ΙΟΥΛΙΟΣ ΚΒ΄!!
ΜΑΡΙΑ ΜΑΓΔΑΛΗΝΗ
& ΜΑΡΚΕΛΛΑ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ.
Ἑν τῷ μικρῷ Ἐσπερινῷ
Ἱστῶμεν στίχους δ᾿ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν
Μυροφόρων σὲ πρώτην, πάντες γινώσκομεν, Μαγδαληνὴ καὶ πρώτην, θεωρὸν τοῦ
Σωτῆρος, ἐγέρσεως Μαρία καὶ Μαθηταῖς, πρώτην εὐαγγελίσασαν, τὸν Ἰησοῦν
ἀναστάντα, καὶ παρ᾿ αὐτοῦ, χαῖρε πρώτην ὑπαπούσασαν.
Ταῖς
ἱκεσίαις σου πάντας, Μαρία λύτρωσαι, πιστοὺς ἐκ πάσης βλάβης, λοιμικής τε
πανώλους, τοὺς πόθῳ ἐκτελοῦντας σοῦ τὴν σεπτήν, ἑορτὴν καὶ πανήγυριν, καὶ τὴν
σορὸν τῶν λειψάνων σου εὐλαβῶς, προσκυνοῦντας Ἰσαπόστολε.
Ἀθλητριῶν
αἱ χορεῖαι, νῦν συναγάλλονται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τῆς Παρθένου Μαρκέλλης, ἡ
νῆσος δὲ τῆς Χίου περιφανῶς, ἑορταῖς καὶ δεήσεσι, πανηγυρίζει τοὺς ἄθλους τῆς
ἐκτενῶς, ἐκζητούσα τὴν πρεσβείαν τῆς.
Τὸν
παρθενίας χιτῶνα, φυλάξας ἄφθορον, καὶ τὴν στολὴν τὴν πρώτην, τοῦ Βαπτίσματος
ἅμα, συνέμιξας Μαρκέλλα ἐν ταῖς ῥοαῖς, τῶν ἁγίων αἱμάτων σου, διὸ διπλοῦς τοὺς
στεφάνους παρὰ Χριστοῦ, ἐκομίσω παμμακάριστε.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. δ΄.
Πρώτη
κατιδοῦσα τὴν θείαν Ἀνάστασιν Μαρία ἡ Μαγδαληνή, τοῦ πρώτου τῶν ἀγαθῶν αἰτίου,
τοῦ τὴν ἡμετέραν εὐσπλάγχνως φύσιν θεώσαντος· πρώτη καὶ εὐαγγελίστρια ἐδείχθης,
βοῶσα τοῖς Ἀποστόλοις· τὴν ἀθυμίαν ἀποθέμενοι τὴν εὐθυμίαν ἀναλάβετε, καὶ δεῦτε
κατοπτεύσατε Χριστὸν ἑξαναστάντα, καὶ κόσμῳ παρέχοντα τὸ μέγα ἔλεος.
Εἰς
τὸν στίχον, στιχηρὰ προσόμοια. Ἦχος δ΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
τὴν ἱεράν, τῆς Μυροφόρου μνήμην, μυρίσωμεν ἐν μύροις, τῆς μυρισάσης μύροις, τὸ
σῶμα τοῦ Θεοῦ ἡμῶν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς...
Οἷά
περ οὐρανόν, βλέπομεν τὸν ναόν σου, Μαρία ὥσπερ ἄστροις, τοῖς θαύμασι τοῖς
θείοις, ὡραϊσμένον ἔνδοξε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χάρις
ἐν σῇ πολλῇ, ἐδόθη ὦ Μαρκέλλα, θαυμάτων ἐνεργείαις, τοῖς πίστει προσκαλοῦσιν,
τὴν ἀῤῥωγήν σου ἔνδοξε.
Δόξα.
Ὅμοιον.
Σέλας
τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Μαρκέλλης ταῖς πρεσβείαις, ἁμαρτιῶν τε ῥῦσαι,
κολάσεως τοὺς δούλους σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἔχουσα
Μαριάμ, Μητρόθεε ὀπίσω, σοῦ ἑπομένην πόθῳ, Μαγδαληνὴν τὸν Τάφον, τοῦ σου Υἱοῦ
κατέλαβες.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Τῆς Μυροφόρου. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Χριστῷ
τῷ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ
δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα· ὅθεν σήμερον, τὴν παναγίαν σοῦ μνήμην,
ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Δόξα.
Τῆς Παρθενομάρτυρος. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Τῆς
ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν ἁγίαν Μαρκέλλαν ἐν ᾠδαῖς
εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ,
ῥῶσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι· δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν
ἰάματα.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σῇ τῇ ἅγια κιβωτῷ ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοι, δόξα τῷ
προελθόντι ἐκ σου, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν προσόμοια τῆς Μυροφόρου. Ἦχος α´. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὤ
τοῦ παραδόξου θαύματος! πῶς Χριστοῦ τῶν ποδῶν, ἡ Μαρία ἥψατο καὶ πρώτη τὴν ἐκ
νεκρῶν αὐτοῦ Ἀνάστασιν, κατεῖδε ξενοπρεπώς, ἐπιτυχοῦσα τῆς θείας ἑλλάμψεως·
βοάτω πᾶς ὁ λαός, ἐν καθαρᾷ τῇ καρδίᾳ γεραίροντες, τὴν ἐν Μυροφόροις πρώτην,
καὶ εὐαγγελίστριαν· ἧς τῇ θείᾳ πρεσβεία, τῶν δεινῶν ἀπαλλαττόμεθα.
Μύρων
τῶν σεπτῶν σου πάνσοφε, ἡ ὀσμὴ ἐξῆλθεν, εἰς τὰ κόσμου πέρατα, καὶ πάσας τῶν
εὐσεβῶν, ψυχὰς ἐμύρισεν, τῶν πόθῳ ἐν τῇ σορῷ, σεπτῆς χειρὸς προσψαυόντων σου
ἔνδοξε, ἐκ πάσης φθοροποιοῦ, νόσου καὶ πάθους λαμβάνομεν ἴασιν· ὅθεν τὴν σεπτήν
σου μνήμην, νῦν πανηγυρίζομεν, καὶ αἰτοῦμεν πρεσβεύειν, ὑπὲρ τῶν ἀνευφημούντων
σε.
Τὴν
σὴν γεραίρομεν πάνσοφε, εὐανδρίαν πάντες, καὶ ψυχῆς στεῤῥότητα, Μαρία ἡ τῶν
πιστῶν, ὁμοῦ ὁμήγυρις· ἐκήρυξας γὰρ τρανῶς, τὴν ἐκ νεκρῶν τοῦ Σωτῆρος
Ἀνάστασιν, δι᾿ ἧς οἱ πάντες ἡμεῖς, τῇ εὐσεβείᾳ πιστῶς ἐστηρίχθημεν, καὶ πρὸς σὲ
σεμνὴ βοῶμεν· μετὰ σοῦ ἡ δύναμις, τοῦ Κυρίου ὑπάρχει, ἕκτελούσα τὰ θαυμάσια.
Καὶ τῆς Παρθενομάρτυρος. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τῆς
ἀθλοφόρου Μαρκέλλης, τὴν μνήμη σήμερον, ἐν ἐτησίοις ὕμνοις, ἑορτάσωμεν πάντες,
φιλέορτοι ἐνδόξως, ἥτις Χριστῷ τῷ Κυρίῳ παρίσταται, ἐκδυσωποῦσα ἀπαύστως ὑπὲρ
ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων αὐτήν.
Ἡ
νῆσος Χῖος καυχάσθω, ὅτι ἐξήνθησε, τὸ Παρθενίας ἄνθος, τὸ θεόβλαστον ὄντως, τὴν
ἔνδοξον Μαρκέλλαν ἥπερ ἀεί, τῷ Κυρίῳ παρίσταται, ἐκδυσωπούσα ἀπαύστως ὑπὲρ
αὐτῆς, παῤῥησίᾳ καὶ τοῦ κόσμου παντός
Τὴν
ἱερὰν καὶ λαμπράν σου, μνήμην δοξάζοντες, Μαρκέλλα μακαρία, καὶ πιστῶς
ἐκτελοῦντες, βοῶμέν σοι σὺν πόθῳ ῥῦσαι ἡμᾶς, τῆς φλογὸς τῆς κολάσεως, καὶ τῶν
βελῶν τοῦ βελίαρ ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου πανεύφημε.
Δόξα.
Ἦχος πλ. δ΄.
Σήμερον
τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐκλάμπουσιν, οἷα λυχνία δίφωτος ἡ Μυροφόρος Μαρία, καὶ
ἡ ἀκήρατος αὐτοῦ νύμφη Μαρκέλλα, τῇ γὰρ βουλῇ τῇ θείᾳ ἀμέμπτως πορευθεῖσαι, ἐν
ἀνδρείῳ φρονήματι, θεοπρεπῶς αὐτῷ εὐηρέστησαν, καὶ τῆς ἄνω δόξης, ἐνδίκως
μετέσχον· ἡ μὲν γὰρ μύροις τὸ ἄχραντον αὐτοῦ σῶμα, ἀλείψαι σπεύδουσα, τῆς αὐτοῦ
Ἀναστάσεως, τὸ φῶς ἐθεάσατο, ὁ καὶ τοῖς ἀθυμούσιν Ἀποστόλοις εὐηγγελίσατο ἡ δὲ
τὴν τοῦ πατρὸς ἄθεσμον βουλὴν ἐκφυγοῦσα, ἀθλητικοῖς αἵμασι, τὴν ἑαυτῆς ἁγνείαν
ἐπορφύρωσε, καὶ νῦν ἀπαύστως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ
γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἠσαΐα τὸ Ἀνάγνωσμα.
Φωτίζου,
φωτίζου, Ἱερουσαλήμ, ἥκει γὰρ σοῦ τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
Ὅτι ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπὶ ἔθνη ἐπὶ σὲ δέ, φανήσεται Κύριος, καὶ
ἡ δόξα αὐτοῦ, ἐπὶ σὲ ὀφθήσεται· καὶ πορεύσονται Βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη,
τῇ λαμπρότητι τῆς ἀνατολῆς σου, ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε
συνηγμένα τὰ τέκνα σου. Ἤκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες
σου, ἐπ’ ὤμων ἀρθήσονται. Τότε ὄψει, καὶ χαρήσῃ, καὶ φοβηθήσῃ, καὶ ἐκτήσῃ τῇ
καρδία, ὅτε μεταβαλεῖ εἰς σὲ πλοῦτον θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν καὶ ἥξουσι
σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιάμ, καὶ Γεφάρ, πάντες ἐκ Σαβὰ
ἥξουσι, φέροντες σοι χρυσίον καὶ λίβανον οἴσουσί σοι, καὶ λίθον τίμιον, καὶ τὸ
σωτήριον, παρὰ Κυρίου εὐαγγελιούνται καὶ πάντα τὰ πρόβατα Κηδάρ, συναχθήσονταί
σοι· καὶ κριοὶ Ναβεώθ, ἥξουσι σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν
μου καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τίνες οἶδε, ὡς νεφέλαι
πέτανται, καὶ ὡσεὶ περιστεραί, σὺν νεοσσοῖς αὐτῶν ἐπ᾿ ἐμέ· ἐστι Σιών· ἐπ᾿ ἐμὲ
νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, τοῦ ἀγαγεῖν τὰ τέκνα σου
μακρόθεν, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον αὐτῶν μετ᾿ αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου
τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι, καὶ οἰκοδομήσουσιν υἱοὶ
ἀλλογενεῖς τὰ τείχη σου· καὶ οἱ Βασιλεῖς τῶν ἐθνῶν παραστήσονταί σοι διὰ γὰρ
ὀργήν μου ἐπάταξα σε, καὶ διὰ ἔλεός μου ἠγάπησά σε· καὶ ἀνοιχθήσονται αἱ πύλαι
σου Ἱερουσαλήμ διὰ παντός, ἡμέρας καὶ νυκτός, καὶ οὑ κλεισθήσονται τοῦ
εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους· τὰ γὰρ ἔθνη καὶ
οἱ βασιλεῖς, οἵτινες οὑ δουλεύσουσι σοι, ἀπολοῦνται. Καὶ τὰ ἔθνη ἐρημίᾳ
ἐρημωθήσονται καὶ ἡ δόξα τοῦ Λιβάνου, πρὸς σὲ ἥξει. Καὶ πορεύονται πρὸς σὲ δεδοικότες,
οἱ υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε· καὶ προσκυνήσουσιν ἐπὶ τὰ
ἴχνη τῶν ποδῶν σου, πάντες οἱ παροξύναντές σε· καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ
πλοῦτον βασιλέων φάγεσαι καὶ γνώση, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ὁ
ἑξαιρούμενός σε, ὁ Θεὸς Ἰσραήλ.
Προφητείας
Ἰωὴλ τὸ Ἀνάγνωσμα.
Τάδε
λέγει Κύριος· τὰ τέκνα Σιὼν χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν καὶ
γνῶτε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἐστὶ
πλὴν ἐμοῦ, καὶ οὑ μὴ καταισχυνθῇ ἐτι ὁ λαός μου εἰς τὸν αἰῶνα καὶ ἔσται μετὰ
ταῦτα ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ
ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ
πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθὴσονται καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς
δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοὺς Πνεύματός μου, καὶ
προφητεύσουσι· καὶ ἔσται πᾶς, ὅς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα.
Υἱέ,
ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρῖνε
δικαίως. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν, τίς εὑρήσει;
τιμιωτέραν ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη· θαρσεῖ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἐπ’
αὕτη. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ αὐτῆς ἀγαθά, καὶ οὑ
κακά, πάντα τὸν χρόνον· εὐραμένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη· μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον, καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις,
θεωρήσασα Γεώργιον, ἐπρίατο· ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς, κατεφύτευσε
κτῆμα ἀναξωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς
ἔργον. Ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς
ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει πρὸς τὰ συμφέροντα τοὺς πήχεις αὐτῆς,
ἐρείδει εἰς ἄτρακτον θύραν δὲ αὐτῆς, διήνοιξε πένητι καρπὸν δὲ ἐξέτεινε πτωχῷ.
Οὑ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονἰζῃ πάντες γὰρ οἱ παρ᾿ αὐτὴ
ἐνδεδυμένοι εἰσί. Διττὰς στολὰς καὶ χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ
βύσσου, καὶ προφύρας, ἑαυτῇ ἐνδύματα· περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς. Ἡνίκα ἂν καθέζηται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, καὶ κατοίκων τῆς
γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι· περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις· στόμα δὲ
αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώττῃ αὐτῆς.
Στεναὶ διατριβαὶ οἰκῶν αὐτῆς. Ἀνέστη τὰ τέκνα αὐτῆς, καὶ ᾔνεσεν αὐτὴν καὶ ὁ
ἀνὴρ αὐτῆς, ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες, ἐποίησαν δύναμιν πολλαὶ ἐκτήσαντο
πλοῦτον, πολλαὶ εὕραντο δόξαν, οὑ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς
ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικῶν, οὐκ ἐστὶν ἐν σοί· γυνὴ γὰρ συνετὴ
εὐλογεῖται φόβον δὲ Κυρίου αὕτη αἰνείτω· δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ
αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Πνευματικοῖς
ᾄσμασι τὴν Μυροφόρον τοῦ Χριστοῦ ἅπαντες εὐφημήσωμεν, Μαρίαν τὴν Μαγδαληνὴν·
αὕτη γὰρ τὴν ἀχλὺν τῆς ἀθυμίας, τῶν Ἀποστολικῶν προσώπων ἐξηφάνισεν, ὁ Χριστὸς
ἀνέστη πρὸς αὐτοὺς ἐκβοήσασα καὶ νῦν τῷ ποθουμένω ἐπαπολαύουσα τρισηλίῳ φωτί,
ἐκτενῶς ἱκετεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ἐκ πόθου ἑορταζόντων, τὴν παναγίαν
αὐτῆς κοίμησιν.
Ἦχος
γ´.
Δεῦτε
ἅπαντες πιστοί, τῶν εὐσεβούντων τὸ φιλέορτον σύστημα συναθροισθέντες σήμερον,
ἐν τῷ πάνσεπτῳ ναῷ τῆς Μυροφόρου εὐλαβῶς, τὴν μνήμην αὐτῆς φαιδρῶς
πανηγυρίσωμεν, ὅτι εὔφρανε Θεὸν ἀγγελικῶς, ἐν γῆ βιωτεύσασα· πᾶσαν γὰρ βιωτικὴν
ἀποῤῥιψαμένη ἀπόλαυσιν, συνεσταυρώθη Χριστῷ τῷ νοητῷ αὐτῆς Νυμφίῳ, ᾧ καὶ πρεσβεύει
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
α´.
Πηγὴ
χαρίτων, ἡ σορὸς τῆς θείας Μαρκέλλης, ὄντως ἀναδέδεικται πολλοῖς γὰρ ἐν
ποικίλοις πάθεσιν οὖσι, προσέτι καὶ ἀβλεψίαν νοσοῦσι, τῇ τοῦ ἑαυτῆς αἵματος
χρίσει, τὴν θεραπείαν δεδώρηται, ὅπερ ἄχρι τοῦ νῦν ἐν ταῖς τῆς θαλάσσης ἀκταῖς
ὁρᾶται, κυματοῦν καὶ τὴν ἐκείνης ἄδικον, τοῖς ἀγνοοῦσιν ἐναργῶς δεικνύον
σφαγήν, ὅθεν καὶ ἡμεῖς, οἱ ἐν ἀσθενείαις ψυχῶν κατακείμενοι, προσέλθωμεν αὐτῇ
μετὰ πίστεως καὶ τῆς πνευματικῆς θεραπείας τευξόμεθα δι᾿ αὐτῆς· ποιεῖ γὰρ ὁ
Κύριος τὸ θέλημα τῶν φοβουμένων αὐτόν.
Δόξα.
Ἦχος πλ. α΄.
Τὸ
κειμήλιον τοῦ Λόγου, τὸ θεῖον ἐνδιαίτημα τοῦ Ἁγίου Πνεύματος, ἐν ᾧ ὁ τῆς
χάριτος πλοῦτος τεθησαύρισται, ἡ παμφαὴς Μυροφόρος, ὡς ἥλιος λάμπει τοῖς
πέρασι, Μαγδαληνὴ ἡ Ἀπόστολος καὶ ἀπαύστως δαδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα,
νόσους ἀποσοβούσα, καὶ πάθη θεραπεύουσα, καὶ πρεσβεύει ἀδιαλείπτως Χριστῷ τῷ
Θεῷ, εἰρηνεύσαι τὸν κόσμον, καὶ σώσαι ἐκ θλίψεως, τοὺς τὴν σεπτὴν αὐτῆς μνήμην
ἐκτελοῦντας ἐν ᾄσμασιν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομεν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σὲ οἱ πιστοὶ κατὰ χρέος· τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τετρωμένη
τῷ ἔρωτι, τῆς Χριστοῦ ἀγαπήσεως, καὶ αὐτοῦ τοῖς ἴχνεσι πόθῳ σπεύδουσα,
Μαγδαληνὴ ἀξιάγαστε, αὐτὸν οὑ κατέλιπες, καὶ θανόντα ὡς βροτόν, ἀλλὰ μύρα σὺν
δάκρυσι, προσεκόμισας, ἐν τῷ μνήματι τούτου Μυροφόρε, καὶ αὐτὸν ἑξαναστάντα,
θεασαμένη ἐδόξασας.
Στ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον...
Ὡς
παρθένος ἀκήρατος, καὶ Χριστοῦ νύμφη ἄσπιλος, ἀντιτάξω πάνσεμνε τῷ ἀλάστορι,
καὶ τὴν ἁγνείαν σου ἀφθορον, ὡς προῖκα πολύτιμον, σὺν τοῖς αἵμασι τοῖς σοῖς, τῷ
νυμφίῳ σου προσενήνοχας, καὶ θαλάμων Μαρκέλλα οὐρανίων, ὡς παρθένος τε, καὶ
Μάρτυς, θεοειδὴς κατηξίωσαι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Μυροφόρων
τὴν ἔξαρχον, ἀρετῶν τὸ κειμήλιον, τῆς ἀνδρείας ἄγαλμα, καὶ φρονήσεως,
Μαγδαληνὴν τὴν θεόληπτον, συμφώνως τιμήσωμεν, καὶ Μαρκέλλαν τὴν σεμνὴν τὸ τῆς
Χίου καλλώπισμα, μακαρίσωμεν, ὡς ἐξαίρετον ἄνθος τῆς ἁγνείας καὶ σεμνότητος
ταμεῖον καὶ τῶν Μαρτύρων ἰσότιμον.
Δόξα.
Ἦχος δ΄.
Τῆς
εὐσεβείας τῷ φωτί, ἡ Μαγδαληνὴ Μαρία, καὶ Μαρκέλλα ἡ πάνσεμνος, πτερωθεῖσαι τὴν
διάνοιαν πάντα σκύμβαλα ἡγήσαντο, ἵνα Χριστὸν κερδήσωσιν· ὤ τοῦ θαύματος, πῶς ἡ
ἀσθενὴς φύσις καὶ ἔνυλος πρὸς ἀνδρικοῦς ἀγῶνας ἀντεπαρετάξατο; Καὶ ἡ μὲν
ἀποστολικὴν ἀνύσασα πορείαν, τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐγέρσεως ὑποφῆτις
ὤφθη, ἡ δὲ ἀθλητικὸν τελέσασα στάδιον, μαρτυρικῶν ἀναῤῥίσεων καὶ στεφάνων
ἠξίωται· καὶ ἀμφότεραι δυσωποῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Τῆς Μυροφόρου. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Χριστῷ
τῷ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ
δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα· ὅθεν σήμερον, τὴν παναγίαν σοῦ μνήμην,
ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Δόξα.
Τῆς Παρθενομάρτυρος. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Τῆς
ἁγνείας τὸ ῥόδον καὶ τῆς Χίου τὸ βλάστημα, τὴν ἁγίαν Μαρκέλλαν ἐν ᾠδαῖς
εὐφημήσωμεν τμηθεῖσα γὰρ χειρὶ τῇ πατρικῇ ὡς φύλαξ ἐντολῶν τῶν τοῦ Χριστοῦ,
ῥῶσιν νέμει καὶ κινδύνων ἀπαλλαγήν, τοῖς πρὸς αὐτὴν κραυγάζουσι· δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν
ἰάματα.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σῇ τῇ ἅγια κιβωτῷ ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοι, δόξα τῷ
προελθόντι ἐκ σου, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α´. Στιχολογίαν, κάθισμα. Ἦχος α´. Τὸν Τάφον σου Σωτήρ.
Τὸ
ἄκρον ἐφετόν, ἀγαπήσασα ὄντως, σεμνὴ Μαγδαληνή, ἡδονὰς ἐβδελύξω· τὸν κόσμον
μισήσασα, τὸ ποθούμενον ἔφθασας. Ὅθεν ἔνδοξε, ὑπὲρ ἡμῶν ἐκδυσώπει, ὅπως
σχέσεως, τῶν ἡδονῶν λυτρωθῶμεν, ἀγάπῃ τοῦ κρείττονος.
Δόξα.
Ὅμοιον.
Ῥανίσι
τῶν σεπτῶν καὶ παναγνῶν αἱμάτων, ἀπέπνιξας σοφὴ ἀθληφόρε Μαρκέλλα, Βελίαρ τὸν
κάκιστον, ἐκχυθέντων σαρκίου σου· ὅθεν εἴληφας παρὰ Θεοῦ στέφος δόξης, διὸ
πρέσβευε, ὑπὲρ ἡμῶν πρὸς τὸν κτίστην, Μαρτύρων ὁμότροπε.
Καὶ
νῦν, Θεοτοκίον. Ὅμοιον.
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν προστασία καὶ σκέπη, κινδύνων καὶ
θλίψεων καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τὰς ἐλπίδας, Κόρη
ἔχοντας, καὶ τὰς ψυχὰς ὑμῶν σώσαι, ταῖς θείαις πρεσβείαις σου.
Μετὰ τὴν β΄ Στιχολογίαν,
κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς Μαθήτρια,
ἀληθῶς διηκόνησας· καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφοι
τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει
πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ὅμοιον.
Τῆς
Μαρκέλλης τὴν πάλην ἀναπολῶν, καὶ τοὺς ἄθλους ἐκπλήττομαι κατὰ νοῦν, πῶς τὸ
θῆλυ ἴσχυσε καὶ γεναίως ἠνδρίσατο, τοῦ Σατὰν τὸ θράσος, νικήσαι καὶ φρύαγμα,
τοῦ Χριστοῦ τῇ χάριτι, τοῦ πλάστου τῆς φύσεως· ὅθεν ἀνυμνοῦντες, τὴν αὐτῆς
πάντες νίκην, συμφώνως βοήσωμεν, πρὸς αὐτὴν μετὰ πίστεως, ἀθλοφόρε πανεύφημε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρηθήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον. Ὅμοιον.
Δεῦτε
πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες·
χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε
μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς
Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεοτόκε
πανύμνητε χαῖρε πάνσεμνε Νύμφη ἡλιοστάλακτε· χαῖρε πάντων τῶν ὑμνούντων σε.
Μετὰ
τὸν Πολυέλεον· Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τὸν
ναόν σου πάνσεμνε, οἶκον θαυμάτων, καὶ δαιμόνων μάστιγα, καὶ ἰατρεῖον,
λοιμικῆς, Μαγδαληνὴ ὀνομάζομεν, καὶ πάσης λύπης ταχεῖαν παράκλησιν.
Δόξα.
Ὅμοιον.
Τῆς
Μαρκέλλης μέλψωμεν τὰς ἀριστείας, καὶ ἐκ πόθου ᾄσωμεν, ὅτι ἐδείχθη βοηθός, τῶν
ἐν ἀνάγκαις καὶ θλίψεσιν, βυθιζόμενων, ταχὺ εἰς ἀπώλειαν.
Καὶ
νῦν. Θεοτοκίον. Ὅμοιον.
Μωϋσῆς
ἑώρακε, πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ
φλεχθείσαν πανάμωμε δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς...
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ...
Εὐαγγέλιον· Ἑωθινὸν Γ´.
Ὁ Ν´.
Δόξα. Ταῖς τῆς Μυροφόρου πρεσβείας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος β´. Ἀναστᾶς ὁ Ἰησοῦς. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἀναστάντα
Ἰησοῦν, πρώτη Μαρία ὡς ἐθεάσω, ἔδραμες ταχύ, σοῖς συμμύσταις, τὴν αὐτοῦ μηνῦσαι
Ἐγερσιν.
Οἱ Κανόνες τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς στ΄, τῆς Μυροφόρου
εἰς δ´ καὶ τῆς Ἁγίας Μαρκέλλης εἰς δ´.
Ὁ Κανὼν τῆς Μυροφόρου, οὗ ἡ ἀκροστιχίς: Τὴν
Μαγδαληνὴν Μαρίαν μέλπω πόθῳ, Θεοφάνους.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ταῖς θείαις ἐμπρέπουσα
καλλοναῖς, καὶ φωτοχυσίαις, λαμπομένη ταῖς θεϊκαῖς, τὴν ἀμαυρωθεῖσάν μου
καρδίαν, ταῖς σαῖς πρεσβείαις Μαρία καταύγασον.
Ἡγίασέ σε Λόγος ὁ τοῦ
Πατρός, πνευμάτων κακίας, λυτρωσάμενος ἐμφανῶς· ᾧ μαθητευθεῖσα χαρισμάτων, τοῦ
παναγίου πεπλήρωσαι Πνεύματος.
Ναμάτων πλησθεῖσα ζωοποιῶν,
πηγῆς ἐξ ἀφθόνου, τοῦ δι᾿ οἶκτον ἐπὶ τῆς γῆς, φανέντος Δεσπότου ἁμαρτίας, τὰ
θολερὰ ἀπεξήρανας ῥεύματα.
Θεοτοκίον.
Μητέρα τοῦ φύσει
Δημιουργοῦ, ὑμνοῦμέν σε Κόρη, καταλλάξασαν τῷ Θεῷ, προσκρούσασαν φύσιν τῶν
ἀνθρώπων, Θεογεννῆτορ πανάμωμε Δέσποινα.
Ὁ
Κανὼν τῆς Παρθενομάρτυρος. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Ἀνόσιον βούλημα, ἀπωσαμένη
ἀοίδιμε, πατρὸς καὶ παμβέβηλον, ἔλαβες θάνατον, ὅθεν εἴληφας, στεφάνους τοὺς
τῆς νίκης παρὰ τοῦ θεσπίσαντος, ὅρους τῆς φύσεως.
Βαφεῖσα πανεύφημε, τῆς τῶν
αἱμάτων ῥαντίσμασι, τῷ Κτίστῃ προσήνεξαι, ὡς νύμφη ἄσπιλος, καὶ ἀμώμητος, Μαρκέλλα
καλλιμάρτυς, εἰς τὰ ὑπερκόσμια αὐτοῦ βασίλεια.
Γνοῦσα τὴν ἀθέμιτον, τοῦ
σου τεκόντος διάνοιαν, Μαρκέλλα πανθαύμαστε, καὶ ψυχολέτηρα, ἔξω ἔφυγες, τοῦ
οἴκου καὶ ηὐλίζου ἐρήμοις ἐν ὅρεσι, Θεῷ σχολάζουσα.
Θεοτοκίον.
Σαρκὸς
ὁμοιώματι, ἐπιφανεῖς ὁ φιλάνθρωπος, ἐκ σοῦ παναμώμητε κόσμον διέσωσεν,
ἀπολλύμενον, καὶ πλάνη ὑπαχθέντα· ὅθεν σὲ γεραίρομεν καὶ μακαρίζομεν.
ᾨδὴ
γ´. Τῆς Μυροφόρου. Οὐρανίας ἁψῖδος.
Ἀγαπήσασα πρῶτον, τῶν
ἀγαθῶν αἴτιον, τὸν τὴν ἡμετέραν εὐσπλάγχνως, φύσιν θεώσαντα, κατηκολούθησας,
αὐτῷ προθύμως Μαρία, τοῖς αὐτοῦ ὑπείκουσα, θείοις προστάγμασι.
Οὐρανίων θαλάμων, καὶ
φωταυγοῦς λήξεως, ὄντως ἠξιώθης καὶ δόξης, τῆς θεώσεως, Μαρία ἔνδοξε, τοῦ
διαβόλου τὰ κέντρα, δρόμοις τοῦ κηρύγματος, ἐξαφανίσασα.
Γεγηθυῖα τὸν τάφον, τοῦ
Λυτρωτοῦ ἔφθασας, πρώτη κατιδοῦσα τὴν θείαν, Κόρη Ἀνάστασιν· εὐαγγελίστρια·
ὅθεν ἐδείχθης βοῶσα· Ὁ Χριστὸς ἐγήγερται· χεῖρας κροτήσατε.
Θεοτοκίον.
Διασῴζει με Λόγος, ὁ
σαρκωθεὶς Πάναγνε, σοῦ ἐκ τῶν πανάγνων αἱμάτων, πλούτῳ χρηστότητος, λύων
ἀπόφασιν, τῆς παλαιᾶς καταδίκης· ὃν ἀπαύστως αἴτησαι, σῶσαι τὴν ποίμνην σου.
Τῆς
Μάρτυρος. Τοὺς σοὺς ὑμνολόγους.
Δολίως σατᾶν συλήσαι θέλων,
τὸν πλοῦτον ψυχῆς σου ὦ σεμνή, τὸν σὸν τοκέα ἦγειρε, τῆς Παρθενίας φθεῖραί σου,
ἄνθος Μαρκέλλα ἔνδοξε, ἀλλὰ ἡττήθη, καὶ πέπτωκεν.
Ἐνδέδειξαι Νύμφη τῷ Κυρίῳ,
ὡραία Μαρκέλλα τῇ στολῇ, τῇ πορφυρᾷ τοῦ αἵματος, ὅπερ ἁγνῶς ἐκκέχυται, ἐκ τοῦ
σεμνοῦ σαρκίου σου, παρθενομάρτυς ἀείμνηστε.
Ζωὴν τὴν ἀΐδιον ποθούσα,
προέκρινας θάνατον ζωῆς, ἡ μὲν γὰρ τάχος λύεται, ὁ δὲ τὴν αἰωνίζουσαν, μάρτυς
ζωὴν προξένησε, καὶ ἀφθαρσίας τὸν στέφανον.
Θεοτοκίον.
Νεφέλη
ὑπάρχεις λευκότατη, σταγόνας πιστοῖς ἐξ οὐρανοῦ, ὀμβρούσα καὶ ἀνίσχουσα,
δικαιοσύνης ἥλιον, ὅστις τὸ σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξε.
Κοντάκιον
τῆς Μάρτυρος. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἡ
λαμπρὰ σοῦ ἄθλησις, ὦ καλλιμάρτυς Μαρκέλλα, τῶν πιστῶν ἐφαίδρυνε τὰς διανοίας
ἐνθέως, θάνατον τοῦ ζῆν ἀνόμως προκρίνει πάντας, πείθουσα καὶ γὰρ ἐτμήθης ξίφει
τὴν κάραν, σὺν μαστοῖς ὑπὸ πατρῴας, χειρὸς ὦ δράμα ὑπὲρ τοῦ νόμου Χριστοῦ.
Ὁ
Οἶκος.
Δεῦτε
οἱ φιλήκοοι, ἀκούσατε καινοὺς καὶ δυσαντήτους ἄθλους τε καὶ οὓς περ ἡ τοῦ
Χριστοῦ ἄμωμος νύμφη Μαρκέλλα, παρὰ τοῦ ἀνοσίου αὐτῆς πατρός, ἐν τῇ Χίῳ ἐν κώμῃ
Βολισσῷ ἠγώνισται, ἔνθα μέχρι τοῦ νῦν ἐρυθρὸς ὁ τῆς θαλάσσης ἀφρὸς ἐν ταῖς
ἀκταῖς ὁρᾶται, εἰς δήλωσιν τοῦ ἐκχυθέντος παρθενικοῦ αὐτῆς αἵματος· θέλοντος
γὰρ τοῦ ἐναγοῦς καὶ ἀνοσίου πατρὸς παρανόμως συμμίγνυσθαι αὐτῇ οὐκ ἠνείχετο ἡ
ἀοίδιμος, ὅθεν φεύγουσα καὶ ὑπ᾿ αὐτοῦ διωκομένη, ἔλαβε θάνατον ὑπὲρ σωφροσύνης,
χερσὶ πατρικαῖς ἀποτμηθεῖσα σὺν τοῖς μαστοῖς, καὶ τὴν ἐρίτιμον αὐτῆς κεφαλὴν,
διὸ στέφει οὐρανίῳ ἐστέφθη, ὡς ἀθλήσασα ὑπὲρ
τοῦ νόμου Χριστοῦ.
Κάθισμα.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
ἰαμάτων χορηγὸς σὺ ὑπάρχεις, Παρθενομάρτυς τοῦ Κυρίου Μαρκέλλα, ἀποδιώκουσα
πνευμάτων χαλεπῶν, καὶ ἀεὶ φυλάττουσα ἐκ παντοίων κινδύνων, τοὺς ἐπικαλουμένους
σε ἐν πολλῇ προθυμίᾳ, καὶ εὐλαβῶς προστρέχοντας τῷ σῷ, τεμένει Μάρτυς, Χριστοῦ
ἀξιάγαστε.
Δόξα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή,
σαφῶς ὡς μαθήτρια, ἀληθῶς διηκόνησας. Καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον,
καὶ ἐν τάφῳ τεθέντα, ἐθρήνεις δακρύουσα. Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν
ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι·
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ὡς
Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι
μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος·
καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων
τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν
τόκον σου Ἄχραντε.
ᾨδὴ
δ´. Τῆς Μυροφόρου. Εἰσακήκοα Κύριε.
Ἀνενόχλητον φέρουσα, κόσμου
ματαιότητος τὴν διάνοιαν, τῷ ἐλθόντι κόσμον ἅπαντα, διασῶσαι πλάνης διηκόνησας.
Λελουμένη τοῖς δάκρυσι,
τάφον τῆς ζωῆς προφθάσασα Ἄγγελον, ἐθεάσω καταγγέλλοντα, τοῦ Χριστοῦ Μαρία τὴν
Ἀνάστασιν.
Ἡ καρδία σου ἄμωμος, ἐν
τοῖς δικαιώμασι Χριστοῦ γέγονε, καὶ αὐτὸν μόνον ἐπόθησας, τὸν ὡραῖον κάλλει
ἀξιάγαστε.
Θεοτοκίον.
Νυσταγμῷ ἀμελείας με, ὕπνος
ἁμαρτίας Κόρη ὑπέλαβε· τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν με πρὸς μετάνοιαν.
Τῆς
Μάρτυρος. Τὴν ἀνεξιχνίαστον.
Ἡ ἐπανθούσαν Μαρκέλλα
σεμνή, ἔχουσα ἀθλήσεως ἤνυσας, δρόμον διόπερ, νῦν παρίστασαι, Θεῷ οὐ ἐρως σὴν
κατέφλεξεν ψυχὴν καὶ καρδίαν ἀοίδιμε.
Θάλασσαν ἐξέφυγες τὴν τῶν
παθῶν, τῶν πολυταράχων καὶ ἔδραμες ἐν τῷ λιμένι, τῷ ἀκλύστῳ τοῦ Θεοῦ, ἔνθα
μαρτύρων τάγματα, πέλουσι Μαρκέλλα πανέντιμε.
Ἰὸν τὸν τοῦ ὄφεως, ὅπερ
Ἀδάμ, πόθῳ τῆς θεώσεως πέποκε, Μάρτυς Μαρκέλλα, μὴ πιοῦσα ὡς σοφή, αὐτὸν
πανσόφως ᾔσχυνας· ὅθεν σοῦ τὴν μνήμην γεραίρομεν.
Θεοτοκίον.
Ἡ
πανυπερθαύμαστος μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνα μοι, λῦσον τὸν ζόφον, τῶν
ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἀπέλασον, κόρη λογισμοὺς τῆς καρδίας μου.
ᾨδὴ
ε´ . Τῆς Μυροφόρου, Ἵνά τι μὲ ἀπώσω.
Ἡ προμήτωρ τὸν ταύτην,
λόγοις δελεάσαντα καὶ ἐξοικίσαντα, Παραδείσου πάλαι, καθορῶσα ποσὶ
συμπατούμενον, ἱερῶν γυναίων, γνώμην ἀνδρείαν κεκτημένων, σὺν αὐταῖς αἰωνίως
ἀγάλλεται.
Νεκρωθέντι καὶ τάφῳ,
ἐπανακλιθέντι τῷ πᾶσι ζωὴν ἐμπνέοντι, τετρωμένη πόθῳ, τῆς γλυκείας αὐτοῦ
ἀγαπήσεως, προσκομίζεις μύρα, Μαγδαληνὴ σεμνὴ Μαρία, καὶ δακρύων προχέεις
ἀρώματα.
Μετὰ Πάθος τὸ θεῖον, μετὰ
τὴν φρικτὴν τοῦ Σωτῆρος Ἀνάστασιν, διαθέεις λόγον, πανταχοῦ τὸν σεπτὸν
διαγγέλλουσα, καὶ πολλοὺς ζωγροῦσα, ἀπατηθέντας ἀγνωσίᾳ, ὡς τοῦ Λόγου μαθήτρια
ἔνδοξε.
Θεοτοκίον.
Ἀνορθοῖ με πεσόντα, πρὸς
τῆς ἁμαρτίας πολύπλοκα βάραθρα, ὁ ἐκ σοῦ τεχθῆναι, εὐδοκήσας δι᾿ ἄμετρον ἔλεος,
Παναγία Κόρη· ὃν ἐκδυσώπει πάσης βλάβης, λυτρωθῆναι τοὺς πίστει ὑμνοῦντάς σε.
Τῆς
Μάρτυρος. Ἐξέστη τὰ σύμπαντα.
Κρήνη σὲ γινώσκομεν, Μαρκέλλα
παμμακάριστε, σῴζουσα τοὺς δίψει ἐκκαέντας, ὅθεν σὺν πόθῳ τῇ σῇ σορῷ ἑστηκώς,
δέχομαι τὴν ἴασιν παθῶν, ψυχῆς τε καὶ σώματος, ὡς γλυκύῤῥοα νάματα.
Λιμένα ἀτάραχον οἱ ἐν
πελάγει πάνσεμνε, ὄντες τῆς ζωῆς τῆς ἐπικήρου, ἔχομεν πάντες, τὸν σὸν Μαρκέλλα
ναόν, ὅνπερ σοι ἐδείματο λαός, πόθῳ ὁ χριστώνυμος, εἰς σὴν δόξαν καὶ αἴνεσιν.
Μώμους ἀπεδίωξας, ὁλοτελὼς
ἀοίδιμε, ἐκ τῆς καθαρᾶς σου διανοίας, οὓς ὁ ἀντάρτης αὕτη ἀνέβαλε, καὶ γέγονας,
ἔμψυχος ναός, ὅνπερ εἰσωκίσατο, ἡ Τριὰς ἡ ἀείφωτος.
Θεοτοκίον.
Ἑώρακε
πάλαι σε, ὡς θεῖον τόμον Ἄχραντε, ἔνθεος προφήτης, ἐν ᾧ λόγος, ἐγράφη ἔνδον,
πατρὸς εἰς κόσμου χαρὰν καὶ ἔσωσε πάντας ὡς Θεός, πίστει προσκυνοῦντάς σου τὴν
ἀπόῤῥητον γέννησιν.
ᾨδὴ
στ´. Τῆς Μυροφόρου. Ἰλάσθητί μοι Σωτήρ.
Ῥημάτων σου δροσισμῷ, τῆς
ἀθυμίας τὸν καύσωνα, ἐξῆρας τῶν Μαθητῶν, σεμνὴ ὡς ἐβόησας· Ὁ Χριστὸς ἐγήγερται·
ἡ ζωὴ ἐφάνη· ὁ φαιδρὸς ἤστραψεν ἥλιος.
Ἰδού σου ἡ φωταυγής, Μαρία
μνήμη ἐξέλαμψε, φωτίζουσα τοὺς πιστῶς, ἐν ταύτῃ ὑμνοῦντάς σε, καὶ σκότος
διώκουσα, πονηρῶν δαιμόνων, ἐπηρείας ἀξιάγαστε.
Ὡραία νύμφη Χριστοῦ,
ἐδείχθης καὶ περιδέξιος, τω κάλλει τῶν ἀρετῶν, σεαυτὴν κοσμήσασα· Μυροφόρων
ἔξαρχε· διὸ καὶ παστάδος οὐρανίου κατηξίωσαι.
Θεοτοκίον.
Ἁγίασμα νοητόν, καὶ
ἄψαυστον ἱλαστήριον, λυχνία φωτοειδής, ὡράθης καὶ γέφυρα, πρὸς Θεὸν μετάγουσα,
τοὺς ὑμνολογοῦντας, Θεοτόκον σε πανάμωμε.
Τῆς
Μάρτυρος. Τὴν θείαν ταύτην.
Νικᾶται δύναμις ἅπασα,
δαιμόνων καὶ ἐχθρῶν τῇ ἰσχύϊ σου· ὅθεν δεόμεθα τὴν νῆσον πᾶσαν περίσωζε, ἡμῶν Μαρκέλλα
ἔνδοξε, ταῖς πρεσβείαις σου.
Ξενίζει πάντας ἀοίδιμε, τὸ
ὕδωρ τὸ ἐκ πέτρας χεόμενον, ἥ σε ἐδέξατο, καὶ νῦν τὸ σῶμα καλύπτει σου, τέρατα
καὶ σημεῖα τελοῦν ἑκάστοτε.
Ὁ διαῤῥήξας καὶ σώσας σε,
τὴν πέτραν ἐκ τοῦ ἄγους ἀμόλυντον, πατρῴας μίξεως, Θεὸς Μαρκέλλα ἐδόξασε, θαυμάτων
ἐνεργείαις καὶ ἐμεγάλυνεν.
Θεοτοκίον.
Ἡ
μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς
λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.
Κοντάκιον.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
ὑπερούσιος Θεὸς ἐν τῷ κόσμῳ, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν
προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην· ὅθεν καὶ ἰάματα,
ἀπετέλεσας πλεῖστα· καὶ μεταστᾶσα νῦν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Ὁ
Οἶκος.
Τὸ
φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε
τὸ φίλτρον, τὸ ἀναπόσπαστον σεμνή, πρώτῃ ἐμφανίζει ἑαυτόν σοι, ἀναστὰς ἐκ τοῦ
μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι, τῷ
ἀπροσπελάστῳ· καὶ αὐτός σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται,
καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου, ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δέ σε,
θεῖα εὐαγγέλια, τοῖς κατεπτηχόσι Μύσταις, τῆς αὑτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ
μεγίστην πρὸς αὐτὸν ἔχουσα παῤῥησίαν, ὑπὲρ
τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
Συναξάριον.
Τῇ ΚΒ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου
Μαρίας τῆς Μαγδαληνῆς.
Ἁφαῖς ἀΰλοις
ἅπτεταί σου, Χριστέ μου·
Μή μου, πρὸς
ἣν ἔφησας, ἅπτου, Μαρία.
Δευτερίῃ
Μαρίῃ μύσεν εἰκάδι Μαγδαληνή.
Αὕτη
ἐκ τῶν Μαγδάλων ἦν τῶν ὁρίων Συρίας. Προσελθοῦσα δὲ τῷ Χριστῷ, καὶ ὑπὸ δαιμόνων
ἑπτὰ ἐνοχλουμένη, ἀπηλλάγη αὐτῶν τῇ τοῦ Χριστοῦ χάριτι· καὶ ἀκολουθήσασα αὐτῷ
μέχρι τοῦ πάθους αὐτοῦ καὶ Μυροφόρος γέγονε καὶ πρώτη τὴν Ἀνάστασιν, ἅμα τῇ
ἄλλῃ Μαρίᾳ, τῇ Ὑπεραγίᾳ Θεοτόκῳ, κατεῖδεν, ἡνίκα ὀψὲ Σαββάτων εἶδε τὸν Ἄγγελον·
πρωίας δὲ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους· καὶ πάλιν αὐτὸν τὸν Κύριον· ὃν
καὶ κηπουρὸν λογιζομένη, ἤκουσε παρ᾿ αὐτοῦ· Μή
μου ἅπτου. Μετὰ γοῦν τὴν θείαν καὶ Ἁγίαν Ἀνάληψιν, γενομένη εἰς Ἔφεσον πρὸς
τὸν Ἅγιον Ἰωάννην τὸν Θεολόγον καὶ Ἀπόστολον, ἐκεῖ ὁσίως κεκοίμηται καὶ ἐτέθη
πρὸς τῇ εἰσόδῳ τοῦ σπηλαίου, ἐν ᾧ οἱ Ἅγιοι μακάριοι ἑπτὰ κεκοίμηνται Παῖδες.
Ὕστερον δέ, ἐπὶ Λέοντος τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου βασιλέως ἡμῶν, τὸ
ταύτης ἀνακομισθὲν λείψανον ἐν τῇ ὑπ᾿ αὐτοῦ συστάσῃ μονῇ τοῦ Ἁγίου Λαζάρου κατετέθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Μαρκέλλης.
Κἂν ἀγνοῶμεν
πάντες ἡμεῖς, Μαρκέλλα,
ἀθλήσεως σῆς
Χριστὸς οἶδε τὸν τρόπον.
Πότμον ὑπὲστη
ἀδικοθύτου Σῶτερ.
Ἐξ ἀδίκου
φεύγουσα μιγῆς πατρώας.
Τοῦ Δαβὶδ
ἀκούσασα Σωτήρ μου λόγον.
Ἀδικίαν φάσκοντα
ἐβδελυξάμην.
Ἐις νοῦν δὲ
τὸν Λὼτ θυγατρογάμον φέρω.
Οἷα πέπονθε
πράττων ἀισχύνης δρᾶμα.
Βέλει
τέτρωμαι ἐκ πατρὸς μιαιφόνου.
Τῇ αὐτὴ ἥμερα, μνήμη τοῦ Ὁσίου ἀββᾶ Μενελάου, ἰδρυτοὺ τῆς Μονῆς
Μένατε.
Ἠστραψε βίος
Μενελάου ὁσίου,
ὥσπερ ἀστραπὴ
τοῖς πέρασι διαλάμπει.
Ἀπὸ
ὅσα μας λέγει ὁ συναξαριστὴς Βουκελίνος, ὁ ἀββᾶς Μενέλαος καταγόμενος ἐκ
βασιλικοῦ γένους, ἐθεώρησε προτιμητέαν τῆς ἡδονῆς τὴν αὐστηρότητα, τῆς
ἀκολασίας τῶν ἠθῶν τῶν τὰ πρῶτα ἐχόντων τὴν μοναστικὴν πειθαρχίαν, τοῦ πλούτου
τὴν πτωχείαν, τῆς δόξης καὶ τῆς ἐξουσίας, ἀλλὰ καὶ τῆς ὑπάτης ἀρχῆς, διάγειν
ζωὴν ἐσχάτης ταπεινώσεως καὶ φέρειν τὸ περιλαίμιον τοῦ ζυγοῦ τῆς ὑπακοῆς.
Ἐνδυθεὶς δὲ τὴν πτωχὴν μοναστικὴν κουκκούλαν, ἐλαμψεν ἐξ αὐτῆς κατὰ πολλὰ
ἐπιφανέστερος ἐξ ὅσον θὰ λάμπειν ἐκ πορφύρας, χρυσοῦ καὶ πολυτίμων λίθων. Ἀφ᾿
ἑτέρου ἵδρυσε τὴν διάσημον μονὴν πρὸς τιμὴν τοῦ ἁγίου Μαρτίνου, εἰς τὴν
περιοχὴν τῆς Ἀμβέρσας, ἡ ὁποία ἀπεκλήθη ἐν ἀρχῇ τῆς Μένατε καὶ μετ᾿ αὐτὸν καὶ
εἰς τὸ ἑξῆς μονὴν τοῦ ἁγίου Μενελάου. Εἰς τὴν ἐν λόγῳ μονήν, καὶ ἀφοῦ μετὰ μεγίστης
ἁγιότητος ἐφύτευσεν τὴν μοναστικὴν πειθαρχίαν, κατὰ τὴν ἀκριβεστάτην ἔννοιαν
τοῦ Μοναχικοῦ Κανόνος καὶ τὴν ἐστερέωσε κατὰ σταθερότατον τρόπον ἐπὶ τοῦ ἰδικοὺ
τοῦ ἠσυχαστικοὺ παραδείγματος, κατέστη ὑπὸ τοῦ Θεοῦ πασίγνωστος διὰ θαυμάτων
ἀξίων παντὸς θαυμασμοῦ, Καὶ ὄντως, ἡ φήμη αὐτῶν τὸν κατέστησε γνωστὸν εἰς
ἅπασαν τὴν περιοχὴν τῆς Ἀμβέρσας καὶ ἡ ἀναγνώρισις τοῦ εἰς ἅγιον ἐγινε ἐν ὅσῳ
εὑρίσκετο ἐν τῇ ζωῇ. Ὁ Ἅγιος γεννήθηκε τὸ 700 μ.Χ. εἰς τὴν Precigne τῆς
Γαλλίας. Ἡ ἡμερομηνία τῆς κοιμήσεώς του καὶ ἐν Θεῷ τελειώσεως τοῦ εἶναι
ἄγνωστος. Ἡ μνήμη τοῦ ἁγίου Μενελάου, τὴν κβ; Ἰουλίου, ἀνευρίσκεται εἰς τὸ
Μαρτυρολόγιον τοῦ Usuart, εἰς τὰ Βενεδικτίνεια Μαρτυρολόγια, καὶ ἐπανελήφθη εἰς
τὸ Ῥωμαϊκὸ Μαρτυρολόγιον. Κατ᾿ ἀρχὰς ἡ ἑορτὴ παρέμεινε τοπική, εἰς Bourges, Tours
καὶ Souvigny, ἀλλὰ τάχιστα ὁ ἅγιος Μενέλαος ἑωρτάσθη καὶ εἰς τὴν ἐπισκοπὴν
Clermont. Τὰ λείψανα τοῦ ἁγίου εὑρίσκοντο, ὁμοῦ μετ’ ἐκείνων τοῦ ἁγίου
Σαββιβιανοῦ, ὑπὸ τὴν κεντρικὴν ἁγίαν Τράπεζαν, ἀλλὰ διεσκορπίσθηκαν ὑπὸ τῆς
Γαλλικῆς Ἐπαναστάσεως, ἑξαιρουμένων ἐνίων τεμαχίων ποῦ εἶχον δωρηθῆ εἰς τὸ
Precigne τὸ 1711 μ.Χ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Τῆς Μυροφόρου. Παῖδες Ἑβραίων.
Νόσους ἐδίωξας ποικίλας,
συνεργοῦντά σοι, τὸν Λόγον κεκτημένη· ᾧ παρίστασαι νῦν, βοῶσα Μυροφόρε·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μόνη κατεῖδες πρὸ τῶν
ἄλλων, τὴν ζωὴν ἡμῶν, Χριστὸν ἐγηγερμένον· κηπουρὸν δὲ αὐτόν, ὑπέλαβες βοῶσα·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νῦν λαμπομένη Μυροφόρε, τῇ
τοῦ Πνεύματος, αὐγῇ τοὺς σὲ ὑμνοῦντας· ἐλλαμφθῆναι σὺν σοί, εὐδόκησον βοῶντας·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἔστησας ῥύμην τοῦ θανάτου,
τὸν ἀθάνατον, Θεὸν ὡς συλλαβοῦσα, καὶ τεκοῦσα ἁγνή, ᾧ πάντες μελῳδοῦμεν·
Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Τῆς
Μάρτυρος. Οὐκ ἐλάτρευσαν.
Πόθῳ ἅπαντες γεραίρομεν τὴν
μνήμη σου Μαρκέλλα πάνσεμνε ὅτι ἀντέστης πατρί, τῷ μίξιν ἀθέμιτον ἀφρόνως
θέλοντι· ὅθεν ψάλλομεν, εὐλογητός, εἰ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ῥωμαλέαν τὴν διάνοιαν
ἐκέκτητο παρὰ τοῦ πλάσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, Μαρκέλλα ἡ πάντιμος· ὅθεν
νενίκηκε, τὸν ἀντίπαλον, καὶ συγχορεύει χαίρουσα, τοῖς ἀγγέλοις εἰς αἰῶνας.
Σῶμα ἔλιπες Μαρκέλλα
παμμακάριστε καὶ ἀνελήλυθας εἰς οὐρανίους σκηνάς, ἐν αἷς πάντες δίκαιοι
χαίρουσι ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Βασίλισσα
τοῦ κόσμου ἡ κυήσασα τὸν Βασιλέα Χριστόν, ῥῦσαι φθορᾶς καὶ σεισμοῦ, ἐθνῶν
ἐπηρείας τε τοὺς πίστει ψάλλοντας, ὑπερύμνητε, εὐλογημένος πάναγνε, ὁ καρπὸς
τῆς σῆς κοιλίας.
ᾨδὴ
η´. Τῆς Μυροφόρου. Ἑπταπλασίως κάμινον.
Λαμπροφανὴς ὁ βίος σου,
ταῖς αὐγαῖς ἀστραπτόμενος, ὦ Μαγδαληνὴ τῶν ἐναρέτων πράξεων, τοῦ θείου
κηρύγματος τῆς πρὸς τὸ θεῖον νεύσεως, καὶ μαρμαρυγαῖς, τῆς πρὸς τὸν Κτίστην
ἀγάπης, ᾧ μέλπεις σὺν Ἀγγέλοις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Πρὸς τῷ Σταυρῷ παρίστασαι,
καθορῶσα τὴν ἄδικον, ἔνδοξε σφαγὴν τοῦ ἑαυτὸν κενώσαντος, δι᾿ ἄφατον ἔλεος· καὶ
στεναγμοῖς καὶ δάκρυσι, περιαντλουμένη· Τί τὸ ξένον ἐβόας, Μαρία τοῦτο θαῦμα;
πῶς νεκροῦται καὶ θνήσκει, ὁ θάνατον νεκρώσας, ζωὴ ὑπάρχων φύσει;
Ἁγιωσύνης τέμενος, γεγονυῖα
Ἀπόστολε, πάντας ἁγιάζεις τοὺς ναὸν ἐκ βάθρων σοι, Μαρία ἐγείραντας, καὶ τὴν
εἰκόνα Κόρη τὴν σήν, σχέσει τῇ πρὸς σέ, διαχαράττοντας πόθῳ, καὶ πίστει
μελῳδοῦντας· Ἱερεῖς καὶ Λευΐται, τὸν Κύριον ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς τοῦ Θεοῦ Μητέρα σε,
ὁμοφρόνως δοξάζομεν, καὶ τῶν ποιημάτων ὑπερτέραν πάναγνε· ἐν σοὶ γὰρ κατάκριμα,
τὸ ἐξ Ἀδὰμ ἠφάνισται· καὶ ἡ ἀπωσθεῖσα, ᾠκειώθη ἀνθρώπων, οὐσία μελῳδοῦσα·
Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς
Μάρτυρος. Παῖδας εὐαγεῖς.
Τέτρωσαι Μαρκέλλα ἀθληφόρε,
τῷ πόθῳ τῷ τοῦ Δεσπότου σου καὶ ἔρωτι· ὅθεν τῷ γεννήτορι, ἔλεγες πανεύφημε, τὴν
τοῦ Κυρίου ἐντολὴν οὐ παραβαίνω ποτέ, ὑπάρχω γὰρ ἱκέτης ἐκείνου ὅν περ ἀνυμνούσι,
χοροὶ πάντες ἀγγέλων.
Ὕμνους καὶ δεήσεις τῇ Μαρκέλλῃ,
προσάξωμεν μετὰ πόθου ταύτῃ κράζοντες· σῶσον ἡμᾶς ἅπαντας, μάρτυς πολυΰμνητε,
δοξάζοντας τὴν μνήμην σου, τὴν ἀεισέβαστον, ὑπάρχομεν γὰρ πάντες σοι δοῦλοι, οἱ
περιεστῶτες ἐν τῷ σεπτῷ ναῷ σου.
Φωτεινὸν ἀνάκτορον Χριστοῦ
σύ, ἐγένου τῶν ἀθλοφόρων ἐγκαλλώπισμα, λίθοις τῆς ἀθλήσεως, ἐν ὥσπερ κατῴκησεν,
ὁ τῶν ἁπάντων Κύριος, ὅν περ ἠγάπησας, ἐκ βρέφους ὡς Νυμφίον Μαρκέλλα, ᾧ νῦν
ἐνωθεῖσα, συγχαίρεις εἰς αἰῶνας.
Θεοτοκίον.
Πολλαῖς
προσβολαῖς ἁμαρτημάτων, κλονούμενοι σοῦ πρὸς τὴν ἀκλόνητον, σκέπην
καταφεύγομεν, στήριξον τοὺς δούλους σου, κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐκ σεισμοῦ
καὶ λοιμοῦ, ἐθνῶν ἐπιδρομῆς τε Παρθένε, τοὺς σὲ ἀνυμνοῦντας ὡς ὄντως Θεοτόκον.
ᾨδὴ
θ΄. Τῆς Μυροφόρου. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς θείαν μετετέθης νῦν
χαρμονήν, Παραδείσου πρὸς πλάτος εὐρύχωρον, πρὸς νοητάς, καὶ ὑπερκοσμίους
διαμονάς, ὅπου Ὁσίων τάγματα, ἦχος ἔνθα πέφυκε καθαρός, λαμπρὸς ἑορταζόντων, Μαρία Μυροφόρε· διό σε πάντες μακαρίζομεν.
Οὐδὲν προετιμήσω τῶν ἐπὶ
γῆς, τῆς Χριστοῦ τοῦ Θεοῦ ἀγαπήσεως· ἀλλὰ αὐτοῦ, μόνου τετρωμένη ταῖς
καλλοναῖς, καὶ ταῖς ἀμέσως πάνσεμνε, ἐπιπεμπομέναις μαρμαρυγαῖς, τοῖς ἴχνεσι
τοῖς τούτου, ἐβόας ἑπομένη· Σὲ μεγαλύνω Πολυέλεε.
Θεώσεως τυχοῦσα θεοποιοῦ,
καὶ χειμάῤῥουν τρυφῶσα τῆς χάριτος, καὶ ἀμοιβάς, πόνων δεχομένη θεαρχικῶς, καὶ
Ἀποστόλων τάγμασι, συναριθμουμένη Μαγδαληνή, μαθήτρια τοῦ Λόγου, τοὺς πόθῳ σε
τιμῶντας, σαῖς ἱκεσίαις διαφύλαττε.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ παθόντος ὑπὲρ
ἡμῶν, ψυχοφθόρων παθῶν με διάσωσον· ὡς συμπαθής, λῦσον τῶν πταισμάτων μου τὰς
σειράς· ὡς ἀγαθὴ ἀγάθυνον, νῦν κεκακωμένην μου τὴν ψυχήν, δαιμόνων ἐπηρείαις,
Παρθένε Θεοτόκε, ἵνα ὑμνῶ σε τὴν πανάμωμον.
Τῆς
Μάρτυρος. Ἅπας γηγενής.
Χλόης τῆς ζωῆς, ζητοῦσα
πανύμνητε τὴν ἐπουράνιον, βίον τὸν ἐπίκηρον οὐδὲν ἡγήσω· ὅθεν ἐνήθλησας, τῇ
κραταιᾷ τοῦ κτίστου σου, δυνάμει πάνσεμνε, ὃν νῦν βλέπεις, πρόσωπον πρὸς
πρόσωπον, ὦ Μαρκέλλα Χριστοῦ δούλη πάνσεμνε.
Ψάλλων ὁ Δαβίδ, προφήτης ἐν
πνεύματι ὦ παμμακάριστε, θυγατέρα λέγει σε, τὸ κατ’ εἰκόνα Θεοῦ τηρήσασαν, Μαρκέλλα
καὶ ὁμοίωσιν, ὃν νῦν δυσώπησον, τοῦ ῥυσθῆναι, ἡμᾶς τῆς κολάσεως, ταῖς ἐνθέοις
λιταῖς σου πανεύφημε.
Ὡραία Χριστοῦ, Νύμφη
ἀναδέδειξαι, τῷ τῆς ἀθλήσεως, αἵματι τιμίῳ σου, ᾧ ἐῤῥαντίσθης Μαρκέλλα
πάνσεμνε, διό περ εἰς σκηνώματα τοῦ σου Νυμφίου Χριστοῦ, ἀνηνέχθης ἐντρυφώσα
τέρψεως, τῆς ἐκείνου ὡς μάρτυς καλλίνικος.
Θεοτοκίον.
Φώτισον
Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, παῦσον τὸν κλύδωνα, τὸν ἐπιγινόμενον, ἐκ τῆς
δαιμόνων παρενοχλήσεως, καὶ εἰς ὁδὸν κατεύθυνον, τῶν θελημάτων Χριστοῦ, τοῦ
νοός μου, πάναγνε τὴν ζόφωσιν, ὅπως πίστει ἀεὶ μακαρίζω σε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τῶν
Μυροφόρων πρώτην σε, καὶ Ἀποστόλων ἔνδοξε, ἰσάριθμον καὶ Ἀγγέλων, γινώσκομεν
θεωρόν σε, καὶ τὴν Χριστοῦ Ἀνάστασιν, πρώτην ἰδοῦσα πάνσεμνε, καὶ μυστηρίων
ὄντως τε, ἀῤῥήτων γνώστην σε μόνην, Μαρία νύμφη Κυρίου.
Ὅμοιον.
Ἡ
νῆσος Χῖος τέρπεται, παλαίσμασι τῆς Μάρτυρος, καὶ πανευφήμου Μαρκέλλης, ἥ περ
Χριστὸς καταστέφει, σὺν τοῖς προδιαλάμψασι, τοῖς Ἁγίοις πρότερον, Ἰσιδώρω τῷ
μάρτυρι, Μυρόπῃ τῇ ἀθληφόρῳ, καὶ τῇ ὁσία Ματρώνῃ.
Θεοτοκίον.
Μαρία
κυριώνυμε, καὶ τοῦ Χριστοῦ Μαθήτρια, σὺν ταῖς λοιπαῖς Μυροφόροις, καὶ τῇ
Παρθένῳ Μαρίᾳ, καὶ μόνῃ Θεομήτορι, ἀπαύστως καθικέτευε, τὸν σταυρωθέντα Κύριον,
ὑπὲρ ἡμῶν Μυροφόρε, τῶν σὲ τιμώντων ἐκ πόθου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τῆς Μυροφόρου
γ΄. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Χριστοῦ
φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης
προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα, τοῦτον κατέλιπες, ἀλλ’ ἀπελθοῦσα,
μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην
τὴν πανίερον, πανηγυρίζομεν.
Σὺ
ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθείσαν ἐν μνήματι, νυκτὸς
παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· καθὼς προέφη, Χριστὸς ἐγήγερται· σπουδῇ τοῖς
τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ,
χαρὰν ἀνεκλάλητον, ἀναλαμβάνεις σεμνή.
Σήμερον
πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν, τὸν σὲ νῦν δοξάζοντα,
ὑπεράγαθον Κύριον ὃν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν
ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα, τὴν πρὸς αὐτόν, παῤῥησίαν πάντοτε
θεομακάριστε.
Καὶ
τῆς Μάρτυρος γ´. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ξίφει
τὸν αὐχένα σου σεμνή, ἔτεμε τοκεὺς καὶ γεννήτωρ, ὁ σὸς καὶ ἔδραμες, μάρτυς εἰς
Μητρόπολιν τῶν πρωτοτόκων χαρᾷ καὶ τὰ κάλλη ἐμβλέπεις νῦν, Τριάδος τῆς θείας,
δυσωποῦμέν σε, ἐκλιπαρεῖν ἐκτενῶς, ἵνα σοὺς ἱκέτας λυτρώσῃ, τῆς φρικτῆς ἐκείνης
Μαρκέλλα, αἰωνιζούσης κατακρίσεως.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Ἐπὶ
τῆς θαλάσσης οἱ ἀφροί, ἐρυθροί, ὤ θαῦμα! ὁρῶνται, Μαρκέλλα πάνσεμνε, ἔνθα σου
τὸ πάντιμον, αἷμα ἐκκέχυται, οἷς πιστῶς οἱ χριώμενοι, παθῶν ἐκλυτροῦνται, διὰ
τῆς σῆς χάριτος ἀνευφημοῦντὲς σε, ὡς Χριστοῦ ἀκήρατον Νύμφην, τοῦ σὲ ἐνεργείαις
θαυμάτων, ἔνδοξον τοῖς πᾶσιν ἀναδείξαντος.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...
Θῦμα
τῷ Δεσπότῃ σου Χριστῷ, ἤχθης ὢ Μαρκέλλα εὐῶδες καὶ παναμώμητον, πάσας ὅθεν
ηὔφρανας, τὰς οὐρανίους ἀρχάς, καὶ μακάρων ἀοίδιμε ψυχὰς διὸ πάντες, πρέσβυν
πρὸς τὸν Κύριον πιστοὶ προβάλλομεν, σῶσον ἐκβοῶντες κινδύνων, καὶ παντοδαπῶν
ἐναντίων, μάρτυς τοῦ Χριστοῦ τοὺς ἀνυμνοῦντάς σε.
Δόξα.
Ἦχος πλ. α´.
Ὑπεραρθεῖσα
τὴν διάνοιαν, τῶν χαμαὶ συρομένων Μαρία ἡ ἑξάκουστος Μυροφόρος, καὶ Μαρκέλλα ἡ
θεονυμφος, καταλλήλως ἠρίστευσαν· καὶ ἡ μὲν τῷ σαρκωθέντι Λόγῳ, κολληθεῖσα
εἰλικρινῶς, καὶ αὐτῷ διακονούσα, τῆς αὐτοῦ οἰκονομίας, τὸ μέγα μυστήριον
μεμύηται· ἡ δὲ σωφροσύνη κοσμούμενη, τὸν ἀρχέκακον ὄφιν προσβαλόντα αὐτὴ διὰ
τοῦ ἀνοσίου αὐτῆς πατρός, μαρτυρικῶς ἐθριάμβευσεν. Καὶ νῦν τῷ ἀθανάτῳ Βασιλεῖ
συνοῦσαι, ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν, Θεοτοκίον.
Μακαρίζομεν
σὲ Θεοτόκε Παρθένε, καὶ δοξάζομεν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
μεγάλη, τὰ ἀπολυτίκια· καὶ ἀπόλυσις.
Εἰ
βούλει ψάλλε τὸ κοινὸν Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὰ
μύρα σὺν δάκρυσι τῷ διδασκάλῳ Χριστῷ, Μαρία προσήγαγες Μαγδαληνὴ ἐν σπουδή, ὡς
τούτου μαθήτρια· ἄθλησιν δὲ ἁγίαν, Ἀθληφόρε Μαρκέλλα, ἤνεγκας τῷ Σωτῆρι, ὡς
παρθένος φρόνιμη. Καὶ νῦν ἄμφω πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον.
Χαίροις
Μυροφόρε Μαγδαληνή, Μαρία θεόφρον, Ἰσαπόστολε τοῦ Χριστοῦ· χαίροις ὦ Μαρκέλλα
ἁγνείας μυροθήκη, τῆς Χίου μέγα κλέος καὶ ἀγαλλίαμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου