἀθλοφόρε, ἐκ παντοίων ἀλγηδόνων καὶ πειρασμοῦ ἐλευθέρωσον.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἐν τῷ λιβάνῳ πληθυνθήσεται.

Κατὰ χρέος τιμῶμεν σὲ Αἰμιλιανὲ μάρτυς ἔνδοξε, ὡς ἡμῶν θερμότατον ἀντιλήπτορα, ὡς βοηθὸν ἀκαταίσχυντον, προστάτην ὠς μέγιστον, εὐεργέτην δὲ κοινόν, τῶν Μαρτύρων καλλώπισμα πλουσιώτατον, τῶν πιστῶς προσιώντων ἀθλοφόρε, καὶ τὴν σκέπην σου αἰτούντων ὑπὲρ ἡμῶν ἀεὶ πρέσβευε.

Δόξα. Ἤχος β´.

Φιάλας πεφύκασι τῶν ἀρωμάτων, αἱ σιαγόνες σου, Αἰμιλιανὲ παναοίδιμε· εὐωδίαν τοῖς πιστοῖς ἐκπέμπουσι πνευματικήν, καὶ πᾶσαν μὲν τῶν δαιμόνων ἀπελάσας ἐπήῤῥειαν, παρέχουσι δὲ τοῖς ἐν πίστει προσερχομένοις τῷ Ναῷ σου ἰαμάτων χαρίσματα, καὶ τούτοις ἐνίσχυσον εἰς τὸν ἀγῶνα τῆς σωτηρίας· οὕτως οἶδε Κύριος δοξάζειν τοὺς αὐτοῦ δοξάζοντας καὶ βοῶντας ἀπαύστως· Κύριε δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.

Ἀδιόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις . Τὸ Τρισάγιον.
Ἀπολυτίκιον . Ἦχος γ´. Θείας πίστεως.

Θείας πίστεως, ἔχων τὴν χάριν, ζήλῳ κρείττονι, τὴν τῶν εἰδώλων, κατειργάσω συντριβὴν ἀξιάγαστε, καὶ τοῦ πυρὸς ἐνεγκὼν τὴν κατάφλεξιν, Αἰμιλιανὲ θείας δόξης ἠξίωσαι, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν. Καθίσματα. Ἦχ. πλ. α´.

Τὸν προστάτην τὸν μέγαν ἀνευφημήσωμεν, τῶν Μαρτύρων τὸ σκεῦος τὸ τιμιώτατον, χαῖρε Ἁγίων καλλονὴ ἀπαστράπτουσα, ἀντιλήπτωρ τῶν πιστῶν, ἁπάντων τε τῶν δικαίων, τῶν προστρεχόντων ἐν πίστει ἐν τῷ πανσέπτῳ Ναῷ σου, Αἰμιλιανὲ ἀξιάγαστε.

Δόξα. Καὶ νῦν.Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος. Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σε. Χαῖρε ἀχείμαστε λιμήν, καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν τόκον σου.

Μετὰ τὴν β´ Στιχ. Ἠχ. α´. Τὸν τάφον σου Σωτήρ.

Τῷ πάντων βασιλεῖ, ἐθυσίασας μάρτυς, θυσίαν καθαράν, προσενήνοχας μάκαρ, σαυτὸν τῷ Κυρίῳ σοῦ πυρὸς καμίνου οὐκ ἔπτηξας· ὅθεν σήμερον τὴν παναγίαν σοῦ μνήμην, ἑορτάζοντες ἁμαρτημάτων τὴν λύσιν εὐχαῖς σου λαμβάνομεν.

Δόξα. Καὶ νῦν.Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία· καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὸν πολυέλεον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Ἐν πανύχοις ᾄσμασιν, ἡμᾶς ὑμνοῦντας, καὶ πρὸς σὲ ὀρθρίζοντας μετ᾿ εὐλαβείας ἱεράς, σκέπε καὶ φρούρει πρεσβείαις σου, Αἰμιλιανέ, Μάρτυς παναοίδιμε.

Δόξα. Καὶ νῦν.Θεοτοκίον.

Σαῖς ἀγρύπνοις Δέσποινα Παρθενομῆτορ, ἱκεσίαις φύλαττε τοὺς σὲ ὑμνοῦντας εὐλαβῶς, καὶ εὐφημοῦντας τὴν ἄθλησιν, Αἰμιλιανοῦ τοῦ γενναίου μάρτυρος.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.

Πρ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἐν τῷ λιβάνῳ πληθυνθήσεται.

Στίχ.: Ἐν οἴκῳ Κυρίου, ἐν τᾶις αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Καὶ τὸ Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων...

Ὁ Ν ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος β´. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ μὲ χειμαζόμενον ἐν ἀπορίαις παντοίαις, καὶ κατατρυχόμενον, ἐν ἀλγειναῖς ταῖς ὀδύναις, ψυχῆς τε καὶ σώματος, οὐ στερήσεις Ἅγιε ἐπισκέψεως· ἀλλ᾿ οἰκτείραι μὲ τὸν δείλαιον, δέξαι τὴν δέησιν, ἣν ἀπὸ καρδίας προσφέρω σοι Θεὸς γὰρ σὲ παράκλησιν, καὶ παραμυθίαν πιστοῖς δέδωκεν, ὅθεν εὐχαρίστως κραυγάζω σοι θεράπων· τοῦ Χριστοῦ, μή μου παρίδῃς τὴν δέησιν τὸ συμφέρον ποίησον.

Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Αἰμιλιανοῦ Μάρτυρος μέλπω κλέος. Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

Αἰνέσωμεν σήμερον, τὸν ἐπὶ πάντων Θεὸν ἡμῶν, καὶ τούτου τὸν Μάρτυρα, ἀνευφημήσωμεν, ἐναθλήσαντα, νομίμως καὶ τῆς νίκης, τὸ στέφος ἀράμενον, σθένει τοῦ Πνεύματος.

σχὺν ἐνδυσάμενος, τοῦ τὴν ἡμῶν ἀγαθότητι, ἀσθένειαν ἔνδοξε, Μάρτυς φορέσαντος, ἀπεγύμνωσας, εἰδώλων ἀσθενείας, τὸ μάταιον φρύαγμα, θεομακάριστε.

Μονάδα θεότητος, ἑνιζομένην ταυτότητι, ἀοίδιμε φύσεως, χαίρων ἐκήρυξας, καὶ πολύθεον, διέλυσας ἀπάτην, ἀθλήσας στεῤῥότατα, ἀξιοθαύμαστε.

Θεοτοκίον.

σχύς μου καὶ ὕμνησις, καὶ φωτισμὸς τῆς καρδίας μου, ὑπάρχει πανάμωμε, Χριστὸς ὁ Κύριος· ὃν ἐκύησας, ἐν δύο ταῖς οὐσίαις, μιᾷ ὑποστάσει δέ, κατανοούμενον.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰμηλιανὸς δοξάζεται ὁ Μάρτυς. Ἐν δὲ τοῖς τριαδικοῖς καὶ θεοτοκίοις: Ἠλιοὺ ᾆσμα.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ἀξίως πρὸς εὐφημίαν Ἅγιε, τῆς σῆς λαμπρότητος, ἀποκαθάρας θείαις σου λιταῖς, τῆς ψυχῆς τὰς αἰσθήσεις μου, ἐν τῷ φωτὶ τῆς γνώσεως, δίδου μοι λόγον εὐρυθμότατον.

Ἰδού σε ὡς κυβερνήτην ἄριστον, οἱ ἐν θαλάσσῃ μακρᾷ, καὶ κραταιὰν ἐλπίδα οἱ ἐν γῇ, κεκτημένοι τὸν ὕπνον ἀμφοῖν, χρεωστικῶς σοι ἅγιε, νῦν ἐν τῇ μνήμῃ σου προσφέρομεν.

Μεγάλως τοῖς σὲ αἰτοῦσιν Ἅγιε, πληροῖς τὸ θέλημα, ὡς ἐκ Θεοῦ τὸ δῶρον εἰληφώς· ζηλωτὴς γὰρ αὐτοῦ γεγονώς, τοῖς ἐν ἀνάγκαις δέδειξαι, προστάτης χάριτι θερμότατος.

Τριαδικόν.

Ἡ μία τῆς ἀκραιφνοῦς Θεότητος, ἰσχὺς καὶ δύναμις, φῶς νοερὸν τρισάκτινον φαιδρῶς, ἀπαστράπτει ἀείζωον, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἐν τῇ ταυτότητι τῆς φύσεως.

Θεοτοκίον.

Λιμένα χριστιανοί Σε ἄκλυστον, καὶ τεῖχος ἄῤῥηκτον, Θεοκυῆτορ ἔχοντες ἀεί, δυσωποῦμεν ῥυσθῆναι καὶ νῦν, τοῦ Ἰσμαὴλ τῆς μάστιγος, εὐλογημένη παμμακάριστε.

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.

Λύχνος τοῖς ποσί σου ἐγενήθη, καὶ φῶς σοῦ ταῖς τρίβοις ἀληθῶς, ὁ νόμος τοῦ Θεοῦ ἡμῶν, δι᾿ οὗ καθυπεσκέλισας, παρανομούντων βήματα, μαρτυρικῶς κλεϊζόμενος.

θύνας νοός σου τὰς πορείας, πρὸς θείου θελήματος σοφέ, λιμένα γαληνότατον, πολυθεΐας θάλασσαν, κυματουμένην πνεύματι, τῆς πονηρίας διέφυγες.

Αἰμιλιανοῦ τοὺς θείους ἄθλους, τὴν πίστιν καὶ μέχρι τελευτῆς, ἀνδρείαν κατεπλάγησαν, Δυνάμεις αἱ οὐράνιαι, ὅπως σαρκὶ τὸν ἄσαρκον, ταπεινωθεὶς καταβέβληκε.

Θεοτοκίον.

Νόμους τοὺς τῆς φύσεως λαθοῦσα, ἐν τῷ ὑπὲρ φύσιν τοκετῷ, Παρθένος μετὰ γέννησιν, Παρθενομῆτορ ἔμεινας· τὸν πλαστουργὸν γὰρ ἄχραντε, ἁπάσης κτίσεως τέτοκας.

Ἕτερος. Εὐφραίνεται ἐπὶ Σοί.

Ἡ γέννησίς σου σεπτή, καὶ ἡ τελείωσις φαιδρὰ πέφηνεν, ἃς εὐσεβῶς μέλπομεν, Αἰμιλιανὲ ὡραιόψυχε.

Λαμπρύνεται ὁ λαός, ἐπαπολαύων τηλαυγῶς πάντοτε, σοῦ τῆς φαιδρᾶς χάριτος, Αἰμιλιανὲ θεοδόξαστε.

Ἰάματα δαψιλῶς, οἱ προσιόντες τῷ σεπτῷ δόμῳ σου, πίστει ἀεὶ αἴρομεν, Αἰμιλιανὲ θεοπλούτιστε.

Τριαδικόν.

Ἰσότιμο τῷ Πατρί, Υἱὸν καὶ Πνεῦμα τὸ εὐθὲς σέβομεν, φῶς ἐκ φωτὸς τρίφεγγον, μίαν Βασιλείαν καὶ δύναμιν.

Θεοτοκίον.

Ἰσχὺν παρέχουσα νῦν, τοῖς βασιλεῦσι κατ’ ἐχθρῶν Δέσποινα, πάσης ὀργῆς λύτρωσαι, τὴν κληρονομίαν τοῦ τόκου Σου.

 

Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Πυρπολούμενος, τῷ θείῳ ζήλῳ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ᾿ ὑπελθὼν ἀπτοήτῳ θελήματι, τὴν ἀναφθεῖσαν πυρὰν ὡλοκαύτωσαι, καὶ τῷ Δεσπότῃ ὡς θῦμα προσήνεξαι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θείας φύσεως, οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον φυλάξας σε, ὡς πρὸ τοῦ τόκου Μητέρα πανάμωμον, μόνος Κύριος· αὐτὸν ἐκτενῶς ἱκέτευε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.

Θεοῦ σε θεῖος ἔρως, παραδόξως ἀνέφλεξεν· ὅθεν τῶν μαστίγων, τὸ πικρὸν καὶ πυρὰν ἐκαρτέρησας, καὶ τοὺς θεοὺς τῶν ἀθέων ἐνεπύρισας, καὶ ψυχὰς παμμάκαρ, τῶν πιστῶν κατεδρόσισας.

περεῖδες τὰ παρόντα, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείῳ πόθῳ, ὅλην τὴν ψυχήν σου προσέδησας· τῆς ἀσεβείας τὸ κράτος ὅθεν ἔλυσας, ἀθλοφόρε, Αἰμιλιανὲ ἀξιάγαστε.

Μίαν φύσιν μίαν δόξαν, τρισηλίου Θεότητος, εὐσεβῶς δοξάζων, Αἰμιλιανὲ πρὸς τὸ στάδιον, ὡς στρατιώτης γενναῖος εἰσελήλυθας, καὶ τὸν δράκοντα, τὸν ἰσχυρὸν κατηδάφισας.

Θεοτοκίον.

γιάσματός σε τόπον, τοῦ ἡμᾶς ἁγιάσαντος, Παναγία Κόρη, μόνην εὑρεθεῖσαν δοξάζομεν· δι᾿ οὗ οἱ γῆν κατοικοῦντες οὐρανώθημεν, καὶ ζωῆς, ἀληθινῆς ἠξιώθημεν.

 

Ἕτερος. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἀντεχόμενος σοφώτατα ἐπ’ ἐλπίδι, τῶν ἐντολῶν τοῦ κτίστου σου, ἰσχὺν δεδειγμένος, ὕψοθεν συνέτριψας, τὰ ἄσεμνα εἴδωλα, Αἰμιλιανὲ εὐσθενέστατε.

Νάουσαν τοῦ Πνεύματος ἔχων Μάρτυς, ἐν τῇ στεῤῥᾷ καρδίᾳ σου, τὴν χάριν ἀτρέπτως, ἔστης ἐπὶ βήματος, ἀδίκως τὸν μέλλοντα, ἀντὶ σοῦ θανεῖν ἐξαιρούμενον.

Ὄλβιος ὑπάρχων πρὸς τὰς αἰκίσεις, ὁλοσχερῶς ἐξέδωκας, σαυτὸν μέχρι πότμον, Ἅγιε καὶ εἴληφας, τὰ γέρα ἀντάξια, Αἰμιλιανὲπαμμακάριστε.

Στίγμασι τὰ στέρνα σου διαῤῥήξας, ὁ σοβαρὸς ἡττώμενος, αἰκίζεσθαι τάττει, ἐν τοῖς μεταφρένοις σε· διὸ κεκαρτέρηκας, Μάρτυς ὥσπερ ἄκμων ἀνήλατος.

Τριαδικόν.

Ὁ μόνος ἐκ μόνου Θεὸς Θεέ μου, μονογενοῦς Υἱοῦ Πατήρ, συνάναρχε Λόγε, καὶ Πνεῦμα τὸ σύνθρονον, Σοὶ πρέπει τρισάγιε, δόξα καὶ τιμὴ καὶ προσκύνησις.

Θεοτοκίον.

Ὅπλα Σε καὶ τεῖχος καὶ σωτηρίαν, χριστιανοὶ κεκτήμεθα, ἁγνὴ Θεοτόκε· διὸ καὶ θαῤῥοῦντες ἐν Σοί, ῥυσθῆναι ἐλπίζομεν, τῶν Ἀγαρηνῶν τῆς ἁλώσεως.

 

 

 

 

 

 

 

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.

ανίσι κατέσβεσας, τῶν ἱερῶν αἱμάτων σου, Αἰμιλιανὲ πῦρ ἀθεΐας· ὅθεν θαυμάτων πηγὴν ἀνέβλυσας, λίμνας ἀναστέλλουσαν παθῶν, νόσους κατακλύζουσαν, καὶ βυθίζουσαν δαίμονας.

Ταθέντα σε τύπτεσθαι, ὁ δυσσεβὴς προσέταττεν· ὅθεν σπαραττόμενος τὴν σάρκα, καὶ ταῖς αἰκίαις τραυματιζόμενος, τοῦ τραυματισθέντος ἐν Σταυρῷ, πάθος ἐξεικόνισας, ἀθλητὰ τὸ μακάριον.

πάρχων ἀνάπλεως, τῶν δωρεῶν τοῦ Πνεύματος, νόσους ἀνιάτους θεραπεύεις· ἀῤῥωστημάτων παύεις τὸν καύσωνα· πνεύματα διώκεις πονηρά· πᾶσι τοῖς ἐν θλίψεσι, βοηθεῖς ἀξιάγαστε.

Θεοτοκίον.

ομφαίᾳ τρωθέντα με, τῆς ἁμαρτίας ἴασαι, τῷ δραστικωτάτῳ σου φαρμάκῳ, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα, λόγχῃ τὸν τρωθέντα δι᾿ ἐμέ, Ἄχραντε καὶ τρώσαντα, τὴν καρδίαν τοῦ ὄφεως.

 

Ἕτερος. Σὺ Κύριέ μου φῶς.

Δύναμιν ἐκ Θεοῦ, εἰληφὼς τὴν ἀήττητον, πᾶν νόημα ἀτοπίας, ᾐχμαλώτευσας Μάρτυς, τυράννων καὶ θρασύτητα.

Ὡς θεῖον θησαυρόν, ἐκ καρδίας ἠγάπησας, νῦν εὕρηκας ἐν υψίστοις, Ἀθλοφόρε βραβεύοντα, ἀφθαρτόπλουτα γέρα σοι.

Ξένα καὶ θαυμαστά, ἐνεργεῖ τὰ τεράστια, ὁ Κυριος Ἀθλοφόρε, διὰ σοῦ τοῖς αἰτοῦσιν, ἐν γῇ καὶ ἐν θαλάσσῃ ἀεί.

Τριαδικόν.

Υἱος σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι μέλπεται· εἷς Κύριος παντοκράτωρ, ἐν τρισὶν ὑποστάσεσιν, μιᾷ δὲ τῇ Θεότητι.

Θεοτοκίον.

Ὕψοθεν Σαῖς εὐχαῖς, δωρηθῆναι ἱκέτευε, νῦν δύναμιν τῷ λαῷ Σου, κατ’ ἐχθρῶν καὶ κραταίωμα, Παρθένε θεονύμφευτε.

 

ᾨδὴ στ´. Ἦλθον εἰς τὰ βάθη.

λβιος καὶ πλήρης θείας δόξης, τῷ μαρτυρίῳ μάκαρ, ἐχρημάτισας καὶ μετ᾿ Ἀγγέλων, τοὺς οὐρανοὺς κατοικεῖς δεόμενος, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σώματος θνητοῦ σὺ οὐκ ἐφείσω· ἀθανασίαν ὅθεν, διαμένουσαν κατεκληρώσω, θανατωθεὶς διὰ πόθον ἔνδοξε, τοῦ τὰ πάθη θανατώσαντος.

Μύρον ἀναβλύζει οἷα ῥεῖθρον, ἡ τῶν λειψάνων θήκη, σοῦ πανόλβιε γενναῖε Μάρτυς· καὶ καταργεῖ τὰ δυσώδη πάντοτε, τῶν ἀνθρώπων ἀῤῥωστήματα.

Θεοτοκίον.

Εὔα μὲν ἐτρύγησε τοῦ ξύλου, καρπὸν θανατηφόρον· σὺ δὲ Πάναγνε ζωῆς τὸ ξύλον, καρπογονεῖς οὗ ἡ γεῦσις ἅπαντας, τοὺς θανόντας ἀνεζώωσεν.

Ἕτερος. Θύσω σοι.

Αἵμασιν, ἀθλητικοῖς ὠνήσω ἐν πνεύματι, τὸν πολυτίμητον Μάρτυς, μαργαρίτην οὕπερ τῆς εὐπρεπείας, καὶ τοῦ κάλλους, ἐπαπολαύων δόξῃ λαμπρύνεσαι.

Ζάλης με, βιοτικῆς λιταῖς σου διάσωσον, ὁ θαλαττίας ἐκ ζάλης, καὶ βιαίας αὔρας σώζων ἀνθρώπους· τὴν γὰρ χάριν, ἐν ἀμφοτέροις Μάρτυς κεκλήρωσαι.

Ἔχοντες, ὡς ἀσφαλῆ κρηπῖδα καὶ καύχημα, σοῦ τὴν βοήθειαν Μάρτυς, ἐξ ἐχθρῶν λυτρούμεθα πολεμίων, οἱ τελοῦντες, ἀθλοπρεπῶς τὴν θείαν σου κοίμησιν.

Τριαδικόν.

Ἄναρχε, Πάτερ Υἱὲ καὶ Λόγε συνάναρχε, ἐκπορευτὸν θεῖον Πνεῦμα, Σὲ αἰνεῖ καὶ φρίττει πᾶσα ἡ κτίσις,Παναγία, Τριὰς Μονὰς ἀεὶ ὁ Θεὸς ἡμῶν.

Θεοτοκίον.

Ἄνελε, ταῖς μητρικαῖς Παρθένε πρεσβείαις Σου, τὸν πολεμοῦντα φονώδη, Ἰσμαὴλ τὴν πόλιν καὶ τὸν λαόν Σου, Θεοτόκε, ἐν εὐφροσύνῃ ὅπως Σε μέλπωμεν.

 

Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.

Τῷ ἀθλοφόρῳ οἱ πιστοὶ τὰ ὑμνητήρια, Αἰμιλιανῷ δεῦτε συμφώνως ἀναμέλψωμεν, ἀπαστράπτει γὰρ τοῖς θαύμασιν ἐν τῷ κόσμῳ, ἀπελαύνων τῶν εἰδώλων τὴν σκοτόμαιναν, καὶ παρέχεις τοῖς πιστοῖς τὴν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· Χαίροις μάρτυς πολύαθλε.

Ὁ οἶκος

Ὁ δεσπόζων τοῦ σύμπαντος Κύριος, ὁ χαρίσμασι ποικίλοις τοὺς Ἁγίους αὐτοῦ κατακοσμήσας προειδὼς τὴν πρὸς αὐτὸν καὶ τοῦς ἀδελφοὺς ἀγαπητικὴν διάθεσιν, οὑ μόνον τοῦ μαρτυρίου ἠξίωσεν, ἀλλὰ καὶ τὴν χάριν τῶν ἰαμάτων ἐδωρήσατο· πολλοὶ γὰρ βωβοί, ἄλαλοι, λαλεῖν σοι πρεσβεία ἠξίωσαν τῷ Ναῷ σου προστρέχοντες, καὶ ἄλλας ἰάσεις παρέχεις τοῖς πιστοῖς προσιοῦσί σε, Αἰμιλιανὲ μάρτυς πολύαθλε.

Συναξάριον.

Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.

Λαμπρυνόμενος, τῇ χάριτι μακάριε, τοῦ θείου Πνεύματος, τὴν τῆς καμίνου πυράν, ὑπῆλθες καὶ ἔψαλλες, Μάρτυς θεόπνευστε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Πυρακτούμενος, τῷ ἔρωτι μακάριε, τοῦ ἐραστοῦ σου Χριστοῦ, τὸ πῦρ οὐκ ἔπτηξας, ἐν ᾧ δροσιζόμενος, πνεύματι ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ραιότητι, τῶν ἄθλων ἐξωμοίωσαι, τοῖς ἀσωμάτοις σοφέ, ὡραιοτάτῳ Χριστῷ, μεθ᾿ ὧν παριστάμενος, μέλπεις γηθόμενος· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Κυριώνυμε, θεόνυμφε τὸ Χαῖρέ σοι, πίστει κραυγάζομεν· καὶ γὰρ ἐκύησας, χαρὰν ἀνεκλάλητον, Χριστὸν τὸν Κύριον, ᾧ κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ἕτερος. Ἐν τῇ καμίνῳ.

Τῇ φλογοφόρῳ, πυρᾷ σοῦ ἐκβληθέντος πυρκαϊά, φλέγει, ὑπηρέτας αὖθις τοὺς δυσσεβεῖς· ἀσινὴς γὰρ ἀνεκραύγαζες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δοξης Σου.

Ἀγαλλόμενος, ἐν ταῖς χερσὶ τοῦ κτίστου σου τὴν ψυχήν, Μάρτυς, εὐσεβῶς παρέθου καὶ σὺν αὐτῷ, βασιλεύων μέλπεις ἄληκτα· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δοξης Σου Κύριε.

Ἰατῆρά σε, τῶν ἀσθενούντων Μάρτυς καὶ σκεπαστήν, ξένων, καὶ γυμνῶν χηρῶν τε καὶ ὀρφανῶν, καὶ πλεόντων κυβερνήτην σε, ὁ ἀθλοθέτης σου, καὶ θαυμαστὸς Θεὸς ἀναδείκνυσιν.

Ὁ ἱεράρχης, ἀνευφημείσθω ὕμνοις Ἄνθιμος, Φαῦστος, Εὐτυχὴς Καρτέριος οἱ σοφοί, Εὐτροπία καὶ Βασίλισσα, καὶ Ἰωάννης τε, σὺν Θεοκτίστῳ ἅμα καὶ Αἰμιλιανῷ.

Τριαδικόν.

Σοὶ τῇ Τριάδι, ὡς παντουργῷ Μονάδι θεοπρεπῶς, ὥσπερ, Σεραφὶμ κραυγάζει καὶ Χερουβίμ, προσκυνοῦντες ἀναμέλπομεν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.

Σὲ δυσωποῦμεν, τὴν τοῦ Ὑψίστου Λόγου θείαν σκηνήν, ἵνα λυτρωθῶμεν πάσης ἐπιβουλῆς, αλλοφύλων οἱ κραυγάζοντες· εὐλογημένος Σύ, ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.

 

 

 

 

 

 

ᾨδὴ η´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Λύσας τὰ σεβάσματα τῆς πλάνης, δεσμοῖς ἀντὶ σοῦ τὸν κατεχόμενον, πάνσοφε ἀπέλυσας, καὶ πρὸς τὸ μαρτύριον, αὐτοθελῶς ἐχώρησας βοῶν πανεύφημε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Εὑρέθην ἰδοὺ τοῖς μὴ ζητοῦσι, μὴ ἐπερωτῶσιν ἐπεφάνην δέ, ἔκραζες ἀοίδιμε· σύνετε παράνομοι· ὡς γὰρ ἀρνίον ἄκακον τυθῆναι ἔσπευσας· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

μέγας ἡμᾶς πρὸς εὐωχίαν, Αἰμιλιανὸς συνεκαλέσατο, προθεὶς ὡς ἐδέσματα, τούτου τὰ παλαίσματα· πνευματικῶς τρυφήσωμεν πιστοὶ καὶ μέλψωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σταγόνα μοι ὄμβρισον ἐλέους, πηγὴν τοῦ ἐλέους ἡ κυήσασα, καὶ τῆς ἁμαρτίας μου, ξήρανον ὀμβρήματα, καὶ τῆς ψυχῆς μου πράυνον ἄγρια κύματα, Παρθένε Θεοτόκε Μαρία· ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Χεῖρας ἐκπετάσας Δανιήλ.

Μύρα ἰαμάτων ζωηρά, δεῦτε ἀρύσασθε, οἱ ἀσθενεῖς δαψιλῶς· ὡς προχεόμενα χάριτι, ἐκ τῆς λάρνακος τοῦ Μάρτυρος, μυροδοτεῖ γὰρ μυστικῶς, τοὺς ἀναμέλποντας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἄνθος ὡς ἡδύπνοον τερπνόν, πυκάζον ἅπασι, τοῖς ὀδωδότοις σοφέ, καὶ δι’ ἀθλήσεως πέφηνας· ἐκ σοῦ πίστει ὀσφραινόμενοι, τῷ σὲ δοξάσαντι Θεῷ, γήθοντες ψάλλομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥῦσαι ἀπὸ πάσης ἀπειλῆς, κινφύνων θλίψεως, ἀνάγκης τε καὶ ὀργῆς, τοὺς ἐκτελοῦντάς σου Ἅγιε, τῆς ἀθλήσεως τὴν μνήμην πιστῶς, καὶ καταξίωσον βοᾶν, ἐν παῤῥησίᾳ Χριστῷ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τριαδικόν.

Μίαν ἐκ μιᾶς τρισσοφαοῦς, αἴγλης θεότητος, ὑμνῶ καὶ σέβομαι· εἰς ἓν μὲν μένουσα σύνθρονον, Τριάδος δὲ ἀπαστράπτουσα, αὕτη Τριὰς γὰρ καὶ Μονάς, ἔστιν ᾗ ψάλλομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Μέλλοντες δικαίως ἐν χερσίν, ἐμπίπτειν τοῦ Ἰσμαήλ, ἁγνὴ θεόνυμφε, νῦν οἱ ἐφάμαρτοι κράζομεν· ἐκ βαθέων Σὺ εἰσάκουσον, τῆς τῶν πεη΄των Σου κραυγῆς, καὶ ῥῦσαι ψάλλοντας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.



ᾨδὴ θ´. Εὔα μὲν τῷ τῆς παρακοῆς.

δεῖν ἐφιέμενος Θεοῦ τὴν ἄῤῥητον, εὐφροσύνην καὶ τερπνότητα, πάντων τερπνῶν τῶν ἐν τῷ βίῳ, ἡδέως κατεφρόνησας ἔνδοξε, καὶ χαίρων τὸ μαρτύριον ἤνυσας· ὅθεν σε πόθῳ μακαρίζομεν.

ς θῦμα ὀπτόμενος πυρὶ πανεύφημε, τοῦ τυθέντος ὥσπερ πρόβατον, θείᾳ τραπέζῃ προσηνέχθης, ὀσμῇ πνευματικῇ συντηρούμενος, καὶ δόξης ἀληθοῦς ἀξιούμενος· ὅθεν σε πάντες μακαρίζομεν.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψεν, ἀθλοφόρε ὑπὲρ ἥλιον, πᾶσαν εὐφραίνουσα καρδίαν, πιστῶν τὰς διανοίας φωτίζουσα, καὶ σκότος νοσημάτων διώκουσα· ἣν ἐπαξίως μακαρίζομεν.

τῶν πρωτοτόκων ἐκλεκτὴ ὁμήγυρις, συμπολίτην σε ἐκτήσατο· Μάρτυρες πάντες σὺν αὐτοῖς σε, χορεύοντα ὁρῶντες ἀγάλλονται· μεθ᾿ ὧν τῶν μεμνημένων σου μέμνησο, Μεγαλομάρτυς μεγαλώνυμε.

Θεοτοκίον.

Φωτί με καταύγασον τῷ σῷ πανύμνητε, τὸν ἐν σκότει πορευόμενον· δίδου μοι χεῖρα βοηθείας· τὰ νέφη τῆς ψυχῆς μου ἀπέλασον· παθῶν μου τὸ κλυδώνιον κόπασον, ἀπεγνωσμένων καταφύγιον.

 

Ἕτερος. Λίθος ἀχειρότμητος ὄρους.

Τάχιστος ὑπήκοος πέλων, τοῖς σε αἰτοῦσιν ἀδιστάκτως, πάντων τὰς αἰτήσεις ἐκπληροῖς, προφθάνων Μάρτυς καὶ διασώζων αὐτούς, ἀνεξαιρέτως Ἅγιε, τοὺς ἐν θαλάσσῃ κινδυνεύοντας.

Ὕψωσον πρὸς Κύριον Μάρτυς, ἐν παῤῥησίᾳ τὴν φωνήν σου, λύτρωσιν δοθῆναί μοι παθῶν, τῷ ὑμνῳδῷ σου ζωὴν τοῖς ψάλλουσιν, τοῖς ἐκτελοῦσιν ἴασιν, τὴν παγκλεῆ σου μνήμην πάνσοφε.

Σῶσον τὸν λαόν σου οἰκτίρωμεν, ἰσχὺμ τῷ ἄνακτι παρέχων, Αἰμιλιανοῦ ταῖς προσευχαῖς· τῆς Ἐκκλησίας παῦσον τὸν κλύδωνα, εἰρήνην παρεχόμενος, τῇ οἰκουμένῃ ὡς φιλάνθρωπος.

Τριαδικόν.

Ἄλλον οὐ γινώσκομεν πλήν Σου, Χριστὸν Θεὸν καὶ βασιλέα, Πάτερ παντοκράτορ καὶ Υἱέ, καὶ Πνεῦμα θεῖον Τριὰς ἀμέριστε· εἰς Σὲ γὰρ βεβαπτίσμεθα, καὶ Σὲ ὑμνοῦντες μεγαλύνομεν.

Θεοτοκίον.

Ἄλλην οὐ κεκτήμεθα σκέπην, μετὰ Θεὸν οἱ ὑμνῳδοί Σου, εἶ μὴ Σὲ πανάμωμε ἁγνή, τοὺς πολεμίους ὅθεν τροπούμεθα· εἰς Σὲ γὰρ ἀνατίθεμεν, καὶ τὰς ἐλπίδας παμμακάριστε.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῶν γεηρῶν ὑπέρτερος, γενόμενος μακάριε, ἐν τῇ ἑνώσει τῇ θείᾳ, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀνδρείως ἠνδραγάθησας, ἐν ἄθλοις καὶ κατῄσχυνας, τῶν δυσσεβῶν τὸ φρυαγμα, Αἰμιλιανὲ Μάρτυς· διὸ σὲ ἀνευφημοῦμεν.

Ἕτερον. Φῶς ἀναλοίωτον Λόγε.

Φῶς νοητὸν ἐν καρδίᾳ, σὺ κατηυγάσθης, θεόφρον, φῶς τὸ ἐκεῖθεν ἐκπέμπον, τοῖς λιτανεύουσι πιστῶς, τῷ ἱερῷ σοῦ τεμένει φρούρει καὶ σκέπε παμμάκαρ.

Θεοτοκίον.

Τὸ σὸν πολίτευμα, Λόγε, κραταίωσον ἐν πολέμοις, τοῖς Ὀρθοδόξοις τὸ νίκας, κατὰ βάρβαρον παρέχον, τῆς Θεοτόκου πρεσβείαις, ἣν ἐδωρήσω Χριστιανοῖς προστασίαν.

 

Εἰς τοὺς Αἰνοὺς Ἦχος πλ. δ´. Τὶ ἡμᾶς καλέσωμεν.

Ὤφθης διαύγειᾳ τοῦ Πνεύματος, ὥσπερ λίθος διαυγής, τῆς βασιλείας τοῦ Χριστοῦ, ἐναθλήσας καρτερῶς, ὑπὲρ τῆς πίστεως ἡμῶν. Καὶ τρέψας τῶν ἀθέων τὴν παράταξιν καὶ νίκην κατ᾿ αὐτῶν ἀράμενος· διὸ σὲ πίστει δοξάζωμεν, ὡς στρατιώτην ἀήττητον, Αἰμιλιανὲ ἔνδοξε, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).

Θύματα τῆς πλάνης παρέδραμες, κυβερνώμενος Χριστοῦ τῇ ἀηττήτῳ δεξιά, καὶ λιμένι νοητῷ, ἐγκαθωρμίσθης ἀθλητά, γαλήνης μὴ ληγούσης ἐμφορούμενος, καὶ δόξης μὴ ῥεούσης ἀξιούμενα, Αἰμιλιανὲ γενναιότατε, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μέλεσιν οἰκείοις ἐδόξασας τὸν ἀθάνατον Θεόν, θανατωθεὶς ὑπὲρ αὐτοῦ· ἀθανάτων δωρεῶν, ὅθεν συμμέτοχον σοφέ· δεικνύει καὶ δοξάσει σε μακάριε, σημείοις καὶ δυνάμεσιν ἑκάστοτε, καὶ γὰρ πηγὴ ἁγιάσματος ἡ σὴ μνήμη πᾶσι πρόκειται, Αἰμιλιανὲ ἀήττητε, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα πατρί. Ἦχος δ´.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν θερμὸν ἡμῶν προστάτην καὶ πρόμαχον, τοὺς γενναίους κατατροπώσαντα καὶ βαλόντα τοῦ τυράννου τὰ ἔνεδρα· Αἰμιλιανὸν τὸν ἔνδοξον μάρτυρα, τῶν ἀθλητῶν τὸ καύχημα, τῶν μαρτύρων τὸ ἐγκαλλώπισμα, τὸν μαστιγώσεις καὶ φλόγας καμίνου, πυρὸς ἀνδρείως ὑπομείναντα, καὶ ἄφλεκτον διαμείναντα, καὶ μετὰ Χριστοῦ, οὗ ἐπόθησεν ἤδη συμβασιλεύοντα, καί πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη, Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη.

 

 

 

Μεγαλυνάρια.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν θερμὸν προστάτην, Δοροστόλου τὸν βοηθόν, Αἰμιλιανὸν τὸν θεῖον, ὑπέρμαχον φωστῆρα, πρεσβεύων τῷ Κυρίῳ· τοὺς ἀνυμνοῦντάς σε.

Τόν του Δοροστόλου θεῖον βλαστόν, καὶ στεῤῥὸν ὁπλίτην, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, Αἰμιλιανέ σε, συμφώνως εὐφημοῦμεν, καὶ πρέσβυν τῷ Κυρίῳ, σὲ προβαλλόμεθα.

Ἴαμα ὡς δρόσος ἑωθινή, εὐσεβέσιν ὤφθη, ἡ σὴ ἄθλησις ἐν πυρί· δι’ αὐτῆς γὰρ μάρτυς, τῷ κόσμῳ διαπνέεις, ὦ Αἰμιλιανέ, τὰς θείας χάριτας.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν θερμὸν προστάτην, Δοροστόλου τὸν βοηθόν, Αἰμιλιανὸν νῦν, ὑπέρμαχον φωστῆρα, πρεσβεύων τῷ Κυρίῳ, τοὺς ἀνυμνοῦντάς σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου