ΣΕΠΤΕΜΒΡΙΟΥ
15-21!!
ΚΥΡΙΑΚΗ
ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΤΩΝ Β΄
& ΣΤ΄ ΟΙΚΟΥΜΕΝΙΚΩΝ ΣΥΝΟΔΩΝ
(Ποίημα Συμεὼν Θεσσαλονίκης)
ΕΙΣ ΤΟΝ
ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὰ
Ἀναστάσιμα γ΄, τῆς ἑορτῆς γ΄ καὶ τῶν Πατέρων δ΄ περιέχοντα καὶ τὸ ἅγιον
Σύμβολον, ποίημα Συμεὼν Θεσσαλονίκης. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Πίστει ψυχῆς εἰς ἕνα Θεόν, Πατέρα πάντες οἱ
πιστοὶ παντοκράτορα, πιστεύομεν ποιητήν τε, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ εἰς ἕναν
Κύριον, Ἰησοῦν Χριστόν, ὡς γράφει τὸ σύμβολον,τὸν Υἱόν τοῦ Θεοῦ Πατρός,τὸν
γεννηθέντα, ἐξ αὐτοῦ προαιώνιον, φῶς ἐκ τοῦ φωτός, καὶ Θεὸν τὸν ἀληθινόν, μόνον
ἐκ τοῦ ἀληθινοῦ, γεννηθέντα μέν, οὐ ποιηθέντα δὲ ὅλως, Πατρὶ Υἱὸν ὁμοούσιον, τὸν
δι᾿ οὗ τὰ πάντα, ὃν σὺν τῷ Πατρὶ ὑμνοῦμεν, καὶ θείῳ Πνεύματι.
Πίστει ψυχῆς εἰς ἕνα Χριστόν, σὺν τῷ Πατρὶ
πιστεύομεν καὶ τῷ Πνεύματι, τὸν Λόγον Θεοῦ τοῦ ζῶντος, τὸ σύμβολον ὥς φησι, τὸν
δι’ ἡμετέραν σωτηρίαν μέν, κατελθόντα ἄνωθεν, ἐξ ἁγίου δὲ Πνεύματος, καὶ τῆς
Παρθένου, σαρκωθέντα Μαρίας τε, ἐνανθρωπήσαντα, σταυρωθέντα παθόντα δέ, τρίτῃ ἑξαναστάντα
τε, ἡμέρα ὡς γέγραπται, εἰς οὐρανοὺς ἀνελθόντα, ἐκ δεξιῶν καθεζόμενον, ἐρχόμενον
πάλιν, κρῖναι πάντας βασιλέα, ὄντα αἰώνιον.
Πάντες πιστεύομεν σὺν Πατρί, καὶ τῷ Υἱῷ
σεσαρκωμένω εἰς ἅγιον, τὸ Κύριον θεῖον Πνεῦμα, ζωοποιὸν ἀγαθόν, τὸ ἐκ τοῦ Πατρὸς
ἐκπορευόμενον, τὸ συμπροσκυνούμενον, ἅμα συνδοξαζόμενον, Πατρὶ Υἱῷ τε, τὸ λαλῆσαν
τὸ πρότερον, διὰ προφητῶν, Ἐκκλησίαν εἰς μίαν τε, ἁγίαν ἀποστολικήν, καθολικὴν
θείαν τε, ὁμολογοῦμεν ἐν πίστει, βάπτισμα ἐν τὸ εἰς ἄφεσιν, νεκρῶν προσδοκῶμεν,
ἐξανάστασιν ζωήν τε, αἰῶνος μέλλοντος.
Σέβομεν καὶ κρατοῦμεν πιστῶς, τὸ θεῖον σύμβολον,
ὃ πρώτη ἐξέθετο, συνόδων ἡ ἐν Νικαίᾳ, καὶ ἡ δευτέρα σεπτῶς, ἐν τῇ Κωνσταντίνου
τετελείωκεν, ἡ τρίτη τε ἔστερξεν, ἐν Ἐφέσῳ κηρύξασα, τὴν Θεοτόκον, Χαλκηδόνος
τετάρτῃ τε, ἐβεβαίωσε, πέμπτῃ ἕκτῃ ἑβδόμῃ τε, τούτῳ οὐδὲν προστίθεμεν, οὐδὲ ἀφαιροῦμέν
τι, καὶ τοὺς ἁγίους τιμῶμεν, τοὺς ἐκθεμένους καὶ στέρξαντας, αἱρετικοὺς πάντας,
ἀναθέματι διδόντες, Τριὰς καὶ σῶσον ἡμᾶς.
Δόξα. Τῆς ἑορτῆς
Καὶ νῦν. Θεοτοκίον τὸ πρῶτον τοῦ ἤχου
Εἴσοδος.
τό, Φῶς ἱλαρόν... τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως
τὸ Ἀνάγνωσμα. (Κεφ.
14, 14-20)
Ἀκούσας
Ἄβραμ, ὅτι ἠχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς
αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν
ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς
καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ, καὶ ἀπέστρεψε πᾶσαν
τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα
αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς
συνάντησιν αὐτῷ μετὰ τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ καὶ τῶν
βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ
Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ
τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ,
ὃς ἔκτισε τὸν ὁ οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς
παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου
τὸ Ἀνάγνωσμα. (Κεφ.
1, 8-11, 15-17)
Ἔλιπε
Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες
κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ
καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς
ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν
ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς
τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς,
καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ
συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους,
καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν.
Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῶ ἐκείνω, λέγων· Διακούετε ἀναμέσον
τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ
αὐτοῦ καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ
τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ
κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου
τὸ Ἀνάγνωσμα. (Κεφ.
10, 14-21)
Εἶπε
Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς
τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο
Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ
πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν,
καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς
τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅστις
οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ
καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν
Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ
τῷ ὀνόματι αὐτοῦ ὁμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτός Θεός σου, ὅστις ἐποίησέ σοι
τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Εἰς τὸν στίχον τὰ ἀναστάσιμα.
Δόξα...
Ἦχος πλ. δ'
Τῶν ἁγίων
Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ
Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς
θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν
λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες
πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ
μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ
καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπολυτίκιον τῶν ἁγίων Πατέρων. Ἦχος δ΄.
Θεοφόροι κυβερνῆται λαοῦ, τῷ τῶν ὅλων κυβερνήτῃ
Θεῷ, ἐκτενῶς πρεσβεύσατε, ἱεραρχικως ὁδηγοῦντες τὴν ποίμνην ὑμῶν, ἄνωθεν εἰρήνην,
δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Οἱ κανόνες· ὁ ἀναστάσιμος, τοῦ
Σταυροῦ καὶ τῶν Πατέρων καὶ τοῦ Συμβόλου, οὗ ἡ ἀκροστιχίς: Σέβω τὸ σεπτὸν Σύμβολον τῶν Πατέρων. Συμεών· Ἀμήν.
ᾨδη α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Σῶσον ἁγία Τριὰς τοὺς πιστεύοντας, εἰς σὲ τῶν ὅλων
Θεέ, ἀγέννητε Πάτερ, καὶ μονογενὲς Υἱέ, ἐκ Πατρὸς Πνεῦμα ἅγιον, ὁ Θεὸς τῶν
πατέρων, καὶ ἀνυμνῆσαι καταύγασον, τὸ σεπτὸν τῆς πίστεως σύμβολον.
Ἐκ τῶν γραφῶν τὸ πρὶν οἱ τριακόσιοι, σὺν δέκα τε
καὶ ὀκτώ, ἐν τῇ Νικαέων, τὸ σύμβολον ἐθηκαν, τὸν Ἄρειον αἰσχύναντες, τοῦτο δὲ
τελειούσιν, οἱ ἑκατὸν καὶ πεντήκοντα, ἐν τῇ Κωνσταντίνου ὃ σέβομεν.
Βάθρον ὡς θεῖον τὸ σύμβολον ἔχοντες, πιστεύομεν
δι’ αὐτοῦ, οἱ πιστοὶ εἰς ἔνα, Θεὸν προαιώνιον, Πατέρα παντοκράτορα, ποιητὴν τῶν
ἁπάντων, σὺν Λόγῳ ζῶντι καὶ Πνεύματι, Τριάδα σεπτὴν ὁμοούσιον.
Θεοτοκίον
Ὡς ἐν Νικαίᾳ Θεοτόκε πρότερον, ἐθεολόγησαν, τὸν
σὸν Υἱὸν καὶ Θεόν, Υἱόν τε καὶ Λόγον, Πατρὸς ὁμοούσιον, ἐκ σοῦ ἐνανθρωπήσαντα,
καὶ τὸ ἅγιον Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἐν τῇ πόλει σου, οἱ πατέρες οὕτω πιστεύομεν.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τῷ ὄντως θείῳ καὶ σεπτῷ, ἀκολουθοῦντες συμβόλῳ, ἕνα
Κύριον κηρύττομεν πίστει, Ἰησοῦν Χριστὸν ἡμεῖς, μονογενῆ Υἱὸν Θεοῦ, ἐκ Πατρὸς
γεννηθέντα, φῶς ἐκ φωτὸς προαιώνιον.
Ὄντως Θεὸν ἀληθινόν, τὸν ἐκ Θεοῦ γεννηθέντα, ἀληθῶς
ἀληθινοῦ Πατρὸς Λόγον, ὁμοούσιον αὐτῷ· δι’ οὗ πάντα ἐγένετο, Χριστὸν ὁμολογοῦμεν,
ὡς οἱ πατέρες ἐκήρυξαν.
Σέβομεν χείλεσι νοΐ, καὶ τῇ καρδία τὸν Λόγον,
δι’ ἡμᾶς καὶ τὴν ἡμῶν σωτηρίαν, οὐρανόθεν κατελθεῖν, καὶ σαρκωθῆναι ὕστερον, Θεὸν
μένοντα ὅλον, ὀφθέντα ὅλον ἄνθρωπον.
Θεοτοκίον
Ἐν Πνεύματι ὁ τοῦ Θεοῦ, Πατρὸς ἐκ σοῦ Υἱὸς Κόρη,
τῆς παρθένου Μαριὰμ ἐσαρκώθη, βροτὸς τέλειος ὀφθείς· διὸ καὶ ἐνηνθρώπησε,
γεραίρουσιν οἱ πατέρες, τὸ τέλειον καταγγέλλοντες.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Οἱ Νικαίας πατέρες Υἱὸν Θεοῦ, ὁμοοῦσιον
γράφουσιν εὐσεβῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὡς Πατρὸς Λόγον ἄναρχον, τῆς δὲ
Κωνσταντίνου τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ Πατρὸς μαρτυροῦσι, καὶ Λόγου τὴν σάρκωσιν,
τέλος τῷ συμβόλῳ, τεθεικότες τῷ θείῳ, ὁ πᾶσαι ἐφύλαξαν, αἱ λοιπαὶ θείαι
σύνοδοι, μὴ προσθέντες τὸ σύνολον, μηδέ τι ἀφελόμενοι· ὅθεν καὶ ἡμεῖς πανευσεβῶς,
ἀπαράθραυστον τοῦτο φυλάσσομεν, καὶ τιμῶμεν τοὺς τοῦτο σφραγίσαντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Σύ μου Χριστέ.
Παναληθῶς, σὲ τὸν Θεοῦ Υἱὸν ἄνθρωπον,
χρηματίσαι, τέλειον αἱ σύνοδοι, ἐνανθρωπήσαντά τέ φασι, πρώτη καὶ δευτέρα, ὃ καὶ
ἡ τρίτη ἐκράτυνε, τετάρτη τε καὶ ἕκτη, καὶ διπλοῦν ταῖς οὐσίαις, καὶ θελήσεσι Σῶτερ
ἐκήρυξαν.
Τὸν ποιητήν, οὐ ποιηθέντα δὲ Κύριον, γεννηθέντα,
Λόγον ὁμοούσιον, προαιωνίως ἐκ τοῦ Πατρός, σάρκα γεγονότα, καὶ ἐν ἡμῖν ἐνσκηνώσαντα,
ὥσπερ διπλοῦν τῇ φύσει, καὶ διπλοῦν ἐνεργείαις, καὶ θελήμασιν εἶπον οἱ κήρυκες.
Ὅνπερ διπλοῦν, ταῖς φύσεσι καὶ θελήσεσιν, οἱ
πατέρες, σὲ Χριστὲ κηρύττουσι, τῇ ὑποστάσει ἔνα Χριστόν, καὶ Κύριον ἔνα, φασὶν ὁμοῦ
Θεὸν ἄνθρωπον, οὐ σύγχυσιν οὐ φύρσιν, οὐ διαίρεσιν ὅλως, ὑφιστάμενον ἕνα δὲ
μένοντα.
Θεοτοκίον
Νόμου σαρκός, χωρὶς τὸν Λόγον συνέλαβες, τὸν ἀῤῥεύστως,
ἐκ Πατρὸς συνάναρχον, παρθένος οὖσα ὃν καὶ φθορᾶς, δίχα Κόρη τίκτεις, καὶ
μένεις ἁγνὴ ἀμόλυντος· διὸ ὡς οἱ πατέρες, Θεοτόκον κυρίως, καὶ παρθένον ἡμεῖς σὲ
κηρύττομεν.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Σὲ σαφῶς σαρκωθέντα, καὶ ἐνανθρωπησάντα καὶ
σταυρωθέντα σαρκί, ὑπὲρ ἡμῶν Λόγε, οὐκ αἰσχύνονται γράφειν οἱ δοῦλοί σου· τῷ γὰρ
μώλωπί σου, ἡμεῖς ἰάθημεν καὶ πάθει, τὴν ἀπάθειαν Σῶτερ ἐλάβομεν.
Ὑπὲρ νοῦν ἐπ᾿ ἐσχάτων, ἐπιμαρτυροῦντές σου τὴν
θείαν σάρκωσιν, καὶ τὸ πάθος Σῶτερ, τὴν Ποντίου Πιλάτου ἐκτίθενται, κλῆσιν οἱ
σοὶ φίλοι, εἰς μαρτυρίαν τοῦ πραχθέντος, σῆς πτώχειας τὰ ὕψος κηρύττοντες.
Μὴ παθεῖν ὡς Θεόν σε, σαρκὶ σταυρωθῆναι δὲ ταφῆναι
γράφουσιν, ὡς μὴ φαντασίαν, νομισθῆναι τὰ σὰ καὶ ἡμέρᾳ δέ, ἀναστῆναι τρίτῃ, σὲ
μαρτυροῦσιν οἱ πατέρες, ὡς καὶ Παῦλός φησι κατὰ τὰς γραφάς.
Θεοτοκίον
Βλέψας ὧν ἐπὶ ξύλου, μητέρα ἐκάλεσε καὶ σοῦ ἐφρόντιζεν,
ὁ Υἱός σου Κόρη, ἀπὸ σοῦ φανερῶν ὡς σεσάρκωται, καὶ τῇ σαρκὶ πάσχει, καὶ τῷ
Πατρὶ διδοὺς τὸ πνεῦμα, Θεὸς εἶναι ἐδίδασκεν ἄχραντε.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ
Οἱ μέτοχοι τῆς ἱεραρχίας σου, πλήρεις χάριτός
σου θεῖοι πατέρες, ὡς ὁ χορὸς τῶν σεπτῶν ἀποστόλων, καὶ τὸ ἐκείνων μιμούμενοι
σύστημα, ἐμπνεύσει Πνεύματος Θεοῦ, σαρκωθέντα Υἱόν σε ἐκήρυξαν.
Λουτροῦ σεπτοῦ ἣν αὐτὸς παράδοσιν, εἰς τὸ ὄνομα
Πατρὸς καὶ Υἱοῦ σου, Πνεύματός τε ἐκτελεῖσθαι παρέθου, παραλαβόντες Τριάδα
κηρύττουσιν, ὁμότιμον καὶ συμφυῆ, οἱ ποιμένες καὶ σὴν Λόγε σάρκωσιν.
Ὁ Ὕψιστος κατελθὼν σεσάρκωσαι, καὶ παθῶν καὶ ἀναστὰς
ἀνυψώθης· ὅθεν σαφῶς ἀνελθόντα σε πάλιν, εἰς οὐρανοὺς καὶ καθήμενον γράφουσιν, ἐκ
δεξιῶν τοῦ σοῦ Πατρός, οἱ σοὶ δοῦλοι καὶ πάλιν ἐρχόμενον.
Θεοτοκίον
Νηδύος σου προσλαβὼν λυτήριον, ὁ Υἱός σου εἰς
θυσίαν προσῆξεν, ὑπὲρ ἡμῶν σῶμα Κόρη καὶ αἷμα, διὰ σταυροῦ ἀναστάς τε ἀνήγαγε,
Θεῷ Πατρὶ εἰς οὐρανούς, καὶ αὐτὸ ὡς αὐτοῦ συνδοξάζομεν.
Κοντάκιον. Ἦχος πλ. δ'
Ἀποστόλων
τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ
καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ
δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ
κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ
πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ
κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν
ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς
πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ
μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Συναξάριον. Τῆς ἡμέρας καὶ εἶτα τό·
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Ὕψωσιν, τὴν ἐν Κωνσταντινουπόλει
δευτέραν Οἰκουμενικὴν Σύνοδον ἐορτάζομεν, τῶν ἁγίων ἑκατὸν πεντήκοντα Πατέρων,
καὶ τὴν ἐν Κωνσταντινουπόλει ἕκτην Οἰκουμενικὴν Σύνοδον, τῶν ἁγίων ἑκατὸν ἐβδομήκοντα
Πατέρων.
Πόλου νοητοῦ ἀστέρες σελασφόροι,
Ἀκτῖσιν ὑμῶν φωτίσατε τὰς φρένας.
Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς· Ἀμήν.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τὸν Λόγον ὃν ἔβλεψε, παιδίον νέον ὁ Ἡσαΐας τὸ πρίν,
ἐκ παρθένου τεχθέντα, καὶ Δανιὴλ κατεῖδεν ἐν Πνεύματι, ἱὸν ἀνθρώπου τοῦ κρῖναι ἐρχόμενον,
καὶ ὁ πατέρων χορός, ἀνακηρύττων ὑμνεῖ.
Ὡς εἶπον οἱ ἅπαντες, Θεοῦ προφῆται σὺν ἀποστόλοις
Χριστοῦ, τὸν Θεὸν ἐν Τριάδι, Πατέρα, Λόγον καὶ Πνεῦμα ἅγιον, θεῖοι πατέρες
λαμπρῶς ἐκηρύξατε, τὴν σάρκωσίν τε Υἱοῦ, καὶ ἀνυμνοῦμεν ὑμᾶς.
Νοοῦσι καὶ γράφουσι, σὲ οἱ πατέρες Λόγον ὀφθέντα
σαρκί, σαρκωθέντα παθόντα, καὶ ἀναστάντα ἀναληφθέντα τε, καὶ μετὰ δόξης πάλιν
τε ἐρχόμενον, τοῦ κρῖναι ζῶντας νεκρούς, καὶ βασιλεύοντας.
Θεοτοκίον
Παρθένε ἐξέθετο, τὸ θεῖον σύμβολον πρώτη
σύνοδος, καὶ δευτέρα σφραγίζει, τρίτη κηρύττουσα Θεοτόκον σέ, αἷς αἱ λοιπαὶ δὲ
σαφῶς ἠκολούθησαν, καὶ σὺν αὐταῖς καὶ ἡμεῖς, σὲ μεγαλύνομεν.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἄνακτά σε αἰώνιον, Δανιὴλ προηγόρευσεν, ὁ ἀρχάγγελός
τε προευηγγελίσατο, μητρὶ τῇ πανάγνῳ σου, καὶ οἱ σοὶ φίλοι Δέσποτα, σοῦ τὴν
βασιλείαν τέλος φασὶ μὴ ἔχειν, σὺ γὰρ Θεὸς ὑπάρχεις, βασιλεὺς τῶν αἰώνων, καὶ σὺν
Πατρὶ ἀπαύστως, Πνεύματι βασιλεύεις.
Τοῦ Πατρὸς ὡς τὸ ἄναρχον, καὶ ἀναίτιον ἔγραψαν,
καὶ ὡς τοῦ Υἱοῦ τὸ γεννητὸν αἰώνιον, καὶ τὸ ὁμοούσιον, οὕτω καὶ θείου
Πνεύματος, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευτὸν οἱ πατέρες, εἰς ἅγιον εἰπόντες, καὶ
ζωοποιὸν Πνεῦμα, τὸ ἐκ Πατρὸς ἀφράστως, ἐκπορευόμενόν τε.
Ἐνθέως ὡμολόγησαν, τοῦ Πατρὸς τὸ ἀγέννητον, καὶ
τὸ τοῦ Υἱοῦ δέ, γεννητὸν οἱ κήρυκες, Πνεύματος ἁγίου τε, τὴν ἐκ Πατρὸς ἐκπόρευσιν,
ὅτι Πατὴρ φώτων ὁ Πατήρ ἐστι μόνος, πηγή τε καὶ αἰτία, Υἱοῦ καὶ Πνεύματός τε, ὡς
καὶ Χριστὸς διδάσκει, καὶ οἱ πιστοὶ φρονοῦμεν.
Θεοτοκίον
Ῥήμασι καὶ νοήμασι, Θεοτόκον φρονοῦμέν σε, καὶ
θεάνθρωπον δὲ τὸν Υἱόν σου Δέσποινα, διττόν τε θελήσεσι, καὶ ἐνεργείαις ταῖς
φυσικαῖς, ἕνα ὑποστάσει δὲ καὶ Κύριον ἔνα, τρέποντες σὺν Ἀρείῳ, Ἀπολινάριόν τε,
Εὐτυχῆ τε καὶ Πύῤῥον, καὶ πάσας τὰς αἱρέσεις.
ᾨδη θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ὡς θείως συμπονήσαντες ἐπὶ γῆς, καὶ τῆς πίστεως
προπολεμήσαντες, ἐν οὐρανοῖς, χαίρετε Τριάδος τὸν φωτισμόν, λαβόντες ὡς
κηρύξαντες, ταύτην ὁμοούσιον εὐσεβῶς, καὶ μετὰ τοῦ Υἱοῦ δε, Θεοῦ τοῦ
σαρκωθέντος, ἀεί ἐστε συνευφραινόμενοι.
Νῦν χαίρετε τὸ σύμβολον τὸ σεπτόν, παραδόντες
Πατέρα δοξάσαντες, καὶ τὸν Υἱόν, Λόγον ὁμοούσιον ἐν σαρκί, γεγεννημένον ὕστερον,
Πνεῦμά τε τὸ ἅγιον ἐκ Πατρός, εἰς μίαν Ἐκκλησίαν, ὀρθόδοξον λαλῆσαν, τὴν θείαν
πίστιν τε σφραγίσαντες.
Σκηνώματα Τριάδος τῆς τριλαμποῦς, ὑπερλάμποντες ἄνω
συνήδεσθε, μετὰ Χριστοῦ, εὐσεβῶς κηρύξαντες διφυῆ, καὶ ἔνα ᾧ καὶ σύνεστε, ὧπερ
δὴ συνάψατε καὶ ἡμᾶς, τοὺς τὰ ὑμῶν φρονοῦντας, νῦν καὶ ἀεί τε μένειν, ἐν τῇ ὀρθῇ
πίστει φρουρήσατε.
Θεοτοκίον
Ἀεὶ καὶ νῦν ὦ μῆτερ Θεοῦ ἁγνή, τὴν ἁγίαν καὶ
Μίαν περίσωζε, καθολικήν, ἀποστολικήν τε τοῦ σοῦ Υἱοῦ, Ἐκκλησίαν ὀρθόδοξον, ἣν ὁμολογοῦσαν
βάπτισμα ἕν, νεκρῶν ἀνάστασίν τε, φύλαττε προσδοκῶσαν, ζωὴν τοῦ μέλλοντος αἰῶνος
Ἀμήν.
Ἐξαποστειλάριον
τὸ ἀναστάσιμον καὶ τῶν Πατέρων. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Πατέρων
θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα
πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας
καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα.
Καὶ τῆς ἑορτῆς.
Εἰς
τοὺς αἴνους. Στιχηρὰ ἀναστάσιμα γ΄, τῆς ἑορτῆς β΄ καὶ τῶν ἁγίων Πατέρων καὶ τοῦ
Συμβόλου γ΄, ποίημα Συμεὼν Θεσσαλονίκης. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πιστεύοντες φύλαττε, εἰς Θεὸν ἔνα Πατέρα, σὲ τὸν
παντοκράτορα, ποιητὴν ὑπάρχοντα, οὐρανοῦ καὶ γῆς, ὁρατῶν πάντων τε, καὶ τῶν ἀοράτων,
καὶ εἰς ἔνα πάντων Κύριον, τὸν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα
σου, πρὸ πάντων τῶν αἰώνων τε, φῶς ἐκ τοῦ φωτὸς ὁμοούσιον, ἐξ ἀληθινοῦ τε, Θεοῦ
Πατρὸς Θεὸν ἀληθινόν· δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ εἰς Πνεῦμα ἅγιον.
Στίχ. Εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Εἰς σὲ τοὺς πιστεύοντας, Πατρὶ καὶ Πνεύματι ἅμα,
τὸν μονογενῆ Υἱόν, ἐξ ἁγίου Πνεύματος, καὶ Μαρίας δέ, σαρκωθέντα Κύριε, τῆς ἁγνῆς
Παρθένου· δι’ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ σταυρωθέντα τε, παθόντα ταφέντα
τριήμερον, ἑξαναστάντα ἄφθαρτον, καὶ ἀναληφθέντα καθήμενον, Πατρὸς δεξιόθεν, ἐρχόμενον
κριτὴν ζώντων νεκρῶν, καὶ βασιλέα αἰώνιον, σῶσον τῷ ἐλέει σου.
Στίχ. Συναγάγετε
αὐτῷ τοὺς ὁσίους αὐτοῦ.
Σὺν Πατρὶ πιστεύομεν, καὶ τῷ Υἱῷ σαρκωθέντι, εἰς
σὲ Πνεῦμα ἅγιον, ζωοποιὸν Κύριον, τὸ ἐκ τοῦ Πατρός, ἐκπορευόμενον, σὺν Πατρὶ Υἱῷ
δέ, τὸ ἀεὶ συμπροσκυνούμενον, συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν, εἰς
μίαν ἀποστολικήν, καὶ καθολικὴν Ἐκκλησίαν τε, καὶ ὁμολογοῦντας, ἕν βάπτισμα ἀνάστασιν
νεκρῶν, ζωὴν αἰῶνος τοῦ μέλλοντος, σῶσον ἡμᾶς, Κύριε.
Δόξα. Τὸ ἑωθινόν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη...
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου