ΙΟΥΛΙΟΣ ΙΑ΄!!
ΝΕΚΤΑΡΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΒΡΥΟΥΛΛΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ´· καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῇ φερωνύμῳ σοῦ κλήσει Μάρτυς Νεκτάριε, τὸ νέκταρ ὑπεμφαίνεις, τοῦ Χριστοῦ τῆς ἀγάπης, δι᾿ ἧς προθύμῳ γνώμῃ ὑπὲρ αὐτοῦ, ἠγωνίσω δι᾿ αἵματος, καὶ τὸν πτερνίσαντα πρῴην δὲ δολερῶς, καταβέβληκας πολέμιον.
Τῆς ἀσεβείας τὸ σκότος ἐμφρόνως ἔλιπες, καὶ τῷ φωτὶ Κυρίου, οὐ ἀφρόνως ἀπέστης, προσῆλθες ὁλοψύχως καὶ Ἀθλητῶν, ἐμιμήσω τὰ σκάμματα, Ὁσιομάρτυς Νεκτάριε τοῦ Χριστοῦ, πτερωθεὶς τῷ θείῳ ἔρωτι.
Ἀνδρειοτάτῃ καρδίᾳ καὶ θεολήπτῳ ψυχῇ, κατέλιπες τῆς Ἄγαρ, τὴν ὀλέθριον πλάνην, Νεκτάριε παμμάκαρ καὶ τὸν Χριστόν, παῤῥησίᾳ ἐκήρυξας· ὅθεν ἀξίως ἐδέξω ἐν οὐρανοῖς, τῆς ἀθλήσεως τὸν στέφανον.
Ἐν τῷ τοῦ Ἀθωνος Ὄρει πρῴην ἠγώνισαι, ἀσκητικοῖς ἱδρῶσι, σεαυτὸν ἐκκαθάρας, καὶ εἶτα μαρτυρίου ἄθλοις στεῤῥοῖς, τὸν Σωτῆρα ἐδόξασας, Ὁσιομάρτυς Νεκτάριε Ἀθλητῶν, καὶ Ὁσίων ἰσοστάσιε.
Δόξα. Ἦχος α´.
Μαρτυρικοῖς αἵμασι φοινίξας, τὴν σὴν στολὴν Νεκτάριε, τὸν σὲ τρώσαντα ἐχθρὸν ἀπεγύμνωσας, ἀθλητικῇ ἐνστάσει· καὶ ὡς θῦμα λογικόν, καὶ ὁλοκάρπωμα θεῖον, προσενεχθεὶς τῷ Χριστῷ, τῶν αἰωνίων ἀγαθῶν ἠξίωσαι, καὶ πάντων τῶν Ἁγίων συμμέτοχος ὤφθης, μεθ᾿ ὢν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέος ἐν Ἀθληταῖς, Νεκτάριε ἐδείχθης, ὑπὲρ Χριστοῦ ἀθλήσας· διὸ Ὁσιομάρτυς, γεραίρομεν τὴν μνὴμην σου.
Στίχ. Θαυμαστός ὁ Θεός...
Λόγοις τῆς σῆς μητρός, θεόφρον ἀνανήψας, κατέλιπες τὴν πλάνην, Νεκτάριε καὶ πόνοις, ἀθλὴσεως διέπρεψας.
Στίχ. Εὐφρανθήσεται δίκαιος...
Χαίρων σὺν Ἀθληταῖς, παμμάκαρ καὶ Ὁσίοις, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ τῶν ἐκτελούντων, Νεκτάριε τὴν μνήμην σου.
Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ὁμότιμε Θεότης, λιταῖς τοῦ Νεκταρίου, ἐλέησον τὸν κόσμον σου.
Καὶ νῦν. Θεοτοκίον.
Τέτοκας ἐν σαρκί, τὸν Κύριον τῆς δόξης, ἀναλλοιώτως Κόρη, ὃν αἴτησαι σωθῆναι, τοὺς πίστει σὲ δοξάζοντας.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὸ νέκταρ τῆς ἀγάπης, τοῦ Χριστοῦ εἰσδεξάμενος, ἀσκήσει καὶ ἀθλήσει, τὸν Σωτῆρα ἐδόξασας, Νεκτάριε καὶ δόξης θεϊκῆς, ἠξίωσαι λαμπρῶς ἐν οὐρανοῖς, διὰ τοῦτο σὲ τιμῶμεν μελωδικώς, Ὁσιομάρτυς κράζοντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐν νεότητι σοφέ, ἄφρονι νοΐ ἀσεβείας, τὸν ζόφον δέδεξαι, τότε γνοὺς ὅ πέπονθας, κακὸν Νεκτάριε, ἀνανήψας προσέδραμες, Χριστῷ τῷ Σωτῆρι, καὶ αὐτῷ ᾠκοίωσαι, ἐν μετανοίᾳ θερμῇ· ὅθεν καὶ ἀθλήσας νομίμως, ᾔσχυνας τῆς πλάνης τὸ κράτος, καὶ Μαρτύρων ὤφθης ἰσοστάσιος.
Ῥήμασι μητρός σου τῆς σεμνῆς, πλάνης ἀπεσείσω τὸ σκότος, τελειοτάτῳ νοΐ, καὶ πόνοις ἀσκήσεως, τὸν νοῦν ἐπτέρωσας, πρὸς ἀγάπην τὴν κρείττονα, Χριστοῦ τοῦ Σωτῆρος, ὃν καὶ ὡμολόγησας, ἐπὶ ἀπιστῶν στεῤῥῶς· ὅθεν καὶ ἀθλήσας νομίμως, Ὀσιομαρτύρων ἐδείχθης, σύμμορφος Νεκτάριε μακάριε.
Χαίρων προσελήλυθας σοφέ, τῷ τῆς ἁγιότητος ὄρει, πάντα τὸν κόσμον λιπών, καὶ πρὸς ὑπερκόσμια, ὄρη Νεκτάριε, ἀνυψώθης τῷ πνεύματι, καὶ καθυπεδέξω, τὸ πῦρ ἀγαπήσεως, τοῦ ἀθλοθέτου Χριστοῦ· ὅθεν καὶ ἀθλήσας νομίμως, ξίφει ἀπετμήθης τὴν κάραν, καὶ τῆς πλάνης ἔτεμες τὸ φρύαγμα.
Προσόμοια ἕτερα. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἔλιπες Νεκτάριε, ἐπεγνωκὼς ὅπερ πέπονθας, ἀσεβείας τὴν πλάνησιν, καὶ Χριστὸν τὸν Κύριον, ἔργοις μετανοίας, μάκαρ ἰλεώσω, καὶ ἀπεδύσω ἀνδρικῶς, πρὸς εὐσεβείας τὰ ἀγωνίσματα, τὸ ἄνθος τῆς νεότητος, ἀπαρνησάμενος Ἅγιε, καὶ Χριστὸν ὡμολόγησας, ἀπτοήτῳ φρονήματι.
Πόνοις τῆς ἀσκήσεως, προγυμνασθεὶς προητοίμασας, σεαυτὸν πρὸς τὴν ἄθλησιν, καὶ ταύτην διήνυσας, ἀνενδότῳ γνώμῃ, Νεκτάριε μάκαρ, καὶ ἐκτμηθεὶς τὴν κεφαλήν, τοῖς τῶν αἱμάτων ῥείθροις ἀπέπνιξας, ἐχθρὸν τὸν δολιώτατον, καὶ νικηφόρος ἀνέδραμες, πρὸς τὰ ἄνω Βασίλεια, ὡς Χριστοῦ Μάρτυς ἔνθεος.
Σκήτη τῆς Προμήτορος, Χριστοῦ τοῦ πάντων δεσπόζοντος, ἡ ἐν ὄρει τοῦ Ἄθωνος, ὡς ἄνθος πανεύοσμον, ἔχουσά σε μάκαρ, πόθῳ ἑορτάζει, τὴν μνήμην σου τὴν ἱεράν, προσπτυσσομένη τὴν θείαν κάραν σου, Νεκτάριε πανεύφημε, ὡς θησαυρὸν θεοδώρητον, καὶ ἁγίασμα ἔνθεον, θείαν χάριν πηγάζουσαν.
Δόξα. Ἦχος πλ. β.
Τοῦ μαρτυρίου ὑπελθὼν τὸν ἀγῶνα, στεῤῥοτάτῃ ψυχῃ, μαρτυρικῆς ἀναῤῥήσεως ἔτυχες, Ὁσιομάρτυς Νεκτάριε, τῇ γὰρ καλῇ ὁμολογίᾳ τὴν πάλαι ἧτταν ἀνεκαλέσω, καὶ τῇ πλημμύρᾳ τοῦ αἵματος, τὸν ἀρχαῖον πτερνιστὴν ἀπέπνιξας, τὸ γὰρ πῦρ τῆς τοῦ Χριστοῦ ἀγάπης δεξάμενος, περιφανῶς ἠνδραγάθησας, μὴ φεισάμενος σαρκὸς θνησκούσης. Καὶ νῦν ἀθανασίας δεδεγμένος τὸ γέρας, ἀδιαλείπτος πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτὴν, Ἰδιόμελα. Ἦχος α´.
Ἀσκητικοῖς ἀγῶσιν, ἀνακαλεσάμενος τὴν ἧτταν, μαρτυρίου σκάμμασιν ἐδόξασας, τὸν Σωτῆρα Χριστόν, θεόφρον Νεκτάριε καὶ ἐν ἀμφοτέροις δόκιμος φανείς, διπλῶν ἐπάθλων ἠξίωσαι, ὡς Ὅσιος καὶ Μάρτυς, παρὰ Κυρίου ἀξιάγαστε οὑ τῆς δόξης ἀπολαύων, καὶ μεθέξει θεούμενος, ὑπὲρ ἡμῶν ἱκέτευε, Ὁσιομάρτυς δεόμεθα.
Ἦχος β´.
Ἐν παιδικῇ ἡλικίᾳ, τοῦ ἐχθροῦ τὸ δέλεαρ δεξάμενος, πρὸς καιρὸν τοῦ Χριστοῦ ἐχωρίσθης ἀφρόνως Νεκτάριε, ἀλλ᾿ ἀνανήψας τοῦ πτώματος, μετανοίας δάκρυσι, καὶ ἔργοις φωτὸς ἀνεῦρες, ὃν ἀπώλεσας μαργαρίτην καὶ ὅπλοις τῆς ἀθλήσεως, καιρίως κατέτρωσας, τὸν ἀρχέκακον ὄφιν χὸν γὰρ Σταυρὸν τοῦ Σωτῆρος ἀράμενος, ἐσταυρώθης τῷ κόσμῳ, καὶ πρὸς αἰώνιον ζωὴν διεβιβάσθης, ἀθλήσας ἐμφρόνως διὸ μακαρίζομεν, τὴν ἁγίαν σοῦ ἄθλησιν.
Ἦχος γ´.
Τῆς ἀγάπης τοῦ Χριστοῦ, τὸ πῦρ δεξάμενος, ἀνδρειοφρόνως ὥρμησας, πρὸς τοὺς ἀγῶνας τῆς ἀθλήσεως, τῶν γεηρῶν ὑπερφρονήσας Νεκτάριε τὴν γὰρ χάριν τοῦ Πνεύματος ἐνδυσάμενος, τῶν πάλαι Μαρτύρων, ἐπεδείξω τὴν στεῤῥότητα καὶ καλῶς ἀγωνισάμενος, τῆς αἰωνίου δόξης κληρονόμος γέγονας, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ´.
Μαρτυρικῇ ἐνστάσει, τῶν δυσσεβῶν τὴν πλάνην διήλεγξας, καὶ αἱμάτων ῥείθροις, τῆς ἀπάτης τὴν φλόγα ἔσβεσας, Ὁσιομάρτυς Νεκτάριε· καὶ νομίμως ἀθλήσας, ὡς νέος ἀστὴρ τῇ Ἐκκλησίᾳ ἀνέτειλας, φωτίζων καὶ στηρίζων ἡμᾶς, τῷ θεμελίῳ τῆς πίστεως, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, τὸν λαμπρὸν ἀριστέα, καὶ ἀήττητον Μάρτυρα, ἐγκωμίοις ᾠδαῖς ὑμνήσωμεν, λέγοντες· Χαίροις Ὁσιομάρτυς τοῦ Χριστοῦ, Νεκτάριε ἔνδοξε, ὁ προαγωνισθεὶς ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, ἐν τῇ εὐαγεῖ καὶ σεπτῇ Σκήτῃ, Μητρὸς τῆς Θεοτόκου, καὶ τῇ τοῦ Παναγίου Πνεύματος, θείᾳ δυνάμει καθωπλισθείς· χαίροις ὁ μετὰ ταῦτα, κατὰ τῶν ἀθέων Ἀγαρηνῶν στήσας τρόπαια· βροτοὺς ὁμοῦ καὶ Ἀγγέλους εὔφρανας, ἐν τῇ γενναίᾳ ἀθλήσει σου· διὸ στεφάνων ἐνθέων ἠξιώθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ καὶ πρεσβεύων μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἐκτελούντων τὴν ἱεράν σου πανήγυριν.
Ἦχος πλ. β΄.
Τὴν ἐτήσιον μνήμην τοῦ Ὁσιομάρτυρος Νεκταρίου, ἀξιοπρεπῶς πάντες οἱ πιστοὶ μετ’ εὐλαβείας τελέσωμεν. Οὗτος γὰρ, δι’ ἀγάπην Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἰδίου σώματος οὐκ ἐφείσατο, ἀλλ’ ὡς θῦμα τοῖς ἀνόμοις παρέδωκεν ἑαυτὸν, γενναίως ἀγωνισάμενος, καὶ τὴν κάραν ἀποτμηθεὶς, πρεσβεύει ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον, ὁ Ὁσιομάρτυς Νεκτάριος, ἐν δύο πλουτῶν ἀθλήσεσι, τῇ προτέρον ἀσκήσεσι, καὶ εἶτα τοῦ μαρτυρίου, διὰ τὸν πρὸς Χριστὸν, ὅν εἶχεν ἐγκάρδιον ἔρωτα, δύο σκηνὰς ἐκληρώσατο, καὶ τῶν Ὁσίων καὶ τῶν Μαρτύρων, μετ’ αὐτῶν εἰς αἰῶνας ἀγαλλόμενος· τούτῳ οὖν καὶ ἡμεῖς πιστῶς ἐκβοήσωμεν· θεράπων Χριστοῦ, καὶ φίλε πιστότατε, μὴ διαλίπῃς πρεσβεύων Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν, Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Ὁσιομάρτυς Χριστοῦ, ὁ τῶν Μαρτύρων κοινωνὸς καὶ ὁμότροπος· αὐτῶν γὰρ τὸν θεῖον ζῆλον, ἐν τῇ ψυχῇ ἐσχηκώς, ἴχνεσι τοῖς τούτων ἠκολούθησας, λιπὼν τῆς ἀπάτης γάρ, νουνεχῶς τὴν σκοτόμαιναν, ξένος ἐδείχθης, τῶν ἐν κόσμῳ Νεκτάριε, ἐπειγόμενος, ἐνωθῆναι τῷ Κτίστῃ σου. Ὅθεν τυχῶν τοῦ πόθου σου, ἀθλήσας στεῤῥότατα, τῆς ὑπὲρ νοῦν εὐφροσύνης, ἐν οὐρανοῖς κατηξίωσαι, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεός...
Νέκταρ, τὸ τῆς ἀγάπης Χριστοῦ, ἐν τῇ ψυχῇ σου δεδεγμένος Νεκτάριε, τοῦ κόσμου πᾶσαν πικρίαν, καὶ τὸν ἰὸν τοῦ ἐχθροῦ, ὡς θανατηφόρον ἀποθέμενος, προθύμως κατέλιπες, ἀσεβῶν τὴν συνάφειαν, καὶ ᾠκοιώθης, μετανοίας τοῖς δάκρυσι, καὶ ἀθλήσεως, τοῖς ἀγῶσι τῷ Κτίστῃ σου· ὅθεν αὐτῷ παρέστηκας, τελέσας τὸν δρόμον σου, καὶ τὴν βουλὴν τοῦ Βελίαρ, τῇ σὴ φρονήσει ἠκυρωσας· οὗ ῥῦσαι θεόφρον, καὶ ἡμᾶς τῆς δυναστείας, ταῖς ἱκεσίαις σου.
Στίχ. Εὐφρανθήσεται δίκαιος...
Χαίρων, ἀνενδοιάστῳ ψυχῇ· ἐπὶ τὸ ὄρος τὸ τοῦ Ἀθωνος ἔδραμες, Νεκτάριε Νεομάρτυς, καὶ τῆς ἀγάπης Χριστοῦ, τὴν φλόγαν ἐδέξω θείῳ Πνεύματι· ἐντεῦθεν ἐχώρησας, πρὸς ἀθλήσεως σκάμματα, καὶ τῶν τῆς Ἀγαρ, τὴν μανίαν κατῄσχυνας, τῇ ἐνστάσει σου, καὶ τῷ λόγῳ τῆς πίστεως· ὅθεν τμηθεὶς τὴν κάραν σου, ὡς Μάρτυς στεῤῥότατος, πρὸς οὐρανίους σκηνώσεις, ἀγαλλιώμενος ἔδραμες, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β´.
Τῷ τῆς ἀθλήσεως αἵματι, τὸν νοητὸν κατακλύσας ἐχθρόν, τὴν Ἐκκλησίαν κατήρδευσας, πρὸς ἀρετῶν εὐκαρπίαν, Ὁσιομάρτυς Νεκτάριε· ὅλον γὰρ τὸν πόθον, ἀναθέμενος Χριστῷ, προθύμως ἐβάδισας τοῦ μαρτυρίου τὸν δίαυλον, καὶ Χριστοῦ τὸ πάθος δοξάσας, τῆς λαμπρότητος αὐτοῦ μέτοχος γέγονας. Αὐτῆς καὶ ἡμεῖς ἀξιωθείημεν, οἱ τιμῶντες τὴν μνήμην σου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Βρυούλλων ἀγλάϊσμα, καὶ ἀντιλήπτωρ θερμός, ἐδείχθης Νεκτάριε, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, ἐσχάτοις ἐν ἔτεσι, σὺ γὰρ καλῶς ἀσκήσας, ἐν τῷ ὄρει τοῦ Ἀθω, ἤθλησας θεοφρόνως, καὶ καθεῖλες τὸν ὄφιν· διό σε Ὁσιομάρτυς, πόθῳ γεραίρομεν.
Δόξα. Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὸ νέκταρ τῆς ἀγάπης, τοῦ Χριστοῦ εἰσδεξάμενος, ἀσκήσει καὶ ἀθλήσει, τὸν Σωτῆρα ἐδόξασας, Νεκτάριε καὶ δόξης θεϊκῆς, ἠξίωσαι λαμπρῶς ἐν οὐρανοῖς, διὰ τοῦτο σὲ τιμῶμεν μελωδικώς, Ὁσιομάρτυς κράζοντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Βρυούλλων ὁ βλαστός, καὶ ἀμάραντον ἄνθος, ὑμνείσθω παρ᾿ ἡμῶν, ὑμνῳδίαις ᾀσμάτων, ὁ ἔνδοξος Νεκτάριος, ὁ ἀθλήσας στεῤῥότατα, ἱκετεύει γάρ, ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ βίου διόρθωσιν.
Δόξα. Ἕτερον. Ὅμοιον.
Ἡ θήκη ἀληθῶς, ἡ κατέχουσα Μάρτυς, τὴν θείαν δεξιὰν, καὶ τὴν κάραν σου, ὤφθη, πηγάζουσα ἰάματα, ὥσπερ κρήνη νεκτάρεια, ἥν οἱ δοῦλοί σου, περικυκλοῦντες ἐκ πόθου, ἀρυόμεθα, ἁμαρτημάτων τὴνν λύσιν, καὶ βίου διόρθωσιν.
Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, καὶ μείνασα ἁγνή, μετὰ τόκον τὸν θεῖον, ἁγνόν με συντήρησον, καὶ ψυχῇ τε καὶ σώματι, καὶ πταισμάτων μοι, ἄφεσιν αἴτει Παρθένε, ὡς ἂν ἅπασαν, τὴν τοῦ δολίου μανίαν, ἐκφύγω ὁ δοῦλός σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐναθλήσας νομίμως, Μάρτυς Νεκτάριε, τῆς ἀνομίας καθεῖλες, τὰ πανουργεύματα, καὶ αἱμάτων τοῖς κρουνοῖς ἡμᾶς ἐπεύφρανας, καθάπερ νέκταρι σεπτῷ, ἐκχυθείσιν Ἀθλητά, τῇ θείᾳ Χριστοὺ ἀγάπῃ · ὃν ἐκδυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἁγνῶν σοῦ αἱμάτων, σὰρξ ἐχρημάτισεν, ὁ Ὑπερούσιος Λόγος, τοῦ προανάρχου Πατρός, καὶ ὠράθη τοῖς ἐν γῇ καθὼς ηὐδόκησεν, ἐν δύο φύσεσιν Ἁγνή, ὑποστάσει δὲ μιᾷ, ἀτρέπτως καὶ ἀσυγχύτως διὸ σὲ δοξολογοῦμεν, ὡς σωτηρίας ἡμῶν πρόξενον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Πλάνης ἔλιπες, πᾶσαν τὴν σχέσιν, καὶ ἀνεύρηκας, νοΐ τελείῳ, ὃν ἀπώλεσας λίθον πολύτιμον, ἀθλητικῶς δὲ ἐχθρὸν καταβέβληκας, καὶ τὸν Σωτῆρα λαμπρῶς ὡμολόγησας· ὃν ἱκέτευε, Νεκτάριε παναοίδιμε, δωρήσασθαι ἡμὶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πύλη πέφηνας, ἐσφραγισμένη, ἥν διέδραμε, μόνος ὁ Κτίστης, καὶ κεκλεισμένην ὡς οἵδε κατέλιπεν· Ὅθεν τὰς πύλας διάνοιξον Ἄχραντε, τῆς μετανοίας τοῖς πόθῳ βοῶσί σοι· Κόρη Πάναγνε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τὸ α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ...
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν´.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἑλεῆμων, ἐλέησόν με ὁ Θεὸς...
Ἐν ὁσίοις ἱδρῶσι προγυμνάσας σεαυτόν, τοῦ μαρτυρίου τοὺς ἄθλους προθύμως διήνυσας, ἀκαταπλήκτῳ καρδίᾳ, Ὁσιομάρτυς Νεκτάριε, καὶ ὡς θῦμα καθαρὸν προσενεχθεὶς τῷ Χριστῷ, τῇ τῶν Ἁγίων συνήφθης χορείᾳ, ἁγιοπρεπὼς ἀγωνισάμενος· διὸ πρέσβευε δεόμεθα, ἐλεηθῆναι τοὺς σὲ μακαρίζοντας.
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἀρματηλάτην Φαραῶ.
Ἄναρχε Λόγε, λόγον μοι πρυτάνευσον, ὅπως ὑμνήσω σαφῶς, Σοῦ τὸν στεφανίτην, καὶ τὸν νεομάρτυρα, Νεκτάριον τὸν ἔνδοξον, ὅπως τοῦτον προστάτην, καὶ πρεσβευτὴν ἀκαταίσχυντον, ἔχει μοι πρὸς Σὲ τὸν Σωτῆρά μου.
Σταυροῦ τῷ ὅπλω Μάρτυς συμφράξαμενος, στεῤῥὲ Νεκτάριε, ἔθνους παρανόμου, ἔναντι ἐβάστασας, τὸ ὄνομα τὸ ἅγιον, τοῦ Χριστοῦ κατὰ Παῦλον· διὸ σὺν τούτῳ δεδόξασαι, κάραν παρ’ αὐτῶν ἀφαιρούμενος.
Ὅτε ἐν μέσῳ αἱμοβόρων ἔστηκας, βαρβάρων ἔνδοξε, Νεκτάριε Μάρτυς, ὡς ἀρνίον ἄκακον, ἀνηλεῶς σφαττόμενος, ὡς οὐκ ᾤεσθε πλάνοι, καρατομοῦντές με πέμπετε, πρὸς τὸν Ἰησοῦν μου ἐκραύγαζες.
Θεοτοκίον.
Φωτὸς δοχείον Σὺ ἐγένου πάναγνε, τὸ φῶς τεκοῦσα βροτοῖς, τὴν ἀμαυρωθεῖσαν, πάθεσι καρδίαν μου, καθάρισον διδοῦσά μοι, κατανύξεως ὅμβρους, καὶ ἀπαθείᾳ μὲ ἴθυνον, πρὸς τὸν σὸν λιμένα πανάχραντε.
ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Ὃν δι’ ἀπάτης μαγικῆς, ἠρνήσω Μάρτυς ἀφρόνως, ὡς ἐκ μέθης ἀνανήψας ἐν τάχει, ὡμολογήσας αὐτόν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τὴν πλάνην στηλιτεύσας, τὴν τῶν ἀνόμων Νεκτάριε.
Σὺ ταῖς παγίσιν ἀγρευθείς, ἀνεπαισθήτως τῆς πλάνης, καὶ σαυτὸν ἑωρακὼς ἠγρευμένον, θυρεὸν ἀναλαβὼν Νεκτάριε, τῆς πίστεως, σὺν τοῖς συστησαμένοις, ταύτας ἀνδρείως συνέτριψας.
Σύ μὲ συνέτισον σοφέ, Νεκτάριε, ἵνα μέλψω, τοῦς ἀγῶνας προσφυῶς, οὓς ὑπέδυς, ὑπ’ αὐτῶν δὲ ὡς ἀμνός, ἀνηλεῶς κοπτόμενος, τὴν πλάνην κατατέμνων, τῶν ἀσεβῶν τὴν παμβέβηλον.
Θεοτοκίον.
Ὄρος σὺ εἷ τὸ ὑψηλόν, ἐξ οὗ ἐτμήθη ὁ λίθος, ὁ λεπτύνας τὰ γλυπτὰ τῶν εἰδώλων· διὸ ἄχραντε σεμνὴ, ψυχῆς μου τὰ ἴνδάλματα, λεπτύνασα πρὸς ὄρος, τῆς ἀρετῆς μὲ χειραγώγησον.
Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν Μαρτύρων ζηλώσας τὴν ἀρετήν, στρατιώτης ἐδείχθης περιφανής, Χριστοῦ τοῦ Παντάνακτος, ἀριστεύσας λαμπρότατα, καὶ ἀληθείας ὅπλοις, ἑλὼν τὸν ἀλάστορα, τὸν πάλαι εἰς βυθόν σε, ἀπάτης ὠθήσαντα· ὅθεν ἀφθαρσίας, δεδεγμένος τὸ γέρας, Ὁσίων ἠρίθμησαι, καὶ Μαρτύρων τοῖς τάγμασι, Νεομάρτυς Νεκτάριε· Πρέσβευε Χριστῷ τῳ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Μαγικὴς δι’ ἀπάτης, τῶν ἀσεβῶν, ἐξηρνήσω τὸ ὄνομα τοῦ Χριστοῦ· ὅθεν οὐ διέλιπες, στένων κλαίων Νεκτάριε, καὶ μετανοίας ἔργοις, ἐν Ὄρει τοῦ Ἄθωνος, καὶ νυχθημέροις πόνοις, Θεῷ ἱλεούμενος, οὗπερ τῇ δυνάμει, σεαυτὸν καθωπλίσας, Χριστὸν ὡμολόγησας, καὶ δι’ αἵματος ἔφθασας· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῳ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθεὶς ἐξ αἱμάτων σου τῶν ἁγνῶν, διὰ σπλάγχνα ἐλέους ὑπερφυῶς, ὁ Λόγος ὁ σύνθρονος, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, προῆλθε τοῖς ἐν κόσμῳ, σαρκὸς ὁμοιώματι, ἡμᾶς ἐκ τῆς ἀρχαίας κατάρας ῥυόμενος. Ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμεν Πανύμνητε, οἱ σωθέντες τῷ τόκῳ σου, καὶ συμφώνως βοῶμέν σοι: Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν δόξαν σου Ἄχραντε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Φαεινὸν ὥσπερ ἥλιον, δεξαμένη Μάρτυς ἡ Ἐκκλησία σε, ἀποφράττει τὰ φρυάγματα, τῶν αἱρετιζόντων Νεκτάριε.
Οὗ τὸ κάλλος ἐπόθησας, θᾶττον σὺ δι’ αἵματος φθάσαι ἔσπευσας, καὶ τυχὼν μετοχεύεις νῦν, τοῦτο τοῖς τιμῶσί σε Νεκτάριε.
Νίκης τρόπαια ἔστησας, κατὰ πλάνης Μάρτυς ἀντιταξάμενος· ὅθεν γέρα νῦν ἐπάξια, νέμει σοι ὁ Κύριος Νεκτάριε.
Θεοτοκίον.
Τὰς οὐλὰς τῶν τραυμάτων μου, ταῖς ῥοαῖς ἀπόπλυνον, τῶν δακρύων μου, ἵνα εὔθυμος δοξάζω Σε, Παναγία Μητροπάρθενε.
ᾨδή ε´. Ἵνα τί με ἀπώσω.
Οὗ τῷ κάλλει ἐτρώθης, πρὸς αὐτὸν ἀνέκραζες θεῖε Νεκτάριε, ποῦ ποιμαίνεις Λόγε, ὡς ἀρνία Μαρτύρων τὰ πνεύματα; Οἷς συμποίμανόν με, καὶ ἀρωμάτων τῶν ἐκείνων, τὴν ψυχὴν μου ὦ Σῶτέρ μου πλήρωσον.
Νέος ἐν τοῖς Ὁσίοις, νέος καὶ ἐν Μάρτυσιν ὤφθης Νεκτάριε, ἄμφω τοὺς ἀγῶνας, διανύσας καλῶς Ὁσιόαθλε, νέος στεφανίτης, νῦν τῷ Χριστῷ συμβασιλεύων, τοὺς ὑμνοῦντάς σε σῷζε πρεσβείαις σου.
Θεοτοκίον.
Ἔχοντές σε οἱ πόθῳ, κλῆρόν σου τὸν ἅγιον οἰκοῦντες Δέσποινα, ἄγρυπνον προστάτιν, τὰς βουλὰς τῶν ἐχθρῶν ἀποκρούομεν, καὶ ἐπαναστάσεις, τὰς καθ’ ἡμῶν ἐπερχομένας· εὐχαρίστως διό σε δοξάζομεν.
ᾨδὴ στ´. Ἰλάσθητί μοι Σωτήρ.
Κλήμα σὺ ἔφυς σαφῶς, Θεοῦ φυτείας Νεκτάριε, ταῖς τῶν ἀνόμων χερσί, τεμνόμενος ἔβλυσας, οἶνον τὸν νεκτάριον, τὴν τῶν Ὀρθοδόξων, Ἐκκλησίαν εὐφραίνοντα.
Τιμῶν τὸ ὄνομα Χριστοῦ, κηρύττεις τοῦτο ἐνώπιον, τῶν σῶν ἀγρίων φονευτῶν, ὑφ’ οὗ περ δεδόξασαι, φανεὶς αὐτοῦ φίλτατος, Νεκτάριε Μάρτυς, νέος ἅμα τε καὶ Ὅσιος.
Παρέστης Μάρτυς Χριστῷ, περιῤῥεόμενος αἵματι, Μαρτύρων δὲ σὺν χοροῖς, χορεύεις γηθόμενος, Νεκτάριε ἔνδοξε, ἀκηράτῳ στέφει, παρ’ Αὐτοῦ καταστεφόμενος.
Θεοτοκίον.
Ἔχοντές σε Ἀγνή, οἱ τὸν σὸν κλῆρον τὸν ἅγιον, οἰκοῦντες πανασφαλῆ, προστάτιν καὶ φύλακα, ὁρμὰς καταστέλλομεν, ἐχθρῶν ἀοράτων, ὁρατῶν τε Θεονύμφευτε.
Κοντάκιον. Ἦχος β´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θεῖον νέκταρ, τῇ ἐν τῷ Ἀθῳ ἐναρέτῳ ζωῇ σου, ἐν τῇ ψυχῇ δεξάμενος Νεκτάριε, ἔδραμες πρὸς ἄθλησιν, στεῤῥοτάτῃ καρδίᾳ, καὶ Χριστὸν ἐδόξασας, τοῖς σεπτοῖς σου ἀγῶσι, καὶ παρ᾿ Αὐτοῦ ἀξίως δοξασθείς, ὑπὲρ τοῦ κόσμου, πρεσβεύεις ἑκάστοτε.
Ὁ Οἶκος.
Νέος ὑπάρχων κομιδῇ, καὶ νήπιος τὴν φρένα, ὑπέστης ἧτταν χαλεπήν, ἐπαγωγῇ τοῦ πτερνιστοῦ, τοῦ ἀνθρωπίνου γένους· ἀλλ᾿ εἰς ἑαυτὸν συνελθών, καὶ ἀνανήψας ἐπιμελῶς, θερμοτατῇ μετανοίᾳ Χριστῷ προσέδραμες, τὸ τῆς ἀρνήσεως πτῶμα ἀνακαλεσάμενος, καὶ μαρτυρικοῖς ἀγῶσι, καὶ οἰκείοις αἵμασι, καταισχύνας τὸν δράκοντα, νικηφόρος Χριστῷ ἀνελήλυθας, Ὁσιομάρτυς Νεκτάριε, καὶ διπλῶν βραβείων παρ᾿ αὐτοῦ κατηξίωσαι, καὶ ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Συναξάριον.
Τῇ ια΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Νεκταρίου τοῦ νέου, ἀθλήσαντος ἐν ἔτει1820ῳ.
Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Εἶδες τὴν μόνην Θεοτόκον, πρὸς τὸ στάδιον θαῤῥύνουσάν σε Μάρτυς, καὶ ἐχθρῶν τὴν ὀφρύν, Νεκτάριε συντρίψας· Εὐλογητὸς εἶ Κύριε, ἀνεβόας εἰς τοὺς αἰῶνας.
Ὅμιλον Μάρτυς τῶν Μαρτύρων, καὶ τὰ σκάμματα ζηλώσας εὗρες τούτους, σὺν αὐτοῖς τῷ Χριστῷ, Νεκτάριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας
Θεοτοκίον.
Μετὰ τῶν ἄνω στρατευμάτων, τῶν Μαρτύρων τε ὁμοῦ καὶ τῶν Ὁσίων, τῇ Ἁγνῇ κραυγάζομεν Παρθένῳ ὁμοφώνως· Εὐλογημένη Πάναγνε, Σὺ ὑπάρχεις εἰς αἰῶνας.
ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.
Πρὸς λιμένα οὐράνιον, προσωρμίσθης Νεκτάριε, πλεύσας ἀκυμάντως, διὰ τοῦ σοῦ αἵματος, καὶ ἔστης γηθόμενος, περὶ τὸν θρόνον τοῦ Ἰησοῦ, ᾄδεις δ’ ἐμμελῶς, μετὰ τῶν ἄνω ταγμάτων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοῦς αἰῶνας.
Ὢ τῆς στεῤῥᾶς ἐνστάσεως! Ὢ γενναίου φρονήματος! Ὢ τῆς καρτερίας! Εὖγε ἀδαμάντινε, Νεκτάριε ἔνδοξε, κατεναντίον τῶν ἀσεβῶν, ἔστης ἀκλινῶς, αὐτῶν τὴν πλάνην ἐλέγχων, βοᾷν μὴ πειθομένων· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοῦς αἰῶνας.
Θεοτοκίον.
Θεὸς ἡμῖν ἐπέφανε, διὰ Σοῦ παναμώμητε, πίστεως ἀρότρῳ, ὁδὸν ἡμῖν ἔτεμεν, δι’ ἧς πορευόμενοι, παραχαράκτους αἱρετικῶν, φεύγομεν Ἁγνή, τὰς βλασφημίας βοῶντες: Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοῦς αἰῶνας.
ᾨδὴ θ᾿. Ἐξέστη ἐπὶ τούτῳ.
Ὑψώθης ἐδοξάσθης παρὰ Θεοῦ, ὑπὲρ οὗ σου τὸ αἵμα ἐξέχεας, ὦ ἀθλητά, ξίφει σου τὴν κάραν ἀποτμηθείς, Μαρτύρων τοῖς στρατεύμασι, νέων καὶ τῶν πάλαι χαρμονικῶς, χορεύων συναγάλλῃ, ὑπὲρ τῶν σὲ ὑμνοῦντων, μνείαν Νεκτάριε ποιούμενος.
Ἐκφεύγων σκηνωμάτων ἁμαρτωλῶν, πρὸς τὸ Ὄρος ἀνῆλθες τοῦ Ἄθωνος, καὶ τὴν ἐκεῖ, Σκήτην παροικήσας τὴν εὐαγῆ, τῆς Ἄννης καὶ δι’ αἵματος, αὖθις πρὸς τὸ ὄρος τὸ νοητόν, ἀνέπτης δι’ Ἀγγέλων, Νεκτάριε τρισμάκαρ, νῦν τῇ Τριάδι παριστάμενος.
Ἀνάψας σου τὸ πόθον πρὸς τὸν Χριστόν, οὐδ’ ἠρκέσθης ἀσκήσεως σκάμμασιν, ἕως ἐλθών, ἤλεγξας τὴν πλάνην τῶν ἀσεβῶν, ὑφ’ ὧν σοφὲ Νεκτάριε, ἀπετμήθης κάραν σου τὴν σεπτήν, ἣν ἔστεψε τὸ θεῖον, ὅ ἐξιλέωσόν μοι, τῷ προσλαλοῦντί σοι ἐν ᾄσμασι.
Θεοτοκίον.
Μακάριος λαός τε καὶ ἐκλεκτός, ἀληθῶς ὁ ἀεὶ μακαρίζων Σε· καὶ γὰρ Θεόν, ἄχραντε τεκοῦσα δίχα φθορᾶς, ἐκ ταύτης τοῦτον ἔσωσας, ἴθυνάς τε τοῦτον πρὸς τὸν Θεόν, Αὐτὸν οὖν ἐκδυσώπει, πάσης ἡμᾶς ῥυσθῆναι, ὀδύνης τε καὶ θλίψεως.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ πτερνιστοῦ τὰ ἐνέδρα, συνέτριψας Νεκτάριε, καὶ τῆς αὐτοῦ πονηρίας, περιεγένου εἰς τέλος, νομίμως γὰρ ἐνήθλησας, καὶ Μάρτυς ἀπαράγραπτος, Χριστοῦ τοῦ Παντοκράτορος, ὡς ἀληθῶς ἀνεδείχθης, Ὁσιομάρτυς θεόφρον.
Θεοτοκίον.
Θεὸν τὸν Ὑπερούσιον, σωματωθέντα τέτοκας, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ἀναλλοιώτως Παρθένε διὸ σὲ μεγαλύνομεν, καὶ τὸ φρικτὸν μυστήριον, τοῦ τόκου σου δοξάζομεν, δι᾿ οὗ ἐῤῥύσθημεν Κόρη, τῆς παλαιᾶς καταδίκης.
Αἶνοι. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς σῆς ἀθλήσεως Μάρτυς, τὴν μνήμην ἄγοντες, Νεκτάριε ὑμνοῦμεν, τοὺς σεπτούς σου ἀγῶνας, τὸ νέκταρ τῆς ἀγάπης γὰρ τοῦ Χριστοῦ, ἡμῖν πᾶσι προῤῥέουσι, καὶ τὰς ψυχὰς κατευφραίνουσι μυστικῶς, τῶν ἐν ὕμνοις γεραιρόντων σε
Ὥσπερ στρουθίον ἐῤῥύσθης, κατὰ Δαβὶδ ἀληθῶς, ἐκ τῆς παγίδος Μάρτυς, δυσσεβούντων τυράννων, καὶ ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, θεολήπτῳ φρονήματι, Ὁσιομάρτυς Νεκτάριε καὶ χαρᾶς, οὐρανίου κατηξίωσαι.
Οὔτε νεότητος ὤρα, οὐ δωρεῶν παροχαί, οὔτε βασάνων εἴδη, οὐ θυμὸς τῶν τυράννων, ἐξίσχυσαν χωρίσαι σὲ τῆς Χριστοῦ, κραταιᾶς ἀγαπήσεως, ὑπὲρ οὑ ξίφει ἐτμήθης τὴν κεφαλήν, ἀγαλλόμενος Νεκτάριε.
Ταῖς τῶν Ὁσίων χορείαις, συνευφραινόμενος, καὶ τῶν κλεινῶν Μαρτύρων, ὡς Χριστοῦ Ἀθλοφόρος, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου, καὶ προσκυνούντων τὴν κάραν σου τὴν σεπτήν, παναοίδιμε Νεκτάριε.
Δόξα. Ἦχος πλ. α´.
Τῇ ἀθλητικὴ σοῦ ἐνστάσει, τοῦ δυσμενοῦς τὰ κέντρα συνέτριψας, Ὁσιομάρτυς Νεκτάριε, θείῳ γὰρ πυρὶ ἀναφλεχθεὶς Χριστοῦ τῆς ἀγάπης, θεοπρεπῶς διήνυσας, τῆς εὐσεβείας τὸ στάδιον, καὶ κατ᾿ ἀξίαν δοξασθείς, τῷ θείῳ νέκταρι εὐφραίνεις τὰς ψυχὰς ἡμῶν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου· ὅν ἵλεων ἡμῖν ἀπεργάζου, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Και νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ Βρυούλλων θεῖος βλαστός, ὁ νέκταρ πηγάζων, ταῖς καρδίαις τῶν εὐσεβῶν, τῶν ὑμνολογούντων, τὴν θείαν ἄθλησίν σου, Χριστοῦ Ὁσιομάρτυς, θεῖε Νεκτάριε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου