Παρασκευή 8 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 2. ΠΑΝΑΓΙΑ ΔΙΩΤΙΣΣΑ ΚΕΦΑΛΛΗΝΙΑΣ ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΛΙΟΣ Β΄.
ΠΑΝΑΓΙΑ ΔΙΩΤΙΣΣΑ ΚΕΦΑΛΛΗΝΙΑΣ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
(Ποιηθεὶς ὑπὸ Ἀρχιμ. Γαβριὴλ Σταματελάτου Κουτλμουσιανοῦ)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν χαριτόβρυτον πιστοὶ τῆς Παρθένου, θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὐτῇ· χαίροις ὁ ἀένναος ποταμὸς τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας, ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχοιμεν τὴν σήν, θλίψεσι, πάσαις Εἰκὼν θαυματόβρυτε.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλεῶν ῥυπαρῶν ἐφύμνιον, δέξαι νῦν μόνη Ἁγνή, ὡς πρὶν ὁ Υἱός Σου, ὁ Θεὸς καὶ πλάστης μου, τῆς χήρας κατεδέξατο, τὰ λεπτὰ καὶ τὴν λύσιν, τῶν ὀφλημάτων παράσχου μοι, ἵνα κατὰ χρέος γεραίρω Σε.
Ἐπιδρομαῖ τῶν ἀλαστόρων θλίβουσι, Κεφαλληνίαν κλινήν, καὶ πολλαῖς κακώσεις, εὕρωσαν τοὺς δούλους Σου, ἡμᾶς Θεοχαρίτωτε, ἀλλὰ τῇ θεαυγεῖ Σου, Εἰκόνι πόθῳ προστρέχοντες, λύσιν τῶν δεινῶν ἐξαιτούμεθα.
Ὁ Σὸς λαὸς ἐπὶ τὸ Σὸν κατέφυγεν, ἐκτύπωμα ἱερόν, καὶ εὐλαβῶς τοῦτο, προσκυνεῖ δεόμενος· μὴ οὖν παρίδῃς Ἄχραντε, τὰς αὐτοῦ τυραννίας, αἰχμαλωσίας δημεύσεις τε, ἃς κακούργων πάσχει ὠμότητι.
Εὐλογημένη ἡ Θεὸν κυήσασα, τοῦτο δυσώπει ἀεί, ὑπὲρ τῶν Σῶν δούλων, τῶν δεινὰ καὶ οἴκιστα, πασχόντων Παναμώμητε, ἐξ ἰδίων πταισμάτων, καὶ ὑπερφώτῳ Εἰκόνι Σου, πίστει προστρεχόντων Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κεφαλληνίας τὴν ζάλην καὶ τὰ φρικτὰ κύματα, τὰ ἐπαπειλοῦντα Σοῖς δούλοις ἄρδην τὸν ὄλεθρον, τρέψον Πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει Σου, ὡς ταύτης πρόμαχος.
Τοὺς ἐν τῇ δε ποίμνῃ τῇ Σῇ Ἁγνὴ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, Σῇ δυνάμει ἄτρωτον, ὦ Παναμώμητε.
Οὐκ ἰσχύει Παρθένε τὸ ἀχανὲς πέλαγος, τῶν Σῶν θαυμασίων καὶ ξένων γλῶσσα ἡ βρότειος, ἐκδιηγήσασθαι, ἃ καθ’ ἑκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θείᾳ Εἰκόνι Σου.
Τῶν δαιμόνων ἐφόδους καὶ τὰς πικρὰς Δέσποινα, καὶ πολυχρονίους Σῶν δούλων νόσους ἀπέλασον, ἵνα δοξάζομεν, ἀνευφημοῦντές Σε πόθῳ, ἣν Ἀγγέλων ἄϋλοι γλῶσσαι γεραίρουσι.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου Σου σοροῦ προσερχόμενοι, ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοῖς πιστῶς Σὲ τιμῶσιν· ὅθεν ἀνυμνοῦμέν Σε καὶ πιστῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί· Χαῖρε ἡ μόνη, ἐλπὶς τῶν ὑμνούντων Σε.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Στῆσον Ἁγνή, τὸν πολυτάραχον κλύδωνα, καὶ τὸν σάλον, τὸν ἐπιγειρόμενον κατὰ τῆς Σῆς ποίμνης τῆς οἰκτρᾶς, καὶ ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῷ τῆς ἀπωλείας, παγκρατεῖ Σου δυνάμει, τῆς Σῆς χάριτος μόνη πανεύφημε.
Τίς ἐξειπεῖν, ὦ ὑπερένδοξε Δέσποινα, ἐξισχύει, τὰς τερατουργίας Σου τὰς ὑετοῦς ὑπερβαινούσας τρανώτατα, ὡς Μήτηρ γὰρ τοῦ Ὑψίστου, τὸ σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τῷ βούλεσθαι.
Τὰ πονηρά, Κόρη πανάχραντε πνεύματα, τοὺς Σοὺς δούλους, καταδυναστεύοντα καὶ ἀφειδῶς ἄγχοντα αὐτούς, ἀπέλασον τάχος, ἀλλὰ καὶ κινδύνων ἅπαντα, καὶ νόσους ἀνιάτους, ἐκδίωξον Σῶν δούλων, ἵνα Σὲ κατὰ χρέος δοξάζωμεν.
Σύ μου ἰσχύς, Κύριε, Σύ μου καὶ δύναμις Δέσποινα, ἐκβοᾷ Σοι, ὁ ταλαίπωρος ὑπὸ δεινῆς νόσου τληπαθῶς, καὶ τῇ Σῇ εἰκόνι, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με Κόρη, πανταχοῦ καὶ κηρύξω, τὴν ὀξεῖάν Σου ἄχραντε δύναμιν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Στεναγμοῖ τῆς Σῆς ποίμνης, θρῆνοί τε καὶ δάκρυα νῦν ἐπληθύνθησαν, αἱ γὰρ ἀνομίαι, κεφαλὴν τὴν αὐτῆς ὑπερήραντο, ἄξια γοῦν ὄντως, ὧνπερ εἰργάσατο ἀφρόνως, τὰ ἐπίχειρα ἤδη κομίζεται.
Τὴν ὀργὴν τοῦ Υἱοῦ Σου, καὶ τὴν ἀγανάκτησιν Παρθένε πρόφθασον, ἐξιλεουμένη, μητρικαῖς Σου πρεσβείαις Μητρόθεε, ἵνα μὴ εἰς τέλος, ἀθλίως ποίμνην ἐξαλείψῃ, Σὴν τιμῶσαν Εἰκόνα ὑπέρτιμον.
Νοσηλείας καὶ πάθη, χαλεπὰς παρέσεις τε, ὦ ὑπερένδοξε, καὶ ἀθρῖτιν νόσον, τὴν δονοῦσαν τὸν νοῦν καὶ διάνοιαν, τῶν ἀνθρώπων Κόρη, τῇ θεϊκῇ Σου δυναστείᾳ, κατακοίμησον τάχος δεόμεθα.
Πειρασμῶν καὶ κινδύνων, καὶ δεινῶν κακώσεων Κόρη τοὺς δούλους Σου, τοὺς πιστῶς τιμῶντας, καὶ τὴν Σὴν προσκυνοῦντας πανσέβαστον, πάναγνε Εἰκόνα, δεῖξον Παρθένε ἀνωτέρους, καὶ περίσωζε μόνη Πανάχραντε.












ᾨδὴ στ. Τὴν δέησιν ἐκχεῶ.
Τῷ θείῳ Σου, νῦν ναῷ προστρέχομεν, οἱ παντοίαις συνεχόμενοις νόσοις, πίστει θερμῇ, τῇ Εἰκόνᾳ Σου Κόρη, τὴν θαυματόβρυτον κατασπαζόμενοι, καὶ πάντων δὴ τῶν δυσχερῶν, θᾶττον λύσιν Ἁγνὴ κομιζόμεθα.
Ἐνώτισαι, νῦν ἡμῶν Πανύμνητε, τὰς δεήσεις τῶν εἰς Σὲ προστρεχόντων, ὅτι δειναί, τῶν κακῶν τρικυμίαι, περιεκύκλωσαν ἡμᾶς ὦ Μητρόθεε, καὶ ὄλεθρον τὸν παντελῆ, ἀπειλοῦσι· διὸ τούτων λύτρωσαι.
Εἰκόνα Σου, τὴν σεπτὴν ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς τοὺς Σοὺς δούλους, ῥῦσαι δεινῶν, καὶ παντοίων κινδύνων, καὶ ἐξ ἐχθρῶν ἀοράτων πανύμνητε, καὶ ὁρωμένων τῶν δεινῶς, τυραννούντων ἡμᾶς παναμώμητε.
Συνάχθητε, Κεφαλληνίας θρέμματα, καὶ προσπέσατε ἐξ ὅλης καρδίας, τῇ φωταυγεῖ, τῆς πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τὰ πρόσφορα, καὶ τεύξεσθε ὡς ἀληθῶς, παρ’ αὐτῆς τὰ αἰτήματα χαίροντες.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρίσω, τὴν ἱερὰν Ἐσθῆτά σου μεθ’ ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων· ἧν περ τὴν κατάθεσιν ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶμεν φόβῳ σοι σεμνή· χαῖρε Παρθένε χριστιανῶν τὸ καύχημα.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με... Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μὴ παρίδης δέησιν, τῶν ἀναξίων Σῶν δούλων, παναγία Δέσποινα, ἀλλὰ δέξαι τάχυ καὶ βοήθησον, θλίψεις γὰρ πάσχομεν, φέρειν οὐ σθένομεν, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐκ ἔχομεν, οὐδὲ ποῦ φυγεῖν οἱ πανάθλιοι, πάντοθεν πολεμούμενοι, καὶ παραμυθία οὐκ ἔστι πλήν Σου, Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ παραβλέψης τὴν δέησιν, τῶν παρακαλούντων Σε.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θλίψεις ὀδύναι καὶ κακώσεις, ἤδη εὕροσαν καὶ τὴν Κεφαλληνίαν, καὶ πιστῶν Σου Ἁγνή, τὸ πλήρωμα βοᾶ Σοι· ῥῦσαι ἡμᾶς πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.
Θραῦσον παρθένε τῶν ἀνόμων, τὰ φρυάγματα καὶ τὰς ὁρμὰς Κυρία, τὰς ἀτάκτους αὐτῶν, ἡμᾶς δὲ τοὺς Σοὺς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνας Σὲ ὑμνοῦντας.
Σκέπη παρθένε τοῖς Σοῖς δούλοις, καὶ ἀντίληψις γενοῦ καὶ σωτηρία, τοῖς ἐν πίστει τῇ Σῇ, προστρέχουσι Εἰκόνι, καὶ πειρασμῶν καὶ θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρία.
Πάθη ποικίλα πυρετούς τε, καχεξίας τε καὶ νόσους ἀνιάτους, τῇ ἀμάχῳ Σου νῦν, καὶ θεία προστασίᾳ, Σῶν δούλων ἐξοστράκισον, ὑπερένδοξε Κυρία.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Τὴν εἰκόνα τὴν Σὴν καταπλουτοῦντες, Θεομῆτορ πηγὴν θαυμάτων ξένων, τῷ Σῷ ναῷ προστρέχοντες λαμβάνομεν, σώματος τὴν ῥῶσιν, καὶ ψυχῆς ὁμοῦ τε, ἁγνὴ παρθενομῆτορ.
Ὡς τυφλοῖς τε τὸ φῶς Σὺ ἐδωρήσω, καὶ πεσόντας ἐξ ὕψους ἐλυτρώσω, καὶ νῦν ἡμῶν καταύγασον τὰ ὄμματα τῶν ἐσκοτισμένων, καὶ τῆς ἁμαρτίας, ἀνάστησον τοῦ χάους.
Οἱ ἐν νόσοις Παρθένε ἀνιάτοις, ἰατῆρά Σε ἔχομεν ἐν πάσαις, σκέπη τῇ Σῇ· διὸ νῦν καταφεύγομεν, ἴασιν ἀφθόνως, πάναγνε παράσχου, ἡμῖν τοῖς Σοῖς οἰκέταις.
Τοὺς παντοίοις δεινοῖς ἐνοχλουμένους, καὶ εἰκόνι τῇ Σῇ προσερχομένους, Παρθενομῆτορ λύτρωσον τοὺς δούλους Σου, τρέπουσα ἐν τάχει, εἰς χαρὰν βαθεῖαν, τὴν τούτων ἀθυμίαν.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸ πένθος τῆς Κεφαλληνίας τὸ κατηφές, εἰς χαρὰν μεταποίησον Ἄχραντε, καὶ χαρμονήν, ὅτι Σὲ προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλῳ τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρὸς Σὲ Κυρία πάσας, ἀνατιθεῖσα ὑπερένδοξε.
Συντήρει τοὺς θεράποντας ἀγαθή, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων, καὶ συμφορῶν, χαλεπῶν ὁρμῶν τε καὶ ἐναγῶν, καὶ μιαιοφόνων Ἄχραντε, τῶν κατατρυχόντων ἡμᾶς ἀεί, τοὺς θείαν Σου τιμῶντας, εἰκόνα μετὰ πόθου, καὶ προσκυνοῦντας Κόρη πάναγνε.
Ποικίλας νοσηλείας καὶ χαλεπάς, πυρετοὺς ποδαλγίας παρέσεις τε, καὶ δυσμενοῦς, ἐπηρείας πάσας καὶ προσβολάς, Σῶν οἰκετῶν πανύμνητε, ἐκποδὼν νῦν ποίησον Ἀγαθή, τῶν πόθῳ προσιόντων, Εἰκόνι τῇ σεπτῇ Σου, καὶ Σὲ πιστῶς τιμώντων Πάναγνε.
Μονὴν τὴν θαυμασίαν Σου καὶ κλεινήν, ἣν εἰς θείαν κατοίκησιν Ἄχραντε, τὴν Σὴν ἀεί, Κόρη ἠρετίσω καὶ τοὺς αὐτῇ, ἀσκητικῶς μονάζοντας, πάντιμον Εἰκόνα Σου καὶ σεπτήν, ὡς ὄλβον κεκτημένους, καὶ πύργον ἀσφαλείας, κινδύνων σῷζε παναμώμητε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τὴν τῆς Διωτίσσης, ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων, νόσων καὶ πάσης βλάβης, ῥῶσιν δαψιλεστάτην, καὶ χάριν ἄφθονον.
Σφαίραις οὐρανίους φωταγωγεῖς, ἀχράντῳ οἰκέσι, τὴν ὑδρόγειον δὲ βολαῖς, ἀῤῥήτων θαυμάτων, αὐγάζεις· ὅθεν πίστει, πάντες σὲ προσκυνοῦμεν, Μῆτερ Διώτισσα.
Τυφλοῖς τὴν ἀνάβλεψιν καὶ κωφοῖς, τὴν εὐηκοΐαν, καὶ ἀλάλοις λύσιν γλωσσῶν, νέμεις Θεοτόκε, πιστῶς σου δεομένοις· βαβαὶ Σῶν θαυμασίων, Κόρη μητράναδρε.
Εἰ τὸ θεῖον κράσπεδον τοῦ Χριστοῦ, ἀσθενεῖς ἰᾶται, τούτου χάριτι ἡ ἐσθής, τῆς Μητροπαρθένου, καὶ Θεονύμφου Κόρης, τοῖς χρήζουσιν ἀφθόνως, νέμε τὴν ἴασιν.
Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ, ὅτι πλήν Σου ἄλλης οὐ γινώσκω καταφυγήν, ὁ ἐν ἁμαρτίαις παντοίαις πεπλησμένος, ἐλέησόν με μόνη, χριστιανῶν ἡ ἐλπίς.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων Σου Ἁγνή, τὴν σεπτὴν Εἰκόνα καὶ πίστει, ἀσπαζομένων αὐτήν, ἄχραντε προΐστασαι ὡς προστασία πιστῶν, λυτρουμένη τῶν θλίψεων, αὐτοὺς καὶ κινδύνων, ὅθεν Σοι προσπίπτομεν ταύτην, τιμῶντες σεπτῶς, Μῆτερ καὶ βοῶμεν ἐν πίστει, ῥῦσαι καὶ ἡμᾶς τοὺς Σοὺς δούλους, πάντων τῶν δεινῶν τε καὶ κακώσεων.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι᾿ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου