Παρασκευή 15 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 25. ΑΓΙΑΣ ΑΝΝΗΣ ΚΟΙΜΗΣΙΣ


ΙΟΥΛΙΟΣ ΚΕ΄!!
ΑΓΙΑΣ ΑΝΝΗΣ ΚΟΙΜΗΣΙΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νόμου δικαιώματα, διατηροῦσα ἀλώβητα, καὶ Θεῷ Παντοκράτορι, ἀμέμπτως δουλεύουσα, ἠξιώθης Ἄννα, μήτηρ χρηματίσαι, τῆς κατὰ σάρκα τὸν Χριστόν, ἀποτεκούσης Ἁγνῆς Θεόπαιδος· μεθ’ ἧς σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου κοίμησιν, γεγηθότι φρονήματι, ἑορτάζομεν σήμερον.

Ζωῆς τὸ παλάτιον, Ἄννα θεόφρον κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τὴν ὄντως ἀκήρατον, καὶ συναγελάζῃ, χορῷ τῶν Δικαίων, κατατρυφῶσα δαψιλῶς, τῆς τοῦ Δεσπότου ἀγαλλιάσεως· διό σου τὴν μετάστασιν, θεοπρεπῶς ἑορτάζομεν, καὶ πιστῶς σε γεραίρομεν, εὐσεβούντων συστήματα.

Πύλην τὴν οὐράνιον, Ἄννα θεόφρον κυήσασα, πρὸς οὐράνιον σκήνωσιν, ἀνέδραμες ἔνδοξε, καὶ τῆς θείας δόξης, νῦν ἐπαπολαύεις, ἧς καὶ ἡμᾶς τοὺς τὴν σεπτήν, πανηγυρίζοντας ἐκδημίαν σου, πρεσβείαις σου ἀξίωσον, παθῶν τὸν ζόφον σκεδάζουσα, καὶ δεινῶν περιστάσεων, τὴν ἀχλὺν ἐκδιώκουσα.

ᾌσμασιν ὑμνήσωμεν, χαρμονικῶς ὦ φιλέορτοι, καὶ πιστῶς μακαρίσωμεν, τὴν πάνσεπτον κοίμησιν, Ἄννης τῆς Ἁγίας, ἐξ ἧς ἐγεννήθη, ἡ σωτηρία τῶν βροτῶν, καὶ ἡ τοῦ γένους παντὸς ἀνάκλησις, καὶ ταύτῃ ἐκβοήσωμεν· Θεοπρομῆτορ πανσέβαστε, σαῖς εὐχαῖς ἡμᾶς λύτρωσαι, τοῦ πυρὸς τῆς κολάσεως.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Θεοπρεπῶς ἐν νόμῳ ἐμπρέπουσα, καὶ τὸν Θεὸν θεραπεύουσα, ἠκιώθης τεκεῖν ἐν γήρατι, τὴν τεκοῦσαν τὴν πηγὴν τῆς ζωῆς, Ἄννα παμμακάριστε· ὡς γὰρ θυσίαν μυστικήν, τὰς τοῦ βίου σου πράξεις, Κύριος Σαβαὼθ προσεδέξατο· διὸ ἡ ζωή σου μακαρία ὤφθη, καὶ ἡ κοίμησις ἔνδοξος· πρὸς γὰρ τὴν ὄντως ζωὴν μεθέστηκας, ὑπὲρ ἡμῶν πρεσβεύουσα, σὺν Ἰωακεὶμ τῷ σῷ κλεινῷ συνεύνῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, ἐν τῇ ἐνδόξῳ μνήμῃ, Ἰωακεὶμ καὶ Ἄννης, αὐτοὺς φαιδρῶς γεραίροντες.

Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσι.
Χαίροις ἡ νοητή, χελιδὼν ἡ τὸ ἔαρ, Ἄννα Χριστοῦ Προμῆτορ, τῆς χάριτος τῆς θείας, τῷ κόσμῳ προμηνύσασα.

Στ.: Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Αἶνον πάντες Θεῷ, προσοίσωμεν συμφώνως, τὴν τῶν Δικαίων μνήμην, Ἰωακεὶμ καὶ Ἄννης, ἐνθέως ἑορτάζοντες.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, λιταῖς τῶν Προπατόρων, ἐλέησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Μόνη Χριστιανῶν, ἐλπὶς ἁγνὴ Παρθένε, σὺν τοῖς γεννήτορσί Σου, δυσώπει τὸν Υἱόν Σου, ὑπὲρ οἰκείων δούλων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε. 

Ἀπόλυσις.














ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Μνήμην τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων, δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς. 

Ἡ πρώην ἄγονος στεῖρα, ἡ ἐκβλαστήσασα, τὴν ἀπαρχὴν τοῦ γένους, τῆς ἡμῶν σωτηρίας, σήμερον μετέστη πρὸς τὴν ζωήν, τὴν ἐκεῖθεν αἰτοῦσα Χριστόν, τοῦ δωρηθῆναι πταισμάτων τὸν ἱλασμόν, τοῖς ἐν πίστει ἀνυμνοῦσιν αὐτόν. 

Μνήμην Δικαίων τελοῦντες, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου, πρὸς ἄληκτον καὶ θείαν, μεταστήσαντα νῦν, ὡς Μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός. 

Ἕτερα. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος.
Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος. 

Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν. 

Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν. 





Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'. Ἀνατολίου
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'
Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν. Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τήν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός
Τίς ὁ δῆμος τῶν συναθροισθέντων παραγίνεται, ἐν τῷ πανσέπτῳ ναῷ τῶν Προπατόρων εὐλαβῶς; συγχάρητε κραυγάζοντες, μερόπων γένος σήμερον, ὅτι ἡ Ἄννα ἀπὸ γῆς μεθίσταται πρὸς Κύριον, αὐτῷ παρεστῶσα, καὶ ἡμῖν αἰτοῦσα τοῦ δοθῆναι ἱλασμόν, τοῖς πίστει τελοῦσι ταύτης τὴν κοίμησιν.


Ἦχος δ'.
Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν Δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν Προπατόρων σήμερον, ὅτι ἔτεκον ὑμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον. Ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· Ζεῦγος ἁγιόλεκτον, ξυνωρὶς ἁγία καὶ Θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστον τὸν Θεόν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ὦ μακαρία δυάς, ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ. Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας. Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, ὃν δυσωπεῖν ἡμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Χαίροις πεποθημένη Θεῷ, ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, τοῦ νόμου δυὰς τιμία, ἡ τὰς ἐμφάσεις καλῶς, ἐν τῇ θείᾳ χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον, οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν ἄχραντον, μεθ' ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Χαίροις εὐλογημένη ἡ γῆ, ἡ τὴν θεόβλαστον τῷ κόσμῳ ἀνθήσασα, ἡ νόμῳ ἀδιαλείπτως, ἐμμελετῶσα Θεοῦ, καὶ τὴν χάριν πᾶσιν ὑπογράψασα, δεσμὰ τῆς στειρώσεως ἡ φυγοῦσα τῷ τόκῳ σου, καὶ τῷ θανάτῳ, τὴν φθορὰν ἀνταμείψασα, καὶ πρὸς ἔνθεον, μεταστᾶσα λαμπρότητα, Ἄννα θεομακάριστε, Προμῆτορ Χριστοῦ τοῦ Θεοῦ, ἡ φωτοφόρον λυχνίαν, τὴν Θεοτόκον κυήσασα, μεθ' ἧς ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'
Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε. (γ)

Ἀπόλυσις.























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἡ εὐκλεέστατος, καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μετ' Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Τὰς νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον νυμφῶνα, Δικαίων ὑπέρκεισαι. 
Δόξα. Καὶ νῦν.
Ἡ κλῆσίς σου σεμνή, θείαν χάριν ἐκφαίνει· διὸ τοῖς εὐλαβῶς, χαριτώνυμε Ἄννα, ὑμνοῦσί σου τὴν κοίμησιν, χάριν αἴτει καὶ ἔλεος, καὶ συγχώρησιν, ἁμαρτιῶν πολυτρόπων, οἷα μάμμη Χριστοῦ Σωτῆρος, ἡμῶν δὲ προσφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Βίῳ ἀμέμπτῳ διαλάμψασα ἐν νόμῳ, κατηξιώθης τοῦ τεκεῖν Ἄννα θεόφρον, τὴν ἀσπόρως τεκοῦσαν τὸν πάντων Κτίστην, τὸν γῆθεν σὲ μεταστήσαντα ἐν χαρᾷ, πρὸς δόξαν τὴν ὑπερκόσμιον καὶ ζωήν· διὰ τοῦτο γεραίρομεν, τὴν κοίμησίν σου τὴν σεπτήν, πιστῶς ἀπεκδεχόμενοι, τὴν θερμήν σου ἀντίληψιν. (Δίς)

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Προπατόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῇ τοῦ Θεοῦ βουλῇ, ὡς καθαρὰ τὴν ψυχὴν διηκόνησας, τὴν τούτου Παναγίαν Μητέρα, ἐν γήρατι τέξασα, Ἄννα πολυΰμνητε· καὶ καλῶς τελέσασα τὸν τῆς ἐν γῇ παροικίας δρόμον, πρὸς αἰωνίους μονὰς ἀνέδραμες, καὶ τῶν ὑπὲρ λόγον ἀγαθῶν ἠξιώθης, ὡς τῆς πανάγνου Θεοτόκου, Μήτηρ πανευκλεής. Καὶ νῦν δυσωποῦμέν σε· σὺν αὐτῇ πρέσβευε τῷ ἐλεήμονι Κυρίῳ, σώζεσθαι ἡμᾶς τοὺς εὐλαβῶς σε μακαρίζοντας.
Εἶτα, οἱ Κανόνες· ὁ πρῶτος μετὰ τῶν Εἱρμῶν εἰς η’ καὶ ὁ δεύτερος εἰς στ΄.
Ὁ α’ Κανών, ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
Πταισμάτων συγχώρησιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, καὶ θείαν ἔλλαμψιν, νῦν μοι αἴτησαι, τὴν σὴν φωσφόρον μνήμην, γεραίροντι σήμερον, Ἄννα πανεύφημε.
Ζωὴν τὴν κυήσασαν, θεοπρεπῶς ἀπεκύησας· διὸ πρὸς ἀείζωον, ζωὴν μεθέστηκας, ἀπολαύουσα, χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀνεσπέρου τε, Ἄννα θεόκλητε.
Ἡ χάρις ἡ ἔνθεος, πρὸς τὴν χαρὰν μεταβέβηκεν, ἀσπόρως ἣν ἔτεκε, θυγάτηρ ταύτης ἁγνή, καὶ παρίσταται, πολλῇ σὺν παρρησίᾳ, Κυρίῳ πρεσβεύουσα, σωθῆναι πάντας ἡμᾶς.
Δικαίως ὁσίως τε, πολιτευθεῖσα πανεύφημε, πρὸς δίκαιον Κύριον, νῦν μεταβέβηκας, συναγάλλεσθαι, Δικαίοις ἀπ’ αἰώνος· ὅθεν συνελθόντες σε πίστει γεραίρομεν.
Θεοτοκίον.
Ἐκ σοῦ ἡμῖν ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, καὶ πᾶσαν κατηύγασε, θεογνωσίᾳ τὴν γῆν, καὶ διέλυσεν, ἀχλὺν τῆς ἀθεΐας, Ἁγνὴ παναμώμητε, καὶ παμμακάριστε.

Ὁ β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρμαρυγαῖς τῆς Τριλαμποῦς Θεότητος καταυγαζόμενοι, καὶ κάλλει ἀῤῥήτῳ καθωραϊζόμενοι, Ἰωακεὶμ πανεύφημε, ἀξιάγαστε Ἄννα, ἡ συζυγία ἡ ἄμεμπτος, ἔμπνευσόν μοι λόγον ὑμνοῦντί σε.
Συμφώνως πάντες συνελθόντες σήμερον ἀνευφημήσωμεν, καὶ ἱεροῖς ὕμνοις, δεῦτε μακαρίσωμεν, Ἰωακεὶμ τὸν ἔνδοξον, καὶ τὴν ἔνθεον Ἄνναν, Χριστοῦ τοὺς θείους Προπάτορας, καὶ ἡμῶν θερμοὺς ἀντιλήπτορας.
Ἡ φωτοφόρος καὶ φαιδρὰ καὶ εὔσημος, τῶν Προπατόρων Χριστοῦ, καὶ εὐκλεὴς μνήμη, σήμερον ἀνέτειλεν, ἁγιασμὸν ἐκπέμπουσα, φωτισμὸν καὶ εἰρήνην, καὶ ἐγκλημάτων τὴν ἄφεσιν, τοῖς σεπτῶς αὐτὴν ἑορτάζουσιν.
Πεποικιλμένη ἀρετῶν τοῖς κάλλεσιν, ὅλη μετάρσιος, θεοειδὴς ὅλη, ὅλη ἐξαστράπτουσα, ἐκ δεξιῶν παρίστασαι, τῆς Μητρὸς τοῦ Δεσπότου, οἷα Μητρὶ παρεχούσης σοι, Ἄννα θεοφόρε τὰ αἴσια.
Ὡς παῤῥησίαν πρὸς Χριστὸν πανεύφημε, πλουτοῦσα Ἄννα πολλήν, εὐΐλατον τοῦτον, ποίησον τοῖς δούλοις Σου, ἐν ὥρᾳ τῆς ἐτάσεως, καὶ τῆς εὐκταιοτάτης, ἐκ δεξιῶν παραστάσεως, τούτου καταξίωσον ἅπαντας.
Θεοτοκίον.
Χαῖρε Παρθένε τῶν πιστῶν τὸ στήριγμα· χαῖρε Ἀγγέλων, χαρά· τῶν ἀσκητῶν χαῖρε, σκέπη καὶ διάσωσμα· χαῖρε τοῦδε τοῦ κλήρου Σου, καταφύγιον μέγα, καὶ ἀσφαλὲς περιτείχισμα, ἄχραντε καὶ τεῖχος ἀπόρθητον.

ᾨδὴ γ'. Ἦχος δ'. Οὐκ ἐν σοφίᾳ.
Τὴν συλλαβοῦσαν, τὸν συνέχοντα πάντα συνέλαβες, καὶ ἐκύησας Χριστόν, τὴν ὑπὲρ λόγον κυήσασαν· διό σου τὴν κοίμησιν, Ἄννα γεραίρομεν.
Μέτ' ἐγκωμίων, ἐκτελεῖται ἡ ἔνδοξος μνήμη σου· ὅτι ἔτεκες ἡμῖν, τὴν ἐγκωμίων ἐπέκεινα, ἁγνὴν Θεομήτορα, Ἄννα θεόκλητε.
Ἥλιος ὥσπερ τῇ σελήνῃ τῇ Ἄννῃ ἑνούμενος, ὁ κλεινὸς Ἰωακείμ, τῆς παρθενίας ἀκτῖνα γεννᾷ, δι' ἧς τῆς Θεότητος, αὐγὴ ἐπέλαμψεν.
Ὄρος τὸ θεῖον, ἐκ λαγόνων τῶν σῶν ἀπεκύησας, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, Ἄννα μεταβέβηκας, θεομακάριστε.
Νόμου τελοῦσα, ἐντολὰς ὅλη ἔνθεος πέφηνας, καὶ τὴν τέξασα Χριστόν, Ἄννα ἐν γήρατι τέτοκας· διὸ πρὸς ἀθάνατον, ζωὴν καὶ ἀνέδραμες.
Θεοτοκίον.
Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πλήρης ἀῤῥήτου φωτισμού, πλήρης χαρᾶς ἀνεικάστου, πλήρης Πνεύματος Ἁγίου ὑπάρχει, ἡ σεπτὴ καὶ εὐκλεής, καὶ παναγία μνήμη σου, Θεοπρομῆτορ Ἄννα, ἣν ἐπαξίω γεραίρομεν.
Γλῶσσα οὐ σθένει σε βροτῶν, ἀνευφημῆσαι ἀξίως, ἀξιΰμνητε Προμῆτορ Κυρίου· σὺ γὰρ τέτοκας ἡμῖν, τὸν λογικὸν Παράδεισον, τὴν τῆς ζωῆς Μητέρα, καὶ ἐγκωμίων ἐπέκεινα.
Ἐκ ῥίζης σὺ πανευκλεοῦς, ῥάδαμνος ἅγιος ἔφυς, καὶ ἐξήνθησας ἡμῖν παραδόξως, τὴν Παρθένον καὶ ἁγνήν, ἐξ ἧς ὁ πάντων Κύριος, τεχθεὶς ὡς οἶδε μόνος, πάντας τὸν κόσμον διέσωσεν.
Φωστῆρες οἷάπερ φαιδροί, Θεοπροπάτορες θεῖοι, τὴν ὑφήλιον αὐγάζετε πᾶσαν, καὶ τὸ σκότος τῶν παθῶν, σκεδάζετε πανεύφημοι, Ἰωακεὶμ καὶ Ἄννα· διὸ ὑμᾶς μακαρίζομεν.
Ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, μεθισταμένη ἐν δόξῃ, θεοδόξαστε Προμῆτορ Κυρίου, τῆς Τριάδος τῷ φωτί, περιφανῶς ἠγλάϊσαι· διὸ ἀνευφημοῦμεν, τὴν σὴν ἁγίαν μετάστασιν.
Θεοτοκίον.
Ἐκ ψυχοφθόρων προσβολῶν, τοῦ ἀρχεκάκου βελίαρ, καὶ ἐκ πάσης ἐπηρείας καὶ βλάβης, διατήρει ἀσινεῖς, ὥσπερ ὑπέσχου ἄχραντε, τοὺς ἐνοικοῦντας τούτῳ, τῷ σεπτῷ Ὄρει Σου Δέσποινα.






Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα· διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.
Τὰ ἐν νόμῳ γεγραμμένα, μελετῶσα ἐτέλεσας, καὶ τοῦ νομοθέτου, μήτηρ τῆς μητρὸς ἐχρημάτισας· διὸ νῦν πᾶσα ἡ κτίσις ἐποφείλει σοι, ἐκτελοῦσά σου, χαρμονικῶς τὸ μνημόσυνον.
Μακαρία ἡ κοιλία ἀληθῶς ἡ βαστάσασα, τὴν τὸ φῶς τοῦ κόσμου, ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, ὡς θηλάσαντες, τὴν θηλάσασαν, Ἄννα Χριστόν τὴν τροφὴν ἡμῶν.
Ὡς βιώσασα ἀμέμπτως, τὴν ἀμέμπτως κυήσασαν, Θεοτόκον Κόρην, Λόγον τοῦ Πατρὸς ἀπεκύησας, καὶ πρὸς αὐτὸν μετὰ δόξης προσεχώρησας, θεουμένη, σεπταῖς μετοχαῖς ἀληθέστατα.
Ξυνωρίδος μακαρίας, συζυγίας θεόφρονος, ἰσαγγέλου οὔσης, καὶ τῆς ὑπὲρ νοῦν ὡραιότητος, κατατρυφώσης τῇ μνήμῃ ἐντρυφήσωμεν, Ἄννης τε, καὶ Ἰωακεὶμ οἱ φιλέορτοι.
Ἡ δυὰς ἡ πανολβία, τοῦ Χριστοῦ οἱ Προπάτορες, Ἄννα ἡ θεόφρων, καὶ Ἰωακεὶμ ὁ μακάριος, ταύτην τὴν ποίμνην ὑμῶν ἀεὶ φυλάττετε, ἑορτάζουσαν, ὑμῶν τὴν μνήμην φαιδρότατα.
Θεοτοκίον.
Τῆς παρθένου ἡ κοιλία, θημωνία ὡς ἅλωνος, ἀληθῶς ἐδείχθη, στάχυν ἀγεώργητον ἔχουσα, δι' οὗ ἐκτρέφεται πᾶσα κτίσις, κράζουσα· Παντοδύναμε, Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Σοῦ τῆς σεπτῆς, ψυχῆς τὰς βάσεις ἐρείσασα, τοῖς τοῦ νόμου, θείοις διατάγμασι, καὶ πειθαρχοῦσα ταῖς τοῦ Θεοῦ, ἐντολαῖς θεόφρον, ἐπάξιον ἐνδιαίτημα, τοῦ Πνεύματος ἐγένου· διὰ τοῦτο καὶ μήτηρ, τῆς Μητρὸς τοῦ Θεοῦ ἐχρημάτισας.
Ἡ φωταυγής, καὶ ἀξιέπαινος μνήμη σου, νῦν ἐπέστη, Ἄννα πανσεβάσμιε, ἡλιακὰς στίλβουσα αὐγάς, καὶ φωταγωγοῦσα, τῶν εὐσεβῶν τὰ συστήματα, καὶ θείας εὐφροσύνης, καὶ τερπνῆς θυμηδίας, ἀξιοῦσα τοὺς πόθῳ σε μέλποντας.
Ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς μεμακάρισαι, ὡς τεκοῦσα, Ἄννα παμμακάριστε, τὴν μακαρίαν ὡς ἀληθῶς, καὶ εὐλογημένην, ἐν γυναιξὶ καὶ πανάμωμον, τὴν πάντας μακαρίους, καὶ ἐνθέους τελοῦσαν, τοὺς ἐν πίστει αὐτὴν μακαρίζοντας.
Τὸ τηλαυγές, καὶ ἀκηλίδωτον ἔσοπτρον, τὸ ταμεῖον, τῆς θείας ἐλλάμψεως, ὁ εὐαγὴς οἶκος τοῦ Θεοῦ, παστὰς ἡ τιμία, τὸ τιμαλφέστατον τέμενος, τὸ θεῖον ὄντως σκεῦος, ἡ φωτόμορφος χάρις, ἡ θεόκλητος Ἄννα ὑμνείσθω μοι.
Θεοτοκίον.
Ἡ τῶν πιστῶν, καταφυγὴ ἀειπάρθενε, ἡ προστάτις, τῶν ἀνευφημούντων Σε, τούτου τοῦ Ὄρους Σου ἐν παντί, προστάτευε Κόρη, τῇ κραταιᾷ ἀντιλήψει Σου, καὶ δίδου τοῖς ἐν τούτῳ, μονασταῖς καὶ μιγάσι, τῆς θερμῆς ἀρωγῆς Σου τὰς χάριτας.

ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται.
Οὐρανὸν ἐκύησας, ἐν γῇ ὡς ἀληθῶς, τὴν τεκοῦσαν τὸν οὐρανοῦ, ποιητὴν τὸν σήμερον, σὲ μεταθέμενον, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης Ἄννα ἔνδοξε.
Ταῖς ἀΰλοις τάξεσιν, ἀΰλω τῷ νοΐ, συγχορεύεις περιχαρῶς, πληρουμένη λάμψεως, τῆς πλουτοδότιδος, ἀλλ' ἡμῶν μνημόνευε, τῶν ἐν πίστει μεμνημένων σου.
Ἱεσσαὶ βλαστήσασαν, ἐκ ῥίζης ἐμφανῶς, εὐθαλῆ ῥάβδον τὴν Ἁγνήν, ἐκβλαστάνεις ἔνδοξε, τὴν ἐκβλαστήσασαν, ἄνθος τὸ ἀμάραντον, Ἰησοῦν τὸν Λυτρωτὴν ἡμῶν.
Φωτοβόλοις λάμψεσιν, ἐνθέων ἀρετῶν, καταστράπτουσα πρὸς τὸ φῶς, τῆς ζωῆς πανεύφημε νῦν τὸ ἀνέσπερον, μετετέθης· ὅθεν σε, κατὰ χρέος μακαρίζομεν.
Ἰωακεὶμ θεόληπτε, καὶ Ἄννα ἡ σεμνή, συζυγία ἡ εὐκλεής, οἱ ἐν νόμῳ λάμψαντες βίου λαμπρότητι, τοὺς ὑμᾶς γεραίροντας, σκοτασμοῦ παθῶν λυτρώσασθε.
Θεοτοκίον.
Ἐπὶ σὲ κατέφυγον, τὴν μόνην κραταιάν, τῶν πιστῶν σκέπην, ἐπὶ σοὶ τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, Παναγία Δέσποινα, Θεοτόκε μὴ παρίδῃς με.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὁ τὸ πᾶν διεξάγων, καὶ διευθετῶν καὶ συνέχων ὡς βούλεται, καὶ δεσπόζων πάντων, ὡς Θεὸς προειδώς σου τὸ ἄμεμπτον, ᾑρετίσατό σε, καὶ τῆς Μητρὸς αὐτοῦ θεόφρον, ἐπαξίως μητέρα προώρισεν.
Μέγα ὄντως τὸ κλέος, μέγα τὸ ἀξίωμα τὸ σὸν πανένδοξε· τῆς Μητρὸς γὰρ μήτηρ, τοῦ τῶν ὅλων Θεοῦ ἐχρημάτισας· διὰ τοῦτο πᾶσαι, αἱ πατριαὶ τῆς γῆς ἁπάσης, ἀσιγήτως ἀεὶ σὲ γεραίρουσιν.
Θεοκλήτου δυάδος, τῆς ἀποτεκούσης τὴν ἄμωμον δάμαλιν, ἐξ ἧς ἐγεννήθη, σιτευτὸς οἷα μόσχος ὁ Κύριος, καὶ ὑπὲρ τῆς πάντων, θέλων ἐτύθη σωτηρίας, κατὰ χρέος τὴν μνήμην τιμήσωμεν.
Ἀξιάγαστε Ἄννα, καὶ Ἰωακεὶμ τὸ θεότευκτον ἄγαλμα, οἱ τοῦ γλυκυτάτου, Ἰησοῦ μου Προπάτορες πάνσεπτοι, τῶν δεινῶν ἀρκύων, τοῦ βροτοκτόνου ῥύσασθέ με, καὶ φλογμὸν παθημάτων μου σβέσατε.
Μονοτρόπων τὰ στίφη, πόθῳ συνηθροίσθημεν ἐν τῷ τεμένει σου, καὶ τὴν πάνσεπτόν σου, ἑορτάζομεν κοίμησιν ἔνδοξε, καὶ δεόμεθά σου, ὑπὲρ ἡμῶν μὴ διαλίπῃς, δυσωποῦσα τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον.
Ἀλατόμητον ὄρος, ὄρος τε κατάσκιον Σὲ προηγόρευσαν, οἱ Προφῆται Κόρη· διὸ τόδε τὸ ὄρος τὸ ἅγιον, τὴν Σὴν κληρουχίαν, ὡς προσφυγὴ ἡμῶν Παρθένε, εἰς αἰῶνας συντήρει ἀκλόνητον.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.
Κυρίου, Ἰησοῦ τοῦ Θεοῦ οἱ προπάτορες, Ἰωακείμ τε καί, Ἄννα, οἱ δικαιοσύνῃ κεκοσμημένοι, ἐπαξίως, ἐν ᾠδαῖς εὐφημείσθωσαν σήμερον.
Ἁπάντων, ἐγκωμίων ἡ Ἄννα ὑπέρκειται, ὅτι παντὸς ἐγκωμίου, τὴν ὑπερκειμένην ἐκύησε· διὰ τοῦτο, ἐν χορῷ τῶν Ἁγίων αὐλίζεται.
Φωσφόρος, καὶ λαμπρότητος πλήρης ἡ μνήμη σου, μαρμαρυγὰς τοῖς ἐν κόσμῳ, τὰς σωτηριώδεις ἐκπέμπουσα, σῶφρον Ἄννα, χαρισμάτων παντοίων ἀνάπλεως.
Τὴν στάμνον, τὴν τὸ μάννα τὸ θεῖον χωρήσασαν, ἐκυοφόρησας Ἄννα, καὶ σὺν ταύτῃ τὰ οὐράνια, κατοικοῦσα, ὑπὲρ πάντων πρεσβεύεις πανεύφημε.
Ὑμνείσθω, ἡ ξυνωρὶς ἡ θεία καὶ πάντιμος, Ἰωακεὶμ καὶ ἡ Ἄννα, οἱ ἀεὶ πρεσβεύοντες τῇ Τριάδι, ὑπὲρ πάντων, τῶν τιμώντων αὐτῶν τὴν πανήγυριν.
Θεοτοκίον.
Ἐξ Ἄννης, ἡ τοῦ κόσμου ἐτέχθης Βασίλισσα, τὸν τοῦ παντὸς Βασιλέα, καὶ τεκοῦσα καὶ παρθενεύουσα, μετὰ τόκον, Χερουβὶμ ἀνωτέρα Πανάμωμε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἰωακεὶμ ὁ κλεινός, καὶ Ἄννα ἡ θεοπόθητος, ἡ ἱερὰ ξυνωρίς, τὸ ζεῦγος τὸ ἅγιον, ἡμᾶς συνεκάλεσαν, ὧν τὴν θείαν μνήμην, ἑορτάσωμεν γηθόμενοι.
Χρεωστικῶς οἱ πιστοί, τὴν πανσεβάσμιον κοίμησιν, τῆς Ἄννης τῆς εὐκλεοῦς, τελέσωμεν σήμερον· καὶ γὰρ ἀπεκήυσε, τὴν Παρθένον Κόρην, ἀπαρχὴν τῆς σωτηρίας ἡμῶν.
Οἱ λύχνοι οἱ παμφαείς, ἀστέρες ἀειλαμπέστατοι, λαμπτῆρες οἱ φωταυγεῖς, Χριστοῦ οἱ Προπάτορες, Ἰωακεὶμ ὁ ἔνθεος, καὶ ἡ σώφρων Ἄννα, κατὰ χρέος εὐφημείσθωσαν.
Πλουσίας ἐν οὐρανοῖς, τὰς ἀντιδόσεις ἐλάβετε, Προπάτορες τοῦ Χριστοῦ, ἀθάνατον εὔκλειαν, καὶ στέφος ἀμάραντον, καὶ λῆξιν ἀγήρω, καὶ τρυφὴν μὴ διαῤῥέουσα.
Ἐπίβλεψον εὐμενῶς, ἐξ ἱερῶν ὑψωμάτων Σου, καὶ οἴκτειρον συμπαθῶς, οἰκτίρμον τοὺς δούλους Σου, καὶ πάντας ἐλέησον, τῶν Σῶν προπατόρων, ταῖς πρεσβείαις παντοδύναμε.
Θεοτοκίον.
Ὄρος Θεοῦ ἐμφανές, καὶ πῖον Ἁγίῳ Πνεύματι, τὸ ὄρος Σου τὸ σεπτόν, τοῦ Ἄθω πανάχραντε, σκέπε καὶ διάσωζε, πάσης ἐπηρείας, ὡς φρουρὸς ἡμῶν καὶ ἔφορος.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας. 
Ὁ Οἶκος
Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε. 






















Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
Αὕτη ἡ Προμήτωρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γενομένη ἦν ἐκ φυλῆς Λευΐ, θυγάτηρ Ματθᾶν τοῦ ἱερέως καὶ Μαρίας τῆς αὐτοῦ γυναικός, ὅς τις Ματθᾶν ὑπῆρχεν ἱερατεύων ἐπὶ τῆς βασιλείας Κλεοπάτρας καὶ Σαπώρου ἢ Σαβωρίου βασιλέως Περσῶν, πρὸ τῆς βασιλείας Ἡρώδου τοῦ Ἀντιπάτρου. Οὗτος ὁ Ματθᾶν ἔσχε θυγατέρας τρεῖς· Μαρίαν, Σοβήν, καὶ Ἄνναν. Ἔγημε δὲ ἡ πρώτη ἐν Βηθλεέμ, καὶ ἔτεκε Σαλώμην τὴν μαῖαν. Ἔγημε δὲ καὶ ἡ δευτέρα, καὶ αὕτη ἐν Βηθλεέμ, καὶ ἔτεκε τὴν Ελισάβετ. Ἔγημε δὲ καὶ ἡ τρίτη ἡ Ἄννα, εἰς τὴν γῆν τῆς Γαλιλαίας, καὶ ἐγέννησε Μαρίαν τὴν Θεοτόκον, ὥστε εἶναι τὴν Σαλώμην καὶ τὴν Ἐλισάβετ καὶ τὴν Ἁγίαν Μαρίαν τὴν Θεοτόκον, θυγατέρας μὲν ἀδελφῶν τριῶν θηλειῶν, πρωτεξαδέλφους δὲ πρὸς ἀλλήλας. Αὕτη οὖν ἡ Ἄννα, μετὰ τὸ γεννῆσαι τὴν παντὸς τοῦ κόσμου σωτηρίαν, καὶ ἀπογαλακτίσαι, ἀναθεῖναί τε ταύτην ἐν τῷ ναῷ, ὡς ἄμωμον δῶρον, τῷ παντοκράτορι Θεῷ, νηστείαις καὶ προσευχαῖς, καὶ ταῖς τῶν δεομένων εὐποιΐαις τὸν ἐπίλοιπον ταύτης χρόνον διατελέσασα, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδημησε. Τελεῖται δὲ ἡ αὐτῆς σύναξις ἐν τῷ Δευτέρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Εὐπραξία πρόσεισι Χριστῷ πλουσία,
Πολλαῖς κομῶσα ψυχικαῖς εὐπραξίαις.
Αὕτη ἦτο θυγάτηρ πατρὸς μὲν Ἀντιγόνου τοῦ συγκλητικοῦ, μητρὸς δὲ Εὐπραξίας, κατὰ τοὺς χρόνους Θεοδοσίου τοῦ μεγάλου ἐν ἔτει 380, μὲ τὸν ὁποῖον ἦτο συγγενής. Ἀφ’ οὗ δὲ ἀπέθανεν ὁ πατήρ της, παρέδωκεν αὐτὴν ἡ μήτηρ της εἰς τὸν βασιλέαν Θεοδόσιον, παρακαλέσας αὐτὸν νὰ φροντίζῃ περὶ τῆς ὀρφανῆς θυγατρός της, ὁ δὲ Θεοδόσιος ἠῤῥαβωνίασε τὴν Εὐπραξίαν μὲ ἕνα ἄρχοντα συγκλητικόν. Μετὰ ταῦτα ἀνεχώρησε ἡ Ὁσία ὁμοῦ μὲ τὴν μητέρα της καὶ ὑπῆγεν εἰς τὰς Θήβας τῆς Αἰγύπτου. Ἐκεῖ δὲ ἐμβᾶσα εἰς ἕν γυναικεῖον μοναστήριον, εἰς τὸ ὁποῖον ἐνησκοῦντο καλογραῖαι ἑκατὸν τέσσαρες, αἱ ὁποῖαι ἐπολιτεύοντο μίαν ζωὴν ἰσάγγελον, ἐμιμεῖτο τὰς ἀρετὰς ἐκείνων, καὶ πλέον δὲν ὑπέφερε νὰ ἐξέλθῃ τοῦ μοναστηρίου, ἦτο δὲ τότε δώδεκα χρονῶν. Ἡ δὲ μήτηρ τῆς Ἁγίας, ἀναχωρήσασα ἀπὸ τὴν Αἴγυπτον, περιῆλθεν ὅλα τὰ κτήματα, ὅσα εἶχε κατὰ τὴν Ἀνατολήν, καὶ ἔκαμεν εἰς τοὺς πτωχοὺς πολλὰς εὐεργεσίας καὶ ἐλεημοσύνας. Μετὰ ταῦτα, ἀσθενήσασα, ἐπέστρεψε πάλιν εἰς τὸ ἐν Αἰγύπτῳ μοναστήριον, καὶ ἐκεῖ ἀφήσασα ὅλην τὴν περιουσίαν της εἰς τὴν θυγατέρα της, ἀνεπαύθη ἐν Κυρίῳ. Ἡ δὲ Εὐπραξία, διεμοίρασεν μὲν ὅλα τὰ γονικά της εἰς τοὺς δεομένους, καὶ εἰς τὰς τοῦ Θεοῦ ἐκκλησίας, ἠγάπησε δὲ τὴν ἀσκητικὴν καὶ πολύμοχθον ζωὴν τῶν μοναχῶν, καθ’ ὑπερβολήν. Ὅθεν εἰς τόσην ἀρετὴν ἔφθασεν ἡ μακαρία, ὥστε ὑπέταξε καὶ τὰς ἀνάγκας τοῦ σώματος, καὶ τούτων ἔγινεν ἀνωτέρα, διότι εἰς τεσσαράκοντα πέντε ὁλοκλήρους ἡμέρας καὶ νύκτας ἀκίνητος ἵστατο ἡ ἀῤῥενόφρων, ἔχουσαν τὰς χεῖράς της ὑψωμένας εἰς τὸν οὐρανόν. Ὅθεν, διὰ τὰς ὑπερβαλλούσας ἀρετάς της ἔλαβε παρὰ Θεοῦ τὴν χάριν τῶν θαυμάτων, ἐλευθερώσασα ἀπὸ διάφορα πάθη καὶ ασθενείας. Οὕτω λοιπόν, θεοφιλῶς ζήσασα, ἀπῆλθε πρὸς Κύριον.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀλυμπιάδος τῆς διακόνου.
Ὀλυμπιὰς πεσοῦσα πατρίδος φίλης,
Πρὸς τὸν ἄνω χαίρουσα βαίνει πατρίδα.
Αὕτη ἦτο κατὰ τους χρόνους Θεοδοσίου τοῦ Μεγάλου καὶ Ἀρκαδίου τοῦ υἱοῦ του ἐν ἔτει 395, θυγάτηρ μὲν Σεκούνδου τοῦ ἀπὸ Κομήτων, ἐγγονὴ δὲ Ἀβλαβίου τοῦ ἐπάρχου, καὶ νύμφη προς ὀλίγον Νευριδίου τοῦ ἀπὸ ἐπάρχων. Γυνὴ δὲ οὐδενός, διότι ἐνῷ ἦτο ἀκόμη παρθένος, ἀπέθανεν ὁ ταύτης νυμφίος, ὅθεν ἔμεινεν ἐν ταυτῷ καὶ παρθένος καὶ χήρα ἡ αὐτή καὶ διήρχετο τὴν ζωήν της μὲ νηστείας καὶ προσευχάς, καὶ μὲ ἐλεημοσύνας τῶν πτωχῶν. Ἐπειδη ὅλην τὴν περιουσίαν της εὐκέρωσε ἡ μακαρία εἰς βοήθειαν τῶν τοῦ Θεοῦ αρχιερέων. Αὕτη καὶ τὸν μακάριον Ἰωάννην τὸν Χρυσόστομον μὲ διαφορετικὸν τρόπον ἀπὸ τοὺς ἄλλους ἐτίμησεν, ὅθεν καὶ πρὸς αὐτὴν ὁ θεῖος Χρυσόστομος, ἔστειλε τὰς πολλὰς ἐκείνας καὶ μελιῤῥύτους του ἐπιστολάς. Εἰς δὲ τὸ τέλος τῆς ζωῆς της ἐκοσμήθη ἡ Ὁσία καὶ μὲ τὸν στέφανον τῆς ὁμολογίας, καθόσον ὑπὲρ τῆς ἀληθείας ἄδικον ἔλαβεν ἐξορίαν, ὅπου καὶ τελειωθεῖσα ἡ τρισολβία ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Κατὰ τοὺς χρόνους τοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ πρώτου, ἐν ἔτει 553, ἦτο Πατριάρχης Κωνσταντινουπόλεως Ἄνθιμος ὁ Τραπεζούντιος, ὁ τὰ τοῦ Εὐτυχοῦς φρονῶν δυσσεβῆ φρονήματα. Ἐπειδὴ δὲ ἐφάνη αἱρετικός, ἀπεβλήθη μὲν αὐτὸς τοῦ θρόνου, καὶ ἐχειροτονήθη ἀντ’ αὐτοῦ Πατριάρχης ὁ Μηνᾶς, ὁ ὁποῖος ἦτο πρότερον πρεσβύτερος τῆς ἐν Κωνσταντινουπόλει Ἐκκλησίας καὶ ξενοδόχος τοῦ Σαμψών. Διὰ τὴν ἀφορμὴν λοιπὸν ταύτην, ἔκαμαν ἐπανάστασιν ὁ Σεβῆρος καὶ Πέτρος ὁ Ἀπαμείας, οἱ ὁποῖοι ἦσαν ἄνθρωποι γεμάτοι αἱρέσεις, καὶ ἐσύσταινον τὰ τοῦ Ὠριγένους βλάσφημα δόγματα. Ὅθεν ταράττοντες τὴν τοῦ Χριστοῦ Ἐκλησίαν, ὁ βασιλεὺς Ἰουστινιανός, εἰς τὸν ἕβδομον χρόνον τῆς βασιλείας του, συνεκάλεσε Σύνοδον ἐν Κωνσταντινουπόλει 165 Ἁγίων Πατέρων, οἵτινες ἀνεθεμάτισαν τοὺς ἀνωτέρω εἰρημένους καὶ τοὺς ὁμόφρονας αὐτῶν· Ὠριγένην, Δίδυμον, Εὐάγριον, Ζωόραν, Θεόδωρον τὸν Μοψουεστίας, καὶ Διόδωρον.
Τὰ βλάσφημα δὲ δόγματα τοῦ Ὠριγένους ἦσαν αὐτά: α) ὅτι αἱ ψυχαὶ προϋπάρχουσι τῶν σωμάτων· β) ὅτι αὐταὶ ἐμβαίνουσι μετὰ τὸν θάνατον τοῦ ἑνὸς σώματος εἰς ἄλλο σῶμα· γ) ὅτι ἡ κόλασις ἔχει τέλος· δ) ὅτι οἱ δαίμονες θὰ λάβωσι τὸ πρῶτον ἀξίωμα τῆς ἀγγελικῆς χάριτος τὸ ὁποῖον εἶχον· ε) ὅτι αἱ ψυχαὶ θὰ ἀναστηθῶσι γυμναί, χωρὶς σώματα· στ) ὅτι τὰ οὐράνια σώματα ἔχουσι ψυχάς· καὶ ἕτερα κακόδοξα. Σημείωσαι ὅμως, ὅτι οἱ μεταγενέστεροι διδάσκαλοι, ἐποίησαν βιβλίον ἐκ τῶν Ὠριγένους, Φιλοκαλίαν αὐτὸν ὀνομάσαντες, ἐν ᾧ ἔγραψαν ὅλα τὰ τοῦ Ὠριγένους ὀρθὰ φρονήματα· ἐκ τούτων δὲ εἶναι καὶ αἱ θαυμασταῖ ἑρμηνεῖαι τὰς ὁποίας ὁ Ὠριγένης κατέβαλεν εἰς τὴν Πεντάτευχον, εἰς τὸν Ψαλτῆρα, καὶ εἰς ὅλην σχεδὸν τὴν Ἁγίαν Γραφήν, παλαιάν τε καὶ νέαν, ἐκ τῶν ὁποίων καὶ οἱ θεῖοι Πατέρες, πολλὰ αὐτολεξεῖ ἠρανίσθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἠλία, Ἀρχιεπισκόπου Θεσσαλονίκης, ἑνὸς ἐκ τῶν Πατέρων τῆς Ε΄ Οἰκουμενικῆς Συνόδου.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀττάλου τοῦ ἐκ Περγάμου, Σάγκτου διακόνου, Βλανδίνας, Ἀλεξάνδρου τοῦ Φρυγός, Ματούρου, Ποντικοῦ, καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων ἐν ἔτει 177 ἐν Λουγδούνῳ.
Κλεινοῦ Ἀττάλου σιδηρὰν τιμῶν στρωμνήν,
ἐν ἡ ἐτύθη ὡς λαμπὰς καιόμενος.
Τὸν Σάγκτον πάντες εὐλαβῶς τιμήσωμεν,
Τὸ θεῖον πάθος τοῦ Χριστοῦ τιμήσαντος.
Διὰ παντοίων διελθὼν κολάσεων,
Καὶ Φρὺξ μετέσχες τῆς τομῆς Ἀλέξανδρος.
Ἐνίκα πόθος τοῦ Χριστοῦ καὶ Μάτουρον,
Πολλὰς βασάνους ὑπομένοντα στεῤῥῶς.
Νίκης ἀγῶνος ἱππικοῦ τῇ Βλανδίνῃ,
Δίδωσι λαμπρὰ παμβασιλεὺς τα στέφη.
Οὗτοι ἦσαν ἐπὶ Σεπτήμου Σεβήρου αὐτοκράτορος, ἐν ἔτει 177, ἔζησαν δὲ ἐν Λουγδούνω καὶ Βιέννῃ Γαλλίας.
Ὁ δὲ Ἄτταλος, μεγάλως ἐξαετηθεὶς ὑπὸ τοῦ ὄχλου, περιαχθεὶς κύκλῳ τοῦ ἀμφιθεάτρου, πίνακος αὐτον προάγοντος ἐν ᾧ ἐγέγραπτο· οὖτός ἐστιν Ἄτταλος ὁ Χριστιανός· καὶ τοῦ δήμου σφόδρα σφρυγῶντος ἐπ’ αὐτῷ. Ἔπειτα, ἐξέδωκεν αὐτὸν ὁ ἡγεμὼν πρὸς τὰ θηρία. Τέλος, ἐπὶ τῆς σιδηρᾶς ἐπετέθη καθέδρας καὶ περιεκαίετο, ἡνίκα ἡ ἀπὸ τοῦ σώματος κνῖσσα ἀνεφέρετο.
Οἱ δὲ Ματούρος καὶ Σάγκτος, ὑπέφερον πάλιν τὰς διεξόδους τῶν μαστίγων, καὶ τοὺς ἀπὸ τῶν θηρίων ἑλκηθμούς, καὶ πανθ’ ὅσα μαινόμενος ὁ δῆμος, καὶ ἐπὶ τῇ σιδηρᾷ καθέδρᾳ ἐπέθεντο, ἐφ’ ἧς τηγανιζόμενα τὰ σώματα, κνίσσης αὐτοὺς ἐνεφόρει.
Ἀλέξανδρός τις, Φρὺξ μὲν τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, πολλοῖς ἔτεσιν ἐν Γαλλίᾳ διατρίψας, παρεστὼς τῷ βήματι, ὁμολογήσας τον Χριστόν, ἐῤῥίχθη εἰς τὰ θηρία καὶ ἐν τῷ ἀμφιθεάτρῳ, πρὸς κόλασιν ἐξηυρημένων ὀργάνων, τοὔσχατον ἐτύθη καὶ αὐτός, μηδὲ στενάξαντος, μηδὲ γρύξαντός τι ὅλως.
Ἡ δὲ Βλανδῖνα, ἐπὶ ξύλου κρεμασθεῖσα, προύκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, ἡ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι κρεμαμένη, διὰ τῆς εὐτόνου προσευχῆς, πολλὴν προθυμίαν τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἐν τῷ ἀγῶνι. Μετὰ δὲ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸν τήγανον, τοὔσχατον εἰς κόφινον βληθεῖσα ταύρῳ παρεβλήθη, και ἱκανὼς ἀναβληθεῖσα πρὸ τοῦ ζώου, ἐτύθη καὶ αὐτή.
Ὁ δὲ ἀδελφὸς αὐτῆς, Ποντικός, παιδάριον ὡς πεντεκαίδεκα ἐτῶν, ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, πᾶσαν κόλασιν γενναίως ὑπομείνας ἀπέδωκε τὸ πνεῦμα.
Ἀλλ’ οὐδ’ οὕτως κόρον ἐλάμβανεν αὐτῶν ἡ μανία καὶ ἡ πρὸς τοὺς Ἁγίους ὠμότης. Τὰ οὖν σώματα τῶν Μαρτύρων παντοίως παραδειγματισθέντα, καὶ αἰθριασθέντα ἐπὶ ἡμέρας ἕξ, μετέπειτα καέντα καὶ αἰθαλωθέντα ὑπὸ τῶν ἀνόμων, κατεσαρώθη εἰς τὸν Ῥοδανὸν ποταμόν, πλησίον παραῤῥέοντα, ὅπως μηδὲ λείψανον αὐτῶν φαίνηται ἐπὶ τῆς γῆς ἔτι.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου ἀρχιεπισκόπου Ἡρακλείας καὶ Ῥαιδεστοῦ.
Γρηγόριε πένησι δοὺς καὶ σκορπίσας,
ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνεις.
Οὗτος ὁ Ὅσιος, ἐκ τῆς Ἡρακλείας ἀνέτειλεν, ἐξορμώμενος ἐκ κώμης τινος λεγομένης Κούμβαον, ἐν ἔτει 1844ῳ, ὑπὸ εὐσεβῶν γονέων, ὀνόματι Ἰωάννης καὶ Εὐφροσύνης. Παιδιόθεν προσελήφθη παρὰ τῷ Μητροπολίτῃ Σεῤῥῶν Μελετίῳ, ὅστις καὶ προεχείρισεν αὐτὸν εἰς διάκονον ἐν ἔτει 1862ῳ, διὰ τὰ σπάνια αὐτοῦ χαρίσματα. Ἐν Ἀθήνῃσι ἐπεξέτεινε τὰς σπουδὰς αὐτοῦ εἰς Ῥιζάρειον καὶ εἰς τὴν Θεολογικὴν Σχολὴν τῶν Ἀθηνῶν, γενόμενος ἀρχιδιάκονος τοῦ Μητροπολίτου Ἀθηνῶν Θεοφίλου. Ἐν ἔτει 1873ῳ μετέβη εἰς Ῥαιδεστὸν γενόμενος σχολάρχης, ἱεροκῆρυξ καὶ ἐπίτροπος τοῦ Μητροπολίτου Ἡρακλείας Παναρέτου. Ἐν ἔτει 1875ῳ προήχθη εἰς ἐπίσκοπον ὑπὸ τὸν ψιλὸν τίτλον τῆς Ναζιανζοῦ. Ἀπεστάλη ὡς ἔξαρχος τοῦ Οἰκουμενικοῦ Θρόνου εἰς Ἀδριανούπολιν. Ἐξελέγη ἀλληλοδιαδόχως Μητροπολίτης Τραπεζοῦντος, Θεσσαλονίκης, Ἰωαννίνων, Ἡρακλείας καὶ Ῥαιδεστοῦ. Ὡς ἐπίσκοπος Ἰωαννίνων προσέφερεν ὑψίστας ὑπηρεσίας εἰς τὸ ὑπ’ αὐτοῦ ποίμνιον προστατεύσας αὐτὸ ἐκ τῆς μανίας τῶν Τούρκων. Ἐν Ἡρακλείᾳ καὶ Ῥαιδεστῷ δὲ ἠργάσθη ἀόκνως ἀνεγείρων σχολεῖα, ναούς, εὐαγῆ ἱδρύματα πρὸς ἐξύψωσιν τοῦ ἐκκλησιαστικοῦ καὶ θρησκευτικοῦ φρονήματος τοῦ ποιμνίου. Ἐν τῷ καιρῷ τῆς Μικρασιατικῆς καταστροφῆς ἐγκατέλειψεν τὴν πατρώαν γῆν καὶ ὡς πρόσφυξ ἐγκατεστάθη ἐν Θεσσαλονίκῃ κομίζων καὶ τὴν σεπτὴν εἰκόνα τῆς Παναγίας τῆς Ῥευματοκράτειρος. Μετέβηκεν δὲ εἰς τὴν αἰώνιον ζωὴ πλήρης ἡμερῶν τῇ 25ῃ τοῦ μηνὸς Ἰουλίου, τοῦ ἔτους 1925. Ἀνακομιζομένων τῶν σεπτῶν αὐτοῦ λειψάνων, ἄῤῥητος εὐωδία ἐξῆλθεν ἐξ αὐτῶν καὶ πλήθη θαυμάτων ἐπειτελέσθησαν μηνὶ Ὀκτωβρίῳ, Εἰκοστή, ἔτους 1979.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Σιλβανοῦ, μαθητοῦ τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Πνεύματος κινύρα, Σιλβανέ, Ἁγίου,
ἐμαθήτευσας παρὰ πόδας Μαξίμου.
Οὗτος, ὑπῆρξεν μοναστὴς τῆς Λαύρας τοῦ Ἁγίου Σεργίου. Διαπνεόμενος ὑπὸ τοῦ ἰδίου πνεύματος τοῦ Γέροντός του Μαξίμου τοῦ Γραικοῦ, ἀνεδείχθη ἐφάμιλλος τῆς πνευματικῆς ἐκείνου γνώσεως. Ὁ Ἅγιος Σιλβανός, ἐκοιμήθη μαρτυρικῶς ἐνωρίτερον τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ, δι’ ἐγκλωβισμοῦ αὐτοῦ ἐντὸς θαλάμου, δεινῆς ἀπαιωρήσεως αὐτοῦ καὶ ἀποπνιγμοῦ διὰ δηλητηριωδῶν ἀερίων, προϊόντων ἀτελοῦς καύσεως ξυλωδῶν ὑλῶν. Ὁ ἴδιος ὁ Μητροπολίτης Δανιήλ, παρέδωσεν εἰς θάνατον τὸν Ἅγιον ἐν τῇ μητροπολιτικῇ οἰκίᾳ, ἐν ἔτει 1539, ὀλίγον πρὸ τῆς καθαιρέσεώς του.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου Ζελτοβόδας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.









ᾨδὴ ζ', τῆς Ἁγίας Ἄννης. Ὁ διασώσας ἐν πυρί.
Ὡς τῆς ζωῆς τῆς ἀληθοῦς, Ἄννα τὴν μητέρα τεκοῦσα, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μετετέθης πιστῶς ἀνακράζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἡ τῆς μητρὸς τοῦ Λυτρωτοῦ, μήτηρ χρηματίσασα Ἄννα, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, ἀρεταῖς κοσμουμένη ἀνέδραμες, ἐν αἰνέσει κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Πρὸς ἀτελεύτητον ζωήν, πρὸς εὐρυχωρότατον πλάτος, τοῦ Παραδείσου τῆς τρυφῆς, πρὸς ἀνέσπερον φῶς ἐξεδήμησας, θεοφόρε κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Πεποικιλμένη ἀρεταῖς, κάλλει θεϊκῶν χαρισμάτων, κεκοσμημένη πρὸς Θεόν, μετετέθης ἀπαύστως κραυγάζουσα· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Οἷάπερ ζεῦγος ἐκλεκτόν, ὁ Ἰωακεὶμ καὶ ἡ Ἄννα, τῷ παντοκράτορι Θεῷ, εὐηρέστησαν βίου λαμπρότητι, καὶ τεκεῖν ἠξιώθησαν, τὴν τεκοῦσαν τὸν τῶν ὅλων Θεὸν καὶ Κτίστην.
Θεοτοκίον.
Ὡραϊσμένη καλλοναῖς, ταῖς τῶν ἀρετῶν τὸν ὡραῖον, ὑπὲρ υἱοὺς τῶν γηγενῶν, ἀπεκύησας Λόγον Πανάμωμε, τὸν τερπναῖς ὡραιότησι, τοὺς αὐτὸν ὑμνολογοῦντας κατακοσμοῦντα.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Φυγοῦσα τὸ ὄνειδος, τῆς ἀπαιδίας Ἄννα περίδοξε, μήτηρ μόνη ἐδείχθης, τῆς ὄντως μόνης ἀπειρογάμου Μητρός, μεθ’ ἧς συμψάλλεις ἀλήκτως χορεύουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὸ θεῖον ἀνάκτορον, τοῦ Βασιλέως τῶν βασιλέων Χριστοῦ, γαλουχήσασαν Ἄννα, ἐμεγαλύνθης ὑπὲρ υἱοὺς γηγενῶν, καὶ σοῦ τὸ πάντιμον ᾄδεται ὄνομα, ἐν οὐρανῷ καὶ ἐν γῇ, οἷα Προγόνου Χριστοῦ.
Πληθὺς ἐπαγάλλεται, τῶν μονοτρόπων Ἄννα θεόκλητε, τῷ σῷ θείῳ τεμένει, προσερχομένη καὶ σὲ γεραίρουσα, καὶ συνῳδὰ τῷ Κυρίῳ κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φυλῆς ἐκβλαστήσασα, τῆς βασιλίδος Ἄννα θεόληπτε, τῆς Μητρὸς τοῦ Δεσπότου, καὶ Βασιλέως μήτηρ γεγένησαι, καὶ Βασιλείας τῆς ἄνω τετύχηκας, ἧς καὶ ἡμεῖς ταῖς λιταῖς, τύχοιμεν πάντες ταῖς σαῖς.
Ταῖς θείαις ἐμφάσεσι, τρανῶς ἡδόμενοι καὶ θεούμενοι, καὶ στεφόμενοι στέφει, ἀμαραντίνῳ τῆ παναλκεῖ δεξιᾷ, Ἰωακείμ τε καὶ Ἄννα πανόλβιοι, μέμνησθε πάντων ἡμῶν, τῶν εὐφημούντων ὑμᾶς.
Θεοτοκίον.
Θεὸν ἡ κυήσασα, ἀνερμηνεύτως μόνη πανύμνητε, δυσωποῦσα μὴ παύσῃ, τοῦ οἰκτειρῆσαι λαὸν καὶ ποίμνην Σου, καὶ διασῶσαι ἐκ πάσης κακώσεως, τοὺς ἐκβοῶντας ἀεί· χαῖρε Παρθένε ἁγνή.


ᾨδὴ η'. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ χάριτος θείας πληρωθεῖσα, καὶ χάρις κληθεῖσα θείῳ νεύματι, κόσμον τὸν ὁρώμενον, χαίρουσα κατέλιπε, καὶ πρὸς τὰ ὑπερκόσμια ψάλλουσα ἔφθασε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐκ ῥίζης βλαστήσαντες ἁγίας, τὴν ῥάβδον τῆς παρθενίας τὴν θεόβλαστον, θείᾳ βουλῇ ἔτεκον, ἐξ ἧς ἀνεβλάστησεν, ὡς ἄνθος ἀμαράντινον Χριστὸς ὁ Κύριος, Ἰωακεὶμ ὁμοῦ σὺν τῇ Ἄννῃ, πρὸς μονὰς ἀΰλους, μεθίστανται ἐν δόξῃ.
Θεοτοκίον.
Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον, αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Τὴν τῶν Δικαίων σήμερον, ἐκτελοῦντες πανήγυριν, δεῦτε ἐν κυμβάλοις ψαλμικοῖς ἠχήσωμεν· ἐκ γῆς γὰρ ἀφίστανται, καὶ πρὸς Θεὸν μεθίστανται, Ἰωακεὶμ καὶ Ἄννα, καὶ Ἀγγέλων χορείαις, καὶ πάντων τῶν Ἁγίων, συνόντες ἐν ὑψίστοις, ζωῆς τῆς ἀνωλέθρου, τρυφῶσιν εἰς αἰῶνας.
Ἰωακεὶμ ὁ πάνσεπτος, καὶ ἡ Ἄννα ἡ πάντιμος, ἡ τῶν Προπατόρων κορωνὶς ἡ ἔνθεος, οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ προασπισταί, τῶν ἐν ἀνάγκαις παντοίαις, οἱ εὔδιοι λιμένες, τῶν περιστατουμένων, ὑμνείσθωσαν συμφώνως, ᾀσμάτων μελῳδίαις.
Πατριαρχῶν ὁ σύλλογος, Ἀποστόλων ὁ θίασος, καὶ τῶν Προφητῶν Ἱεραρχῶν ὁμήγυρις, Μαρτύρων Ὁσίων τε, καὶ τῶν Δικαίων ὅμιλος, σὺν τοῖς Ἀσωμάτοις, σὲ ἀξίως αἰνοῦσιν, ὡς πάντων ὑπερτέραν, τῶν Ἁγίων θεόφρον· Προμήτωρ γὰρ ἐδείχθης, τοῦ πάντων Βασιλέως.
Χάρις θεόφρον κέκλησαι, καὶ τῆς χάριτος πέπλησαι, καὶ χάριτος θείας ἐπλήρωσας ἅπαντας· τὴν πλήρη γὰρ τέτοκας, ἁπάσης θείας χάριτος, τὴν θεοπρεπῆ, καὶ Μητροπάρθενον Κόρην, ἐξ ἧς ἡ τῶν ἁπάντων, σωτηρία ἐτέχθη, καὶ πλάνη κατηργήθη, καὶ ὄφις ἐνεκρώθη.
Τῇ ἀγχιστείᾳ ἔνδοξοι, τοῦ Χριστοῦ κλεϊζόμενοι, κλέος παρὰ πάντων ὑμῖν ἐποφείλεται· διὸ καὶ γεραίρομεν, ἐν θεοφθόγγοις ᾄσμασι, τὴν πανευκλεῆ, καὶ ἱερὰν ὑμῶν μνήμην, θερμῶς ὑμᾶς αἰτοῦντες, τοῦ ῥυσθῆναι κινδύνων, καὶ θλίψεων ποικίλων, ὑμῶν ταῖς ἱκεσίαις.
Θεοτοκίον.
Τῇ Σῇ πρεσβείᾳ ἄχραντε, καὶ θερμῇ προστασίᾳ Σου, καὶ τῇ ὀξυτάτῃ ὄντως ἀντιλήψει Σου, προστρέχει ἑκάστοτε, καὶ συμφορῶν καὶ θλίψεων, ῥύεται ταχύ, ὁ Σὸς ἀπόλεκτος κλῆρος· διὸ τῶν μοναζόντων, οἱ χοροὶ κατὰ χρέος, κηρύττουσι τοῖς πᾶσι, τὴν θαυμαστήν Σου χάριν.

ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε.
Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα.
Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν.
Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.
Ὁ θεῖος, Ἰωακεὶμ ἡ Ἄννα τε, ἡ θεόφρων καὶ πανεύφημος, ζεῦγος σεπτὸν καὶ φωτοφόρον, προτρέπονται ἐνθέως εὐφραίνεσθαι, τῇ τούτων ἑορτῇ ἣν ἐφαίδρυνεν, ὁ φωτοδότης πάντων Κύριος.
Θεοτοκίον.
Μαρία κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα πλημμελήμασι, σὺ ἐλευθέρωσον· αὐτὴ γάρ, τὸν ἐλευθερωτὴν πάντων τέτοκας, δουλείας τὸν ἡμᾶς λυτρωσάμενον, τῆς ἁμαρτίας θείῳ νεύματι.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἐπέφανεν ἐπέλαμψεν ἡ φαιδρά, καὶ πανέορτος μνήμη σου ἔνδοξε, καὶ μοναστῶν, πλήθη καὶ χορεῖαι τῶν ἀσκητῶν, μετὰ λαοῦ θεόφρονος, τῷ περικαλλεῖ σου πάντες ναῷ, προσέδραμον ἐν πίστει, καὶ πόθῳ προσκυνοῦντες, τὸ θαυματόβρυτόν σου λείψανον.
Μετέστης πρὸς τὸ ὄντως ὃν ἐραστόν, πρὸς οὐράνιον λῆξιν καὶ ἄληκτον, πρὸς θεῖον φῶς, πρὸς τὸ πανυπέρτατον ἀγαθόν, ὅπου χαρὰ ἡ ἄῤῥητος, ὅπου τὸ ἀκρότατον ἐφετόν, ὁ ἦχος ἔνθα ἔστιν, ὁ τῶν ἑορταζόντων, ὧν ἀπολαύσαιμεν θεόληπτε.
Στησώμεθα χορείαν πνευματικήν, ψαλμικῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν, Δαβιτικῶς, ᾆσμα καινὸν θεῖον τῇ ἑορτῇ, τῆς εὐκλεοῦς Προμήτορος, τοῦ Θεοῦ τῶν ὅλων καὶ Ποιητοῦ, καὶ κράξωμεν ἐν πίστει· Ἄννα Θεοπρομῆτορ, ῥῦσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Ἡ πάντιμος καὶ πάνσεπτος ξυνωρίς, συζυγία ἡ σώφρων καὶ ἄμεμπτος, Ἄννα σεμνή, σὺν τῷ θεολήπτῳ Ἰωακείμ, ὡς παῤῥησίαν ἔχοντες, οἷάπερ Προπάτορες τοῦ Χριστοῦ, γενήθητε προστάται, ἐν ὥρᾳ τοῦ θανάτου, τοῖς μετὰ πόθου ὑμᾶς μέλπουσι.
Τοὺς πόθῳ καὶ ἀγάπῃ εἰλικρινεῖ, τῷ σεπτῷ σου ναῷ προσεδρεύοντας, καὶ σὲ θερμῶς, ἀνυμνολογοῦντας Ἄννα σεμνή, ἐκ πάσης βλάβης φύλαττε, καὶ παντοίων λύτρωσαι πειρασμῶν, καὶ θείας μετουσίας, τῆς ἄνω Βασιλείας, μετόχους δεῖξον παμμακάριστε.
Θεοτοκίον.
Τὸν κλῆρόν Σου τὸν θεῖον καὶ εὐαγῆ, τὸ σεπτὸ ὄρος τοῦτο περίσῳζε, Μῆτερ Θεοῦ, ἐκ τῆς τῶν βαρβάρων ἐπιδρομῆς, δαιμονικῆς κακώσεως, θλίψεως παντοίας καὶ συνοχῆς, καὶ πάντας τοὺς ἐν τούτῳ, Σὲ ἐπικαλουμένους, τῆς ἄνω δόξης καταξίωσον.

Ἐξαποστειλάριον. Ἦχος β'. Τοῖς Μαθηταῖς
Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου. 
Ἕτερον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἡ τοῦ Χριστοῦ Προμήτωρ, Ἄννα ὑμνείσθω ἱερῶς, καὶ σὺν αὐτῇ γεραιρέσθω, Ἰωακεὶμ ὁ εὐκλεής· ὅτι ἐκύησαν κόσμῳ, τὴν Θεοτόκον Μαρίαν.















Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.
 
Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν. 

Τῶν Προπατόρων τὸ ζεῦγος τὸ ἐνθεώτατον, Ἰωακεὶμ καὶ Ἄνναν, τῶν Δικαίων τὴν δόξαν, ὑμνήσωμεν συμφώνως βοῶντες αὐτοῖς· ταῖς λιταῖς ἡμῶν Ἅγιοι, πρὸς τὸν Σωτῆρα φρουρεῖτε πάσης ὀργῆς, τὴν παροῦσαν ποίμνην πάντοτε.

Δόξα. Καὶ νῦν. Ἦχος β'
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν. 

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἰωακεὶμ καὶ Ἄνναν, τοὺς Προπάτορας τοῦ Χριστοῦ, τοὺς ἀξιωθέντας, γεννῆσαι τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ παναμώμητον.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου