ΣΕΠΤΕΜΒΡΙΟΣ Θ΄!!
ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑ ΘΕΟΠΑΤΟΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Δίκαιοι, οἱ τῷ κήπῳ ποτέ, ὑπὲρ παιδὸς καθικετεύοντες ἔκραζον, τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Ἀδωναΐ Σαβαώθ, τὸ τῆς ἀπαιδίας λῦσον ὄνειδος, γεννήσει Θεόπαιδος, δὲ Μαρίας ἐκραύγαζον· εὐχαριστοῦμεν, Ἐλωΐ Σοι πανάγαθε, τοὺς ἀτέκνους γάρ, νῦν εὐτέκνους ἀνέδειξας· ὅθεν τὸ γεννηθὲν χαρᾷ, σοὶ δῶρον προσάξωμεν, ὑπερυμνοῦντες αἰνοῦντες, καὶ εὐγνωμόνως δοξάζοντες, τὴν σὴν εὐσπλαγχνίαν, ὅτι δέδωκας τῷ κόσμῳ, Μητέρα εὔσπλαγχνον.
Δάκρυσιν οἱ δεόμενοι πρίν, Ἄννα σεμνὴ Ἰωακείμ τε ὁ Δίκαιος, ἀκούουσιν Ἀρχαγγέλου, προσβεβαιοῦντος αὐτοῖς, τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν· πρὸς οὓς ὁ Ἀσώματος, ἐμφανῶς διελέγετο· αἱ προσευχαὶ ὑμῶν, Σαβαὼθ θρόνῳ ἤγγισαν, μὴ λυπῆσθε οὖν, τῶν δακρύων ἀπόστηστε. Νῦν δὲ ἁγνὴν γεννήσαντες, χορεύουσι χαίροντες, δαίμονες τοῦτο ὁρῶντες, ὀλοφυρόμενοι ὀλόλυζον, οἱ Ἄγγελοι δὲ ὕμνουν, συζυγίαν τῶν Δικαίων, Θεὸν δοξάζοντες.
Χαίροις, Δυὰς ἁγία σεμνή, τὴν Παναγίαν Μαριὰμ ἡ γεννήσασα, ἀμέμπτως ἐν σωφροσύνῃ, βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον, Παρθένον ἡ τέξασα, Θεοτόκον πανάμωμον, Δυὰς ἀστέρων, τὴν Μητέρα ἐκλάμψασα, Ἡλίου τοῦ νοητοῦ, πάντα κόσμον φωτίζοντος, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἰωακεὶμ καὶ ἡ Ἄννα, οἱ τοῦ Κυρίου Προπάτορες· Ὃν νῦν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Χαίροις, πεποθημένη Θεῷ, ἐκλελεγμένη ἀγιότητος λάμψεσι, τοῦ νόμου Δυὰς τιμία, πάσας Αὐτοῦ ἐντολάς, ἐν τῇ θείᾳ χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν Ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι οἱ ἀνατείλαντες, τὴν φλόγα τὴν πάγχρυσον, τὴν ἀργυράν τε σελήνην, τὴν Θεοτόκον τὴν ἄχραντον· μεθ’ ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν.
Σήμερον ἐκ ῥίζης τοῦ Δαβίδ, καὶ τῶν Δικαίων, τῆς Ἄννης καὶ Ἰωακείμ, βασιλικὴ πορφύρα ἐβλάστησε, τὸ ἄνθος ἡ βάψασα, Χριστὸν οὗ ἡ Βασιλεία ἀτελεύτητος, ἧς πάντες πιστοὶ τύχοιμεν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάρις τῷ Λυτρωτῇ, καὶ πάντων κηδεμόνι, τῷ στεῖραν παρ’ ἐλπίδα, τεκεῖν τὴν Θεοτόκον, ἀῤῥήτως εὐδοκήσαντι.
Στ.: Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Δεῦτε τὴν ἐκ Δαβίδ, καὶ Ἰούδα φυεῖσαν, Θεοτόκον Μαρίαν, ἐξ ἧς σωτηρία, ἀπαύστως μεγαλύνωμεν.
Στ.: Ἐκ καρποῦ τῆς κοιλίας Σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.
Σήμερον εὐκλεῶς, ἐξ Ἄννης ἡ Παρθένος, ἡ φωτοφόρος πύλη, γεννᾶται παραδόξως, λαοὶ φυλαὶ σκιρτήσατε.
Δόξα. Τριαδικόν.
Τριὰς ἡ Τριλαμπής, πρεσβείαις τῆς δυάδος, Ἰωακεὶμ καὶ Ἄννης, Δικαίων Προπατόρων, ἐλέησον τὸν κόσμον Σου.
Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ τοῦ Ἰησοῦ, θυγάτηρ τῶν Δικαίων, Ἰωακεὶμ καὶ Ἄννης, αὐτῶν ταῖς ἱκεσίαις, ἀεὶ Σοὺς δούλους φύλαττε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος β'
Τῶν δικαίων Θεοπατόρων σου Κύριε, τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Καὶ τῆς Ἑορτῆς. Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Θεοπατόρων. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν χορεύσωμεν, ἀσματικῶς ὧ φιλέορτοι, καὶ πιστῶς ἑορτάσωμεν,
τὴν μνήμην γεραίροντες, Ἰωακεὶμ καὶ Ἄννης, τῆς σεπτῆς δυάδος· αὐτοὶ γὰρ ἔτεκον
ἡμῖν, τὴν Θεομήτορα καὶ Παρθένον ἁγνήν· διὸ περ καὶ μετέστησαν, ἐκ τῶν προσκαίρων
πρὸς ἄληκτον, καὶ ἀείζωον οἴκησιν, δυσωποῦντες σωθῆναι ἡμᾶς.
Εὐφρόσυνον τέρπεται, σήμερον κτίσις ἡ σύμπασα, Θεοτόκε πανύμνητε, ἐτήσιον ἄγουσα, μνήμην ὁμοφρόνως, τῶν σῶν γεννητόρων, Ἰωακεὶμ τοῦ θαυμαστοῦ, ὁμοῦ καὶ Ἄννης πανηγυρίζουσα· χαρὰν γὰρ προεξένησαν, σὲ παρ᾿ ἐλπίδα βλαστήσαντες, τὴν τὸ φῶς ἀπαστράψασαν, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἀγάλλεται σήμερον, Ἄννα σκιρτῶσα ἐν πνεύματι, καὶ εὐφραίνεται χαίρουσα, τυχοῦσα ἐφέσεως, ἧς περ ἐπεπόθει, πάλαι εὐτεκνίας, ἐπαγγελίας γὰρ καρπόν, καὶ εὐλογίας θεῖον ἐβλάστησε, Μαρίαν τὴν πανάμωμον, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, καὶ τὸν ἥλιον λάμψασαν, τοῖς ἐν σκότει καθεύδουσι.
Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῶν Ἀγγέλων οἱ χοροί, δεῦτε οὐρανῶν αἱ Δυνάμεις, τοὺς Θεοπάτορας, Ἄγγελοι Ἀρχάγγελοι, καὶ Νόες ἅπαντες, φλογεροῖς ὑμῶν στόμασιν, Ἀρχαὶ Ἐξουσίαι, Θρόνοι Κυριότητες, τὰ Χερουβὶμ Σεραφίμ, δεῦτε τὴν Πηγὴν παρθενίας, τὸν Ἰωακεὶμ καὶ τὴν Ἄνναν, νῦν ᾠδαῖς ἀΰλοις καταστέψατε.
Πάντες, σοὶ προσπίπτομεν πιστῶς, πάντες σὲ θερμῶς δυσωποῦμεν, Ἰωακεὶμ Δίκαιε, πάντας ἡμᾶς λύτρωσαι, ἁμαρτιῶν καὶ παθῶν, ἐνεστώτων κακώσεων, μελλόντων κινδύνων, ἐχθρῶν ἐπιθέσεων, καὶ ἐμπρησμῶν καὶ πυρός, καὶ ἐκ συμφορῶν ἀδοκήτων, καὶ θανατηφόρων τε νόσων, ταῖς πρὸς τὸν σὸν Ἔγγονον πρεσβείαις σου.
Πάσης, ἀνομίας σαῖς εὐχαῖς, πάσης τῶν ἐχθρῶν κακουργίας, βλάβης στειρώσεως, πάσης περιστάσεως, πάσης αἱρέσεως, ἀπιστίας καὶ θλίψεως, δεινῆς δυστοκίας, σεισμοῦ ἀνομβρίας τε, κατακλυσμοῦ καὶ πνιγμοῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ τῶν πειρασμῶν τοῦ Βελίαρ, ῥῦσαι τοὺς σοὺς δούλους Ἄννα ἔνδοξε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α'. Ἐφραὶμ Καρίας
Ὦ μακαρία δυάς· ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, Ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας Πατήρ· Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησε· Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν, τὸν τρέφοντα πᾶσαν πνοήν· ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Λιτή. Ἦχος α΄.
Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα, ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ τῆς στείρας Ἄννης καὶ Ἰωακεὶμ ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ τῆς ῥίζης αὐτοῦ, ῥάβδος βλαστάνειν ἀπάρχεται· εὐφραινέσθω ὁ Ἀδὰμ ὁ Προπάτωρ, καὶ ἡ Εὔα μυστικῶς ἀγαλλιάσθω· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· τεχθήσεταί μοι γὰρ φησὶ λύτρωσις, δι’ ἧς ἐκ τῶν δεσμῶν του ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαβίδ, κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος γεννᾶται ἐκ μήτρας ἀκάρπου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τίς μη σκιρτήσει, ἢ τίς μὴ πνευματικῶς κροτήσει, ἐπὶ τῇ νῦν πανηγύρει τῆς ἀειπαρθένου καὶ Θεομήτορος; Σήμερον γάρ, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ὡς ἐξ ἡλίου καὶ σελήνης, ἡ τὸν Ποιητὴν τῶν φωστήρων, ἀποτεκοῦσα νῦν τίκτεται, σήμερον ἡ οὐρανομήκης βλαστάνει ῥάβδος, ἐξ ἧς τὸ ἀμάραντον ἄνθος, βλαστήσει Χριστὸς ὁ Θεός, ὁ τὰς ὑποθέσεις τῶν μεγάλων πραγμάτων, πόῤῥωθεν καὶ ἐξ ὀλίγων ἀρχῶν καταβάλλων, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον σύναξιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς, τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν Θεόπαιδα Ἄνναν. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάζουσα, καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αὐτὴν ἐθήλασας βρέφος· ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι ἡμᾶς.
Ἦχος δ΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν Δικαίων μνήμην ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης, τῶν Προπατόρων σήμερον· ὅτι ἔτεκον ἡμῖν, τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον· ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· ζεῦγος ἁγιόλεκτον, ξυνωρὶς ἁγία καὶ θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος α', Τῶν οὐρανίων ταγμάτων.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν
σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς
ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ· καὶ ἐξ ἀκάρπου μήτρας,
καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν
οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἅγιον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καί, Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρὶ ὑπεραχράντῳ Παρθένῳ, μετ᾿ Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείας ποιούμενοι· οἷς καὶ ἡμεῖς συνελθόντες εὐσεβῶς, ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος β'
Τῶν δικαίων Θεοπατόρων σου Κύριε, τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Καὶ τῆς Ἑορτῆς. Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Ταχὺ προκατάλαβε.
Τὰς νόμου ἐντολάς, Δυὰς θεία τηροῦσα, γεννήτορας ἐν γῇ, ὑπερῆρας σὺ πάντας, τὴν μόνην ἀειπάρθενον, Θεοτόκον γεννήσασα, παμμακάριστοι, Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, βρέφος τέλειον, γὰρ ὁ ἐν ἀγκάλαις κρατεῖτε, ἁπάντων ὑπέρκειται.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Τοῦ λίθου σφραγισθέντος
Τεχθεῖσα παραδόξως στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων ἐκύησας
ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο
αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή· δόξα
τῇ παρθενίᾳ σου· δόξα τῇ κυοφορίᾳ σου, μόνη πανάχραντε.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ εὐκλεέστατος, καὶ ἀξιέπαινος, Δυὰς ἡ ἔνθεος, καὶ πανσεβάσμιος, ζωῆς τεκοῦσα τὴν πηγήν, Ἀγγέλοις διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, τοὺς θνητοὺς μετὰ θάνατον, σὺν τῇ θυγατρὶ αὐτῆς, Ἰωακεὶμ καὶ ἡ Ἄννα ὁμοῦ, πρεσβεύοντες θανάτου σωθῆναι, τοὺς πίστει τούτους μακαρίζοντας.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Τὰ οὐράνια πάντα νῦν ἐπαγάλλονται, τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει αὐτοῖς, καὶ οἱ Προφῆται μυστικῶς συνευφραίνονται· ἣν γὰρ προεῖδον τυπικῶς, ἐν ταῖς ἀρχαίαις γενεαῖς, βάτον καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος, γεννᾶται σήμερον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς δεήσεως ὑμῶν, ὁ ὑπερύμνητος Θεός, ἐπακούσας τοῦ τεκεῖν, Παῖδα ἐχάρισεν ὑμῖν, ἐξ ἧς προῆλθε τῷ κόσμῳ ἡ σωτηρία· ὅθεν τὴν αὐτῆς, ἁγίαν Γέννησιν, μέλποντες φαιδρῶς, ὑμᾶς γεραίρομεν, Ἰωακεὶμ καὶ Ἄννα Θεοπάτορες, δόντας ἡμῖν Θεομήτορα, τῷ εὐεργέτῃ, Θεῷ βοῶντες· δόξα τῇ ὑπερθέῳ Τριάδι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε Δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Προγόνων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ Θεόπαις Μαρία γεννᾶται, ὑπὸ Ἄννης καὶ Ἰωακείμ· σήμερον τὰ ἐγκόσμια ἀγάλλονται, σήμερον πανηγυρίζει ἡ γῆ καὶ τὰ οὐράνια, ἐν τῇ σεπτῇ γεννήσει, τῆς παναμώμου Κόρης· ὧν σύναξιν ἑορτάζοντες, εὐχαριστοῦμεν τῷ Θεῷ, διδόντι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τῶν Θεοπατόρων, οὗ ἡ Ἀκροστιχίς: Τοὺς σοὺς γονεῖς Πάναγνε μέλπω προφρόνως.
ᾨδὴ α'. Ἦχος β'. Ἐν βυθῷ.
Τὴν λαμπάδα τὴν τὸν νοητόν, ἥλιον ἀστράψασαν, σωματικῶς ἐξ αὐτῆς ἀνατείλαντα, ἀρετῆς λαμπρότησι, διαπρέποντες ἐκτεκεῖν ἠξιώθησαν, Ἄννα ἡ θεόφρων, καὶ Ἰωακείμ ὁ παναοίδιμος.
Ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, ὄντως ὁ θεόληπτος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνθεος, ἀκλινῶς προσέχοντες, τὴν πανάχραντον Θεοτόκον ἐκύησαν, τὴν ὑπερκειμένην, κτίσεως ἀπάσης ἁγιότητι.
Ὑπερτέραν ἔχοντες ζωήν, βίου τε λαμπρότητα, πάντων ὁμοῦ γεννητόρων γεγόνατε, γηγενῶν ὑπέρτεροι, τὴν ἀκήρατον Παρθένον ὡς γεννήσαντες, καὶ Θεοῦ πατέρες, ὄντως διὰ ταύτης χρηματίσαντες.
Σωτηρίας πάσης ἀρχηγοί, ὁ μακαριώτατος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνδοξος, τὴν ἁγνὴν καὶ ἄμωμον, καὶ πανάχραντον Θεοτόκον ἐγέννησαν, τῆς θεοσεβείας, ταύτην εἰληφότες τὴν ἀντίδοσιν.
ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως.
Στειρεύουσα καὶ παίδων ἀπορουμένη, καὶ δάκρυσι τὸν Κτίστην ἐκδυσωποῦσα, τὴν μόνην ἠξιώθης εὐλογημένην, τεκεῖν θεόληπτε, Ἄννα κραυγάζουσα· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Ὁ σύνοικον πλουτήσας τὴν θείαν χάριν, Ἰωακεὶμ ὁ θεῖος καὶ θεηγόρος, τὴν πρόξενον ἀνθρώποις τῆς σωτηρίας, τεκεῖν ἠξίωται, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.
Ὑμνήσωμεν τὴν πάνσεπτον ξυνωρίδα, δι᾿ ἧς ἡμῖν ἐξέλαμψεν ἡ Παρθένος, ἡ πάντων ποιημάτων ἁγιωτέρα· Θεὸν γὰρ τέτοκε, πρὸς ὃν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Στειρώσεως τὸ ὄνειδος ἐκφυγοῦσα, γεγέννηκεν ἡ Ἄννα τὴν Θεοτόκον, τὸ ὄνειδος τῆς Εὔας νῦν παραδόξως ἐξαφανίζουσαν, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.
Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσιν· ἐν Θεῷ γὰρ ἀξίως χάριν ἐφεύραντο, καὶ ἐγέννησαν καρπὸν τὸν θεοδόχον ναόν, τὴν Παρθένον καὶ ἁγνήν, τὴν Μητέρα τοῦ Θεοῦ, τὴν μόνην εὐλογημένην, πρεσβεύουσαν ἀενάως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Τὸ αὐτό.
ᾨδὴ
δ'. Ἐλήλυθας, ἐκ Παρθένου.
Γηθόμενος, τὴν Παρθένον ἐκ στείρας κομίζεται, δι᾿ ἧς περ ἡ στείρωσις ἡ κοσμικὴ διαλέλυται, τόκῳ παρθενεύοντι, Ἰωακεὶμ ὁ θεόφρον καὶ θεόληπτος.
Ὁ προπάτωρ, τοῦ Χριστοῦ Ἰωακεὶμ νῦν πρόκειται, ἡμῖν εἰς ἑστίασιν, πνευματικὴν ὁ πανόλβιος, ὃς τὴν Θεομήτορα, καὶ πανακήρατον Κόρην ἀπεγέννησε.
Νεκρώσεως, καὶ φθορᾶς τοὺς ἀνθρώπους τὴν σῴζουσαν, ἡ χάρις προβάλλεται, τὴν ἐσομένην Μητέρα Θεοῦ, Λόγον τὸν ἀΐδιον, τὴν δεξομένην ἀφράστως σωματούμενον.
Ἐκ τῆς ῥίζης, Ἰεσσαὶ ξυνωρὶς ἀνατέταλκεν, ἐξ ἧς ἀνεβλάστησε ῥάβδος τὸ ἄνθος ἡ φέρουσα, ὅλον με τὸν ἄνθρωπον, εὐωδιάζον τῷ μύρῳ τῆς θεότητος.
Ἴθυνόν μου, Θεοτόκε τὸν βίον προστάγμασιν, ἐνθέως ῥυθμίζουσα, τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ, καὶ πρὸς φῶς ὁδήγησον, Παρθενομῆτορ Μαρία Θεονύμφευτε.
ᾨδὴ ε'. Ὁ φωτισμός.
Σώφρων δυάς, καθαρότητος αἴγλῃ λελαμπρυσμένη, τὴν τῆς παρθενίας τῷ θείῳ φέγγει, κατακοσμοῦσαν, τὴν στειρεύουσαν φύσιν, τῶν ἀνθρώπων ἡμῖν ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακεὶμ οἱ θεόληπτοι.
Παρθενικόν, θεοκόσμητον θρόνον τῷ τῶν ἁπάντων, περιδεδραγμένῳ παλάμῃ θείᾳ, τῆς σωφροσύνης ἡ σεπτὴ συζυγία, καὶ θεόφρων δυὰς ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακείμ οἱ πανεύφημοι.
Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης εἰς ὁδηγίαν, τῶν πεπλανημένων τὴν φωτοφόρον, πύλην ὁ θεῖος, Ἰωακεὶμ καὶ Ἄννα, θεοφρόνως πολιτευσάμενοι, τεκεῖν οἱ θεόπται σαφῶς ἠξιώθησαν.
Νόμου καινοῦ, τὴν θεόγραφον πλάκα ἐν ᾗ τὴν λύσιν, τῶν ἁμαρτημάτων τοῦ πάλαι νόμου, ὁ θεῖος Λόγος προετύπωσε πρώην, ὡς ἐκ πέτρας νῦν ἐλατόμησε, νεύματι ὁ πάντων κρατῶν ἐκ στειρώσεως.
Αἴγλῃ τῇ σῇ,
Θεομῆτορ τὸν νοῦν μου καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον Παρθένε,
τῆς ἀγνοίας τὸν ζόφον, καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν
οὐκ ἐπίσταμαι.
ᾨδὴ ς'. Ἐν ἀβύσσῳ.
Γονιμώτατον σπόρον ἡ στεῖρα τὸ πρίν, Ἄννα δεξαμένη ἐκ θείας ἐλλάμψεως, παῖδα τεκεῖν ἠξίωται, τὴν τῶν πάντων κτισμάτων δεσπόζουσαν.
Νῦν ἡ στεῖρα γεννῶσα βουλήσει Θεοῦ, πείθει παραδέχεσθαι Παρθένον τίκτουσαν, ἄνευ σαρκὸς θελήματος, τοῦ αὐτοῦ βουληθέντος Θεοῦ προφανῶς.
Ἐλλαμφθεὶς Ἡσαΐας τῷ Πνεύματι, τοῦ Ἰωακεὶμ καὶ τῆς Ἄννης τὸ κύημα, τόμον καινὸν ἑώρακεν, ᾧ ἐγράφη ὁ Λόγος σαρκούμενος.
Μυστηρίου
προτρέχει μυστήριον· πρὶν γὰρ ἡ στειρεύουσα, χάρις γεγέννηκε, τῆς σωτηρίας πρόξενον,
παρθενίας γεννήσει φανεῖσαν ἡμῖν.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Εὐφραίνεται νῦν, ἡ Ἄννα τῆς στειρώσεως, λυθεῖσα δεσμῶν, καὶ τρέφει τὴν πανάχραντον, συγκαλοῦσα ἅπαντας ἀνυμνῆσαι τὸν δωρησάμενον, ἐκ νηδύος αὐτῆς τοῖς βροτοῖς, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.
Ὁ Οἶκος
Ἡ τῶν δεσμῶν τῆς πρὶν ἀτεκνίας δι᾿ εὐχῆς λυθεῖσα, προσκαλεῖται
ἡμᾶς συνεορτάσαι τῷ θαύματι, καὶ δῶρα προσάξαι τῇ γεννηθείσῃ, λιτανεύοντας
ἔμπροσθεν μετὰ πόθου, ἧς περ ποτὲ αἱ παρθένοι ἐν τάχει προέτρεχον, χορεύουσαι
καὶ βοῶσαι· Ἰδοὺ ἦλθεν ἡ πάντων ἀνάκλησις, ἰδοὺ Ἀδὰμ ἠλευθέρωται, ὅτι Ἄννα
καρπὸν ἀνεβλάστησε, τὴν μόνην
Μητέρα καὶ ἀπείρανδρον.
Συναξάριον.
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Δικαίων Ἰωακεὶμ καὶ Ἄννης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα.
Ἐκ ῥίζης βλαστήσασα δυὰς ἁγία, Δαυῒδ τοῦ θεόφρονος, τὴν ῥάβδον τὴν πανίερον, Παρθένον τὴν ἄχραντον, τῷ κόσμῳ τέτοκεν, ἄνθος ἱερώτατον ἡμῖν, Χριστὸν ἀσπόρως ἐξανατέλλουσαν.
Λαμπάδα πολύφωτον τὴν Θεοτόκον, ἡ Ἄννα ἡ ἔνθεος, καθάπερ χρυσαυγίζουσα, λυχνία βαστάζουσα τὸν κόσμον ἅπαντα, θείῳ κατελάμπρυνε φωτί, καὶ παρθενίας λαμπροῖς πυρσεύμασι.
Προπάτορες ἔνδοξοι τοῦ σαρκωθέντος, δι᾿ ἄφατον ἔλεος, Θεοῦ τοῦ παντοκράτορος, παιδὸς ἐκ θεόφρονος ὑμῶν πανόλβιοι, νῦν μοι τῷ προσφεύγοντι ὑμῖν, πλημμελημάτων λύσιν βραβεύσατε.
Ὡς ὄντες ὑπέρτεροι
τῶν γεννητόρων, τὴν πάντων δεσπόζουσαν, κτισμάτων ἐκτετόκατε, Μαρίαν τὴν
ἄχραντον, τὴν τετοκυῖαν Θεόν, σάρκα περιθέμενον ἡμῖν, ὁμοίαν πάντῃ, δι᾿
εὐσπλαγχνίαν πολλήν.
ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Πλούτῳ κομῶντες ἀρετῶν, τὴν ἐν δόξῃ θεϊκῇ πεποικιλμένην, Βασιλίδα Παρθένον, Ἰωακεὶμ ὁ σεπτός, καὶ Ἄννα ἡ σώφρων τετόκασιν, ἣν πᾶσα ἡ κτίσις, ὑμνεῖ ὡς Θεοτόκον.
Ῥάβδος δυνάμεως ἡμῖν, δι᾿ ὑμῶν φίλοι Θεοῦ ἐξαπεστάλη, ἡ πανάμωμος νύμφη, δι᾿ ἧς ἐν μέσῳ ἐχθρῶν, ἀθέων κατακυριεύομεν, τὰς μηχανουργίας αὐτῶν καταπατοῦντες.
Ὅπλον ἡμῖν παρὰ Θεοῦ, εὐδοκίας διὰ σοῦ ἱερωτάτη, ξυνωρὶς ἐδωρήθη, ᾧ νῦν ἡμεῖς οἱ πιστοὶ ὡραίως ἀεί, στεφανούμεθα, ἡ Θεὸν τεκοῦσα, ἁγνὴ Παρθενομήτωρ.
Φωτοχυσίαις τοῦ ἐκ σοῦ, σαρκωθέντος δι᾿ ἡμᾶς λελαμπρυσμένη, ἡ δυὰς ἡ ἀρίστη, τῶν γεννητόρων τῶν σῶν, γεννῶσί σε πάναγνε Δέσποινα, πρόξενον ἡμῖν, ἀγαθῶν ἐπουρανίων. *
Ῥώμῃ Θεοῦ
καρπογονεῖ, ἡ στειρεύουσα γαστὴρ ἀνοιγομένη, καὶ προέρχεται πύλη, παρθενικὴ
παμφαής, ὁ Λόγος δι᾿ ἧς ἐπεδήμησεν, τοῖς ἐπὶ τῆς γῆς, σαρκωθεὶς ἀφράστῳ λόγῳ.
ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος.
Ὁμόφρονες σύμψυχοι, τὴν ἀρετὴν ὑπάρχοντες, τῆς πανάγνου Παρθένου σεπτοὶ γεννήτορες, τοὺς ἐπιτελοῦντας προθύμως, τὴν εὐκλεῆ καὶ ἔνδοξον μνήμην, ὑμῶν ἱερώτατοι, τοῦ σωθῆναι δυσωπήσατε.
Νομὴν κατεπαύσατε, τὴν τοῦ θανάτου ἔνδοξοι, τῆς ζωῆς τὴν Μητέρα, λαμπρῶς γεννήσαντες, τὴν ἐξαφανήσασαν τούτου, τὴν προσβολήν, καὶ τῆς ἀθανάτου, ζωῆς προξενήσασαν, τὴν ἐλπίδα διὰ πίστεως.
Ὡραῖος ὡς ἥλιος, Ἰωακεὶμ ἑνούμενος, τῇ φωσφόρῳ σελήνῃ, τῇ Ἄννῃ τέτοκε, τὴν τῆς παρθενίας ἀκτῖνα, δι᾿ ἧς αὐγὴ τῆς θείας οὐσίας, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεῖσα ἡμῖν ἔλαμψε.
Σωφρόνως βιώσαντες, καὶ εὐσεβῶς Μακάριοι, νῦν τρυφῆς τῆς ἀφράστου, κατηξιώθητε, τῆς θεοφανείας τυχόντες, τοῦ ἐξ ὑμῶν τῷ κόσμῳ φανέντος· ὃν περ δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐξαποστειλάριον τῶν Θεοπατόρων. Ἦχος γ'. Ἐπεσκέψατο ἡμᾶς.
Ἡ τῆς Εὔας τὴν ἀράν, ἐξάρασα νῦν τίκτεται, ἐκ γηραλέων ἀκάρπων, τῆς Ἄννης καὶ Ἰωακείμ, ἣν σὺν Ἀγγέλοις ἅπαντες, κατὰ χρέος ἐν ὕμνοις, πιστοὶ εὐφημήσωμεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν δικαίων σήμερον, Ἰωακείμ τε καὶ Ἄννης, γεννᾶται ἡ Θεοτόκος.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸ θεοτίμητον ζεῦγος τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄνναν, καταστέψωμεν ὕμνοις· οὗτοι γὰρ ἐν γήρατι τὴν ἁγνήν, Θεοτόκον ἐκύησαν, ἐξ ἧς ἐτέχθη ὁ Λόγος ὁ τοῦ Θεοῦ, καὶ τὸν κόσμον ἀνεκαίνισεν.
Ἰωακεὶμ καὶ ἡ Ἄννα ἀνευφημείσθωσαν, ὡς τέξαντες ἐν κόσμῳ, τῆς ζωῆς τὴν Μητέρα, τὴν ἄχραντον Παρθένον τὴν τὸν Χριστόν, ἀποῤῥήτως κυήσασαν· ᾧ καὶ πρεσβεύουσι δοῦναι πᾶσιν ἡμῖν, φωτισμὸν καὶ θεῖον ἔλεος.
Ἀγαλλιᾶται ἡ Ἄννα χερσὶ κατέχουσα, τὴν ἐξ ἐπαγγελίας, ἐξ αὐτῆς κυηθεῖσαν, ἄχραντον Παρθένον καὶ τὸν Θεόν, μεγαλύνει δοξάζουσα, Ἰωακεὶμ δὲ χορεύει νῦν σὺν αὐτῇ, ὡς Προπάτωρ τοῦ Σωτῆρος Χριστοῦ.
Τῆς ἀτεκνίας φυγοῦσα Ἄννα τὸ ὄνειδος, βαστάζεις ἐν ἀγκάλαις, τοῦ Θεοῦ τὴν Μητέρα, καὶ χαίρει μετὰ σοῦ δὲ Ἰωακείμ, μεγαλύνων τὸν Κύριον· ὅτι ἐκ σπέρματος τούτου πᾶσι χαρά, ἀναφαίρετος ἐβλάστησεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β΄.
Σήμερον ἡ πανάμωμος Ἁγνὴ προῆλθεν ἐκ τῆς στείρας· σήμερον τὰ πάντα εὐφραίνονται, ἐν τῇ αὐτῆς γεννήσει, ὁ Ἀδὰμ τῶν δεσμῶν απολύεται, καὶ ἡ Εὔα της ἀρᾶς ἠλευθέρωται. Τὰ οὐράνια πάντα ἀγάλλονται, καὶ εἰρήνη τοῖς ἀνθρώποις βραβεύεται. Ἡμεῖς δὲ δοξολογοῦντες βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἰωακεὶμ καὶ Ἄνναν, τοὺς Προπάτορας τοῦ Χριστοῦ, ἐξ ἐπαγγελίας, καὶ φύσεως τοῖς νόμοις, τεκόντας τὴν Παρθένον, καὶ Θεομήτορα.
Γένους πανενδόξου ὄντες ὁμοῦ, Ἱερατικοῦ τε, ἐκ Ματθὰν καὶ Βασιλικοῦ, συγγενεῖς γενέσθαι, Χριστῷ τε κατὰ σάρκα, τεκόντες τὴν Παρθένον, κατηξιώθησαν.
Σώσατε Προπάτορες τοῦ Χριστοῦ, τὰς ἐγκυμονούσας, καὶ λυτρώσατε ταῖς εὐχαῖς, ὑμῶν δυστοκίας, καὶ πάσης ἄλλης βλάβης, ὡς παῤῥησίαν ἔχοντες, πρὸς τὸν Κύριον.
Πρεσβεύσατε Δίκαιοι τῷ Χριστῷ, ῥυσθῆναι ἐκ νόσων, καὶ παντοίων ἁμαρτιῶν, τοὺς πίστει τιμῶντας, τὴν θείαν ὑμῶν μνήμην, καὶ δοῦναι εὐτοκίαν, πάσαις ἐπίτευξιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου