ΣΕΠΤΕΜΒΡΙΟΥ Κ΄!!
ΙΩΑΝΝΟΥ ΞΕΝΟΥ ΟΣΙΟΥ ΚΡΗΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν προσόμοια τῆς ἑορτῆς τοῦ Σταυροῦ γ΄, καὶ τοῦ Ὁσίου γ΄. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην
τὴν διάνοιαν, διαπαντὸς τῷ Κυρίῳ, Πάτερ ἀναθέμενος, καὶ τοῖς τούτου ἵχνεσιν
ἠκολούθησας, τῆς σαρκὸς ἅπασαν, προσπάθειαν μάκαρ, ἀπεκρούσω τὴν ἐγκράτειαν,
περιελόμενος, τῆς ψυχῆς ζωώσας τὸ φρόνημα· διὸ τῆς ἀλήκτου, τρυφῆς κατηξιώθης
ἐν Χριστῷ, ἐν παῤῤησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Αἴγλην τὴν τρισήλιον, φωτιστικῶς δεδεγμένος, Ἰωάννη πάνσοφε, αἰσθητῶς ὡς ἥλιος διελήλυθας, τὰ τῆς γῆς πέρατα, διασπείρων πᾶσι, τὰς ἀκτίνας τῶν θαυμάτων σου· διό σε ἔνδοξε, ἐν τοῖς σοῖς ἀγῶσιν ἐδόξασεν, ὡς θεῖον καὶ θεόληπτον, ὁ Θεὸς τῆς δόξης καὶ Κύριος· ὅθεν τὰς ἰάσεις, ἀφθόνως παρεχόμενος ἡμῖν, ἐν παῤῤησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεῦτε προσκυνήσωμεν, πιστοὶ ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σῶμα τεθησαύρισται, τοῦ παμμάκαρος· ὃ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν, Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων· ἵνα τὴν τερπνή σου, καὶ πάντιμον δοξάζομεν σωρόν, καὶ τὴν σὴν κ΄νιν σεβόμεθα, μύρον ἀναβλύζουσαν.
Πλοῦτον
ἀναφαίρετον, ἔχει σε νῆσος ἡ Κρήτη, μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς
λαμπρότησιν· ἣν καὶ νῦν βράβευσον, τὴν εἰρήνην Πάτερ, καὶ τροπαίων αὐτὴν
ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, πρεσβείαις Πάτερ
ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως· πλῆσον τῆς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε
πιστῶς, ἐν παῤῥησίᾳ δεόμενός, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος, ὅθεν πᾶσι ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον. Μηδὲν προτιμήσητε τῆς ἀγάπης Αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὐρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων. Οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.
Εἴσοδος,
φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Στόμα
δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων
ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρεφήσεται. Ζυγοὶ δόλιοι βδέλυγμα
ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις ἐκεῖ καὶ
ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ
ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ
θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θάνατον. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελλον,
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἄμωμον ὀρθοτομεῖ
ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ
δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται
ἐλπίς, τὸ δὲ καυχηματῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ
παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίου
εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀεβῶν ἀγαλλίαμα. Ἐν
εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματα δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει
πολίτας ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Πνευματικὴν
πανήγυριν, κροτήσωμεν φιλέορτοι σήμερον, ἐν τῇ εὐσήμῳ ἑορτῆ τοῦ θεοφόρου
Πατρός. Οὗτος γὰρ τῆ τοῦ Σταυροῦ συμμαχίᾳ, τὸν πτερνίσαντα τὸν Ἀδὰμ ἐχθρόν,
τοῖς ποσὶν αὐτοῦ κατεπάτησε. Τὸν γὰρ Σταυρὸν ἀράμενος, τὴν τεθλιμμένην καὶ
στενὴν τρίβον καλῶς διήνυσε. Καὶ νῦν πρὸς πλάτος Παραδείσου σὺν ἀγγέλοις ἐπαγάλλεται,
πρεσβείαν ποιούμενος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων τὴν ἱερὰν καὶ
φωτοφόρον αὐτοῦ πανήγυριν.
Ἦχος β΄.
Ἠγάπησας
Ἰωάννη, τὴν ἀνωτάτην φιλοσοφίαν καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα. Καὶ
ἔσοπτρον ἀκηλίδωτον Θεοῦ θεῖον ἀνεδείχθης, καὶ ὤν ἀεὶ ἡνωμένος φωτὶ φῶς
προσελάμβανες, καὶ τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους, πρεσβεύων ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Χριστοῦ
τοῦ Θεοῦ ἡμῶν, τὴν ζωοπάροχον νέκρωσις ἐνδυθεὶς Ἰωάννη, καὶ ὡς γνήσιος μύστης
ἐκμιμησάμενος, ὅλον ἐνέκρωσας σεαυτόν, καὶ τῷ κόσμῳ θεόφρον τεθνηκώς, τὴν ἐν
Χριστῷ ζωήν, εὗρες ὄντως τὴν ἀκήρατον, ἀλλ’ ἡμᾶς ἐκ τῶν παθῶν κινδυνεύοντας
ψυχικῶς εἰς θάνατον, νῦν ἀνάστησον καὶ ταῖς ἐπισκέψεσι τῶν σῶν ἀκοιμήτων
πρεσβειῶν ἐνίσχυσον ἡμᾶς, τοῦ Θεοῦ τὴν δεξιὰν ἐφ’ ἡμᾶς ἐπικαλούμενος.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν παθῶν ἠλευθέρωσας. Καὶ σεαυτὸν ἠτοίμασας τοῦ Πνεύματος καταγώγιον, ἐλθὼν γὰρ ὁ Χριστὸς μονὴν παρά σοι ἐποιήσατο, καὶ τῆς Ὁμοουσίου Τριάδος θεράπων γενόμενος, Ἰωάννη μακάριε, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἡ φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα· Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου· ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ, ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, φύλαξον καὶ σῶσον ἡμᾶς.
Εἰς τὸν στίχον, προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐγκρατείας
τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας κατετρόπωσας· διὸ
τῆς νίκης ἀπέλαβες βραβεῖα μακάριε, παρ’ αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ
ἐνισχύσαντος, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου...
Θεωρίας
τῆς κρείττονος, ἐπιβὰς παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περὶ ὧν
ἐν τῷ σώματι παρεῖδες, καὶ ἄϋλον πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ
Πνεύματι, ὁδηγούμενος Πάτερ Ἰωάννη, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πίστει
περίδοξος.
Στ.: Τί ἀνταποδώσωμεν...
Τῶν
χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόφρον μακαριώτατε,
Πάτερ ἐν Κρήτῃ ἐνέφανας, ὁδύνας κακώσεων καὶ τὸ σκότος τῶν παθῶν, Ἰωάννη
πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει
ἐκτελοῦντας, τὴν παναοίδιμον μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν
μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ἰωάννη Πατὴρ ἡμῶν. Διά σου γὰρ τὴν
τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας,
καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, ἀγγέλων συνόμιλε, δικαίων ὁμόσκηνε καὶ
ὁσίων. Μἐθ’ ὧν πρέσβευε τω Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἡ φωνὴ τοῦ Προφήτου σου, Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ, Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα, καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν, δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε δόξα σοι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κρήτης τὸν γόνον, καὶ ἀσκητῶν ἐγκαλλώπισμα, ναῶν παμπόλλων ἱδρυτήν, Ἰωάννη τὸν Ὅσιον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν χαρμονικῶς· σῶζε ταῖς λιταῖς σους τοὺς τὴν μνήμην σου τελοῦντας καὶ βοῶντάς σοι· Δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῶ ἐνεργοῦντι διά σου πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ὑμνοῦμεν τὴν σεπτήν, καὶ ἁγίαν σου μνήμην, τὴν πᾶσι τοῖς πιστοίς, χορηγοῦσαν ἀφθονως, τὴν ἴασιν μακάριε, τοῖς ἐκ πόθου κραυγάζουσι, σῶσον Ἅγιε, ἡμᾶς τοὺς δούλους σου πάντας, ταῖς πρεσβείαις σου, πρὸς τὸν Θεὸν Ἰωάννη, τῆς Κρήτης ὑπέρμαχε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν πιστῶν προΐστασαι, σκέπων, φρουρῶν τούτους μάκαρ, ἀπὸ πάσης θλίψεως ἀπολυτρούμενος σοφέ, ἐρημιτῶν ἐγκαλλώπισμα, κλέος καὶ δόξα Ἰωάννη Ὅσιε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χαίροις ἔχουσα Κρητῶν ἡ νῆσος, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσα πηγὰς τῶν ἰάσεων, καὶ διασώζουσαν πάντας ἐκ θλίψεων, τούς σοι προστρέχοντας Πάτερ ἐκ πίστεως, Ἰωάννη Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στ.: Τί ἀνταποδώσωμεν τῶ Κυρίῳ...
Εὐαγγέλιον τοῦ Ματθαίου: Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη... (Ζήτει Ἰανουαρίου 17).
Ὁ Ν΄.
Δόξα: Ταῖς τοῦ σου Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Θεία
χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, Ἰωάννη Πατὴρ ἡμῶν, διὸ καὶ εἰς
ὁσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν ἰαμάτων τὴν ἴασιν ἀρυόμενοι, ἀλλὰ
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ κανὼν τῆς ἑορτῆς. Καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ἔθελξέ σε ὁ πόθος ὁ δεσποτικός, καὶ τὰς τοῦ σώματος ἡδονὰς καταλείψας, ἐν Χριστῷ Ἰωάννη μακάριε.
Ἤρθης Πάτερ πρὸς ὕψος, καὶ διαπεράσας τὸ μεσότειχον τῆς ἀκτίστου οὐσίας, καθαρῶς Ἰωάννη μακάριε.
Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν τὴν ἀχλύν, τῶν παθῶν ἐξηφάνισας.
Θεοτοκίον.
Γένος ἀδαμιαῖον πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα, διὰ σοῦ ἀνηγμένον Θεοτόκε, ἀξίως δοξάζει σε.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Πῦρ τὸ τῆς θεότητος, ἐνστερνισάμενος Ὅσιε, καὶ καθαρθείς, ἄνθραξ Ἰωάννη, ἐπὶ γῆς ἐχρηματίσας.
Ζῶν νεκρὸς λελόγισαι, τῇ ἀποτάξει τοῦ σώματος· διὸ θανών, ζῇς μετὰ Ἀγγέλων, Ἰωάννη μακάριε.
Θησαυρὸν πολύτιμον, ἡ τῶν Κρητῶν κληρουχία σε, ἔχει σοφέ, καὶ τοῖς τῶν λειψάνων, θαυμασίοις φαιδρύνεται.
Θεοτοκίον.
Κλίμακά
σε πάναγνε, ὁ Ἰακὼβ ἐθεάσατο, δι’ ἧς Χριστός, τὴν φθαρεῖσαν φύσιν, καταβὰς
ἠλευθέρωσε.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Λαμπρυνθεὶς τῇ χάριτι, καὶ ἀληθείᾳ, τὸ τῆς Κρήτης πλήρωμα, φωταγωγεῖς πανευσεβῶς, ἀειμακάριστε Ὅσιε· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀληθῶς ἐφιέμενος, γνώσεως μακάριε πράξει γέγονας, θεωρίας ἡ ἐπίβασις, τοὺς τῆς Κρήτης λήρους παρωσάμενος.
Ἠρετίσω μακάριε, εὐαγγελικοῖς προστάγμασιν ἕπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, Ἰωάννη χαίρων ἠκολούθησας.
Ταπεινώσεως πτέρυξι, τὰς τοῦ δυσμενοῦς παγίδας συνέτριψας, Ἰωάννη καὶ ὑψούμενος, οὐρανοπολίτης ἐχρημάτισας.
Θεοτοκίον.
Ἰλασμὸν
ἡμῖν δώρησαι, τῶν ἁγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς
πρεσβείας τῆς τεκούσης σε.
ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.
Ἐμφρόνως τὰς αἰσθήσεις τοῦ σώματος, κυβερνήσας στήλη ἐχρημάτισας, τῶν ἀρετῶν παμμακάριστε.
Τὸν καύσωνα ἐβάστασας, ἀοίδιμε τῆς ἡμέρας, χαρᾶς κατηξιώθης τῆς τοῦ Δεσπότου Ὅσιε.
Ναοὺς πανευκλεεῖ ἀνεστήλωσας, τοῦ Κυρίου, ναὸς ζῶν καὶ ἔμψυχος, χρηματίσας θεσπέσιε.
Θεοτοκίον.
Ζωὴν
ἡμῖν ἐβλάστησας, ἄχραντε Θεοτόκε, τὸν Κτίστην καὶ Κύριον ζωοποιοῦντα τὰ
σύμπαντα.
ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.
Ἰσάγγελον βιῴσας ἐπὶ γῆς, Ἰωάννη Ὅσιε, θείοις χαρίσμασιν, ἐκοσμήθης δεξιᾷ Παντοκράτορος.
Ἐγκράτειαν ἀένναον, εὐχὴν κτησάμενος Ὅσιε, ἀγάπην ἀθόλωτον, ἀκηλίδωτον Θεοῦ, ὥφθης σκήνωμα.
Τοῦ ὄφεως Χριστὲ ἡ προσβολή, οὐ τῷ λόγῳ ἔθελξέ σου τὸν θεράποντα, οὐ τὸ πῦρ τῶν πειρασμῶν κατεπτόησεν.
Θεοτοκίον.
Ὁ λόγος τοῦ Θεοῦ σε τῆς βροντῆς, Θεοτόκε, ἔδειξεν οὐράνιον κλίμακα, διὰ σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκε.
Κοντάκιον. Ἐπεφάνης σήμερον.
Ὡς ἀστέρα μέγαν σε, Κρήτη ἡ νῆσος, κεκτημένη Ὅσιε, ταῖς τῶν θαυμάτων σου βολαῖς, φωτιζομένῃ κραυγάζει σοι, σῶσον τοὺς πίστει τιμῶντας, Ἰωάννη τὴν μνήμην σου.
Ὁ Οἶκος.
Τὸν τοῦ Κυρίου ἐραστήν, τῆς Κρήτης τὸν προστάτην, θαυμάτων τὸν ταμίαν ἀνευφημήσωμεν πιστῶς. Οὗτος γὰρ ὡς ἥλιος ἐξέλαμψε, καὶ ναοὺς παμπόλλους ἀνήγειρε φωτίζων τοὺς ἐν τῇ ἰδίᾳ πατρίδι ἐν σκότει παθῶν καὶ ἁμαρτιῶν ὑπάρχοντας καὶ ἐκδιώκων τὴν τῶν δαιμόνων ζοφερὰν πλάνην, διὸ καὶ ποταμοὺς θαυμάτων ἐκβλύζει καὶ πάντων τὰς προσευχὰς ῥωννύει τῶν ἐκβοώντων αὐτοῦ· σῶζε τοὺς πίστει τιμῶντας Ἰωάννη τὴν μνήμην σου.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Οσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Κυρ Ἰωάννου τοῦ Ξένου, τοῦ ἐν Κρήτῃ λάμψαντος.
Ταῖς
αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδονὰς θανατώσας, καὶ θυμὸν χαλινώσας, ὦ παμμακάριστε, ἐδέξω τὸ βραβεῖον, τῆς ἄνω κληρουχίας, Ἰωάννη θεσπέσιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀρετῶν τὴν ἀρίστην, ἀκλινῶς διοδεύσας, Ἰωάννη πανόσιε, πρὸς πόλιν εἰσελαύνεις, Ἐδὲμ τῆς ἀκηράτου, μελῳδῶν εὐφραινόμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς Τριάδος τὴν δόξαν, εὐσεβῶς καταγγείλας, ὦ παμμακάριστε, φωτὶ τῷ τρισηλίῳ, τρυφᾶν ἐπαναπαύει, Ἰωάννη Ὅσιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥάβδος ἔφυς Παρθένε, Ἰεσσαὶ ἐκ τῆς ῥίζης ἡ παμμακάριστος, καρπὸν ἀνθηφοροῦσαν, σωτήριον τοὺς πίστει, τῷ Υἱῷ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τὸν ἐνισχύσαντα, θαυμαστῶς πρὸς ἀγῶνας, ἀσκητικοὺς τὸν Ὅσιον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν τῶν Ἀγγέλων, ἐπὶ τῆς γῆς πολιτείαν, ἠρετίσω παμμάκαρ Ἰωάννη, ἐν ἐπουρανίοις, αὐλίζει εἰς αἰῶνας.
Θίασος χαίρει, τῶν μοναστῶν καὶ χορεύει, τῶν Ὁσίων δῆμος Ἰωάννη, στέφος γὰρ ἐδέξω, τῆς νίκης ἐπαξίως.
Θεοτοκίον.
Ὑπερφυῶς,
τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν λόγον τέτοκας Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ μνήμη σου ἀξίως, Πάτερ Ἰωάννη, εὐφραίνει πάντα τῆς γῆς τὰ πληρώματα, ἣν ἐτησίως τιμῶντας ἡμᾶς περίσωζε.
Τοὺς πίστει ἐκτελοῦντας, Ὅσιε τὴν μνήμην, τὴν ἀξιέπαινόν σου καθικέτευε, ἐκ τῶν σκανδάλων ῥυσθῆναι τοῦ πολεμήτορος.
Τῷ θρόνῳ τοῦ Δεσπότου, μάκαρ Ἰωάννη, τούτου ἀεὶ παριστάμενος Ὅσιε, μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ τῶν δούλων σου.
Θεοτοκίον.
Ψαλμοῖς
σε ἀνυμνοῦμεν, Κεχαριτωμένη, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν, σὺ γὰρ
ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.
Ἐξαποστειλάριον. Ὁ Οὐρανὸν τοῖς ἄστροις.
Ἡ θήκη ἔνθα σου κεῖται, τὸ εὐκλεέστατον σῶμα, χάριτας βλύζει τοῖς πᾶσι, τῶν ἰαμάτων δαψιλῶς, τοῖς προσιοῦσιν ἐν πίστει, μακάριε Ἰωάννη.
Καὶ τοῦ Τιμίου Σταυροῦ.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τῶν
ἐφετῶν ἀπολαύων, ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν
πίστει ἐκτελούντων μνήμην τὴν σήν, Ἰωάννη Πατὴρ ἡμῶν, καὶ τῶ ναῷ σου τῶ θείῳ
πανευσεβῶς, ἀθροισθέντες παμμακάριστε.
Ἔξω
σαρκὸς καὶ τοῦ κόσμου, ταῖς ἀρεταῖς γεγονώς, καὶ δι’ αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ
βίον, τὸν Κύριον τῆς δόξης Πάτερ σοφέ, Ἰωάννη μακάριε, καὶ ἰαμάτων ἐδείχθης
θεία πηγή, παρ’ αὐτοῦ θεόφρον Ὅσιε.
Ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, σοῦ τὴν πανένδοξον, καὶ φωτοφόρον μνήμην, ἐκτελούντων μὴ παύσῃ, μάκαρ Ἰωάννη τὸν λυτρωτήν, ἱκετεύων καὶ Κύριον, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.
Ἡ
πολυεύφημος Κρήτη σήμερον χαίρουσα, ἐν τῇ σορῷ σου Πάτερ, ἐγκωμίοις γεραίρει,
αὕτη ἀεννάως βρύει καὶ γάρ, τὰς ἰάσεις τοῖς κάμνουσι, τῆς αὐτῆς πόθῳ
προσχαύουσι καὶ θερμῶς, σῶσον Ἅγιε κραυγάζουσι.
Δόξα. Ἦχος α΄.
Δεῦτε πιστοὶ συνελθόντες ἐνθέως, ἐν τῇ μνήμῃ σήμερον τοῦ θεοφόρου Πατρός, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, καὶ ἐν φωνῇ ἀγαλλιάσεως βοήσωμεν λέγοντες: Χαίροις ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων ἀράμενος, καὶ ἐν αὐτῷ τὸν παλαιὸν σὺν ταῖς ἐπιθυμίαις συσταυρώσας ἄνθρωπον. Χαίροις φωστὴρ τῆς Κρήτης παμφαέστατε, καὶ τῶν ἐν αὐτῆ παθῶν καὶ κινδύνων ἀπαλλαγὴ καὶ ἀγαλλίαμα φαιδρόν. Χαίροις νοσούντων ἐπίσκεψις καὶ θλιβομένων χαρὰ καὶ ἀγαλλίασις, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως λύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Πάτερ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει, Χριστὲ πολυέλεε.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, καὶ τῶν μοναζόντων ἀντιλήπτωρ τε καὶ φρουρός, χαίροις ὁ τῆς θείας, Ὅσιε Ἰωάννη, Μονῆς Μυριοκεφάλων, κτίτωρ γενόμενος.
Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῆς Θεοτόκου ναοὺς ἔκτισας ἀγαθέ, καὶ ἑτέρους ἄλλους, ναοὺς δὲ ἀνεγείρας, Ὅσιε Ἰωάννη, σκέπε τοὺς δούλους σου.
Ζήλῳ θείῳ μάκαρ πυρποληθείς, ἐκ θείου Ἀγγέλου, φωνὴν ἤκουσας ὡς βροντήν, καὶ φῶς ἰδὼν μέγα, Μυριοκεφάλων ὄρος, ὦδε ναὸν ἐγείρεις τῆς Θεομήτορος.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, μάκαρ Ἰωάννη, τοὺς πιστοὺς ἡμῶν ἀδελφούς, ἐξαιρέτως πάντας, τοὺς τὸν ναὸν τιμῶντας, τῆς πανυπερενδόξου Ἀντιφωνήτριας.
Δεῦτε τὸν τῆς Κρήτης θεῖον βλαστόν, Ἰωάννην ὄντως ἀνυμνήσωμεν εὐσεβῶς, τὸν κτίσαντα πόθῳ, ναὸν τῆς Θεοτόκου, τῶν Μυριοκεφάλων Ἀντιφωνήτριας.
Χαίροις ὁ τὸν θεῖον ἄρας σοφέ, Σταυρὸν τοῦ Κυρίου ἠκολούθησας σὺν αὐτῷ, χαίροις ὁ τῆς θείας, Μονῆς Μυριοκεφάλων, Ὅσιε Ἰωάννη κτίτωρ γενόμενος.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Μῆτερ Θεοτόκε, ὀρθοδόξους χριστιανούς, ἐξαιρέτως πάντας, ἐν τῷ ναῷ τιμῶντας, τὴν ἱερὰν μονήν σου Ἀντιφωνήτριαν.
Χαίροις ὦ παντάνασσα Μαριάμ, Μήτηρ τοῦ Κυρίου, καὶ Σωτῆρος ἡμῶν Χριστοῦ, φύλαττε καὶ σκέπε, τοὺς δούλους σου Κυρία, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων.
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἰωάννου Δασκαλάκη)
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν ἀρετῇ καὶ ἐν ἀσκήσει παμμάκαρ, καὶ ἀπὸ βρέφους τὸν σὸν βίον λαμπρύνας, ὦ Ἰωάννη ἤστραψας ὡς ἥλιος· Κρήτην πᾶσαν ηὔγασας, τοῖς ἐνθέοις σου λόγοις, πλείστους δὲ ναοὺς σοφέ, καὶ μονὰς ἐδομήσω· διὸ σὰ τέκνα πάντοτε φρουρεῖς, σώζων κινδύνων, παντοίων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πάντας κινδύνων καὶ νόσων, σῶσον Πάτερ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μου τὸν ζόφον καὶ τὰς πληγάς, πώρωσιν τελείαν καὶ τὴν νέκρωσιν τῆς ψυχῆς, θεράπευσον θεῖε Ἰωάννη, καὶ τῷ Θεῷ σαῖς πρεσβείαις με σύναψον.
Ἀνάστησον Πάτερ με ἐκ δεινοῦ, ὕπνου ῥαθυμίας καὶ καθάρισον τῆς ψυχῆς, ὀμμάτων τὴν λήμην ταῖς λιταῖς σου, ὦ Ἰωάννη θερμῶς ἱκετεύω σε.
Ναμάτων σου Πάτερ τῶν διδαχῶν, Κρήτη ἐμπλησθεῖσα, μετηνέχθη πρὸς θεῖον φῶς· αὐτὴν καὶ νῦν σκέπε θεοφόρε, πολεμουμένην δεινῶς καὶ στενάζουσαν.
Θεοτοκίον.
Τὴν μόνην πανάχραντον καὶ σεμνήν, τὴν δόξαν Ὁσίων καὶ προσφύγιον τῶν πιστῶν, τῶν ἀπεγνωσμένων τὴν ἐλπίδα, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνελθὼν ἐν τῇ Ῥάξῳ πνευματικοὺς Ὅσιε, ἔδρεψας καρποὺς τοῦ σοῦ πόθου, Θεῷ ἑνούμενος· διὸ καὶ σώζεις πιστούς, ὦ Ἰωάννη τοὺς πίστει, εἰς τὸν θεῖον οἶκόν σου, πάντοτε φθάνοντας.
Στερεώσας καρδίας τὰς τῶν Κρητῶν ἔνδοξε, ἐν τῇ ἀσαλεύτῳ κρηπίδι Χριστοῦ τῆς πίστεως, ναοὺς ἀνήγειρας, καὶ φροντιστήρια θεῖα, Ἰωάννη πάνσοφε, Κρήτης ἀγλάϊσμα.
Καταυγάσας σὴν νῆσον τὴν ἐν νυκτὸ μείνασαν, τῆς Ἀγαρηνῶν δεσποτείας, ταύτην προσήγαγες, πρὸς τὸ ἀνέσπερον, φῶς τὸ τοῦ Κυρίου, καὶ Κρήτας ἐλευθέρους ἔδειξας, τοὺς σοὶ ὑπείκοντας.
Θεοτοκίον.
Ἱκετεύω Σε Κόρη ἐκ τῶν δεινῶν σῶσόν με, καὶ ἐκ πειρασμῶν καὶ κινδύνων φύλαξον ἄτρωτον, τῶν ἀγαθῶν τὴν πηγήν, Σὺ γὰρ τεκοῦσα ἰσχύεις, ὅσα βούλει πάναγνε, πάντων βοήθεια.
Διάσωσον, σαῖς ἱκεσίαις πανένδοξε Ἰωάννη, τοὺς πιστῶς καὶ θερμῶς πρὸς τὸν ναόν σου προστρέχοντας, παρέχων τούτοις τὴν σὴν προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κρητῶν φωτιστὴς ἀπόστολός τε δέδειξαι, κηρύξας τρανῶν τὸν λόγον τὸν τῆς πίστεως, πάντας τε διέσωσας, ἐξ ἐχθροῦ τῶν παγίδων θεόληπτε, ἀλλὰ καὶ νῦν προστάτευσον ἡμᾶς, θερμῶς Ἰωάννη σοῦ δεόμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεύσει ἄνωθεν ἔλαβες, σὸν σταυρὸν προθύμως ἐπωμάδιον, καὶ ἐκήρυξας τοῖς ἔργοις σου, σωτηρίαν πᾶσι καὶ μετάνοιαν.
Δι’ ἀγάπης κινούμενος, τοῖς σοῖς ἀδελφοῖς ἐν Κρήτῃ μετέδωκας, τοὺς καρποὺς τοῦ θείου Πνεύματος, ἄγων τούτους πρὸς τὴν τελειότητα.
Ὑπερκάλους ἀνήγειρας, οἴκους καὶ σκηνώματα τῷ Κυρίῳ σου, τοῦ τελεῖσθαι τὴν ἀναίμακτον, μυστικῶς θυσίαν τὴν ἐν πνεύματι.
Θεοτοκίον.
Ναὸν ζήλῳ Σοι ἤγειρε, Μυριοκεφάλου θείοις ἐν ὄρεσι, καὶ Μονὴν ἁγνὴ Σοὶ ἵδρυσεν, Ἰωάννης ὁ πιστὸς θεράπων Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης ἀρωγός, καὶ προστάτης ἀκαταίσχυντος, τῶν Κρητῶν ἐν χρόνοις Πάτερ χαλεποῖς, διὰ τοῦτό σε ἀεὶ ὕμνοις γεραίρομεν.
Νέμοις τοῖς πιστοῖς, τὰ ἰάματα θεόληπτε, Ἰωάννη τῶν Πατέρων καλλονή, τῶν ψυχῶν καὶ τῶν σωμάτων τὴν ἀνάῤῥωσιν.
Κρήτη ἐπὶ σέ, ἐξαιρέτως νῦν σεμνύνεται, ὡς τοῖς πόνοις σου λαβοῦσα φωτισμόν, καὶ γὰρ αὕτην ἐν ἀγάπῃ σὺ διέδραμες.
Θεοτοκίον.
Ἄχραντε σεμνή, ἐκ πταισμάτων ῥύου πάντοτε, ὑμνητάς Σου καὶ περίσωζε αὐτούς, ἐκ πάσης βλάβης τοῦ ἐχθροῦ καὶ ἐπιθέσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰλύος, τῆς τῶν παθῶν μακάριε, σὴν καρδίαν ἀπεκάθηρας ὅλως· ὅθεν φωνῆς, ἠξιώθης ἀκοῦσαι, ἐξ οὐρανοῦ ᾗ εὐθέως ὑπήκουσας· διὸ καὶ ἤγειρας ναόν, αὐταδέλφων Ὁσίων εἰς αἴνεσιν.
Ναοὺς σεπτούς, ἀνεγείρεις Ὅσιε, ἐν τῇ Κρήτῃ τὸν Θεόν σου δοξάζων, καὶ τοῖς Ἁγίοις Αὐτοῦ κτίζεις οἴκους, καὶ μοναστῶν συγκροτεῖς τὰ συστήματα, προνοίᾳ σῇ τῇ πατρικῇ, Ἰωάννη Πατέρων ἀγλάϊσμα.
Ὁλόκληρον, τὴν ζωήν σου ἔνδοξε, τῷ Κυρίῳ σου προσήνεγκας ὄντως, καὶ τὸν σταυρόν σου ἀράμενος πίστει, αὐτοῦ ὀπίσω προθύμως ἐβάδισας· διὸ ηὐγάσθης τῷ φωτί, τῷ ἀκτίστῳ ἀξίως θεσπέσιε.
Θεοτοκίον.
Στερεώσον, τὴν καρδίαν μου Κόρη, σαλευθεῖσαν προσβολαῖς τοῦ βελίαρ, καὶ τὴν γαλήνην Σου δός μοι Σῷ δούλῳ, τεταραγμένων παθῶν ταῖς προσρήξεσι· Σὺ σῶσόν με ὠς ἀγαθή, καὶ Υἱῷ Σου κατάλλαξον δέομαι.
Διάσωσον, σαῖς ἱκεσίαις πανένδοξε Ἰωάννη, τοὺς πιστῶς καὶ θερμῶς πρὸς τὸν ναόν σου προστρέχοντας, παρέχων τούτοις τὴν σὴν προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Σὲ τὸν τὴν Κρήτην σοῖς λόγοις φωτίσαντα, καὶ ναοὺς θείους ἐν ταύτῃ ἐγείραντα, ᾠδαῖς ἱεραῖς ἀνυμνοῦμέν σε πάντοτε λέγοντες· σὺ Ἰωάννη ὁδήγει πάντας φρονεῖν τὰ κρείττονα.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κρήτης σε ἀγλάϊσμα, καθικετεύομεν πάντες, ἐκ κινδύνων λύτρωσαι, καὶ ἐκ πάσης θλίψεως τοὺς ὑμνοῦντάς σε· ἐν ᾠδαῖς Ὅσιε, πάντοτε τιμῶμεν, τὴν σὴν μνήμην τὴν σεβάσμιον, χάριν αἰτούμενοι, καὶ τὴν ἄμαχόν σου βοήθειαν· αἱρέσεις καὶ συστήματα, τὰ τῆς ἀπιστίας διάλυσον, πίστιν τε πατρώαν, στερεώσον ἐν πέτρᾳ τοῦ Χριστοῦ, ὦ Ἰωάννη πρεσβείαις σου, ἐνταλμάτων ἔνδοξε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς θεράποντα ὄντως τοῦ Κυρίου σου Πάτερ πιστόν τε γνήσιον, σὰ τέκνα συνελθόντα, ἐνθέρμῳ διανοίᾳ, ἀσιγήτως ὑμνοῦμέν σε· μὴ ἐπιλάθη ἡμῶν, πρὸς Κύριον πρεσβεύων.
Νεανίας ὑπάρχων τὴν καρδίαν σου Πάτερ Θεῷ ἀνέτεινας, ἐν ὄρεσι τῆς Ῥάξου, ἀνῆλθες καὶ τοῦ κόσμου, ἐγκατέλιπες φρόνημα· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Σοῦ τὸν πόθον ἀμείψας ὁ γινώσκων καρδίας σοὶ ἀπεκάλυψε, τοὺς τάφους τῶν Ὁσίων, Αὐτοῦ καὶ κτίσαι οἶκον, Σὲ κελεύσας κατηύφρανε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.
Θεοτοκίον.
Ὦ πανύμνητε Μῆτερ τῶν Ὁσίων ἁπάντων τὸ σεμνολόγημα, πρεσβείαις τούτων δίδου, τοῖς πίστει τε καὶ πόθῳ, Σοὶ προσφεύγουσι πάνσεμνε, τὴν σωτηρίαν ψυχῆς, ἐξαίρουσα κινδύνων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σώζοις ὦ Πάτερ, τὴν νεκρωθεῖσαν ψυχήν μου, ἐξ ἐχθροῦ τῶν βελῶν καὶ παράσχου, ῥῶσιν καὶ ὑγείαν, καὶ ζωὴν τὴν γνησίαν.
Οἱ τῷ ναῷσου, καὶ τοῖς λειψάνοις σου Πάτερ, ἐκ ψυχῆς καταφεύγοντες Πάτερ, ἴασιν τρυγῶσι, ψυχῶν καὶ τῶν σωμάτων.
Ναὸς ὑπάρχων, τοῦ Βασιλέως τῆς δόξης, οἴκους ἤγειρας τούτου εἰς δόξαν· ὅθεν Ἰωάννη, ἀξίως σε τιμῶμεν.
Θεοτοκίον.
Πάντων αἰτήσεις, καὶ ἱκεσίας προσδέχου, τῶν πιστῶς ὑμνούντων Σε Παρθένε, καὶ μεγαλυνόντων, τὴν δόξαν Σου τὴν θείαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀμέμπτως καὶ ὁσίως, βίον σὸν ἀνύσας, παρὰ Θεοῦ ἠξιώθης τῆς Χάριτος, ὦ Ἰωάννη Ὁσίων τὸ ἐγκαλλώπισμα.
Τιμῶσί σε προφρόνως, αἱ τῶν μοναζόντων, ἀγέλαι Πάτερ ὡς θεῖον κοσμήτορα· διὸ προστάτευσον ταύτας τῇ μεσιτείᾳ σου.
Ἐδείχθης τῆς Τριάδος, σκήνωμα θεόφρον· διὸ καὶ ταύτην ἡμῖν ἐξιλέωσαι, ὡς παῤῥησίαν εὑράμενος Πάτερ Ὅσιε.
Θεοτοκίον.
Ῥωννύμενοι Παρθένε, Σῇ θείᾳ ἰσχύϊ, τὰς ἐναντίας δυνάμεις ἐκκρούομεν, καὶ ἐν Υἱοῦ Σου τῇ σκέπῃ ἀναπαυόμεθα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὁ τῆς Κρήτης λαμπρὸς φωστήρ, ὁ φωτίσας ταύτην, τοῖς σοῖς ἔργοις καὶ διδαχαῖς, θεῖε Ἰωάννη, ὁ ξένος τοῖς ἐν κόσμῳ, καὶ τῷ Θεῷ οἰκεῖος, ἡμᾶς περίσωζε.
Χαίροις ὁ εἰς Ῥάξον πρῶτον ἐλθών, καὶ ἐν ταύτῃ Πάτερ, προσδεξάμενος τὴν ὀμφήν, τὴν δηλώσασάν σοι, ὀνόματα Ὁσίων, ὧν ἐν τῷ τόπῳ τούτῳ, μνημεῖα εὕρηκας.
Ἴνδαλμα ἐδείχθης Πάτερ σοφέ, τῆς Ὀρθοδοξίας, φωτοφόρον τε καὶ τρανόν, λάμψας ἐν τῇ Κρήτῃ, ὦ θεῖε Ἰωάννη, καὶ δᾳδουχῶν τοῦ κόσμου, πάντα τὰ πέρατα.
Ἤκουσας ὡς Παῦλος θείας φωνῆς, ἄνωθεν ἐλθούσης, σοῦ τὰ ὄμματα πηρωθείς, καὶ φωτὸς ἐμπλήσθης, καὶ οἶκον ἀνεγείρεις, ἐν Μυριοκεφάλοις, τῆς Θεομήτορος.
Ἔπλησας τὴν Κρήτη θείων ναῶν, Κύριον δοξάσας, καὶ Μητέρα τε τὴν Αὐτοῦ, τούτου τε Ὁσίους, τιμήσας καὶ Ἁγίους, ὧν καὶ τὸν βίον ἔνδοξε, παρεζήλωσας.
Χαίροις ὁ τῆς Σίββας θεῖος βλαστός, ὁ ἐν Ῥάξῳ λάμψας, καὶ τὴν Κρήτην φωταγωγῶν, Ῥεθύμνης τὸ κλέος, Κισσάμου τε τὸ αὖχος, ὦ θεῖε Ἰωάννη, ἡμῶν μνημόνευε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φλόγαν, κατασβέσας πειρασμῶν, σοῦ τοῖς σταλαγμοῖς τῶν δακρύων, ἔνδοξε φάνηθι, στήριγμα καὶ ἴαμα κἀμοὶ τῷ πάσχοντι, ἐκ παθῶν καὶ κακώσεων, καὶ ἀῤῥωστημάτων, σήν μοι δοὺς ἀντίληψιν, τὴν ἀπροσμάχητον, Πάτερ, Ἰωάννη καὶ σῷζε, πάντας τοὺς τὴν σὴν προστασίαν, ἐπικαλουμένους ταῖς πρεσβείαις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου