ΟΚΤΩΒΡΙΟΣ ΣΤ.!!
ΜΑΚΑΡΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΚΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(π.
Μελέτιος Συρίγος Κρῆς)
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες
Τῆς
Κίου τὸ ἄνθος τὸ τερπνόν, Προύσσης δὲ τὸ καύχημα, καὶ οἰκουμένης τὸ στήριγμα,
τὸν θαυματόβρυτον, ποταμὸν Κυρίου, τὸν πᾶσαν αρδεύοντα, τὴν πόλιν τοῦ Θεοῦ τοῖς
ὁρμήμασιν, οἷς ἐπορεύετο, πρὸς τὰ σκάμματα γηθόμενος, ὑμνωδίαις στέψωμεν
Μακάριον.
Τροφεῖα
ἀπέδωκας τῇ σῇ, πατρίδι Μακάριε, σαυτὸν προθεὶς εἰς παράδειγμα, στεῤῥᾶς
ἀθλήσεως, ὑπὲρ τοῦ Κυρίου, καὶ δοὺς εἰς ὀχύρωμα, τὸ σῶμά σου τὸ πόνοις
ἀνάλωτον, εἰς ὃ προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα, ὡς ἐκ Κρήτης ἀειῤῥόου
νάματα.
Πατέρα
τὸν γήϊνον σοφέ, ὡς ἀπομωσάμενον, τὴν εὐσεβῆ πίστιν ἔλιπες, καὶ ἠκολούθησας,
τοῦ Χριστοῦ ὀπίσω, τὸν Σταυρὸν ἀράμενος, ἐν ὄρει τῷ Ἁγίῳ ἀλλ’ ὕστερον, καὶ τὴν
ζωὴν αὐτήν, ἀπηρνήσω καὶ στεῤῥότατα, ἐν τῇ Προύσσῃ ἤθλησας Μακάριε.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς
κατάκαρπον κλῆμά σε, τοῦ Χριστοῦ ὁ οὐράνιος, γεωργὸς ἐκάθηρεν ἵνα πλείονα, καρπὸν
προσάξης τῷ Πλάστῃ σου, διὸ συγκοπτόμενος, ἐν ἀξίνῃ σιδηρᾷ, μαρτυρίου
ἐξέβλυσας, οἶνον ἄφθονον, εὐφροσύνης ληνοῖς τῆς Ἐκκλησίας, ἐξ ὧν πάντες οἱ
ἀντλοῦντες, μέθην παθῶν ἀποβάλλουσιν.
Ἐν
νεάζοντι πνεύματι, Νέος Μάρτυς γεγένησαι, καὶ τὴν παλαιότητα τοῦ προπάτορος,
ἀποβαλὼν ἀναδέδυσαι, τὸν νέον ἐν χάριτι, καὶ καινὸν Ἀδὰμ διό, τὴν ἀγήρω
κεκλήρωσαι, καὶ τερπνὴν ζωήν, οὐρανίοις θαλάμοις σὺν παρθένοις, καὶ νεάνισι
Νυμφίῳ, τῷ νοητῷ συνηδόμενος.
Ὀρθοδόξων
στερέωμα, τῶν πιπτόντων ἀνόρθωσιν, Ἐκκλησίας στήριγμα καὶ καλλώπισμα, τῶν
μοναζόντων γυμνάσιον, νέων τε ἐκπαίδευμα, πρεσβυτῶν δὲ ἐρεισμόν, ὁ Χριστὸς σὲ
ἀνέδειξεν, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα.
Ἦχος δ΄.
Τὸν
τοῦ Χριστοῦ ἐραστὴν καὶ ἐρώμενον, ἅπαντες ἀνευφημήσωμεν, Μακάριον τὸν
πανένδοξον Μάρτυρα, ὅτι κραταιὰν ἔχων ὡς θάνατον, τὴν ἀγάπην πρὸς Αὐτόν, τὸ
θανεῖν ὑπὲρ τὸ ζῆν ἠρετίσατο, καὶ νῦν συζῇ, καὶ συμβασιλεύει Αὐτῷ αἰώνια, πρεσβεύων
ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ
διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά
σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς
ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ
εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς
ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ
Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον
ἔλεος.
Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´
9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´
15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος
ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε
Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὸν
ἀριστέαν τοῦ Χριστοῦ τὸν γενναῖον, καὶ καθαιρέτην τῆς πλάνης ἀκαταγώνιστον,
Μακάριον τὸν ἀοίδιμον Μάρτυρα, συνελθόντες, ἐν ὕμνοις ἀνευφημήσωμεν λέγοντες·
Χαίροις, τῶν Ὀρθοδόξων τὸ προπύργιον, καὶ τῆς Ἐκκλησίας τὸ ἀγαλλίαμα· χαίροις,
ὁ στέφανος τῆς Κίου, καὶ Προύσσης τὸ ἀγλάϊσμα, ἱκέτευε Χριστὸν τὸν Θεόν, μετὰ
τῶν συνάθλων σου Ἰγνατίου καὶ Πατρικίου. Τριὰς Ἁγιόλεκτε, Βιθυνίας τὰ
διηγήματα, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Ἡ
τῶν λειψάνων σου λάρναξ, Ὁσιομάρτυς Μακάριε, κρήνη θαυμάτων, τοῖς πιστοῖς
ἀναδέδεικται, ἰάσεις βρύουσα καθ’ ἑκάστην, καὶ πνεύματα πονηρὰ ἀπελαύνουσα,
πυρετούς τε σβεννῦσα, καὶ πάσης ἄλλης ἐξαίρουσα θλίψεως, ὅθεν ἀγλώσσως βοᾷ,
πᾶσι κηρύττουσα· Εὐλογητὸς ὁ Θεός, ὁ δοξάζων πάντας, τοὺς Αὐτὸν ἀντιδοξάζοντας.
Ἦχος
γ΄.
Σήμερον
τῶν φιλοχρίστων τὸ σύστημα, χαρᾶς πληροῦται ἐν πνεύματι, ἐπὶ τῇ μνήμῃ τοῦ
Ἀθλοφόρου, ἐνθυμούμενοι γάρ, τὴν καρτερίαν καὶ τὰ παλαίσματα, τοὺς ξεσμοὺς καὶ
τὰς μάστιγας, τὴν τάσιν τοῦ σώματος καὶ τὸν βόθρον, τοὺς λιθασμοὺς καὶ ξίφη καὶ
θάνατον, ἃ ὑπέστη ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοὺς στεφάνους φαντάζονται, καὶ
ὡς ἰδίοις αὐτῶν, τούτους ἐναβρύνονται, διὸ καὶ ψάλλοντες, μετὰ τοῦ Δαβὶδ
ἀναμέλπουσι· θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ, ὁ Θεὸς τοῦ νέου Ἰσραήλ.
Δόξα.
Ἦχος πλ. α΄.
Ἄσατε
λαοί, τῷ Βασιλεῖ ἡμῶν ἄσατε, ὅτι διὰ Σταυροῦ καὶ θανάτου, τὸν ἄρχοντα τοῦ
κόσμου τούτου ἐκβαλών, ἐπὶ τὰ ἔθνη ἐβασίλευσε, καὶ ἰσχὺν τοῖς μαθηταῖς Αὐτοῦ,
ἐδωρήσατο διὰ μαστίγων καὶ στρεβλώσεων, κατ’ Αὐτοῦ τρόπαια ἱστᾶν, διὸ καὶ
Μακάριον τὸν Μάρτυρα, διὰ ποικίλων βασάνων, καὶ αὐτοῦ τοῦ θανάτου εἰς τέλος,
τὴν ὀφρῦν τὴν ἐκείνου πατήσαντα, δοξάζομεν εἰς τοὺς αἰῶνας.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τὸ
ὄνομα μόνον προσειπών, τὸ σὸν ὦ Μακάριε, κλέος προσφέρω ἐπάξιον, ὅπερ γὰρ
ἔμελλες, γενέσθαι ἐκλήθης, ἢ κληθεὶς γεγένησαι, καὶ τῆς ἐπουρανίου τετύχηκας,
μακαριότητος, ἀπολαύων τῆς θεότητος, τῆς Ἁγίας Τριάδος αἰώνια.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ ἄνθος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Λίθοις
οἷς ἐλεύσθης ἐν Θεῷ, γέφυραν ἀνήγειρας, καὶ δι’ αὐτῆς πρὸς οὐράνιον, διέβης
σκήνωμα, τοῦ πολυταράχου, βίου τὸ κλυδώνιον, ἐάσας ὑπὸ πόδας Μακάριε, Χριστὸν
ἱκέτευε, καὶ ἡμᾶς νῦν θαλαττεύοντας, σωτηρίας πρὸς ὅρμον ἰθύνεσθαι.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ξίφος
τὸ χωρίσαν σου σοφέ, κάραν τὴν πανέντιμον, ἀπὸ τῶν ὤμων οὐκ ἴσχυσεν, ἀποχωρίσαι
σε, τῆς γνησιωτάτης, κεφαλῆς τοῦ Κτίστου σου, ἀλλ’ οὔτε τῶν μελῶν Ἐκκλησίας
σου, ἀλλ’ ἀδιάζευκτος, τούτοις μένων ζῆν ἀΐδιον, καὶ γλυκείαν ζωὴν
παμμακάριστε.
Δόξα.
Ἦχος α΄.
Δεῦτε
φιλομάρτυρες πάντες, καὶ Ἀθλητῶν οἱ ἐρασταί, συναχθέντες θεάσασθαι, μάχην
κραταιάν, γινομένην ὑπὸ τυράννων καὶ Μάρτυρος. Τῶν μὲν ἀγωνιζομένων, βασάνοις
ἀνηκέστοις, καταβαλεῖν ψυχῆς σταθηρότητα· τοῦ δὲ τῇ ἐνστάσει καταγελῶντος, τὰς
μάστιγας καὶ ταῖς αἰκίαις, μᾶλλον ἀλειφομένων πρὸς ἄθλησιν. Ὢ χειρῶν καὶ ποδῶν
μακαρίων, δι’ ὧν ἡ πλάνη ἐδεσμεύθη καὶ καταπεπάτηται, καὶ βασανισταὶ πικροὶ
κατησχύνθησαν. Χριστὸς δὲ ἐδοξάσθη, Θεὸς ἀληθὴς γνωριζόμενος, καὶ σώζων πάντας,
τοὺς εἰς Αὐτὸν ἐλπίζοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις·
Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ
τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ
τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα,
σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ
Μάρτυς Μακάριος ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ θράσος κατεπάτησε τῆς ἀσεβείας, στεῤῥῶς
ἀθλὼν ἐννομώτατα, δύναμιν γὰρ ἐξ ὕψους, ἐνδυθεὶς τῶν τυράννων, ἤσχυνε τὰς
ἐνέδρας, καὶ βιαίας στρεβλώσεις, διὸ ὡς στρατιώτην Χριστοῦ, αὐτὸν ἀνυμνήσωμεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
Μάρτυρα Χριστοῦ, καὶ γενναῖον ὁπλίτην, Μακάριον πιστοί, εὐφημήσωμεν ὕμνοις,
Θεὸν μεγαλύνοντες, τὸν εν πᾶσι τοῖς πέρασι, θαυμαζόμενον, ἐν τοῖς Αὐτοῦ
Ἀθλοφόροις, καὶ δοξάζοντα, Αὐτοῦ ἐν πλήθει θαυμάτων, Τριάδα δοξάσαντα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ
θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία,
καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ
τὴν β΄ στιχολογίαν. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀναρτηθεὶς
ἀπὸ τῆς γῆς θεοφόρε, ἔργοις ἐδείχθης κραταιὸς τοῦ Κυρίου, περιφανὴς ὁπλίτης τε
καὶ Μάρτυς ἀληθῶς, σφόδρα γὰρ ἐπήρθησαν, ἀπὸ γῆς οἱ τοῦ Κτίστου, κραταιοὶ ὡς
ἔφησε, μελωδῶν ὁ Προφήτης, καὶ διὰ τοῦτο πάντες οἱ πιστοί, σοῦ τὴν φωσφόρον, ὑμνοῦμεν
πανήγυριν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ
Θεοτόκῳ ἐκτενῶς...
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε
ἅπαντες πιστοί, τὴν τῶν Μαρτύρων καλλονήν, καὶ Ὁσίων ἀσκητῶν, τὴν σεμνοπρέπειαν
τερπναῖς, ἐν ὑμνωδίαις δοξάσωμεν ἐκ καρδίας, χαίροις τὸ καλόν, ὃ ἐξήνθησε,
παράδεισος φυτόν, Μάρτυς Μακάριε· χαίροις τῆς ἄνω πόλεως ὁ κόσμος, καὶ ἡ χαρὰ
τὸ ἐντρύφημα, τῆς Ἐκκλησίας χαίροις ἁπάντων, ἡμῶν τὸ κλέος, καὶ τὸ ἔνθεον
καύχημα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε,
βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ
σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν
μένει παρθένος.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ ἄνθος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Ἰδιόμελον. Ἦχος δ΄. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Τὸν
τοῦ Χριστοῦ ἐραστὴν καὶ ἐρώμενον, ἅπαντες ἀνευφημήσωμεν, Μακάριον τὸν
πανένδοξον Μάρτυρα, ὅτι κραταιὰν ἔχων ὡς θάνατον, τὴν ἀγάπην πρὸς Αὐτόν, τὸ
θανεῖν ὑπὲρ τὸ ζῆν ἠρετίσατο, καὶ νῦν συζῇ, καὶ συμβασιλεύει Αὐτῷ αἰώνια,
πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου β΄.
Ὁ α΄ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν
μακαριστὸν Μακάριον αἰνέσω. Μελέτιος.
ᾨδὴ
α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Τοῖς ἐγχειρεῖν,
προθυμουμένοις Μακάριε, μέλψαι τὰς ἀριστείας σου, χάριν ἐξαίτησον, ἐκ Θεοῦ ἵνα
μή σου, τὴν δόξαν ἐλαττοῦντες, εὐφημεῖν δοξάζομεν.
Ὁ Ἀθλητής, τῆς τοῦ Θεοῦ
παρατάξεως, καὶ οὐραγὸς δεικνύμενος, ὅτι ἐνήθλησεν, ἐν ἐσχάταις ἡμέραις, καλεῖ
πρὸς εὐωχίαν, ἡμᾶς συνδράμωμεν.
Νέον ἡμῖν, ῥόδον ἐξήνθησεν
εὔοσμον, ἐν τῷ χειμῶνι Δέσποτα, τῆς ἀθεότητος, τῷ νῦν ἐπαναστάντι, ὁ νέος
Ἀθλητής Σου, δόξα τῷ κράτει Σου.
Θεοτοκίον.
Μήτηρ ἐν γῇ, γέγονας τοῦ ἐν
Ὑψίστοις Θεοῦ, καὶ ποίημα ὑπάρχουσα, ποιητὴν τέτοκας, τὸν Σὸν Ὑπεραγία, ἀρχή τε
τῆς ἀρχῆς Σου, ὤφθης ὦ θαύματος.
Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς:
Τιμῶ προφρόνως τοὺς ἄθλους Μακαρίου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸ στόμα μου ἄνοιξον, τὸ
κεκλεισμένον τοῖς πταίσμασι, λιταῖς σου Μακάριε, καὶ πνεῦμα ἐκ τοῦ Θεοῦ, νῦν
κατάπεμψον, ἐμοὶ τῷ ἀναξίῳ, ὅπως τοὺς ἀγῶνάς σου, ἀνευφημήσω σεπτῶς.
Ἰχῶρσιν αἱμάτων σου, καὶ ἐν
ἱδρῶσι τῶν πόνων σου, ἀπέπλυνας ἔνδοξε, πᾶσαν ἰλὺν τῶν παθῶν, καὶ ἐφόρεσας,
λευκὸν ὑπὲρ χιόνα, ἔνδυμα κατάλληλον, τοῖς Ἀθληταῖς τοῦ Χριστοῦ.
Μακάριος γέγονας, ὑπὸ Θεῷ
ἀντιλήπτορι, καὶ γὰρ ἐν καρδίᾳ σου, τὰς ἀναβάσεις ποιῶν, ἐκ δυνάμεως, εἰς
δύναμιν προσήχθης, ἐκ πόνων ἀσκήσεως, εἰς τὸ μαρτύριον.
Θεοτοκίον.
Ὡραῖος Πανάμωμε, ὁ
γεννηθεὶς ἐκ Σοῦ πέφυκεν, Υἱοὺς ὑπὲρ ἅπαντας, τῶν γεννητόρων τῆς γῆς, διὸ
τρέχουσιν, ὀπίσω τούτου πόθῳ, ὡς κόραι νεάνιδες, αἱ τῶν Μαρτύρων ψυχαί.
ᾨδὴ
γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.
Ἀκράδαντον τὴν πίστιν ἐν σῇ
καρδίᾳ, ἐκ βρέφους θεοφόρε τηρῶν ἐμφρόνως, σὸν οἶκον ἐδομήσω ἐπὶ τὴν πέτραν,
Χριστὸν τὴν ἄσειστον, διὸ οἱ χείμαῤῥοι, πειρασμῶν οὐκ ἴσχυσαν, καταῤῥᾶξαί σε.
Κατέβαλες τὰ σπέρματα τῶν
σῶν πόνων, ἐν δάκρυσι ἀφθόνοις τῇ παροικίᾳ, ἐλπίζων ἐν πατρίδι θερίσαι χαίρων,
πολλαπλασίονα δράγματα Ὅσιε, ἐλπὶς δε οὐκ ἴσχυνε, τὴν σὴν ἔφεσιν.
Ἀγάπην βαθυτάτην πρὸς τὸν
Θεόν σου, κτησάμενος θεόφρον πάντα τὰ τοῦ κόσμου, ὡς σκύμβαλα ἡγήσω ἵνα
κερδίσης, αὐτὸν μονώτατον, διο κεκλήρωσαι, τὴν μακαριότητα, ταύτην Μακάριε.
Θεοτοκίον.
Ῥημάτων τοῦ Ἀγγέλου
ἐνηχηθεῖσα, συνέλαβες ἀσπόρως τὸν Πλαστουργόν Σου, καὶ σάρκα ὑπὲρ φύσιν
δανεισαμένη, ἀφράστως ἔτεκες, τοῦτον πανάμωμε, τὰ τῆς παρθενίας Σου, κλεῖθρα μὴ
λύσασα.
Ἕτερος.
Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Πτερνῖσαι νομίζοντες οἱ
πλάνοι, τὴν σὴν ἀμετάθετον βουλήν, ἄκοντα περιέτεμον, ὡς ἂν σὲ ἀναγκάσειαν,
θρησκεύειν τοῦ ἀλάστορος, ἀλλὰ σὺ τούτους κατήσχυνας.
Ῥημάτων τοῦ θείου
Ἀποστόλου, ἀκούσας συνέσει θεϊκῇ, ἐπέγνως ὡς οὐ δύναται, περιτομὴ πρὸς Κύριον,
οὔτε ἀκροβυστία τί, διὸ καινὴ κτίσις γέγονας.
Ὁ ἔρως ὃν εἶχες πρὸς τὸ
θεῖον, πλειόνως ἀνάψας τοῖς δεινοῖς, ὡς φλὸξ βιαίοις πνεύμασιν, εἰς ὄρος σὲ
ἀνήγαγε, τοῦ Ἄθωνος καὶ ἔδειξεν, ἐρημικὸν ὄντως ἄνθρακα.
Θεοτοκίον.
Φιλίας Παρθένου τῆς
ἀνάγνου, δεούσης με πρὸς τὰς χαμερπεῖς, τοῦ κόσμου ματαιότητας, ἀπόλυσον
πρεσβείαις Σου, καὶ ἔρωτι τοῦ Πλάστου μου, δέσμευσον ὅπως δοξάζω Σε.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐπιστάμενος
Μάρτυς ὁ τοῦ Χριστοῦ, ὡς ἀν ἡ οἰκία αὐτοῦ λυθῆ, τοῦ σκήνους ἡ ἐπίγειος, ἐκ Θεοῦ
ἀπολήψεται, οἰκοδομὴν ἐν πόλῳ, αἰώνιον ἔνδοξον, καθ’ ἑκάστην ὥραν, ἐν τούτῳ
ἐστέναζεν, ὅπως ἐνδυθείη, τὴν φαιδρὰν κατοικίαν, τὸν χοῦν ἀποθέμενος, διὰ τοῦτο
εἰσήκουσε, τῆς φωνῆς αὐτοῦ Κύριος, καὶ μάστιξι τούτου τὴν φθοράν, ἐκτινάξας
δέδωκε πολύφωτον, περιβόλαιον ἔχειν, ζωὴν τὴν ἀθάνατον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε Μήτηρ Θεοῦ...
ᾨδὴ
δ΄. Ἐλήλυθας.
Ἰσότητι, τῶν δικαίων
σταθμῶν διαιτώμενος, τῷ κρείττονι δέδωκας, ἄρχειν σοφὲ οὐ τῷ χείρονι, ὅθεν σε
ὡς δίκαιον, δικαιοσύνης στεφάνῳ, ὁ Κύριος ἐκόσμησε.
Συνέσφιγξας, δερματίνη ὡς
ζώνη Μακάριε, ὀσφῦν τε καὶ ψόας σου, ἐν τῇ νεκρώσει τοῦ σώματος, διὸ τὰ
ἐμπαίγματα, τὰ πυρίφλεκτα πάντα, γενναίως κατεπάτησας.
Τὰ ἔμπυρα, τοῦ δολίου καὶ
βέλη καὶ δόρατα, ὡς βέλη νηπίων σοι, Ὁσιομάρτυς γεγόνασι, καὶ γὰρ περιέφραττεν,
ὁ θυρεὸς τῆς ἀνδρείας, καὶ πίστεως τὸ πνεῦμά σου.
Θεοτοκίον.
Ὁ τόκος Σου, παρθενίᾳ
συνῆπται ἀμίαντε, καὶ γᾶμον ἡγίασε, καὶ παρθενίαν προέκρινε, διόπερ ὀπίσω Σου,
παρθένων ὅμιλος θεῖος, ὡς βασιλεῖ ἐφέπονται.
Ἕτερος.
Ὁ καθήμενος ἐν δόξῃ.
Ῥαθυμίας σε ὁ ὕπνος,
οὐδαμῶς καταβέβληκεν, οὐ γὰρ τοῖς βλεφάροις, νυσταγμὸν ἐπέδωκας Ὅσιε, οὐδὲ
ἀνάπαυσιν ὄντως τοῖς κροτάφοις σου, ἕως εἴληφας τοῦ μαρτυρίου τὸν στέφανον.
Ὁ Σωτὴρ ὅπερ προέφη, ἐπὶ σὲ
ἐκπεπλήρωται, ὁ γὰρ σὸς γεννῆτορ, τοῖς πικροῖς τυράννοις προδέδωκε, σὲ τὸν υἱὸν
εἰς θανάτου τὴν κατάκρισιν, ἀποβέβηκε δὲ εἰς ποθητόν σοι μαρτύριον.
Νοητὰς πρὸς παρατάξεις, τῶν
δαιμόνων ἐπάλαισας, ἐν σαθρῷ τὸ ὅλον, τεταριχευμένῳ τε σώματι, καὶ τὴν ὀφρῦν
τὴν ἐκείνων κατεπάτησας, κρατυνόμενος θείᾳ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Ὢ θαυμάτων παραδόξων, πρὸς
ὁ ὢν ἐκ τῆς μήτρας Σου, γεννᾶται καὶ Κτίστης, πέλων ὥσπερ κτίσμα προέρχεται,
καὶ γαλουχεῖται ὁ τρέφων πνοὴν ἅπασαν, καὶ Παρθένον Σε διατηρεῖ τὴν θηλάζουσαν.
ᾨδὴ
ε΄. Ὁ φωτισμός.
Νεοφανής, ἀνεδείχθης ἑῶος,
ἀστὴρ παμμάκαρ, ἅπαν τὸ στερέωμα Ἐκκλησίας, καταφωτίζων, ταῖς τῶν ἄθλων ἀκτῖσι,
καὶ ἱδρῶσι τοῖς τῆς ἀσκήσεως, διὸ εἰς τὴν ἄνω ἐπήχθης μητρόπολιν.
Μαστιγωθείς, καὶ ἐν
πλείσταις ἡμέραις, ἀνηρτημένος, ἄκροις τε δακτύλοις τῇ γῇ ἐρείδων, τοῦ σοῦ
Δεσπότου, τὴν μαστίγωσιν Μάρτυς, ἐμιμήσω στεῤῥῶν καὶ σταύρωσιν, ὅθεν συνδοξάζη
αὐτῷ ἀγαλλόμενος.
Ἀκηκοώς, τοῦ Κυρίου τὰς
θείας, ἐπαγγελίας, ἃς καθυπισχνεῖται τοῖς ἀρνουμένοις, τὰς συγγενείας, δι’
αὐτὸν καὶ τὸν κόσμον, τοῦ πατρός σου τὴν ἀθεότητα, μισήσας καὶ δόξαν Χριστῷ
ἠκολούθησας.
Θεοτοκίον.
Καταλαβεῖν, νοῦς οὐδ’ ὅλως
ἰσχύει, Παρθενομῆτορ, θαῦμα τὸ τοῦ τόκου Σου πῶς θηλάζεις, καὶ παρθενεύεις, ὡς
πρὸ τόκου ὦ πύλης, κεκλεισμένη δι’ ἧς ὁ Κύριος, ἄρτον τῆς σαρκὸς προσλαβὼν
διελήλυθε.
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Στενῶσαι ἠπείγοντι, ἐν
σκοτεινῷ σε φρέατι, πλάνης οἱ προστάται σὺ δ’ ἐβόας· μὴ δὲ συσχέτω φρέαρ τὸ
στόμα αὐτοῦ, μῆτε καταπίη με βυθός, ὁ τῆς ἀπογνώσεως, σὺ Χριστέ μοι βοήθησον.
Τοσοῦτον αἱρόμενος, ἀπὸ τῆς
γῆς Μακάριε, ὡς μὴ δὲ ἀρκεῖν τῆς γῆς θιγγάνειν, εἰμὴ δακτύλοις ἄκροις ποδῶν τῶν
ἐν σοί, ἐβόας πρὸς Κύριον χαρᾷ, ὄντως συ τοὺς πόδας μου, ἐξ ἰλύος ἀνείλκυσας.
Οἱ λίθοι οἳ ετυπτον, πέτραν
τῆς καρτερίας σου, μηδὲ δυνηθέντες σου τὸν τόνον, παρασαλεῦσαι ἐξησθενήκασι,
καὶ σαθροὶ ἐδείχθησαν σὺ δ’ ὡς, ἄκμων γενναιότατος, τοὺς αὐτῶν ψόφους ἔπαιζες.
Θεοτοκίον.
Υἱὸν ὅνπερ ἔτεκες, Παρθένε
ἀπειρόγαμε, πάντας τοὺς ἀνθρώπους τῷ Ὑψίστῳ, υἱοθετήσας διὰ τῆς πίστεως, κληρονόμους
ἔθηκεν αὐτούς, τῆς μακαριότητος, διὰ
τοῦτο ὑμνοῦμέν Σε.
ᾨδὴ
στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀκηλίδωτον ἔσοπτρον
γέγονας, τῶν πρώην ἐλλάμψεις Ὁσίων Μαρτύρων τε, εἰς ἑαυτὸν δεχόμενος, ἃς ἡμῖν
ἐξεδίσκευσας ὕστερον.
Ῥιπτομένῳ σοι κύμβαλον
Ὅσιε, εἰς φρέαρ βαθύτατον καὶ ζοφερώτατον, φῶς θεῖον ἐξανέτειλε, καὶ πολλῆς
εὐφροσύνης σὲ ἔπλησεν.
Ἰατρὸς ἀνεδείχθης
πανάριστος, ὅτι τετραυμάτισαι ὑπὲρ τοῦ Κτίστου σου, φάρμακα δὲ γεγόνασιν, οἱ
κρουνοὶ τῶν αἱμάτων σου ἔνδοξε.
Θεοτοκίον.
Ὁ κλεινὸς τῶν Μαρτύρων
κατάλογος, καὶ Ὁσίων πλήθη κηρύττει Σε Δέσποινα, Υἱοῦ Θεοῦ γεννήτριαν, ὑπὸ Σὲ
γὰρ νομίμως ἀγωνίζοντι.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Σῖτον καθάπερ πανέντιμον,
ἠττήσατο σατᾶν σινιᾶσαί σε, ἀλλ’ ὁ Δεσπότης σου, ὡς γεωργὸς παρεκάλεσε, μὴ
ἐκλιπεῖν τὴν πίστιν, σοῦ ὅθεν ἤθλησας.
Ἅπαν τὸ σῶμα καὶ πνεῦμά
σου, προσῆξας τῷ Θεῷ ὁλοκαύτωμα, ὡς ἱερώτατον, πρότερον δὲ μόνην ἔθυες,
αἰνέσεως θυσίαν, ἐν τῇ ἀσκήσει σου.
Θλίψει πολλῇ συνεχόμενον,
τὸν Μάρτυρά Σου Λόγε ἐπλάτυνας, εἰς τὰ σκηνώματα, τοῦ οὐρανοῦ τὰ εὐρύχωρα, ἐν
οἷς ἡ εὐφροσύνη, ἡ ἀκατάπαυστος.
Θεοτοκίον.
Λυχνία οἶδά σε ἔμψυχον,
λαμπάδιον τὸ θεῖον βαστάσασαν, Χριστὸν τὸν Κύριον, Παρθενομῆτορ πανάμωμε, καὶ
Σὺ πρὸς θείας, τρίβους ὁδήγησον.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
θεοφόρον ἀσκητὴν τοῦ Κυρίου, καὶ Ἀθλοφόρον γενναιότατον πάντες, τὸν ἐν διπλοῖς
κοσμήσαντα ἀγῶσι τῆς Χριστοῦ, Ἐκκλησίαν σήμερον, εὐφημήσωμεν ὕμνοις, οὗτος γὰρ
ἀσκήσεως, ἐν ἱδρῶσι ἐμπρέψας, καὶ μαρτυρίου νομίμως τὴν ὁδόν, διαπεράσας,
διπλοῦν στέφος εἴληφε.
Ὁ
Οἶκος.
Ὁ
τῶν ἁπάντων Ποιητής, καὶ πάντα διεξάγων, ἐν τῇ προνοίᾳ τῇ Αὐτοῦ τῇ
ἀνεξευρενήτῳ, φησὶ πρὸς τοὺς ὑπὲρ Αὐτοῦ, καὶ τοῦ Εὐαγγελίου ἀποκταθέντας, καὶ
θερμῶς ἐκδίκησιν αἰτοῦντας, τοῦ αἵματος αὐτῶν ἐκκεχυμένου, ἵνα ἔτι μικρὸν
ἀναπαύσωνται χρόνον, ἕως οὗ καὶ οἱ συνδούλοι αὐτῶν, καὶ ἀδελφῶν πληρωθῶσιν, οἱ
μέλλοντες ἀποκτήνεσθαι ὡς καὶ αὐτοί. Οὗτοι γοῦν ἡ τῶν πρωτοτόκων Ἐκκλησία, ἐν
ταῖς ἐσχάταις ταῦταις ἡμέραις, πρὸς αὐτοὺς διὰ μαρτυρίου παραγενόμενον,
προσδεξάμενοι Μακάριον τὸν ἀοίδιμον, χαρᾷ χαίρουσιν ἀνεκλαλήτῳ, ἐγγίζουσαν
ὁρῶντες τὴν αὐτῶν ἀπολύτρωσιν. Συνεκλάμπει γὰρ αὐτοῖς καὶ οὗτος, ἐν στολῇ
λελαμπρυσμένῃ, καὶ σὺν πᾶσι δικαίοις εὐφραίνεται, ὅτι διπλοῦν στέφος εἴληφε.
Συναξάριον
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος
Νέος Ὁσιομάρτυς Μακάριος, ὁ ἐκ Κίου μὲν τῆς Βιθυνίας
καταγόμενος, ἐν Προύσῃ δὲ μαρτυρήσας, λιθοβοληθεὶς πρότερον, ὕστερον ξίφει
τελειοῦται κατὰ τὸ ἔτος 1590.
Μακάριος
πρίν, ὣν κατὰ κλῆσιν μάκαρ,
Νῦν κατὰ
πεῖραν ἀνεδείχθης ἐκ ξίφους.
Ὁ Μακάριος ἐν
λίθοις τε καὶ ξίφει,
Θεῷ τελευτᾶ ὦ
τέλους μακαρίου.
Ἕκτη
Μακαρίοιο δέμας κατὰ λαεσιλεύσθη.
Οὗτος,
ὤρμητι μὲν ἐκ τῆς κατὰ Βιθυνίαν Κίου, γέννημα καὶ θρέμμα γονέων εὐσεβῶν τέως·
Πέτρου καὶ Θεοφιλίνας. Ῥάπτῃ δὲ τινὶ θεοφιλεῖ παραδοθείς, εἰς τὸ ἐκμαθεῖν τὴν
ἐκείνου τέχνην, ὑπὸ εὐσεβείας τρόποις ὁ παῖς ἐτρέφετο, πᾶσας ἀτάκτους ὁμιλίας
τῶν συνηλικιωτῶν ἀποφεύγων καὶ κατὰ μόνας διάγων, συννοῦς ἀεὶ ὢν καὶ ἑαυτῷ
προσέχων, γεωργῶν ἀπὸ φύσεως τὰ τῆς ἀρετῆς σπέρματα, τὰ ὑπὸ Θεοῦ αὐτῷ
ἐνεσπαρμένα. Τούτου δὲ ἤδη τὴν μείρακος ἡλικίαν ἀπτομένου, ὁ πατὴρ αὐτοῦ, τῆς
τοῦ Χριστοῦ ἀποστατήσας πίστεως, πρὸς τὴν ἀγαρηνῶν θρησκείαν αὐτόμολος
ἐπορεύθη, καὶ τὴν Κῖον καταλιπών, εἰς Προῦσσαν τὰς διατριβὰς ἐποιεῖτο. Ὁ δὲ
Ἐμμανουήλ (τοῦτο γὰρ ἧν ὄνομα Μακαρίῳ πρότερον), εἰς Προῦσσαν ποτὲ ἀπελθών, ἐφ’
ᾧ ἐξωνήσασθαι τὰ πρὸς τὴν τέχνην αὐτοῦ ἐπιτήδεια, ἐνέτυχε τῷ ἀσεβεστάτῳ πατρί.
Ὃς μὴ τῇ οἰκείᾳ ἀπωλείᾳ ἀρκούμενος, ἔσπευδε συνεφελκύσασθαι καὶ τὸν παῖδα, εἰς
τὸν αὐτὸν βόθυνον. Πρᾶγμα ὄντως ποιῶν, ὃ μήτε ὁ ἐν φλογὶ ἀποτηγανιζόμενος
πλούσιος ἐπεπόθησεν. Ἐκεῖνος γὰρ μήτε τοὺς ἀδελφοὺς ἠνέσχετο κοινωνοὺς ἔχειν
τῆς κολάσεως, οὗτος δὲ καὶ τὸν παῖδα οὐ μόνον συνεβούλευεν, ἀλλὰ καὶ ἠνάγκαζε
συμμεθέξειν τῶν αἰωνίων βασάνων, ὁ μὲν οὖν μῆραξ μὴ παρασχὼν ἑαυτὸν εὐπειθῆ
τοῖς πατρικοῖς παραγγέλμασι, παρεδόθη ὑπ’ αὐτοῦ τῷ κριτῇ. Καὶ εὐθὺς συκοφάνται
καὶ ψευδομάρτυρες ἐπανάστησαν, καταμαρτυροῦντες αὐτοῦ, ὡς ἐπαγγειλαμένου δῆθεν
τὴν τῶν ἀγαρηνῶν περιπτύξασθαι θρησκείαν, καθ’ ὃν καιρὸν καὶ ὁ εὐτυχὴς αὐτοῦ
πατήρ, τὸν Ἰησοῦν Χριστὸν ἀπομώσατο. Τοῦτον δὲ ἀρνούμενον καὶ σφοδρῶς
ἀντιτείνοντα, λαβόντες ἀκρίτως περιέτεμον ἄκοντα. Οὐκ ὀλίγας πληγὰς αὐτῷ
ἐπιθέντες, τοῦ πατρὸς αὐτοῦ, τοῦτον ἀνηλεῶς μαστίζοντος, καὶ τοὺς ἄλλους εἰς
τοῦτο ἐρεθίζοντος.
Ὁ
μὲν οὖν Ἐμμανουήλ, εὐθὺς μετὰ τὸν πόνον, εἰς τὸ Ἅγιον Ὄρος ἀπελθών, ἀπεκείρατο,
μετονομασθεὶς Μακάριος, τὰς δὲ ἐκεῖσε ἀγρυπνίας καὶ δακρύων πηγάς, παννύχους
στάσεις καὶ χαμευνίας καὶ τὰς λοιπὰς κακουχίας τοῦ σώματος, τίς ἂν ἀξίως
ἐκδιηγήσεται; Ἀρνητὴν γὰρ Χριστοῦ ἑαυτὸν ὑπολαμβάνων, διὰ τὴν ἀκούσιον
κατατομήν, τὴν τοῦ Πέτρου ἀεὶ μετάνοια ἐπεδείκνυτο. Ἐκεῖ οὖν δύο καὶ δέκα
χρόνους ἐνδιατρίψας, ἧν στενάζων διαπαντός, καὶ ὀδυρώμενος. Ἦγε δὲ καὶ 18ον
ἔτος ὅτε περιετμήθη, πορευθεὶς ἑνὶ τῶν εὐδιακρίτων πνευματικῶν, ἐξήγγειλεν αὐτῷ
πάντα τὰ κατ’ αὐτόν. Ὁ δὲ παρεμυθεῖν αὐτὸν καὶ παρεθάῤῥυνεν ἐμμένειν τῇ μετανοίᾳ,
ὁ δὲ ἀποκριθεὶς ἔφη, τὸ τοῦ Κυρίου ῥῆμα: Πάτερ
τιμιώτατε, ἐκφοβεῖ με ἀδιαλείπτως, τὸ λέγειν· πᾶς ὅστις ἀρνήσηταί με ἔμπροσθεν
τῶν ανθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τί
οὖν γένωμαι ἐν ὥρᾳ τῆς κρίσεως ἐὰν εὑρεθῷ ἔχων ἐν ἐμαυτῷ τὸ σημεῖον τῆς αὐτοῦ
ἀρνήσεως; Πῶς παραστῶ ἐστιγματισμένος ἄτοπα τῷ ὑπὲρ ἐμοῦ τραυματισθέντι
εὐσπλάγχνως καὶ τὰς πληγάς, εἰς ἐμὸν ἔλεγχον προβάλλοντι; Οὐχ ὑποφέρω τὴν
αἰσχύνην, οὐκ οἴστον μοι τὸ ὄνειδος. Οὐχ οὕτως ἀναιδὴς ἐγὼ καὶ τολμηρός, ὡς ἑμαυτὸν
συνείρειν τοῖς καλοῖς δαιτυμόσιν ἐν τῇ Τραπέζῃ τοῦ Κυρίου μου, ἐὰν μὴ τῷ ἐμῷ
αἵματι τὸν ῥύπον ἀποκαθάρας, τῆς σαρκὸς στολὴν λαμπρὰν ἐξυφάνω καὶ περιβάλλομαι
τῷ πνεύματι. Οἶδα ὅτι προσδέξεταί με ὁ Κύριος καὶ οὐκ ἀποβαλεῖ με. Ἐκείνου γὰρ
εἰσὶν οἱ λόγοι οἱ λέγοντες· τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω ἔξω. Τούτου
γοῦν τῆς μετὰ συνέσεως προθυμία ἀκοῦσας ὁ θεῖος ἐκεῖνος ἀνήρ, εὐλογίας αὐτὸν
ἐφοδιάσας, προς τὸν τοῦ μαρτυρίου δρόμον μᾶλλον παρότρυνε.
Καὶ εὐθὺς ἀφεὶς τὰς κατὰ το ὄρος διατριβὰς ὁ
Μακάριος, εἰς τὴν Βύζαντος ἦλθε. Καὶ νόμον αἰτήσεως παρὰ τοῦ πρώτου
νομοκράτορος τῶν ἀγαρηνῶν διαγορεύοντα, ἐξεῖναι τῷ ἀκουσίως εἰς τὴν αὐτῶν
θρησκείαν ἐλθόντι καίτοι περιτμημθέντι, διατρίβειν πάλιν, ἐν ᾧ καὶ πρότερον
σχήματι μηδοτιοῦν ὑπό τινος ἐνοχλουμένῳ ἀπῆλθεν ἐν τινὶ Μοναστηρίῳ τῆς
Ὑπεραγίας Θεοτόκου, ἐν τῇ νήσῳ Χάλκῃ. Κἀκεῖθεν τὴν μητέρα αὐτοῦ
μετακαλεσάμενος, ἀπὸ Κίου ἐνεφανίσθη μὲν αὐτῇ, εἰδὼς αὐτὴν θεοφιλῆ ὄντως καὶ
εὐσεβοῦσαν ἄνωθεν καὶ τὴν εὐλογίαν αὐτῆς ἀπειτήσατο, οὐκ ἀπεκάλυψε δὲ αὐτῇ τὸν
σκοπὸν ὃν εἶχε πρὸς τὸ μαρτύριον. Καταλείψας δὲ ἐκεῖσε ὃν ἐφόρει σταυρόν, καὶ
τινὰ εἰκόνα καὶ ἄμφια, ἵνα εὑρούσα ἡ μήτηρ, ἔχει αὐτὰ ὡς παραμυθίας κειμήλιον,
καὶ μὴ λάβωσιν οἱ τύραννοι καὶ ἐνυβρίσωσιν εἰς αυτὰ ἀπῆλθεν εἰς Προῦσσαν,
ἀπολύσας τὴν μητέρα εἰς τὰ ἴδια. Ἐμφανισθεὶς δὲ τῷ πατρί, ἐν σχήματι μοναχοῦ,
εἰς όργὴν και θυμὸν ἄγριον παρώξυνεν αὐτόν. Εὐθὺς οὖν ἀνάρπαστος γέγονε πρὸς
τὸν Κριτήν, καὶ οἱ μὲν σφοδρῶς κατηγόρουν κατὰ τοῦ τὴν περιτομὴν αὐτῶν καὶ τὴν
θρησκείαν ἀθετήσαντος. Ὁ δὲ φείσασθαι
αὐτὴν βουλόμενος, ἵνα μὴ δωρεὰν γένηται αὐτὸ τῆς ἐκείνων κατακρίσεως αἴτιος,
πραείᾳ καὶ ἡσύχῳ τῇ φωνῇ τὸν νόμον τὸν ὑπὸ τοῦ νομοκράτορος αὐτῶν ἐκδοθέντα,
ἐπιδίδωσι τῷ Κριτῇ. Ὁ δὲ ἐπιείκειαν δῆθεν υποκρινόμενος, ἢ καὶ ἄλλως τῷ νόμῳ
ὑπείκων ἀπέλυσε αὐτόν, δοὺς ἐξουσίαν εἶναι πάλιν χριστιανόν, ὑπὸ μηδενὸς
κωλυόμενον. Ὁ δὲ πατὴρ αὐτοῦ καὶ οἱ ἐκείνῳ ὁμόφρονες, τῷ κριτῇ ἀνθιστάμενοι καὶ
ἀπειλήσαντες ἀποδείξειν αὐτὸν οὐ προστάτην τῆς ἐκείνων θρησκείας, ἀλλὰ μᾶλλον
προδότην καὶ ἀναιρέτην τῶν δογμάτων αὐτῶν, ὡς οὐκ ἐπαγόμενον δῆθεν τὰ ἔθνη πρὸς
ἑαυτὴν ἀλλὰ καὶ τοὺς ποτὲ κατ’ αὐτοὺς εὐσεβήσαντας, ἀτιμωρήτους καταλείπων, ἀπὸ
τῆς καλῆς αὐτῶν πίστεως μεταχωρήσαντας, μετέβαλον αὐτὸν ἀπὸ τῆς προτέρας γνώμης
καὶ εὐθὺς ἐν τεθηριωμένῳ προσώπῳ καὶ πυρφόροις ὄμμασι, φησὶ πρὸς τὸν Ἅγιον: Ἀσεβέστατε, σὺ πρῶτον ἐπιγνοὺς τὴν ἡμετέραν
πίστιν, προσέδραμες θερμῶς καὶ περιετμήθης καὶ νῦν παλινδρομήσας λογίζῃ
ἀτιμώρητος διαμεῖναι; Πολλὰ κακὰ ἐνδείξομαι εἰς σὲ καὶ κακῶς κακὸν τοῦ τῆδε
βίου σὲ ἀπαλλάξω. Οὐχ ὁρᾶς τὴν ἰσχὺν τῆς ἡμετέρας βασιλείας; Πόσαις θλίψεσι καθυποβάλλομεν
τοὺς μὴ πειθομένους ἡμῖν καὶ πόσων δωρεῶν ἀξιοῦμεν τοὺς ἡμῖν προστρέχοντας ἢ
πείσθητι γοῦν ἡμῖν ἑαυτῷ μεταβουλεύσας τὰ κρείττονα ἢ πολλῶν πειρασθήση
κολαστηρίων; Ὁ δὲ μηδοτιοῦν δειλιάσας πρὸς τὸν θυμὸν τοῦ δικάζοντος φησίν: Ἐγὼ μὲν οὐδέποτε ἑκὼν ὑμῶν τῇ θρησκείᾳ
προσέδραμον· ἄκοντα δέ με καὶ λίαν ἐρίζοντα περιετέμετε, ὡς ἴασιν οἱ τότε
παρόντες. Οὔτε δὲ ἄότε ποτὲ τινὸς τῶν ὑμετέρων ἐπεθύμησα. Οὔτε δογμάτων, οὔτε
δόξης φθειρομένης, οὔτε πλούτου φεύγοντος, καὶ ταῦτα ἐξ ἀδικίας συναγομένου.
Διὸ οὔτε προσέδραμον πρὸς ὑμᾶς, ἐπιθυμίᾳ τοῦ ἀπολαῦσαι τινὸς τοιούτων, ἀλλ’ ὡς
ἀποπρόσωπον ὄφεως, οὕτως ἀπεδίδρασκον ἀφ’ ἡμῶν, φοβούμενος μὴ τῷ δηλητηρίῳ ἰῷ
τῆς θρησκείας ὑμῶν, καταμολυνθείς, θάνατον ἐλεεινὸν ἐπισπάσωμαι. Ἐπὶ δὲ τῆς
βασιλείας ὑμῶν ἰσχύϊ μὴ οὕτως εἰς ὑπεροχὴν ἐγκαυχᾶσθε. Εἰ γὰρ καὶ πᾶσα κράτησις
καὶ δυναστείᾳ παρὰ Ὑψίστου τοῖς κρατοῦσι δίδοται, ἀλλ’ οὐκ ἀεὶ τοῖς ἐπιεικέσι
χορηγεῖται, ἀλλὰ καὶ τοῖς σκολιοῖς καὶ ασεβεστάτοις εἰς παίδευσιν τῶν ὧν
καταδυναστεύουσιν. Επὶ οὖν καὶ ὑμῖν δι’ ἃς οἶδεν αἰτίας ὁ Κύριος δέδωκε τὸ
ἄρχειν, τῇ εξουσίᾳ χρᾶσθαι κατατρυφήσατε τῆς δυναστείας, μηδενὸς φείσασθε τῶν
εἰς τὴν ἡμετέραν συντεινόντων τιμωρία, σφάττε, κόπτε, κατάτεμνε, καῖε, καὶ
μᾶλλον ἡμεῖς ἕτοιμοι εἰς τὸ πάσχειν ὑπερ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν ἢ σὺ
εἰς τὸ κολάζειν. Μὴ οὖν βραδύνης τὸ χρηστὸν ἀποφήνασθαι πρόσταγμα. Ἀναπτέσθω
τὴν ταχίστην το πῦρ, στιλβωθήτωσαν ξίφη, βόθροι ὀρυττέτωσαν, σκόλοπες
πηχθήτωσαν, τροχοί, καταπέλται καὶ ἀρθρέμβολα ἑτοιμασθήτωσαν ἂν ἄρα διὰ πάντων
τούτων, διελθεῖν δυνήσομαι, ὅσῳ γὰρ ἂν πλείονως κολασθήσομαι, τοσούτῳ ὡραιότερα
τῷ Θεῷ μου ὀφθήσομαι.
Ταῦτα
καὶ τοιαῦτα εἰπόντος τοῦ Μάρτυρος, ὁ ἡγεμὼν ὑπενόει, μακρὰν αὐτῷ καὶ δεινὴν
ἐπιθεῖναι κόλασιν. Καὶ δὴ καταδικάζει αὐτὸν κρεμασθῆναι ἐκ τῶν χειρῶν καὶ
τοσοῦτον τῆς γῆς ἀπαιωρῆσθαι, ὡς μόνοις ἄκροις τοῖς τῶν ποδῶν δακτύλοις τοῦ
ἐδαφους ἄπτεσθαι, ἵνα τῇ τοῦ πατῆσαι ἐπιθυμία αὐτὸς ἑαὐτὸν καταβαρύνοι καὶ
κατατήκοι, τοῦτο δὲ εἰς τεσσαράκοντα ἡμέρας ἐκτείνεσθαι. Καὶ τούτου γενομένου ὁ
πατὴρ αὐτοῦ σὺν πολλοῖς ἄλλοις πρὸς αὐτὸν καθ’ ἑκάστην πορευόμενος ἀνηλέως
ἐμάστιζεν, ὡς ἀμαυροῦσθαι τοῖς μάστιγξιν, τὴν τοῦ μαγγάνου βάσανον. Ὁ δὲ τῷ Θεῷ
εὐχαριστῶν, οὐκ ἐπαύετο. Διελθουσῶν οὖν τῶν 40 ἡμερῶν, καταγαγὼν αὐτὸν ὁ
ἡγεμών, παρέστησεν ἔμπροσθεν αὐτῷ καὶ φησὶ πρὸς αὐτόν: Οἶμαι σὲ ταῖς μέχρι τοῦ νῦν βασάνοις ἐσωφρονίσθαι καὶ εἰς ἑαυτὸν
ἐληλυθένται. Μετανόησον οὖν ἀπὸ τῆς πρώην ἀφροσύνης σου καὶ πλειόνων δωρεῶν σὺ
ἀξιώσω. Εἰ δὲ μὴ τελείως σὲ ἀφανίσω. Ὁ δὲ φησίν: Καλῶς λογίζῃ ὦ δικαστά, σώφρονά με λογισμὸν εἰληφέναι, ἀπὸ τῶν τιμωριῶν
καὶ μαστίγων καὶ γὰρ τῷ ὄντι οὐδέν μοι δοκεῖ σοφώτερον καὶ ἐπικερδέστερον ὡς τὸ
ὑπὲρ τοῦ εμοῦ Χριστοῦ πάσχειν, ὃν δόξας ἀρνήσασθαι ἄκων, ἑκὼν ὁμολογῶ καὶ
κηρύττω Θεὸν ἀληθινόν, ποιητὴν οὐρανοῦ καὶ γῆς. Δι’ ἡμᾶς τοὺς ἀνθρώπους σάρκα
λαβόντα ὕστερον καὶ γνωρίσαντα ἡμῖν, τὴν τῆς σωτηρίας ὁδόν, διὰ τῆς πίστεως καὶ
τοῦ εἰς τὴν Ἁγίαν Τριάδα βαπτίσματος, τὴν μίαν θεότητα καὶ βασιλεία ὁμοούσιον
καὶ ἀδιαίρετον, ταῦτα φρονῶν σωφρονῶ καὶ ἕτοιμος εἰμὶ ὑπὲρ τῆς ὁμολογίας
ταύτης, διὰ πολυειδῶν θλίψεων τοῦ παρόντος βίου ἀπαλλαγῆναι. Οἶδα γὰρ οἶδα τὰ
ἔπαθλα τὰ ἐναποκείμενα τοῖς ταῦτα ὁμολογοῦσι. Πρόσθες οὖν τοῖς παρελθοῦσι τὰ
ἐναπολειφθέντα σοι παθήματα καὶ χάριν εἰδήσομεν.
Ὀ
δὲ προστάσσειν τοῦτον ἀπενεχθῆναι εἰς τὴν ἐσωτέραν φυλακήν, ἐν ᾗ φρέαρ
βαθύτατον καὶ σκοτεινόν, ἄνικμον, ἀνώρυκτο καὶ εἰς αὐτο καταβιβάζεσθαι τὸν
Μάρτυρα κατὰ κεφαλῆς καὶ ἀνελκέσθαι ἑκάστης ἡμέρας, λαμβάνοντα τετρακοσίας
πληγάς, ἕως τοῦ πληρωθῶσιν μῆνες τρεῖς. Ἐκεῖσε γοῦν τοῦ Ἁγίου βασανιζομένου καὶ
μετ’ εὐχαριστίας τῷ Θεῷ προσευχομένου, φόβος μέγας εἰς τοὺς μαστίζοντας ἔπεσεν.
Ἦχος γὰρ μέγας ἠκούσθη καὶ βροντή, μετὰ σεισμοῦ ἐγεγόνει. Φῶς τὲ θεῖον ἐξ
οὐρανοῦ ἐνεχθέν, τοῦ ἡλίου λαμπρότερον, ὅλον τὸ οἴκημα περιέλαμψε καὶ ὁ Μάρτυς
τῶν δεσμῶν εὑρέθη λελυμένος. Φωναὶ δὲ καὶ ψαλμωδίαι τῶν Ἀγγέλων ὑπὸ πάντων
ἠκούοντο. Ὥστε θαυμάσαντας πολλούς, πεπιστευκέναι τῷ Κυρίῳ, ἐξ ὧν τις ἐν
Κουταΐῳ, πόλει τῆς Ἀσίας, ἐν τῇ Ἰκονίῳ ἐπαρχίᾳ ἐμαρτύρησεν. Ὁ δὲ πατὴρ τοῦ
Μάρτυρος ἐτετύφλωττο καὶ ἔμεινε τυφλὸς μέχρι τέλους. Τοῦ θαύματος δὲ τούτου
διαβοηθέντος, ἤκουσε καὶ ὁ ἡγεμὼν καὶ μετακαλεσάμενος τὸν Ἅγιον ἐπυνθάντετο
παρ’ αὐτοῦ, τὶ ἂν εἴη τὸ γεγονός. Ὁ δὲ τοιαύτης λαμπρᾶς δραξάμενος ὑποθέσεως,
ἤρξατο διὰ πλειόνων ἐκδιηγεῖσθαι τὴν ἅπασαν τοῦ Κυρίου ἡμῶν οἰκονομία καὶ
θεότητα καὶ ὅτι ἡ εἰς αὐτὸν πίστις καὶ μείζονα τούτων οἶδεν ἐργάζεσθαι. Ὁ δὲ
ἡγεμὼν ὁρῶν τοὺς περιεστῶτας, τοῖς λόγοις κατανυγόμενος, τοῦ Μάρτυρος ἵνα μὴ
πλείους πιστεύσωσι ἐψηφίσατο λίθοις αὐτὸν πρότερον βληθέντα, ἀποτμηθῆναι ὕστερον.
Ἐκβαλλόντες οὖν αὐτόν, ἔξω τῆς πόλεως Προύσσης ἀπήγαγον αὐτόν, ἔν τινι τόπῳ
πεδινῷ λίθων πεπληρωμένῳ καὶ ἐκεῖ ἐλιθοβόλουν αὐτόν, κράζοντα τὴν τοῦ
Πρωτομάρτυρος φωνή: Κύριε δέξαι το πνεῦμα
μου καὶ μὴ στήσης αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ οὕτω τὶς τῶν δημίων
ἀποτεμὼν αὐτοῦ τὴν κεφαλήν, τῷ Κυρίῳ παρέπεμψεν. Ἐγένετο δὲ ἐξαίφνης ὑετὸς
ῥαγδαῖος ἐκπλήξεως καὶ φόβου ἀποδιδράσκοντος λέγειν: Ἀληθὴς εἶ τῶν Χριστιανῶν πίστις, καὶ φοβερὸς ὁ τοῦ Μακαρίου Θεός.
Τούτου
δὲ οὕτω γεγενημένου ἔμεινε τὸ τοῦ Μάρτυρος λείψανον ἀφύλακτον, περὶ ὃ φῶς θεῖον
ἐκ τοῦ οὐρανοῦ διέλαμπε καὶ ὑμνωδίαι ἐξηκούοντο. Τινὲς δὲ φιλευσεβεῖς αὐτὸ ἀνελόμενοι,
διεμερίσαντο εἰς ψυχικὴν σωτηρίαν καὶ τὴν ἁγίαν αὐτοῦ κάραν εἰς τὸ Ἅγιον Ὄρος
ἀπέστειλαν. Μέρος δὲ τῆς χειρός, τῇ πατρίδι ἐχαρίσαντο καὶ κατετέθη ἐν τῷ
Μοναστηρίῳ τῆς Ὁδηγητρίας ἄρτι κατὰ τὸν χρόνον ἐκεῖνον ἀνεγειρομένῳ ἐκ βάθρων.
Ἡ δὲ μήτηρ τοῦ Ἁγίου, μιᾷ ἧν τῶν κτητορισσῶν τῆς ἁγίας ἐκείνης Μονῆς ἐν ᾗ καὶ
ὕστερον ἀπεκήρατο, ἐκοιμήθῃ ἐν Κυρίῳ. Ἡ δὲ Ἁγία Τράπεζα τοῦ Ναοῦ, ἐνεθρονίσθη
τῷ τοῦ Ὁσιομάρτυρος λειψάνῳ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ.
Ὁ χεῖρα
πλευρᾷ σῇ βαλεῖν ζητῶν πάλαι,
Πλευρὰν ὑπὲρ
σοῦ νύττεται Θωμᾶς Λόγε.
Δούρασιν
οὐτάσθη Θωμᾶς μακροῖσιν ἐν ἕκτῃ.
Οὗτος Μήδοις καὶ Πάρθοις, Πέρσαις
καὶ Ἰνδοῖς τὸν λόγον τοῦ Θεοῦ κηρύξας, φρουρεῖται παρὰ Μισδαίου βασιλέως, διὰ τὸ
πιστεῦσαι καὶ βαπτισθῆναι ὑπ’ αὐτοῦ Ἀζάνην τὸν υἱὸν αὐτοῦ, καὶ τὴν γυναῖκα
Τερτίαν, καὶ τὰς θυγατέρας Μιγδονίαν καὶ Νάρκαν. Διὸ καὶ παραδίδοται πέντε
στρατιώταις, οἳ τοῦτον ἐπί τι ὄρος ἀναβιβάσαντες, λόγχαις κατέτρωσαν, καὶ οὕτω
πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἐρωτηΐδος.
Ἐρωτηΐδα
πυρπολοῦσι παρθένον,
Ἔρωτι
Χριστοῦ τὴν προπυρπολουμένην.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἀλαμάνων τῶν ἐν
Κύπρῳ· Κενδέα τοῦ θαυματουργοῦ, Ἱλαρίωνος τοῦ νέου, Ἰωσὴφ τοῦ ἐν Λυθροδώντᾳ,
Καλαντίου τοῦ ἐν Ταμασίᾳ, Κασσιανοῦ τοῦ ἐν Γλύφᾳ, καὶ Κασσιανοῦ τοῦ τῆς Ἀξύλου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Γρηγορίου του
Χαντζτέλι.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Βενιάμινωφ,
Μητροπολίτου Μόσχας καὶ Ἱεραποστόλου Ἀλάσκας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἀντίθεον πρόσταγμα.
Νικᾶν ἀεὶ πέφυκε, Χριστοῦ ἡ
πίστις, τοῦ κόσμου τὸ ἄγριον, διόπερ οὐ κατίσχυσαν, τυράννων ὠμότητες,
καταβαλεῖν τὴν στεῤῥάν, ἔνστασίν σου Μάρτυς ἀληθῶς, καὶ ἀναιροῦντας γὰρ αὐτοὺς
ἤσχυνας.
Ἁλύσεσι δέσμιος, ἐν τῷ
Κυρίῳ, καὶ λίθοις βαλλόμενος, καὶ λάκκῳ προσριπτόμενος, Χριστῷ ἀνεκραύγαζες, ἐν
εὐχαρίστοις φωναῖς· δόξα Σοι Μαρτύρων ὁ Θεός.
Ἱλάσθητι Δέσποτα, τοῖς Σοῖς
οἰκέταις, κρουνοὺς δυσωπούμενος, αἱμάτων οὓς ἐξέχεεν, ὁ Μάρτυς Μακάριος, καὶ
γὰρ παντὸς ἀγαθοῦ, ὅλως ὑστερούμενοι ἡμεῖς, εἰς ἱλασμόν σοι τοῦτον προσάγομεν.
Ναὸς ἀναδέδειξαι, Θεοῦ τῶν
ὅλων, καὶ γὰρ τὸ πανάγιον, πνεῦμα ἐν σοὶ κατώκησεν, ὁ σὲ καθοδήγησεν, εἰς
μαρτυρίου ὁδόν, δι’ ἧς Μονὰς τὰς νοητάς, ἐπανεπαύσω μακαριώτατε.
Θεοτοκίον.
Εἰρήνην ἀνέτειλεν, ἐν ταῖς
ἡμέραις, βαθεία τοῦ τόκου Σου, Παρθένε παναμώμητε, αὐτὴν οὖν ἱκέτευσον,
χορηγηθῆναι καὶ νῦν, ὄντως οἱ θλίβοντες ἡμας, ἀνηλεῶς νυνὶ ἐπληθύνθησαν.
Ἕτερος.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Οὐκ ἐχώρισε ἀγάπης τοῦ
Κυρίου σου, οὐδὲν τῆς κτίσεως, οὔτε τερπνὸν ἢ στυγνόν, ἀλλ’ ἔλαφος οἵάπερ,
διψικωτάτῃ αὐτῷ, μάκαρ ἔτρεχες, εἰδὼς αὐτὸν πηγάζοντα, ὕδατα αθανασίας.
Ὑετὸς καθάπερ πρώϊμος καὶ
ὄψιμος, ἐπαγγειλάμενος, ἐλθεῖν ὁ πάντων Θεός, ἀρχαίοις ἐσχάτους τε, ποτίζει
Μάρτυρας, οὓς ἐπηύξησεν, ὡς κέδρους τοῦ Λιβάνου τε, καὶ ἐλαίας κατακάρπους.
Συνεστάλησαν μαινόμενοι οἱ
χείμαῤῥοι, τῆς πλάνης Μάρτυρες, ἐν ποταμοῖς τῶν ὑμῶν, αἱματων καὶ πίστεως, ἤρθη
ἡ θάλασσα, ἡ γαλήνιος, καὶ σωτηρίας ἔμπλεως, ἥνπερ πλέομεν ἀκλύστως.
Θεοτοκίον.
Μαριὰμ τῶν Ἀθλοφόρων τὸ
κραταίωμα, τρυφῇ ἀσκήσεως, τῆς Εκκλησίας Χριστοῦ, διάδημα τίμιον, καὶ
σεμνολόγημα, τοὺς προστρέχοντας, τῇ σκέπῃ σου διάσωσον, ἐκ παντὸς πειρατηρίου.
ᾨδὴ
η΄. Κάμινος ποτέ.
Σὺ τοῖς αἰκισμοῖς, σαυτὸν
ἐκδοὺς θεόφρον, ἐθελουσίως ἀναδέδειξαι, χρυσὸς δοκιμώτατος, ἐν χωνείᾳ τῶν
κολάσεων, καθάρας πάντα κίβδηλον, ἐκ κόσμου προστριβέντα, τῇ σῇ ψυχῇ
παμμακάριστε.
Ὢ ἐπικερδοῦς, σοφῆς τε
ἐμπορίας, ἣν ἐκτετέλεκας Μακάριε, ῥανῖσι γὰρ αἵματος, βραχυτάταις τὴν οὐράνιον,
κληρονομίαν ἤμειψας, καὶ νῦν μετὰ Μαρτύρων, συμβασιλεύεις τῷ Κτίστῃ σου.
Μέλεσι τοῖς σοῖς, τὰ
στίγματα βαστάζων, τὰ τοῦ Κυρίου σου πανένδοξε, τῷ θρόνῳ παρίστασαι, στρατιώτης
ὡς καλλίνικος, Χριστοῦ τοῦ Βασιλέως σου, ὅθεν εἰς ἀμοιβήν σοι, στέφος τῆς δόξης
προτείνεται.
Ἔδωκεν ἐν γῇ, τεκμήρια ὁ
Πλάστης, τῆς ἧς ἠξίωσε λαμπρότητος, ἐν πόλῳ Μακάριε, τὴν ψυχήν σου τὴν
τρισόλβιον, καὶ γὰρ θαυμάτων πέλαγος, ἡ κόνις σῶν λειψάνων, βρύει ἡμῖν
ἀνεξάντλητον.
Τριαδικόν.
Λόγε τοῦ Θεοῦ, Πάτερ καὶ
θεῖον Πνεῦμα, ἡ ὁμοούσιος καὶ σύνθρονος, θεότης ἡ ἄτμητος, κατ’ οὐσίαν
τεμνομένην δέ, προσώπων ἰδιότησι, Σὲ πάντες προσκυνοῦμεν, λύσιν πταισμάτων
αἰτούμενοι.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Ἄσατε καὶ ψάλλατε Κυρίῳ, τῷ
δόντι ἡμῖν πρόμαχον ἄμαχον, τὸν αὐτοῦ θεράποντα, Μάρτυρα Μακάριον, τὰς νόσους
θεραπεύοντα, καὶ ἐκδιώκοντα, δαιμόνων ζοφεροὺς φαλαγγάρχας, πασάν τε ἀνάγκην,
ἡμῶν ἀποσοβοῦντα.
Κατεύνασον Μάρτυς τοῦ
Κυρίου, τὴν ζάλην τῆς Ἐκκλησίας ἡ διέσπειρε, τοῦ Χριστοῦ τὰ πρόβατα, εἰς
κρημνοὺς καὶ βάραθρα, ὡς πλοῖας χειμαζόμενα, καὶ ἐπισύναξον, εἰς ἄκλυστον
λιμένα καὶ μάνδραν, οἴκτω συμπαθείας, κινούμενος θεόφρον.
Αὐθαδείας θράσους καὶ
ἁγνοίας, λαβοῦσα συλλήπτορα ἀκόρεστον, γνώμην τὴν φιλάργυρον, πόλεμον
ἐγείρουσι, κατὰ τῆς ποίμνης Δέσποτα, δι’ ἣν ἐξέχεας, τὸ αἷμά σου τὸ θεῖον ἀλλὰ
συ, βλέψας οὐρανόθεν, εἰρήνευσον τὸν κόσμον.
Θεοτοκίον.
Ῥῦσαί με Παρθένε Παναγία,
θηρὸς ὀλεθριωτάτου τοῦ ἀλάστορος, πᾶσι γὰρ τοῖς δούλοις Σου, ἐνεδρεύει ἄπαυστα,
εἰς μάνδραν τὴν ἀπόκρυφον, τῆς ὑποκρίσεως, κρυπτόμενος πτωχὸν τοῦ ἁρπᾶσαι, καὶ
συνταπεινῶσαι, εἰς βάθος ἀπωλείας.
ᾨδὴ
θ΄. Ἀνάρχου γεννήτορος.
Ἐξέλαμψας πρότερον,
ἀσκήσεως λαμπρότησι, μαρτυρίου δὲ αἴγλη, πλεῖον ἐφαίδρυνας, ὕστερον πιστῶν ὁμηγύρεις,
καὶ νῦν σοφέ, μετὰ τοὺς σοὺς ἄθλους, ἀκτῖσι θαυμάτων σου, καταυγάζεις τὴν
ὑφήλιον.
Τυράννων ἐνώπιον, λαμπρᾷ
φωνῇ ἐκήρυξας, ἀπτοήτῳ τε γνώμῃ, Χριστὸν τὸν Κύριον, ἕνα τῆς Τριάδος, καὶ
Παντουργόν, κτίσεως ἁπάσης, διὸ κατενώπιον, σὲ δοξάσει τοῦ πατρὸς αὐτοῦ.
Ἰδέτωσαν ἅπαντα, τοῦ κόσμου
τὰ πληρώματα, τοῦ Θεοῦ μου τὴν δόξαν, τὴν ἀκατάληπτον, πῶς τοῖς ἐναντίοις τὰ
κρείττω, οἰκονομεῖ, καὶ γὰρ τῶν ἀθέων, περιτομῇ δείκνυσι, τῶν Μαρτύρων πλήθη
ἄπειρα.
Ὁ Πέτρος ἐθρήνησε, πικρῶς
αὐτοῦ τὴν ἄρνησιν, ἀλλ’ ἐξῆλθεν ἐάσας, τότε τοὺς φθείραντας, σὺ δὲ καὶ ἐξῆλθες
εἰς Ἄθω, θρηνῶν θερμῶς, καὶ ἐπανακάμψας, πρὸς τοὺς σὲ φοβήσαντας, ὡμολογήσας
τὸν Κύριον.
Θεοτοκίον.
Συνέλαβες Ἄχραντε, ἀπάτορα
τὸν ἄχρονον, ὃν πρὸ πάντων αἰώνων, γεννᾶ ἀμήτορα, Πατὴρ ὁ συνάναρχος Σὺ δέ,
τοῦτον φρικτῶς, σαρκί τε καὶ χρόνῳ, τεκοῦσα γεγέννησαι, Θεοτόκος ἀληθέστατα.
Ἕτερος.
Ἅπας γηγενής.
Ἴδε τὴν ἡμῶν, ὀδύνην καὶ
κάκωσιν, Μάρτυς Μακάριε, καὶ ὡς παριστάμενος, Χριστοῦ τῷ θρόνῳ ἐν παῤῥησίᾳ
πολλῇ, τὸ θεῖον ἐξιλέωσαι, ἡμῖν τοῖς δούλοις σου, τὰ σεπτά σου, προτιθεὶς
παλαίσματα, ἃ ὕπέστης δοξάζων τὸν Πλάστην σου.
Ὅλος ἀπ’ ἀρχῆς, γηράσας ἐν
πταίσμασι, ἄρτι προσέρχομαι, σοὶ τῷ νέῳ Μάρτυρι, καὶ κλίνας γόνυ καθικετεύω σε,
ἐγκαίνισον Μακάριε, τὴν παλαιότητα, τῆς ἀθλίας, ψυχῆς μου καὶ ποίησον, κατὰ
πνεῦμα νεᾶσαι πρὸ τέλους με.
Ὕλη τῆς σαρκός, εἰς γῆν οὐ
κατέσχε σε, ἀλλά σοι γέγονεν, ὑπόβαθρα ἄσειστος, ἧς ἐπιβαίνων ἤρθης πρὸς
ἔνδοξα, Θεοῦ κατοικητήρια, τὰ ἐπουράνια, ἐξ ὧν μάκαρ, ποίμνην σου κατόπτευε,
καὶ συντήρει αὐτὴν ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ, Ἀγγέλου
στρατεύματα, καὶ Ἀποστόλων χορός, Προφητῶν ὁ σύλλογος, Ὁσίων δῆμος Μαρτύρων
ὅμιλος, σὺν Μακαρίῳ Μάρτυρι, καθικετεύσατε, τὸν Δεσπότην, ἀξιῶσαι ἅπαντας, τῆς
αὐτοῦ βασιλείας ὡς εὔσπλαγχνον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Καθὼς
προεπηγγείλατο, τοῖς Μαθηταῖς ὁ Κύριος, ὡς οἱ πιστεύοντες ἔργα, ποιήσουσιν ὡς
ἐκεῖνος, οὕτω δὴ καὶ Μακάριος, τελεῖ θεία τεράστια, γνησίως γὰρ ἐπίστευεν, Ὃν
ὡμολόγει ἀφόβως, ἐνώπιον τῶν τυράννων.
Ἕτερον.
Ὅμοιον.
Τὴν
κρήνην τὴν ἀένναον, τὴν τῶν θαυμάτων ἅπαντες, τὴν πλημμυροῦσαν πελάγη, ἰάσεων
καθ’ ἑκάστην, Μακάριον τὸν ἔνδοξον, πιστῶς ἀνευφημήσωμεν, δαίμονας γὰρ
ἀπελαύνει, καὶ πυρετοὺς καταπαύει, καὶ πᾶσαν ἄλλην ἀνάγκην.
Θεοτοκίον.
Τὴν
φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ
ἀπειράνδρως τεκοῦσα, τὸν Πλάστην πάσης φύσεως, ὑφ’ οὗ ῥυσθέντες ἤθλησαν, χοροὶ
Μαρτύρων μέλποντες, Σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐν
λάρυγγι φέρων τὰς Θεοῦ, ὑψώσεις ἀοίδιμε, ἐν ταῖς χερσί σου ἐβάστασας, ῥομφαῖον
δίστομον, Πνεύματος Ἁγίου, ἐν ᾗ κατεδέσμευσας, ἐν πέδαις σιδηραῖς βασιλεύοντας,
καὶ τούτους ἤλεγξας, καὶ ἠμύνω τῇ σοφίᾳ σου, στρατιῶτα τοῦ Χριστοῦ Μακάριε. (Δίς)
Ἰωσὴφ
οἱ σύγγονοι βαθύν, εἰς λάκκον ἀπέῤῥιψαν, τῆς σωφροσύνης τὸν στέφανον, ἀλλὰ
ἐλάνθανον, αὐτῷ προξενοῦντες, Αἰγύπτου βασίλεια, καὶ σὲ οἱ ἐκ τῆς Ἄγαρ Μακάριε,
εἰς σκοτεινότατον, φρέαρ ἄνικμον καθίεσαν, ἐξ οὗ θείαν βασιλείαν ἤντλησας.
Πάτερ
Παντοκράτορ καὶ Θεέ, ἰδού Σοι προσάγομεν, τὸν γενναιότατον Μάρτυρα, ἡμῶν
Μακάριον, ἵνα δικαιώσῃς, ἡμᾶς ὡς προείρηκας, καὶ γὰρ καὶ σεαυτὸν και τὸν παῖδά
Σου, ἔφησας Μάρτυρα, ὃς ἐγένετο δικαίωσις, ἐκ Σοῦ πᾶσιν ἱλασμὸς καὶ λύτρωσις.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
φιλομάρτυρες πάντες, τῷ Θεῷ δαβιτικῶς, σήμερον ἐκβοήσωμεν· Μέγας εἶ Κύριε, καὶ
τῆς μεγαλωσύνης Σου πέρας ὅλως οὐκ ἔστι, καὶ πᾶσα γενεᾷ καὶ γενεᾷ, ἐπαινέσει τὰ
ἔργα σου, καὶ τὴν δύναμίν Σου ἀπαγγελοῦσι δοξάζοντες. Ἰδοὺ γὰρ καὶ ἐν τῇ καθ’
ἡμᾶς γενεᾷ, ὁ ἔνδοξος Μάρτυς Μακάριος, τὰ ἔργα τοῦ πάθους καὶ τοῦ σωτηρίου Σου,
τὴν δύναμιν ἐν ἑαυτῷ ἐδόξασε, καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης, τῆς Ἁγιωσύνης
Σου, ἐνώπιον τυράννων ἐκήρυξεν. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς
πάντας, τῆς Οὐρανίου Σου Βασιλείας ἀξίωσον, ὡς Φιλάνθρωπος.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου