Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 11. ΑΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΑΚΟΛΟΥΘΙΑ



ΑΥΓΟΥΣΤΟΣ ΙΑ΄!!

ΣΠΥΡΙΔΩΝΟΣ ΤΡΙΜΥΘΟΥΝΤΟΣ

ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΕΝ ΚΕΡΚΥΡᾼ

ΚΑΤΑ ΤΩΝ ΑΓΑΡΗΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τῆς ἑορτῆς γ’. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης.

Μορφούμενος δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τήν Θεότητα.

 

Ἐξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου, Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει τῷ ἁγίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.

 

Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀρρήτως λάμψας ὑπὲρ ἥλιον.

 

Καὶ τὰ παρόντα γ΄ τοῦ Ἀγίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἀγαθῶν τὸ ἀκρότατον, σὺ Σπυρίδων ἐπέγνωκας, ὁ καὶ κέντρον εἴληφας ἀξιάγαστε, ἀρθεὶς πυρὶ τῷ τοῦ Πνεύματος, ἐξ’ οὗ καὶ τῆς χάριτος, ἠξιώθης ὑπὲρ νοῦν· ἀλλ’ ἐν γῇ τὸ ἀείζωον, σῶμα ἔδωκας, ἐν τῇ πόλει Κερκύρας ὃ διώκει, ὁρατῶν καὶ ἀοράτων, ἐχθρῶν παντοίων συστήματα.

Κερκυραίων τὸ καύχημα, σὲ Σπυρίδων γινώσκομεν, ἀσθενῶν παράκλησιν πνευματέμφορε, καὶ τῶν θαυμάτων πολύῤῥοον, πηγὴν χαριτόβρυτον, νοσημάτων ἰατρόν, τῶν ψυχῶν ἐπανόρθωσιν, καὶ στερέωμα· ἀσεβῶν καὶ βαρβάρων καταλύτην, τῶν τὴν πόλιν σου φρονούντων, πολιορκεῖν ἀξιάγαστε.

Νοερῶς ἀπεδίωξας, στόλον πάμπολλον Ἅγιε, Ἰσμαὴλ σὺν ἅπασι τοῖς στρατεύμασι, καὶ τοὺς δοκοῦντας αἰχμάλωτον, τὴν πόλιν σου πάνσοφε, σὺν τῇ ποίμνῃ σου λαβεῖν· καὶ ἐθραύθησαν ἄθλιοι αἰσχυνόμενοι, σὺν τοῖς ἅρμασιν, ἵπποι ἀναβάταις, καὶ ἐῤῥύσω ἐκ πολέμου, τοὺς σοῦς οἰκέτας πανόλβιε.

 

 

Δόξα. Ἦχος πλ. β΄.

Πῶς οὐκ ἔδει σὲ ἱεράρχα ἀοίδιμε, σῶσαι ἡμᾶς ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιδρομῆς, ῥυσάμενον ποτὲ ἐκ τῆς τοῦ λιμοῦ περιστάσεως; Σὺ ὁ τυφλὸς ὀμματώσας, τυφλοὺς τοὺς βαρβάρους ἐδίωξας. Σὺ ὁ νεκρὰν ἐξεγείρας, θανόντας τοὺς αἰθίοπας ἔδειξας· καὶ ὁ τὸν ὄφιν εἰς χρυσοῦν μετουσιώσας, τὴν ἡμῶν καρδίαν ταραττομένην εἰς χαρὰν μετέβαλες, Σπυρίδων πατὴρ ἡμῶν, μὴ παύσῃ φυλάττειν πάσης ἀντικειμένης προσβολῆς τὴν πόλιν σου ἄτρωτον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

 

Εἴσοδος· φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.

Εἶπε Μωσῆς τῷ Ἰησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παρατάξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἔστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωὑσῆς, καὶ ἐξελθῶν παρετάξατο τὸν Ἀμαλήκ. Καὶ Μωϋσῆς, καὶ Ὤρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. Καὶ ἐγένετο ὅταν ἐπῆρε Μωϋσῆς τὰς χείρας αὐτοῦ κατίσχυνας Ἰσραήλ. Ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ. Αἰ δὲ χεῖρες Μωϋσῆ βαρεῖαι. Καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ’ αὐτόν, καὶ ἐκάθητο ἐπ’ αὐτοῦ. Καὶ Ἀαρῶν καὶ Ὤρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς. Καὶ ἐγένοντο αἱ χεῖρες Μωϋσέως ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου, καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλήκ, καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ. Καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. Καὶ ᾠκοδόμησε Μωϋσῆς θυσιαστήριον τῷ Κυρίῳ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Κύριός μου καταφυγή· ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴν ἀπὸ γενεῶν εἰς γενεάς.

 

 

 

 

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

Τάδε λέγει Κύριος· Ἐξ Ἱερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Διὰ τοῦτο οὕτω λέγει Κύριος ἐπὶ Βασιλέα Ἀσσυρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπ’ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν ὑπ’ αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμέ, καὶ διὰ Δαβίδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν Ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσύρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἀναστάντες τῷ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπῆλθεν ἀποστραφείς, καὶ ἀπέστρεψε Σαμαχειρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευΐ. Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ Θεοῦ αὐτοῦ, Ἀδραμέλεχ, καὶ Σαρασὰχ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἁρμενίαν, καὶ ἐβασίλευσεν Ἀσορδὰμ ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

 

 

 

 

 

 

Εἰς τὴν Λιτήν. Ἦχος β΄.

Ταῖς ἀρεταῖς διαπρέψας Σπυρίδων πανένδοξε, ἐν βίῳ οὐρανίῳ ἐφρόνεις, τῶν φθαρτῶν καὶ γεηρῶν ἀμελήσας, ἀρχιερωσύνης τὸ στέφος ἀναλαβών, γενναιοτάτως ὑπὲρ τοῦ σοῦ ἐνήθλησας ποιμνίου. Μὴ τῆς ψυχῆς σου φεισάμενος ὑπὲρ τῶν σῶν προβάτων ἀείμνηστε.

Ἀρχιερέων καλλονή, σῶμα σὸν ζωηφόρον Κέρκυρα ἐκτήσατο. Καὶ αὕτη σοι χαίρει τὰς ἰάσεις λαμβάνουσα, καὶ τὰ παράδοξα τῶν θαυμάτων κηρύττουσα, ὡς ἀνδρικὸς γὰρ ἀντέστης τῷ ἐχθρῷ τῆς εὐσεβείας ἀήττητε.

Τὰς ἀρετὰς ἐποιήσω τρισόλβιε, βαθμοὺς πρὸς λήξιν οὐράνιον. Χριστὸς δὲ σὲ μάκαρ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ ἀνεβίβασε. Τριμυθοῦντος Ποιμένα ἀξίως δεικνύων σε. Νῦν δὲ τὸ σὸν ζωοπάροχον σκῆνος, θεοδώρητον δῶρον ἡ Κέρκυρα θαυμάζεται, καὶ τὸν ἐν τοῖς ὑπερφυέσι θαύμασι ἑκάστην ἀγάλλεται, ὕμνους, σοὶ τῷ λυτρωτῇ ἡμῶν παννυχίους ἐκπέμπουσα.

 

Δόξα. Ἦχος δ΄.

Τίς σοι κατ’ ἀξίαν τοὺς αἴνους προσφέρει, Σπυρίδων θαυμάσιε; Ἤ τίς τῶν θαυμάτων σου σεμνῶς διηγήσεται; Ἔπρεψας ἐν τῷ βίῳ ἀγγελικῶς ἐκβιώσας. Ἄγρυπνος μετὰ πότμον τοὺς πιστοὺς περισκέπεις. Χαίρει Νίκαια τροπαιοῦχον αἱρετικῶν σε δοξάζουσα. Χαίρει Κέρκυρα ὀλετῆρα Ἱσμαηλιτῶν σε γνωρίζουσα. Τίς δὲ ἀόπλοις χερσὶν ἀπώσατο τοὺς βαρβάρους; Σπυρίδων ὁ τῆς νήσου φρουρός, καὶ τοῦ Χριστοῦ ἱεράρχης γνήσιος. ᾯ πρεσβεύει δωρηθῆναι τῇ τῶν πιστῶν πολιτείᾳ εἰρήνην καὶ ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ὄρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπ' ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ, οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου, ἐπὶ πρόσωπον, εἰς γῆν κατεβαρύνοντο, οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν συλλαλοῦντάς σοι τὰ μέλλοντα συμβαίνειν σοι, καὶ φωνὴ ἐκ τοῦ Πατρός, ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησᾳ, αὐτοῦ ἀκούετε, ὃς τις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἐν ταῖς τοῦ Πνεύματος θείαις, λελαμπρυσμένος αὐγαῖς, σαφῶς ἀνακηρύττεις, τῶν θαυμάτων τὰ ξένα, τὴν δύναμιν τοῦ λόγου διατρανῶν, τοῖς ἐν ἔθνεσι σήμερον, τοὺς ἐν βυθῷ ἀσεβείας ἀποσωβῶν, περισκέπεις τὸ σὸν ποίμνιον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Σὺ τοῖς τοῦ Πνεύματος ὅπλοις, ὑπερμαχήσας σοφέ, ἀπεδιώξω Ἄγαρ, τοὺς υἱοὺς τοὺς αὐθάδεις. Θεῖον δὲ στρατιώτην καὶ στερεόν, τῆς Κέρκυρας ἀδάμαντα, καὶ θεοκήρυκα ἅμα τῶν τοῦ Χριστοῦ, θαυμασίων σε δοξάζομεν.

Στ.: Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Χαρίτων Πάτερ ἀῤῥήτων, γέγονας ἔμπλεως, σοῦ γὰρ τὸ θεῖον σκῆνος, ἐπιχέει χειμάῤῥους, μάκαρ παραδόξως τὰ τῶν ἐχθρῶν, καταπνίγων συστήματα· τῶν δὲ πιστῶν τὰς καρδίας φωταγωγεῖ, ταῖς ἐμπνεύσεσι τῆς χάριτος.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν πνευματικὴν ὁπλισάμενος μάχαιραν, ὁ μέγας τῶν Κερκυραίων στρατηγός, τῶν τῆς Ἄγαρ παίδων τὸ κράτος διέλυσε, καὶ τὸν πιστὸν λαὸν ὡς ποιμὴν ἀληθινὸς διεσώσατο. Διὸ καὶ νικητὴν ἀνέδειξε τροπαιοῦχον, εἰς πᾶσαν τὴν οἰκουμένην διαδραμῶν ὁ φθόγγος τοῦ θαύματος. Ὑπὸ δὲ πάντων δεχόμενος τὰ βραβεῖα, ἐν ὕμνοις καθ’ ἑκάστην γεραίρεται, πρεσβεύων ἀπαύστως ὑπὲρ τῆς ποίμνης ὁ θαυμάσιος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄.

Ὡς τῶν ὀρθοδόξων ὑπέρμαχον, καὶ τῶν κακοδόξων ἀντίπαλον, παμμακάριστε Σπυρίδων, εὐφημοῦμεν οἱ πιστοὶ καὶ ὑμνοῦμέν σε, καὶ δυσωποῦμέν σε, φυλάττειν τὸν λαόν καὶ τὴν πόλιν σου, πάσης κακοδοξίας καὶ ἐπιδρομῆς βαρβάρων ἀπρόσβλητον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Ὡς φοίνιξ ἀληθῶς, σὺ ὑπάρχεις τρισμάκαρ, τῶν χρόνων τῶν πυρί, μὴ βλαφθεὶς θαυμασίως· ὡς κέρδος δὲ διήνθησας, ἐν Κερκύρα μακάριε, τοῖς σοῖς θαύμασι, ψυχὴν ἡμῶν περισκέπων· ὁ νεκρῶσαν μὲν , ἔμπνουν ζωῇ προσενέγκας, Σπυρίδων ἀείμνηστε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἐπεφάνης σήμερον

Ἑορτὴ ὑπέρλαμπρος ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν ἐποψόμενοι.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ὅμοιον.

Δοχεῖον καθαρόν, τῆς τοῦ Πνεύματος αἴγλης, παμμάκαρ ἀληθῶς, ἀνεδείχθης καὶ πᾶσαν, τῶν ἐχθρῶν τὴν ὠμότητα, ὁρατῶν τε κατέθραυσας· ὅθεν ἅπαντας, τοὺς τῶν θαυμάτων τὴν μνήμην, ἐκτελοῦντάς σου, πάσης ἐχθρῶν ἐπηρείας, σῶζε πανθαύμαστε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὸ Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἑορτάσωμεν φαιδρῶς, θεῖον ποιμένα καὶ σεπτόν, ἄγει δὲ χαράν, τῶν ὀρθοδόξων ὁ χορός, ἀπαλλαχθεὶς παραδόξως ἐκ τῶν κινδύνων, ἀγάλλεται λαμπρῶς, πόλις Κέρκυρα καὶ σκιρτᾶ, κομπάζουσα σεμνῶς, τοῦ ἱεράρχου ταῖς λιταῖς, καὶ προσιόντες χαίρουσι. Καμάτων καὶ νοσημάτων, καὶ συμφορῶν, λάρνακι θείᾳ, ἐκδυσωποῦντες, ἐκ τῶν θαυμάτων τὴν λύτρωσιν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἦχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...

Εὐαγγέλιον εἰς Ἱεράρχην.

Ὁ Ν΄ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον, ἦχος πλ. α΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Θησαυρὸν ἀσύλητον ἔδωκας ἡμῖν Σπυρίδων μακάριε, καὶ δῶρον ἔνθεον σῶμα σὸν ζωηφόρον. Θαύματα βρύει ἑκάστοτε, τοῖς πίστει τω Ναῷ σου προστρέχουσι, καὶ τὰς νόσους διῶκων ψυχῶν τε καὶ σωμάτων, τοῖς ὀρθοδόξοις παρέχει παντοῖα δωρήματα. Χριστὸν τὸν Θεὸν ἱκέτευε πατὴρ ἡμῶν, ἡμῖν τοῖς ἄμετρα πταίουσιν, ἱλασμὸν δοῦναι καὶ ἄφεσιν.

 

Εἶτα οἱ κανόνες· τῆς ἑορτῆς· καὶ τοῦ Ἁγίου.

Ὠδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Σὲ τὴν ἡμῶν, ἀκαταμάχητον δύναμιν, καθικετεύω πάνσοφε, τὴν μολυνθεῖσάν μου πονηραῖς διανοίαις, ἀπόσμιξον καρδίαν, ὅπως ὑμνήσω σε.

Πάντες πιστοί, σὲ βοηθὸν ἀπροσμάχητον, καὶ προστάτην κεκτήμεθα, καὶ φρουρὸν ἄμαχον, καὶ πρέσβυν, Σπυρίδων θερμότατον· ὅθεν σὲ ἀξίως γεραίρομεν.

Θαῦμα τὸ σόν, ἡ Κέρκυρα τεθαύμασται, Ἰσμαηλίτην βλέπουσα, ὡς ψάμμον παράλιον, κακῶς δὲ ἀπολελυμένον, τῷ ξίφει τῆς πρεσβείας σου ἀξιάγαστε.

Θεοτοκίον.

Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, Σοὶ χωρητὸν γενόμενον, δι’ ἀγαθότητα, ἀπεκύησας Κόρη, Ὃν αἴτησαι σωθῆναι, τοὺς ἐν πίστει καὶ πόθῳ ἀνυμνοῦντάς σε.

ᾨδὴ γ΄. Ἐν πέτρα με.

Θηρὸς ὁ τὴν φύσιν μεταποιήσας, πενίας τὸν αἰτοῦντα θέλων λυτρῶσαι, θηρία τὰ τῆς Ἄγαρ νῦν ἀπεκρούσω. Αἰχμαλωσίας δέ, καὶ πικροῦ θανάτου, τοὺς σὲ προσκαλουμένους διέσωσας.

Ἐν πόντῳ σὲ γινώσκομεν εὐεργέτην, τοῖς θαύμασι τοῖς σοῖς ἀφορῶντες, τὰ φύλα δ’ ἀπιστήσαντα τῶν βαρβάρων, καταισχυνόμενα ἔφυγον, ἡμεῖς δέ σε Πάτερ σωτῆρα κηρύττομεν.

Πηλὸν ἀποσφίγξας τῇ δεξιᾷ σου, τοῦ πλάσαντος τὸν ἄνθρωπον ἐπενόεις, τριμόρφου ἀγλαΐας τὸ ἐνιαῖον, Σύνοδος δὲ Θεὸν τὸν Υἱόν, καὶ οὐ κτίσμα τοῖς ὀρθοδόξοις ἐκήρυξεν.

Θεοτοκίον.

Τὰ πάθη τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων, ἰάτρευσον πανύμνητε καὶ βαδίζειν, τὰς τρίβους κατευόδωσον τὰς φερούσας, πρὸς τὴν ἀπόλαυσιν, καὶ τρυφὴν ἄῤῥευστον καὶ ἀνώλεθρον.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Λύχνον ἄσβεστον, ἡ Ἐκκλησία, λίθον τίμιον, τῶν Κερκυραίων, πόλις παμμάκαρ Σπυρίδων ἐδέξατο. Καὶ διαυγάσας ἡλίου λαμπρότερον, τὸ τῶν ἀπίστων ἀπήμβλυνας ὄμματα, ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα

Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, ἐν πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.

 

ᾨδὴ δ΄. Ἐλήλυθας.

Σκιρτήσατε, τῶν πιστῶν οἱ χοροί, καὶ βοήσατε, γῆ μὲν καὶ οὐρανοὶ εὐφραινέσθωσαν, σκῆνος δὲ τὸ ἅγιον, τοῦ Ἱεράρχου χαρίζεται, τοῖς προστρέχουσι πίστει, φωτισμὸν καὶ ἀντίληψιν.

Ὁ Ἁβραάμ, λειτουργὸς τῶν Ἀγγέλων λελόγισται, ἀλλὰ σὺ θαυμάσιε, τοὺς Ἀγγέλους λειτουργοὺς ἔσχες ἐν λιταῖς καὶ ὁμοσκήνους· διὸ καὶ τῶν Ἀγγέλων ὁμοδίαιτος γέγονας πάνσοφε.

Οὐκ εὐδοκεῖ, ἐν τῇ δυνάμει ἵππου καὶ ἄρχοντος, θαυμαστὸς δὲ ὁ Κύριος τῶν στρατευμάτων, ἐπὶ τοὺς φοβουμένους αὐτοῦ τὸ ὄνομα· διὸ καὶ ἔσωσεν ἐν σοὶ τὴν ποίμνην σου Ἅγιε.

Θεοτοκίον.

Ἐλέησον, ἐλεήμονος Λόγου λοχεύτρια, τὸν ἀνελεήμονα καὶ τοῦ ἐλέους ἀνάξιον, ἑαυτὸν ποιήσαντα, ὡς τὰς ἐντολὰς τοῦ Δεσπότου ἁπάσας ἀμελήσαντα.

 

ᾨδὴ ε΄. Ὁ φωτισμός.

Ὁ Μωϋσῆς, ἀνορθούμενος χεῖρας ἐπὶ τῷ ὕψει, πανστρατὶ τοῦ Ἀμαλὴκ ἀνετρόπωσεν. Αὐτὸς δὲ τῷ ἰδίῳ βραχίονι, πλῆθος Ἰσμαὴλ κατηδάφισας, καὶ τὸν σὸν λαὸν Σπυρίδων διέσωσας.

Ὁ Ἰσραήλ, τὴν ἐρυθρὰν ἀβρόχως διέβηκε, ποταμοῦ δὲ νάματα σὺ ἀπεξήρανας, τῇ προσευχῇ σου, ὅρους ὑπερβαίνοντας φύσεως· ὅθεν διέδραμες ἀνίκμοις τοῖς ποσὶ πολυθαύμαστε.

Θαυματουργῶν, κατήγαγες ὄμβρους εἰς ξηρασίαν, τὴν στειρωθεῖσαν γῆν καρποφόρον ἀναδεικνύων, τὴν ψυχήν μου νῦν διψῶσαν ἀνάψυξον, τῇ δρόσῳ τῆς χάριτος, καὶ ἀειθαλῆ τῶν ἀρετῶν λειμῶνα ἀνάδειξον.

Θεοτοκίον.

Τῆς σῆς ἐκτός, βοηθείας Παρθένε καὶ συνεργείας, μάταιος ὁ πόνος, κενὸς ὁ κόπος ὁ τῶν ἀνθρῶπων, ὁ ἱδρὼς καὶ ὁ μόχθος, καὶ ὁ σύμπας ἀγὼν ἀνίσχυρος· ὅθεν μοι ποθοῦντι σωθῆναι συνέργησον.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ.

Ἐπὶ σὲ καταφεύγομεν πάνσοφε, τὴν ἀκαταμάχητον τῆς βοηθείας σου, ἐπικαλούμενοι δύναμιν, ἐξ ἐχθρῶν ἡμᾶς παντοίων, καὶ κινδύνων διάσωσον.

Ἐν τῷ ναῷ σου τὸ σκῆνός σου σέβοντες, τῶν θαυμάτων τῶν σῶν ἐμπιπλάμεθα, καὶ ἐπὶ σὲ καταφεύγοντες, τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων λαμβάνομεν.

Τοὺς σοφοὺς ἐν Νικαίᾳ κατέπτηξας, καὶ Ἰσμαηλίτας ἐν Κερκύρᾳ κατέθραυσας, ἐν ξηρᾷ καὶ ὑγρᾷ συντριβόμενοι, καὶ τραυματίαι ἀθλίως γενόμενοι.

Θεοτοκίον.

Τὴν πολλήν μου γινώσκεις ἀσθένειαν, καὶ τὴν ῥᾳθυμίαν ἐπίστασαι Δέσποινα, ὡς οἶδας αὐτὴ σῶσόν με, καὶ ὡς θέλεις γεέννης με λύτρωσαι.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῷ τῆς Κερκύρας λυτρωτῇ νῦν ὑπανοίγομεν, ὡς τροπαιούχῳ νικητῆ τὰ αἰσθητήρια, ἀνακράζοντες οἱ δοῦλοί σου θεοφόρε, σοὶ τῷ ἔχοντι ᾀεὶ τὸ εὐσυμπάθητον, ἐκ βαρβάρων ὦ Σπυρίδων περιφρούρησον, τοὺς κραυγάζοντας· χαίροις Πάτερ ἀήττητε.

Ὁ Οἶκος.

Ἄγγελον ἡ Κέρκυρα ὑπεδέξατο Πάτερ, σῶμα σὸν Ἱεράρχα τὸ θεῖον, ἐν δὲ τῇ ὑποστάσει σαρκός, ἀθανάτου μένον σὲ θαυμαστῶς βλέπουσα, ἐξίσταται καὶ ἵσταται βοῶσα πρὸς σὲ τοιαῦτα·

Χαίροις ἀδάμας τῆς Ἐκκλησίας·
χαῖροις τὸ σέλας τῆς ἀσεβείας.
Χαίροις Κερκύρας θεοφρούρητον τεῖχος·
χαίροις πολεμουμένων κραταιότατον ξίφος.
Χαίροις ἀνδρείας θεότερπνον ἄγαλμα·
χαίροις σωφροσύνης οὐρανόσδοτον ἔρεισμα.
Χαίροις ὀρθοδοξίας ἀδιάσειστος στύλος·
χαίροις Χριστοῦ γνησιώτατος φίλος.
Χαίροις κανὼν πρακτικῆς ἐμπειρίας·
χαίροις λαμπτὴρ εὐσεβοῦς θεωρίας.
Χαίροις τῶν θηρίων ὁρατῶν καθαιρέτης·
χαίροις τῶν θηρίων ἀοράτων ἀλέστης.
Χαίροις Πάτερ ἀήττητε.

Συναξάριον.

Τὴν ΙΑ΄ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν τοῦ ἐν Κερκύρα ὑπερφυοῦς κατὰ Ἀγαρηνῶν θαύματος τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος τοῦ θαυματουργοῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Εἰς σὲ τῆς ἐμῆς, ἀνατίθημι ψυχῆς ὀφθαλμοὺς Πάτερ, ἐνατενίσας προσδέχομαι τὴν κραταιάν σου βοήθειαν. Πρόφθασον σοφὲ Ἱεράρχα, καὶ εὐόδωσον τρίβους μοι, διαβιβαζούσας πρὸς λήξιν οὐράνιον.

Νεκρὰν εἰς ζωήν, ὡς ἐξ ὕπνου ἐνεγκὼν μετ’ ἐξουσίας, καὶ ἰοβόλον μὴ πτοούμενος, ἐκ βίου φέρεις εἰς θάνατον, ὄφιν πάνσοφε παλαμναῖον· διὸ ἐν τούτῳ ἐγνώσθη σου λαμπροτέρα χρυσίου ἡ διάθεσις.

Ἀθῶος χερσί, καθαρὸς δὲ σὺ σοφὲ τῇ διανοίᾳ, ἀνελήλυθας εἰς ὄρος Κυρίου, καὶ ἔστης ἐν τόπῳ ἁγίῳ, ταῖς ἀΰλοις ἱεραρχίαις, συναυλιζόμενος πάνσοφε, ἀθανάτῳ ἐντρυφῶν μακαριότητι.

Θεοτοκίον.

Ἐῤῥύσω ἡμᾶς, κατακρίσεως δεινῆς ἀμπλακημάτων, καὶ τὴν ἀρχαίαν λύπην ἔλυσας, τῶν Πρωτοπλάστων πανύμνητε, τὸν Δημιουργὸν τῶν ἁπάντων, ὑπὲρ φύσιν κυήσασα· διὸ ἀξίως οἱ πιστοὶ σὲ μακαρίζομεν.

ᾨδὴ η΄. Κάμινος ποτέ.

Νόσου τῆς ἐμῆς, ἰάτρευσον ἀνοίας, φύσει δὲ κέκτησαι πάνσοφε, τὸ εὐσυμπάθητον, καὶ τὴν ζωήν μου πρὸς σωτηρίαν ὁδήγησον, ἵνα κράζω σωζόμενος· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Φάσγανον φρικτόν, κατέχων ἐπεφάνης, τοῖς ἀλλοφύλοις ἀήττητος, στρατάρχης δυνάμεων, οὐρανίων παμμακάριστε, τοὺς δὲ πιστοὺς διέσωσας, ψάλλοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μύστης τοῦ Χριστοῦ, ὑπάρχων θεοφόρε, αἱρετικῶν μὲν ἐτράνωσας ἀφόβως τὸ ἄθεον, τῆς Τριάδος, τριαυγάζουσαν, ὀρθοδόξως ἐδίδαξας, ἐνότητα τοῖς κραυγάζουσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ὕψιστον Θεόν, σαρκὶ ἀποτεκοῦσα, ἀπὸ κοπρίας με ἀνύψωσον, παθῶν τῶν θλιβόντων με, καὶ δεινῶς ὅλον πτωχεύσαντα. Ταῖς θείαις καταπλούτισον πάναγνε ἀρεταῖς με, ὅπως ὑμνῶ σε σωζόμενος.

ᾨδῆ θ΄. Ἀνάρχου Γεννήτορος.

Ἀξίως γεραίρει σε, ἡ σὴ ποίμνη ἀοίδιμε, λυτρωθεῖσα θανάτου, λιμοῦ πολέμου τε, καὶ τῶν δεινῶν περιστάσεων· ὅθεν ἀνακράζει σοι τῷ αὐτῆς φύλακι, αἴνους εὐχαριστηρίους, λαμπροφανῶς ἀναπέμπουσα.

Ἀμέμπτως ἐβίωσας, πρᾷος, χρηστὸς καὶ δίκαιος, ὀρφανῶν εὐἐργέτης, λιμὴν τοῖς πλέουσι, τοῖς δεομένοις ἐπίκουρος, πολεμουμένων ἀντιλήπτωρ, Σπυρίδων πανθαύμαστε, καὶ θλιβομένων παράκλησις.

Ἀνάρχως γεννήσαντα, Υἱὸν ὁμοῦ συναΐδιον, ἐκπορευτὸν δὲ τὸ Πνεῦμα, ἡμῖν ἐγνώρισας, τοῖς ἐν σκότει διακειμένοις, ἀγνωσίας θεομακάριστε· διὸ ὡς πάνσοφον σὲ Σπυρίδων μακαρίζομεν.

Θεοτοκίον.

Χαρᾶς τὴν καρδίαν μου, Παρθενομῆτορ πλήρωσον, ἡ χαρὰν δεξαμένη ἐν τῇ νηδύϊ σου, φώτισον ἁγνή, τῆς ψυχῆς μου τὴν πώρωσιν, ζόφῳ κρατουμένης πολλῶν παραπτώσεων.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἐν ᾄσμασι γεραίροντες, εὐθύμως εὐφημοῦμέν σου, θαυμάτων Πάτερ σὴν μνήμην, Σπυρίδων νῦν Ἱεράρχα, πνευματικῶς γεγηθότες. Τὸ χαῖρε οὖν βοῶμέν σοι, ἐκ τῶν βαρβάρων τρισμάκαρ.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος γ'.

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

 

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ Τριμυθοῦντος ποιμήν, ὁ τῇ καρδίᾳ καθαρὸς καὶ θερμότατος, χερσὶ δὲ ἀθῳοτάτοις, ὅρος προφθάσας Θεοῦ, καὶ ἐν τόπῳ θείῳ μάκαρ ἔστησας, σαυτὸν ἀκηλίδωτον ἀρετῶν ἐκθησαύρισμα. Ἱεραρχίας ὡραϊσμένον σεμνότητι, καὶ τῶν ἀῤῥήτων ἀπολαῦσαι λαμπρότητα, παμμάκαρ ἠξίωσαι, Σπυρίδων σεβάσμιε, συνδιαιτᾷν Ἀσωμάτοις. Ταῖς σαῖς εὐχαῖς μὲν οὖν Ἅγιε, Χριστὸν ἐκδυσώπει, τοῖς ὑμνοῦσί σε δοθῆναι χάριν καὶ ἔλεος. (Δίς)

Στύλος τῆς ἐκκλησίας φανείς, τοὺς τὴν Τριάδα ἀσεβῶς ἀθετήσαντα· μισήσας τέλειον μῖσον, καὶ καταισχύνας αὐτούς, εὐσεβείας τρόποις ἀνεκήρυξας. Καὶ ῥίψας τὸν Ἄρειον, τοῖς ἰδίοις θεσπίσμασι, καταπατήσας, ὡς κοπριὰν καὶ βόρβορον, καὶ ἐξέστησας τοῖς οἰκείοις σου θαύμασιν· ὅθεν καὶ ἐδογμάτισας, Τριάδα μὲν σέβεσθαι, καὶ τροπαιοῦχος ἐφάνης, τῷ σῷ Δεσπότῃ δὲ γνήσιος. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ θεῖον ἔλεος.

Χαίροις, ὁ τῆς Κερκύρας φωστήρ, προστάτης θεῖος, ἰατρὸς καὶ διδάσκαλος, ὁ λύκους ἐκ μέσου πέμψας, τῶν σῶν προβάτων σοφέ, ὡς φρουρὸς ποιμνίου ἀληθέστατος. Τὴν μάνδραν τηρήσας σου, ἀνεπίβατον ἔθνεσι, τοῖς ἀλλοκότοις κραταιῶς ἐνστησάμενος, κακοδοξοῦντας ἀποσεισάμενος. Ὄμμα γὰρ τὸ ἀκοίμητον, καὶ λύχνος καιόμενος ταύτης Σπυρίδων ὑπάρχεις, καταφυγὴ καὶ ἀντίληψις. Μὴ παύσῃ φυλάττειν, ἐξ ἐχθρῶν ἡμᾶς παντοίων τοῦς ἀνυμνοῦντάς σε.

Δόξα. Ἦχος β΄.

Θαυμάσατε ἔθνη ἑτερόδοξα, ὑμεῖς Ἰσμαηλίτης λαὸς τὸ παράδοξον, οὐ πυρὸς ἰσχύς, οὐ σιδήρου σκληρότης ἠμᾶς κατέπτηξεν, ἀλλὰ τοῦ ἡμετέρου Ἱεράρχου ἡ δύναμις. Θάμβος οὖν ἐχέτω ὑμῶν τὰς καρδίας, Ἡμεῖς δὲ χαρᾶς ἐνεπλήσθημεν καὶ εὐφροσύνης, εὐχαριστήρια ἀναμέλποντες τῷ ἡμετέρῳ Ποιμένι, τῷ λυτρώσαντι ἡμᾶς, καὶ ποιήσαντι ἔλεος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ὁ φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον τοῦ Ἁγίου.

Τῶν θαυμάτων πέλαγος γεγονώς, πάσης τρικυμίας, ἐν θαλάσσῃ τε καὶ ἐν γῇ· μέγιστε Σπυρίδων, διάσωζε εὐχαῖς σου, τοὺς ἐπικαλουμένους μέγα σὸν ὄνομα.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου