Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 13. ΟΣΙΟΙ ΔΩΡΟΘΕΟΣ, ΔΟΣΙΘΕΟΣ, ΣΕΡΙΔΟΣ, ΒΑΡΣΑΝΟΥΦΙΟΣ & ΙΩΑΝΝΗΣ ΓΑΖΗΣ ΟΣΙΟΙ ΑΚΟΛΟΥΘΙΑ





ΑΥΓΟΥΣΤΟΣ ΙΓ΄!!

ΔΩΡΟΘΕΟΣ, ΔΟΣΙΘΕΟΣ, ΣΕΡΙΔΟΣ,

ΒΑΡΣΑΝΟΥΦΙΟΣ & ΙΩΑΝΝΗΣ ΟΣΙΟΙ

ΑΚΟΛΟΥΘΙΑ

(Εἰ τύχοι γίνεσθαι τὴν ἑορτὴν κατ’ αὐτὴν τὴν ΙΓ΄ Αὐγούστου, προηγοῦνται τὰ τῆς Μεταμορφώσεως καθ’ ὅλην τὴν Ἀκολουθίαν).

 

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε νῦν κροτήσωμεν φαιδρῶς, χεῖρας καὶ σκιρτήσωμεν πάντες, πνευματικῶς ἀδελφοί, θεῖον Βαρσανούφιον, αἰνοῦντες ἄσμασι, καὶ τὸν τούτου ὁμόψυχοι, σεπτὸν Ἰωάννην· ἄμφω γὰρ δεξάμενοι, ἐν τῇ καρδίᾳ τὸ πῦρ, τῆς Χριστοῦ ἀγαπήσεως, αὐτοὺς ἐγκαθεῖρξαν, πόνοις προσπαλαίοντες, οὓς καὶ ἀκοῦσαι φρικτόν· ὅθεν, Παραδείσου τὸ πλάτος, νῦν ἐν παῤῥησίᾳ οἰκοῦντες, σώζουσι πρεσβείαις αὐτῶν ἅπαντας.

 

Πάθη, θανατώσας τῆς σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας, σαυτὸν ἐνέδυσας, βίου καθαρότητι, τούτους ὑφάνας καλῶς· πανδοχεὺς δὲ γενόμενος, ψυχῶν ἡμιθνήτων, ἔσχες ἐπιμέλειαν χάριν τοῦ Κτίστου σου, πρᾶξιν παρ’ Αὐτοῦ καὶ τὴν γνῶσιν, Σέριδε δεξάμενος ὅθεν, Κύριος πλουσίως σε ἠμείψατο.

 

Λόγῳ, κυβερνώμενος ψυχῶν, θεῖος οἰκονόμος ἐδείχθης, μυσταγωγός τε σοφός, σπέρματα σωτήρια, καταβαλλόμενος καὶ θερίζων τὸν ἄσταχυν, πολύχουν θεόφρον, τοῦτον τῷ Δεσπότῃ σου, φέρεις γηθόμενος· ᾯ νῦν παριστάμενος Πάτερ, μέμνησο ἡμῶν τῶν τιμώντων, τὴν ἁγίαν μνήμην σου Δωρόθεε.

 

Κάλλος, τῆς ψυχῆς σου νοητόν, καὶ τῆς διανοίας ἰδοῦσα, τὸ καθαρὸν καὶ εὐθές, κόσμου ἡ βασίλισσα, σοὶ ἐποπτάνεται, Θεοτόκος ἡ ἄχραντος, πρὸς τὸν ἐν ἀσκήσει, βίον ὦ Δοσίθεε, σὲ ἐπαλείφουσα· ὦ μακαριστοὶ ὀφθαλμοί σου! Οἵπερ τὴν χαρὰν τῶν Ἀγγέλων, ἔτι μετὰ σώματος τεθέασι.

 

Δόξα. Ἦχος δ΄.

Θεοφόροι Πατέρες ἡμῶν, ὠχυρωμένον ἔχοντες τὸν νοῦν γνώσει θείᾳ, τὰ παρεχόμενα παρεδράμετε ὅλως, μηδὲν θαυμάσαντες τῶν ἐπιγείων ἐν μὲν θλίψεσι καὶ πόνοις, μεγαλόφρονες φανέντες καὶ γενναιότατοι, ἐν δὲ ἀσκήσει καὶ παρακλήσει, ταπεινοί τε καὶ μέτριοι· καὶ τοῦ παρόντος βίου τὸ ἄστατον πέλαγος, πανσόφως διαπλεύσαντες, εἰς εὔδιον λιμένα κατηντήσατε. Διὸ Χριστὸν ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος. 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστη Χριστέ.

Τοὺς θείους διδασκάλους ὑμνῶ, τὰ στόματα τοῦ πνεύματος, τὰ τῶν ἄκρων, ὥσπερ βόθρων χαλεπῶν, ἡμᾶς ἀπανιστῶντα, καὶ πρὸς τὴν ἐν τῷ μέσῳ, ὁδὸν ἀρίστην ἐμβιβάζοντες.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτῶν.

Τὸ πνεῦμά σε τὸ Ἅγιον, Δωρόθεε μακάριε, ἁγίασον διὰ σοῦ ἁγιασμόν, παρέχει τοῖς τελοῦσι, τὴν πάνσεπτόν σου μνήμην, καὶ φωτισμὸν καὶ ἀπολύτρωσιν.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ταπείνωσιν συζεύξας ψυχῆς, ὑπακοῇ Δοσίθεε, ἀνυψώθης ὡς ἐν ἅρματι ἐκ γῆς, πρὸς οὐρανοῦ τὸ πλάτος, Θεῷ ἀδιαλείπτως, ὑπὲρ ἡμῶν πρεσβεύων Ὅσιε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῷ τοῦ Χριστοῦ ἔρωτι τρωθέντες τὴν διάνοιαν, Πατέρες ἡμῶν μακάριοι, καὶ ἐν τῇ περιχώρῳ τῆς Γάζης παραγενόμενοι, ἠσκήσατε νομίμως, καὶ ἐλάβετε ποικίλα χαρίσματα, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, τῶν ἀνυμνούντων πόθῳ, τὴν θείαν ὑμῶν μνήμην, καὶ πρεσβεύοντες ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον. 

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον, τῶν Ὁσίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τοὺς ἐν τελείᾳ καρδίᾳ τὸν Θεὸν ἐκζητήσαντας, καὶ δι’ ἀπαθείας τὸ κάλλος τῆς εἰκόνος τηρήσαντας, τιμῶμεν τὸν πεντάριθμον χορόν, Πατέρων τῶν ἐνθέων καὶ σοφῶν, ὡς πρεσβεύοντας ἀπαύστως, τοῦ δωρηθῆναι καὶ ἡμῖν, παραπτωμάτων ἄφεσιν, καὶ παθῶν ἀπολύτρωσιν.

Δόξα. Τοῦ Ἁγίου Δοσιθέου. Ἦχος γ΄. Μέγαν εὕρατο.

Αἴγλην ἄϋλον, ἐν σῇ καρδίᾳ, εἰσδεξάμενος, ἐκ τῶν χειλέων, τῆς παναμώμου Δεσποίνης Δοσίθεε, τὸν τῆς ἡμέρας ἐβάστασας καύσωνα, καὶ κοινωνὸς παθῶν τοῦ Υἱοῦ αὐτῆς, δι’ ἀσκήσεως γέγονας· σὺν αὐτῇ οὖν ἱκέτευε Χριστὸν τὸν Θεόν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ και ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Θεωρίαις καὶ πράξεσι, πρὸς Θεὸν ἀνυψούμενοι, διὰ βίου πάνσοφε Βαρσανούφιε, καὶ Ἰωάννη πανθαύμαστε, τὴν πρᾶξιν ἐπίβασιν, θεωρίας ὑψηλῆς, εὑρηκότες καὶ ἄριστα, ἀγαπήσαντες, ὀρεκτῶν τὸ ἀκρότατον καὶ στάντες, τῆς ἐφέσεως ἐνδόξως, εἰς οὐρανοὺς μετετέθητε.

 

Τῆς ψυχῆς τὴν εὐγένειαν, ἐπιγνοὺς παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, νεανικῶς καταλέλειπας, καὶ πόνοις ἀσκήσεως, ᾠκειώθης τῷ Θεῷ· οὗ τῷ ζήλῳ πυρούμενος, ἀναδέδειξαι, προστασίαν ψυχῶν καὶ μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, γέγονας πάνσεπτε Σέριδε.

 

Οὐκ ἐν ὄρεσιν ἤσκησαν, οὐ σπηλαίοις καὶ φάραγξιν, ἀλλὰ μέχρις αἵματος ἐκαρτέρησαν, τοῖς προεστῶσιν ἐκκόψαντες, τὸ ἴδιον θέλημα, καὶ εἰς ὄρη νοητά, εὐκλεῶς ἐναπέβησαν, χρηματίσαντες, τῶν χαρίτων τοῦ Πνεύματος δοχεῖα, ὁ Δωρόθεος ὁ μέγας, καὶ ὁ τρισμάκαρ Δοσίθεος.

 

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τὰς οὐρανίους σκηνώσεις ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παῤῥησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου τοῖς ἐπὶ γῆς, ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων δοθῆναι τὸν ἱλασμόν, καθικέτευε Δωρόθεε.

Τοὺς θαυμαστούς σου ἀγῶνας πιστῶς γεραίρομεν, ὑπακοῆς καμάτους, οὓς διήνυσας χαίρων, Δοσίθεε τρισμάκαρ ὑπὲρ Χριστοῦ, τὸν σταυρὸν ὑπομείναντος, καὶ τὴν ἁγίαν σου μνήμην περιχαρῶς, ἑορτάζομεν ἐν ᾄσμασι.

 

Τῶν μοναστῶν τὰς καρδίας εὐφραίνει Ὅσιε, ὁ ἔνθεός σου βίος, ἀπλανῶς ἐκπαιδεύων, ἀσκήσεως τὴν τρίβον καὶ παρεστῶν, τὰς γραφὰς ἀποκρύπτεσθαι, ἀπὸ σοφῶν ἀκαθάρτων καὶ ἐκ Θεοῦ, τοῖς νηπίοις ἐκαλύπτεσθαι.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸ κατ’ εἰκόνα τηρήσαντες ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενοι, πρὸς τὸ καθ’ ὁμοίωσιν, ὡς δυνατὸν ἐληλύθατε. Ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασάμενοι, ἐσπεύσατε τὸ χεῖρον καθυποτάξει τῷ κρείττονι καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι· ὅθεν, μοναζόντων ἀνεδείχθητε ἀκρότης, βιασταὶ τοῦ σαρκίου, εὐδρομούντων ἀλεῖπται· κανόνες ἀρετῶν ἀκριβέστατοι· καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων μακάριοι, καθαρῶς ἐποπτεύετε τὴν Ἁγίαν Τριάδα, ἐντυγχάνοντες ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ὑμᾶς.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον. 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Ὡς ἄνθη ἱερά, ἐκ θείων λόγων συμπλέξαντες, τὸν στέφανον προσάγομεν τῇ ἱερᾷ σου κορυφῇ, Βαρσανούφιε πάνσοφε· σὺ γὰρ ἐκ παιδὸς τῷ Κυρίῳ ἀνατεθείς, τῶν ἀρετῶν τὴν κλίμακα, πᾶσαν ἀνέδραμες, καὶ πάντων τῶν Ἁγίων τὴν χάριν ἐπλούτησας· καὶ ὡς μὲν Μωϋσῆς ὁ θεόπτης, ἐξαλειφθῆναι εὔξασθαι, ἐκ τῆς βίβλου τοῦ Θεοῦ, ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἀπετόλμησας· ὡς δὲ Ἠλίας ὁ ζηλωτής, τὸν οὐρανὸν τῇ γλώσσῃ ἀνοίγειν, τὴν χάριν εἴληφας· καὶ ὡς ὁ Παῦλος ὁ μέγας οὐρανοβάμων ἐγένου μακάριε. Ὅθεν καὶ ἀδελφὸς γενόμενος Ἰησοῦ εἰς οὐρανοὺς ἐνδόξως μεταβέβηκας, τὸν ἐκεῖθεν ἀθλίως ἐκπεσόντα, ἀρχαῖον ἀλάστορα, ἀσκητικοῖς ἱδρῶσι καταβαλών. Πρέσβευε σὺν τῷ συνάθλῳ σου, καὶ ὁμοτίμῳ καὶ σεπτῷ μαθητῇ Ἰωάννῃ τῷ Προφήτῃ, ζεῦγος ἁγιόλεκτον, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος πλ. β΄.

Κάλαμος ἀνεδείχθης γραμματέως ὀξυγράφου, ἡ χείρ σου ἡ ἁγία Σέριδε θεσπέσιε, καλλιγραφοῦσα νόμον Θεοῦ, πλαξὶ τῶν καρδιῶν ἡμῶν· ὅτι γραμματεὺς γενόμενος, Βαρσανουφίου τοῦ μεγάλου, τὰ παρ’ αὐτοῦ σοι λαλούμενα ἐν Πνεύματι Ἁγίῳ ἐξέθου μακάριε· καὶ δι’ αὐτῶν νεκρωθῆναι μὲν τῷ κόσμῳ, καὶ τῇ αὐτοῦ ἀναπαύσει, ἀποθανεῖν δὲ ἀπὸ παντὸς ἀνθρώπου τοὺς εὐχομένους ἐξαπαίδευσας· καὶ ὑπηκόοις δέ, μὴ μόνον τὰ παρὰ φύσιν, ἀλλὰ καὶ τὰ φυσικά, νεκρῶσαι διετάξω θελήματα· ἐν οἷς αὐτὸς ποιμαντικῶς διαπρέψας, καὶ εἰς ζωὴν καταντήσας αἰώνιον, μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων σε.

 

Φιλοσοφίᾳ κοσμήσας τὸν βίον σου, θεοσοφία σαὐτὸν κατελάμπρυνας, Δωρόθεε τρισόλβιε· φωτὶ γὰρ τοῦ θείου Πνεύματος ἐλλαμφθείς, πάντων κατενόησας τὸ ἐπίκηρον· διὸ καὶ χαίρειν εἰπὼν τῷ κόσμῳ, πρὸς οὐρανοὺς ἐνητένισας, καὶ ὅλον σαὐτὸν τῷ Χριστῷ ἀνετέθεικας· καὶ τοὺς ἱδρῶτας τῶν πόνων σου, ὥσπερ μῦρα εὐώδη αὐτῷ προσενεγκών, τὴν εὐωδίαν τὴν παρ’ αὐτοῦ, τὴν τῶν σῶν λόγων ἀπείληφας· δι’ ὧν πάντας εὐωδιάζεις, Χριστοῦ εὐωδίαν, ἐκτελῶν τοὺς σοὶ προσανέχοντας, καὶ πᾶσι τοῖς ἐν ἀγνοίᾳ λύχνος ὢν διακρίσεως, καὶ πτύον ὄντας γεωργικόν, διακαθαῖρον τὴν ἅλωνα τῶν ψυχῶν ἡμῶν· ἀλλὰ μετάδος ἡμῖν τῶν πρεσβειῶν σου Ἅγιε.

 

Ἦχος δ΄.

Δεῦτε μοναζόντων τὸ σύστημα, τὸν ἀσκητὴν τοῦ Κυρίου, ᾀσματικῶς εὐφημήσωμεν, Δοσίθεον τὸν μακάριον, τὸν ἄπλαστον μὲν τὸν τρόπον, ταπεινὸν δὲ τὸ φρόνημα· ὅνπερ οὐκ ἄνθρωπος, ἀλλ’ οὐκ ἄγγελος, αὐτὴ ἡ θεόπαις παντάνασσα παραγενομένη, καὶ εἰς τὸν φόβον τοῦ Κυρίου θεοσόφοις ῥήμασι στοιχειώσασα, ἐκ τοῦ ματαίου βίου προσελάβετο· ὃς καὶ τοῖς ἐντάλμασι αὐτῆς ἀκριβῶς κατακολουθήσας, τὸν τῆς ἀσκήσεως δίαυλον δι’ ὑπακοῆς ἀκριβοῦς ἐξετέλεσε, μηδὲν παρὰ τὴν γνώμην τοῦ καθηγεμόνος αὐτοῦ διαπραξάμενος· καὶ οὕτω σωτηρίας τυχών, θεοπαράστατος ἐγένετο, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον πενταυγὴς τῶν Πατέρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσε. Σήμερον γάρ, οἱ τῆς Τρισηλίου Τριάδος θεράποντες, καὶ τῶν μοναστῶν ποδηγέται πανάριστοι, Βαρσανούφιος καὶ Ἰωάννης οἱ πανθαύμαστοι, σὺν τοῖς τρισὶ φωστῆρσι, Σερίδῳ, Δωροθέῳ καὶ Δοσιθέῳ, τὸν ἀσκητικὸν αὐτῶν κρατῆρα πλήρη κεράσαντες, καὶ τὰς θεοφιλεῖς πράξεις αὐτῶν παραθέμενοι, ἅπαντας ἡμᾶς τοὺς τῆς ἀπαθείας ἐραστὰς εἰς ἑστίασιν προτρέπονται· δεῦτε λέγοντες, τοὺς καμάτους ἡμῶν ἑστιάθητε, καὶ τοὺς ἀγῶνας καὶ τὰ γέρα προσβλέψατε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο, ἵνα κοινωνοὶ γένησθε καὶ τῶν στεφάνων ἡμῶν, καὶ πρεσβευτὰς πρὸς Κύριον ἔχητε.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον. 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν πενταρίθμων χορός, τῶν μοναζόντων καλλονὴ καὶ εὐπρέπεια, ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῆς ἀγάπης ῥεῖθρα μὴ κενούμενα, φωστῆρες πολύφωτοι, διακρίσεως ὅσιοι, δι’ ὧν τὸ πνεῦμα, τὸ πανάγιον φθέγγεται, Βαρσανούφιε, καὶ τρισμάκαρ Δωρόθεε, Σέριδε Ἰωάννη τε, καὶ θεῖε Δοσίθεε, οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου οἰκήτορες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτῶν.

Χαίροις, ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις ἐν ὑψίστοις Δωρόθεε, τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ὁμιλῶν, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατον, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενον, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἡμᾶς κατεφώτισας, τοῖς μελιῤῥύτοις σου λόγοις, πρὸς τρίβους βαίνειν ἀσκήσεως· Χριστὸν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, τῶν ἀσκητῶν ἀληθῶς, καὶ ὑπηκόων τὸ εὐῶδες κειμήλιον· σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν παμμάκαρ ἀναθέμενος, σαρκὸς κατεπάτησας, τὸ χαμαίζηλον φρόνημα, ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας, καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα· ᾯ καὶ νῦν παριστάμενος, παμμάκαρ Δοσίθεε, καθικετεύων μὴ παύσῃ, ὑπὲρ τῶν πίστει τιμώντων σε, σὺν σοὶ παραστῆναι, καὶ Χριστῷ συνδοξασθῆναι, ἐν ὥρᾳ κρίσεως.

 

 

 

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιοι Πατέρες ἡμῶν, ὑμεῖς οὐκ ἐδώκατε ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις ὑμῶν νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθερώσατε, καὶ ἑαυτοὺς ἡτοιμάσατε, τοῦ Πνεύματος καταγώγια. Ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρ’ ὑμῖν ἐποιήσατο· ὅθεν καὶ τῆς ὁμοουσίου Τριάδος θεράποντες γενόμενοι, καὶ πάντων τῶν Ὁσίων ὁμόσκηνοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον, τῶν Ὁσίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τοὺς ἐν τελείᾳ καρδίᾳ τὸν Θεὸν ἐκζητήσαντας, καὶ δι’ ἀπαθείας τὸ κάλλος τῆς εἰκόνος τηρήσαντας, τιμῶμεν τὸν πεντάριθμον χορόν, Πατέρων τῶν ἐνθέων καὶ σοφῶν, ὡς πρεσβεύοντας ἀπαύστως, τοῦ δωρηθῆναι καὶ ἡμῖν, παραπτωμάτων ἄφεσιν, καὶ παθῶν ἀπολύτρωσιν.

Δόξα. Τοῦ Ἁγίου Δοσιθέου. Ἦχος γ΄. Μέγαν εὕρατο.

Αἴγλην ἄϋλον, ἐν σῇ καρδίᾳ, εἰσδεξάμενος, ἐκ τῶν χειλέων, τῆς παναμώμου Δεσποίνης Δοσίθεε, τὸν τῆς ἡμέρας ἐβάστασας καύσωνα, καὶ κοινωνὸς παθῶν τοῦ Υἱοῦ αὐτῆς, δι’ ἀσκήσεως γέγονας· σὺν αὐτῇ οὖν ἱκέτευε Χριστὸν τὸν Θεόν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφὴν ξυνωρίδα τῶν ἀσκητῶν, τῶν ἐγκλείστων τὸ κλέος ᾀσματικῶς, ὑμνήσωμεν σήμερον, Βαρσανούφιον ἅπαντες, Ἰωάννην σὺν τούτῳ, τὸ ζεῦγος τὸ ἅγιον, ὡς κρατῆρας θεῖα, προχέοντας νάματα, ἐκ τῆς θεοπνεύστου, καὶ σεπτῆς αὐτῶν βίβλου, ἐξ ἧς ἀρυόμενοι, τὴν σοφίαν τοῦ Πνεύματος, ἐκ καρδίας κραυγάζομεν· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, θεοφόροι ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα.

Τῷ φωτὶ τῆς Τριάδος περιφανῶς, πυρσευθεὶς τὴν διάνοιαν ὁλικῶς, Θεῷ ἀνατέθεισαι, λογισμῷ μεγαλόφρονι, λαμπτὴρ ἐγένου πρὸς ὅρμον σωτήριον, κατευθύνων πάντας, τοὺς σοὶ προσανέχοντας· ὅθεν ἐτησίως, τὴν φωσφόρον σου μνήμην, γεραίρομεν Σέριδε, καὶ συμφώνως κραυγάζομεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι. 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἀπὸ βρέφους τιθηνόν, σὺ τὴν σοφίαν ἐσχηκώς, ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ἀδιαλείπτως μελετῶν, ἡμᾶς διδάγμασι θεοφθόγγοις, καὶ βίῳ σου σεμνῷ, πάντας ὡδήγησας, Δωρόθεε σοφέ, καταφρονεῖν τῆς σαρκός, πρὸς οὐρανὸν δὲ βλέπειν καὶ τὴν ἄλυπον, Θεοῦ καὶ θείαν ἀπόλαυσον, ἧς περ δυσώπει, τυχεῖν τοὺς πόθῳ, καὶ πίστει σοι μέλποντας.

Δόξα. Ὁ αὐτός. Ὁ ὑψωθείς.

Νεοθαλλὲς ὥσπερ φυτὸν ἐκβλαστήσας, ἐν τῷ λειμῶνι τοῦ σεμνοῦ βίου Πάτερ, καρποὺς ἐνθέου πράξεως προσήγαγες, οἷσπερ διατρέφονται, οἱ πιστῶς σε τιμῶντες, Ὅσιε Δοσίθεε, ἀσκητὰ γενναιόφρον, ἀλλὰ ταῖς σαῖς δεήσεσιν ἡμᾶς, πάντοτε σῶζε, Θεῷ παριστάμενος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.

 

 

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὴν τρίβον τὴν στενήν, πλατυνόμενοι πίστει, διώδευσαν ὁμοῦ, οἱ Πατέρες οἱ θεῖοι, ἁπάσας στενώσαντες, μεθοδείας τοῦ δράκοντος, τούτους σήμερον, εὐσεβοφρόνως τιμῶμεν, ἑορτάζοντες, τὴν ἱερὰν αὐτῶν μνήμην, εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ.

Δόξα. Καὶ νῦν. Τῆς Ἐορτῆς. Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καὶ Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν. 

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτῶν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιοι Πατέρες ἡμῶν, τὸν ἀγῶνα τῆς ἀσκήσεως, καλῶς ἀγωνισάμενοι, τὴν πίστιν τηρήσαντες, καὶ τὸν δρόμον ἐκτελέσαντες, ἀπελάβετε τὸν στέφανον τὸν τῆς δικαιοσύνης, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς δούλοις Αὐτοῦ· καὶ νῦν ἐν οὐρανοῖς αὐλιζόμενοι μακάριοι, περὶ τὸν θρόνον τοῦ παντάνακτος, Χριστοῦ τοῦ Θεοῦ, ἱκετεύσατε δεόμεθα, τοῦ φωτισθῆναι ἡμῶν τὰ αἰσθητήρια, καὶ ἀπαλλαγῆναι τῶν παθῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων δύο.

Ὁ α’ Κανών, τῶν Ὁσίων Βαρσανουφίου, Ἰωάννου καὶ Σερίδου.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Ταῖς ὑπερφώτοις τοῦ Πνεύματος ἀστραπαῖς, καταλαμπρυνόμενοι, τὴν διάνοιαν ἡμῶν, τοῦ ὑμνῆσαι ᾄσμασιν ὑμᾶς, καταυγάσατε Πατέρες μεγαλώνυμοι.

Ὡς ἐν μνημείοις ἐγκλείοντες ἑαυτούς, τὴν ζωὴν διέβητε, ἐν τῷ κόσμῳ ὡς νεκροί, ἐν Χριστῷ δὲ ζῶντες ἀληθῶς· διὰ τοῦτο, ὁ Χριστὸς ὑμᾶς ἐδόξασε.

Ὡς τὰς ψυχὰς ἐκαθάραντες τῶν παθῶν, καὶ ναοὶ τοῦ Πνεύματος, χρηματίσαντες σοφοί, πεπλησμένοι αἴγλης τῆς αὐτοῦ, αἰωνίως μακαρίζεσθε πανεύφημοι.

Θεοτοκίον.

Ἐν Σῇ γαστρὶ συλλαβοῦσα τὸν Ποιητήν, ὡς αὐτὸς ηὐδόκησεν, ἀπειράνδρως ὦ ἁγνή, ὑπὲρ νοῦν σαρκούμενον ἐκ Σοῦ, ἀνεδείχθης τοῦ παντὸς κυρίως Δέσποινα.

Ὁ β’ Κανών, τῶν Ὁσίων Δωροθέου καὶ Δοσιθέου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῆς οὐρανίου πατριᾶς τῷ ἔρωτι, κατασχεθεὶς τὴν ψυχήν, καὶ τὰ ἐκεῖ κάλλη, καὶ τὴν διαμένουσαν, ἐπιποθήσας εὔκλειαν, ἐπιγείου πατρίδος, καὶ γεννητόρων ἐμάκρυνας, καὶ Θεῷ προσῆλθες Δωρόθεε.

Ὡς ἐντρεχὴς καὶ νουνεχῆς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι’ ὧν ἐκείνη Δωρόθεε, τρέφεται Θεῷ πλησιάζουσα.

Θεὸν ἐδόκεις πάνσεπτε Δοσίθεε, πρὸς σὲ λαλεῖν μυστικῶς, τοῦ σοῦ διδασκάλου, ἐμφανῶς λαλοῦντός σοι, ἐν πέτρᾳ γὰρ τῆς πίστεως, προσερείσας σοὺς πόδας, ὁδοὺς ἐβάδισας, καὶ θεοπαράστατος γέγονας.

Θεοτοκίον.

Σωματωθέντα δι’ ἡμᾶς πανάμωμε, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον, τοῦ Πατρὸς γεγέννηκας, ὦ παρθενίας σκήνωμα, καὶ δοχεῖον ἁγνείας, καὶ τέμενος καθαρότητος, Δέσποινα τοῦ κόσμου θεόνυμφε.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.

Ὡς φῶτα ὄντες ἁπλανῆ, πάντας τοὺς ἐν τῷ σκότει ἀπλανῶς ὁδηγοῦσιν, εἰς σωτήριον ὁδόν, ὁ Ἰωάννης ὁ κλεινός, καὶ θεῖος ὄντος Βαρσανούφιος.

Ὥσπερ πρὸς Ἄστρον Πολικόν, Σέριδε Πάτερ βλέπων, Βαρσανούφιε θεῖον, εἰς λιμένα ἀσφαλῆ, καθωδηγεὶς τὰς ψυχάς, ἐκ τῆς σκύλλης σώζων καὶ χαρύβδεως.

Καταφρονήσαντες τερπνῶν, πάντων τῶν ἐν τῷ κόσμῳ, καὶ σαρκὸς τὰς φλογώδεις ἀποσβέσαντες ὁρμάς, δι’ ἐγκρατείας πολλῆς, τοῖς Ἀγγέλοις ὤφθητε ἐφάμιλλοι.

Θεοτοκίον.

Ἐδόθη ἄφεσις ἡμῖν, διὰ Σοῦ Θεοτόκε ὁ γὰρ νόμου Δεσπότης, ἐκ Σοῦ σωματωθείς, τὰ πάθη ὑπὲρ ἡμῶν, ὑπομείνας πάντας ἐλυτρώσατο.

 

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Ὁ θεοφόρος πυρωθείς, τῷ ζήλῳ τῆς ἀπαθείας, κατεμάρανε τὴν φλόγα τῆς πλάνης, ῥητορεύων ἀσφαλῶς, ὑποταγῆς διδάγματα, καὶ συνετίζων πάντας, πρὸς θείαν ὄντως ἐπίγνωσιν.

Σωφρονεστάτῳ λογισμῷ, καὶ εὐσεβεῖ κεχρημένος, τῶν ῥευστῶν καὶ φθειρομένων αὐτίκα, τὴν αἰώνιον τρυφήν, καὶ τὴν ζωὴν προέκρινας, δι’ ἐγκρατείας ἄκρας, σάρκα νεκρώσας Δωρόθεε.

Τῷ πρακτικῷ τῆς ἀρετῆς, στοιχειωθεὶς θεοσόφως, τῷ τῆς γνώσεως φωτὶ ἐλαμπρύνθης, καὶ ἀμύητος τελῶν, παιδείας προσεχώρησας, εἰς τῶν γραφῶν τοὺς λόγους, Ὅσιε Πάτερ Δοσίθεε.

Θεοτοκίον.

Πύλη φωτὸς φωτιστικαῖς, τοῦ πνεύματος δᾳδουχίαις, λαμπρυνθεῖσα Θεοτόκε ὑπάρχεις· διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς, ὁ λόγος κατελήλυθε, καταφωτίζων πάντας, θείῳ φωτὶ τοὺς ὑμνοῦντάς Σε.

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τοὺς μεγίστους φωστῆρας τοὺς φωταυγεῖς, ἐγκρατείας τοὺς λύχνους ἀειλαμπεῖς, συμφώνως αἰνέσωμεν, οἱ τῶν καλῶν ἀπολαύοντες, καὶ τῶν λόγων τούτων, ὁμοῦ καὶ τῆς χάριτος, Δωρόθεον τὸν μέγαν, καὶ τὸν Βαρσανούφιον, σὺν τῷ Ἰωάννῃ, καὶ τῷ θείῳ Σερίδῳ, πρὸς οὓς ἐκβοήσωμεν, ἐκ καρδίας κραυγάζοντες· θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τῆς γεέννης τῆς φρικτῆς, τὸ ἀπαράκλητον μαθών, πλοῦτον ἔλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, τὴν τρίβον τὴν στενήν, χαίρων διήνυσας, πατῶν τὰς ἡδονάς, τὰς τοῦ σώματος, δι’ ἐγκρατείας Ὅσιε ἁπάσης τε κακοπαθείας, καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, θεοφόρε Δοσίθεε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Ὑμᾶς σκηνώματα, λαμπρὰ εἰργάσατο, τὸ πανάγιον Πνεῦμα, ὡς ἀληθῶς, πάντοτε ἐνέπλησε, τῶν χαρισμάτων τῶν αὐτοῦ, τῶν παθῶν ὡς καθαρεύοντας.

Πλουσίως Ὅσιε, τοῦ Ζῶντος ὕδατος, σῆς καρδίας ἐξέῤῥευσαν ποταμοί, ἅπαντας ποτίζοντες, τοὺς ἐκτακέντας τῷ αὐχμῷ, ἀνυδρίας Βαρσανούφιε.

Ὑπάρχων Σέριδε, ποιμὴν πανάριστος, καὶ πατὴρ πολλῶν τέκνων ἀντ’ οὐδενός, τοῦτο λογιζόμενος, ὑπακοὴν ὡς σῷ Πατρί, τῷ μεγάλῳ πᾶσαν ἔφερες.

Θεοτοκίον.

Κατάρα λέλυται, ἡ τῆς Προμήτορος, διὰ Σοῦ Θεομῆτορ, Σὺ γὰρ ἡμῖν, ἄχραντε πανάμωμε, τῆς εὐλογίας τὴν πηγήν, τὴν ἀέναον ἐκύησας.

 

 

 

 

 

 

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, ταῖς πλουσίαις, χάρισιν λαμπόμενον, ὡς τὴν πηγήν, ἔχων ἀληθῶς, τῶν ἀπαυγασμάτων, ἐν σῇ καρδίᾳ Δωρόθεε· ἐντεῦθεν διδασκάλων, ἀσκητῶν καὶ δικαίων, συγχορεύειν τοῖς δήμοις ἠξίωσαι.

Γῆν τὴν καλὴν Ὅσιε, Πάτερ ἐζήλωσας, τὸν τοῦ λόγου σπόρον γὰρ δεξάμενος, εἰς ἑκατὸν εὐαγγελικῶς, πολλαπλασιάζεις, καὶ νῦν εἰσέτι Δωρόθεε, διδάσκων ἀνακράζειν, τοὺς πιστῶς μελῳδοῦντας· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Τοὺς λογισμούς, Κύριος τοὺς ὑψηλόφρονας ἀποβάλλων ταπεινοῖς ἀγάλλεται, καὶ ἐπ’ αὐτοὺς βλέπων ὁλικῶς, τῶν φαεινοτάτων ἐμπίπλησαι διαδόσεων· διὸ καὶ τῇ πολλῇ σου, ταπεινώσει προσέχων, τὴν ψυχὴν ἀληθῶς καθηγίασε.

Θεοτοκίον.

Μῆτερ Θεοῦ, εὐλογημένη πανάμωμε, τῆς ψυχῆς μου, τραύματα θεράπευσον, τὰς ἡδονάς, σβέσον τῆς σαρκός, τὴν ἐσκοτισμένην, καρδία μου φωταγώγησον, εἰρήνευσον τὸν νοῦν μου, καὶ παντοίας ἐκ βλάβης, καὶ ἐχθρῶν ἐπηρείας με λύτρωσαι.

 

 ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.

Μωϋσῆς ὡς ἄλλος ὑπεισελθών, γνόφον τὸν τοῦ Πνεύματος σοφέ, ἄῤῥητα Πάτερ μεμύησαι· ὅθεν μοναζόντων τὴν πληθύν, ἐνθέοις θεσμοῖς, εἰς γῆν τῆς ἀπαθείας εἰσάγεις ἄριστα.

Εἰρήνη πάντερπνος ἐκ Θεοῦ, δέδοταί σοι Σέριδε πολλή, ἐν σεαυτῷ εἰρηνεύσαντι, ἐκ τῶν πολυτρόπων παθῶν, καὶ πᾶσι τοῖς σοῖς, εἰρήνην μαχομένοις σοφῶς βραβεύοντι.

Οὐδεὶς ὀφείλει ποτὲ εἰπεῖν, τῶν φρικτῶν ὡς ἄξιος ἐστί, μεταλαβεῖν δωρεῶν Χριστοῦ μὴ κωλύσῃ δὲ τοῦ προσελθεῖν, ὡς κρίνων αὐτόν, ἀνάξιον τῶν θείων, οἱ θεῖοι φάσκουσιν.

Θεοτοκίον.

Ὡραῖος κάλλει ὁ Σὸς Υἱός, παρὰ τοὺς υἱοὺς τῶν γηγενῶν, ὤφθη πανύμνητε Δέσποινα, λόγος γὰρ ὑπάρχει τοῦ Πατρός, τοῦ ἐπὶ πάντων Θεοῦ, εἰ καὶ φύσιν ἀνθρώπου ἐκ Σοῦ ἀνέλαβεν.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Γεωργίᾳ τοῦ λόγου, ἄμπελος κατάκαρπος ἐδείχθης Ὅσιε, ἀρετῶν πεπείρους, καὶ μεγίστους προσφέρουσα βότρυας, σωτηρίας οἶνον, πνευματικὸν βλύζοντας Πάτερ, τῶν πιστῶν τὰς καρδίας εὐφραίνοντα.

Νοερῶς σὺν Ἀγγέλοις, νῦν συναυλιζόμενος, Χριστὸν δυσώπησον, τῶν παθῶν ῥυσθῆναι, καὶ κινδύνων τοὺς σὲ μακαρίζοντας, καὶ τὴν σὴν τιμῶντας, πανευκλεῆ καὶ θείαν μνήμην, παμμακάριστε Πάτερ Δοσίθεε.

Ὥσπερ ἄκακον ἄρνα, χλόῃ ταπεινώσεως ἐντεθραμμένον σε, ὁ ποιμὴν ὁ μέγας, ἐν αὐλαῖς αἰωνίοις προσήκατο, καὶ ἐποίησέ σε, τοῖς δεξιοῖς αὐτοῦ προβάτοις, συναρίθμιον Πάτερ Δοσίθεε.

Θεοτοκίον.

Προστασία τοῦ κόσμου, Μῆτερ ἀειπάρθενε Σύ με κυβέρνησον, καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας εὐθύνουσα.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Ἐγκλεισάντες Ἅγιοι εἰς οἰκίσκους ζοφερούς, καρτερικῶς τὰ σώματα, ἐκ συχνῆς ὁμιλίας τῆς πρὸς Θεόν, θεοὶ δευτερεύοντες, ἐν τῷ κόσμῳ παντὶ ἐναπεφάνθητε.

Τοῦ σώματος μύσαντες, ὀφθαλμοὺς πρὸς αἰσθητοῦ, ἡλίου φῶς πανεύφημοι, τῷ νοΐ δὲ ἐμβλέποντες εἰς Θεόν, ἐκτήσασθε ὄμματα, τῶν Ἀγγέλων θεόπται παμμακάριστοι.

Ὁ ἔνθεος Σέριδος, σκεῦος πέλων ἐκλογῆς, θείου φωτὸς ἐμπίπλαται, ὡς ἐκ δύω ἡλίων φωτοφανῶν, ἀκτῖνα δεχόμενος, καὶ ἡμέρας υἱοὺς ἡμᾶς ἐργάζεται.

Θεοτοκίον.

Ὀρέων ὑπέρτερον, αἰωνίων ἀληθῶς, ἀγγελικῶν δυνάμεων, ἀνεδείχθη τὸ ὄρος τὸ ἐμφανές, ἡ τὴν Σὴν χωρήσασα, τῆς θεότητος αἴγλην Κόρη Δέσποινα.

 

Ἕτερος.  Ἱλάσθητί μοι Σωτήρ.

Ὅλος ἐξέστη Θεῷ, τῷ ἔρωτι τῆς ἀσκήσεως, καὶ κόσμον καταλιπών, καὶ τὰ κοσμοκράτορος, ἐδράξω Δοσίθεε, τῆς ὑπερκοσμίου, Βασιλείας τὴν ἀπόλαυσιν.

Ἐν ἔργοις ἐγκαρτερῶν, τὴν ἄνω πόλιν κεκλήρωσαι, τὴν σάρκα δουλαγωγῶν, νηστείαις Δοσίθεε, τρυφὴν πρὸς ἀδάπανον, καὶ πρὸς Παραδείσου, τὰς σκηνώσεις ἐξεδήμησας.

Ὡς ὄμβρυζόν σε χρυσόν, δοκιμασθέντα ἀοίδιμε, ὑπακοῆς τῷ πυρί, Χριστὸς ἐναπέθετο, Βασιλεὺς ὁ ἄφθαρτος, ἐν ἀφθάρτοις Πάτερ, θησαυροῖς τοῖς αἰωνίου ζωῆς.

Θεοτοκίον.

Ἁγίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, Σὲ κηρύττω Παναγία μου.

 

Κοντάκιον. Τῶν Ὁσίων Δωροθέου καὶ Δοσιθέου. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῶν μοναζόντων ὁδηγὸς ὁ ἐνθεότατος, καὶ ὑπηκόων ἑωσφόρος ὁ λαμπρότατος, στεφανούσθωσαν τοῖς ἄνθεσι τῶν ᾀσμάτων, ὁ Δωρόθεος ὁ μέγας καὶ Δοσίθεος, ἡ δυὰς ἡ θεοσύλλεκτος καὶ πάνσεπτος, πρὸς οὓς κράζομεν· χαῖρε ζεῦγος παμπόθητον.

Ἕτερον. Τῶν πέντε Ὁσίων. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Οἱ κλεινοὶ ταξίαρχοι, τῶν μονοτρόπων, καὶ πιστῶν οἱ πρόμαχοι, τῶν προστρεχόντων ἐφ’ ὑμᾶς, οἱ τὸν ἐχθρὸν τροπωσάμενοι, τὴν δὲ τὴν ποίμνην, φρουρεῖτε δεόμεθα.

Ὁ Οἶκος.

Πάντα τὰ τοῦ βίου τερπνά, ὡς φθαρτὰ παριδόντες, ἐξ ὅλης ἡμῶν τῆς ψυχῆς, τοῖς ἐν οὐρανοῖς ἀγαθοῖς, ὡς ἀεὶ διαμένουσι προσεκολλήθητε, τῷ φωτὶ τῆς ἀληθείας ἀνεπιστρόφως ἑπόμενοι, καὶ ἀπροσπαθῶς πρὸς πάντα τῆς γῆς τὰ ἐπίκηρα ζήσαντες, κατελάβετε ἐν οὐρανοῖς, τὴν ἀεὶ διαμένουσαν εὔκλειαν, ὡς παῤῥησίαν οὖν πρὸς Κύριον ἔχοντες, τὴν δὲ ποίμνην φρουρεῖτε δεόμεθα.

 

Συναξάριον.

Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ὁσίων, Δωροθέου, Δοσιθέου, Σερίδου, Βαρσανουφίου καὶ Ἰωάννου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Ἰωάννην Βαρσανούφιον ἀδάμαντα, ἔδειξε τὸ τῆς γνώμης στεῤῥόν, ἀπαράμιλλον κτησαμένους τὴν ὑπομονήν, ἀκλινεῖς τηρήσαντας αὐτούς, μὴ ὑπενδόντας πειρασμοῖς διὰ τὴν ὄντως ζωήν.

Ἱλαρότητος τοὺς ὅρους κατεμάθομεν, ἔγνωμεν παῤῥησίας θεσμούς, συνετίζουσι δὲ πάντα οἱ καθηγηταί· Χριστὸς γὰρ ἐλάλει ἐν αὐτοῖς, Ὃν εὐλογοῦμεν ἀεί, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Τῆς γαστρὸς κατακρατῆσαι οἱ βουλόμενοι, γνώτωσαν μίαν εἶναι ὁδόν, τὴν ταπείνωσιν τοῦ Κυρίου τὴν ὑπερτελῆ· ἡμέτερον δὲ παρὰ μικρόν, τὸ ἐξανίστασθαι ἐστίν, ὡς οἱ Πατέρες φασίν.

Θεοτοκίον.

Μετὰ Σοῦ εὐλογημένη ὁ Ἀρχάγγελος, ἔφη ὁ ἀσώματος Κύριος, τὴν φθαρεῖσαν γὰρ ἀναπλάσαι, φύσιν βουληθείς, τὴν μήτραν Σου ᾤκησεν ἁγνή, εὐλογημένη τὸν Θεόν, ἡ γαλουχοῦσα σαρκί.

 

Ἕτερος. Θεοῦ συγκατάβασιν.

Ὁ λόγος σου ἅλατι, διηρτυμένος ὤφθη Δωρόθεε, καὶ ὁ βίος σου μάκαρ, λελαμπρυσμένος αἴγλη τοῦ Πνεύματος, ᾧ νῦν ἀπαστράπτων, βοᾷς ἀγαλλόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥυθμίζεις Δωρόθεε, ταῖς διδαχαῖς σου πᾶσαν διάνοιαν, καὶ ψυχῶν θεραπεύεις, τὰς ἀῤῥωστίας ὡς συμπαθέστατος, καὶ σὺν Ὁσίοις συμψάλλεις γηθόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀσκήσεως ἔρωτι, Θεῷ ἐξέστης ἔξω σαρκὸς γεγονώς· διὰ τοῦτο τῆς ἄνω, ἐπαπολαύεις ὑπερκοσμίου τρυφῆς, ὑπερφρονήσας τῶν κάτω Δοσίθεε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Νεκρὸν χρηματίσαντα, τῇ ἁμαρτίᾳ καὶ ἀπολλύμενον, τὴν ζωὴν ἡ τεκοῦσα, ἁγνὴ Παρθένε ζώωσον σῶσόν με, καὶ τῆς γεέννης ἐξάρπασον ψάλλοντα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Τῶν χαρίτων τοῦ Πνεύματος εὐμοιρήσαντος, τοῦ νοός σου Πατὴρ ἡμῶν Βαρσανούφιε, τοῦ ἁγιασμοῦ, καὶ τὸ σῶμα μετείληφε, οὗπερ μετεδίδου καὶ τοῖς προσαπτομένοις.

Ἰωάννης ὁ θεῖος καὶ Βαρσανούφιος, τὸ χρυσόῤῥειθρον νᾶμα πᾶσι προῤῥέοντες· δι’ ὅ, ποταμοὶ τοῦ Θεοῦ ἀναφαίνονται, ἅπασαν κυκλοῦντες τὴν γῆν ταῖς ὑποθήκαις.

Ταπεινόφρων ἐγένου πάνσεπτε Σέριδε, προσηνής τε τοῖς πᾶσι καὶ περιπόθητος, λόγον ἱλαρόν, μετὰ πάσης σεμνότητος, ἔχων καὶ προτρέπων, εἰς ἀρετὴν τοὺς πάντας.

Θεοτοκίον.

Ὡς μητρὶ καὶ παρθένῳ χαῖρε Σοὶ κράζομεν, Γαβριὴλ σὺν τῷ θείῳ θεομακάριστε, λόγον γὰρ ἡμῖν τοῦ Θεοῦ ἀπεκύησας, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Τῇ ταπεινώσει πάντοθεν, πεφραγμένος διέφυγες, Πάτερ θεοφόρε, τῶν δαιμόνων τραύματα, ἀλείπτης δὲ γέγονας, σῶν μαθητῶν κατὰ τῶν ἐχθρῶν, ἔργοις ὁδηγῶν, καὶ σὺν αὐτοῖς ἀνακράζων, Δωρόθεε τρισμάκαρ· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων τῇ σῇ σκέπῃ Ὅσιε, ὡς ἔχων εὐπρόσδεκτον, τὴν παῤῥησίαν πρὸς τὸν Θεόν, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσων, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπακοῆς τὸ χάρισμα, υἱϊκῶς κληρωσάμενος, μηλωτὴν καθάπερ, τοῦ κλεινοῦ ποιμένος σου, ἐν τούτῳ διέῤῥηξας, τῶν ἡδονῶν ῥεῦμα τὸ δεινόν, καὶ διασωθείς, ἀκαταπόντιστος ὤφθης, Δοσίθεε θεόφρον, σὺν αὐτῷ ἀνακράζων· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡ φῶς Θεοῦ τὸ ἄφραστον, τοῖς βροτοῖς ἀνατείλασα, φώτισον ψυχῆς μου, τὰς αἰσθήσεις δέομαι, τὸ σκότος διώκουσα, τῆς ἀμελείας μου τῆς δεινῆς, ἄναψόν μοι πῦρ, ἐν τῇ καρδίᾳ Παρθένε, τοῦ πόθου τοῦ Υἱοῦ Σου, Πατέρων ταῖς πρεσβείαις, ὅπως ὑμνολογῶ Σε, εἰς πάντας τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.

Ὑμῶν τὴν μνήμην κροτῆσαι Ὅσιοι, τίς τῶν βροτῶν ἁπάντων κατ’ ἀξίαν ἰσχύσειε, δόξαν γὰρ τὴν ἄληπτον, ἀνθρώπων νοΐ, ἄρτι κατειληφότες, ὡς παρωσάμενοι, τὴν παρὰ ἀνθρώποις, ὑπ’ Ἀγγέλων μακαρίζεσθε.

Ψυχῆς καὶ σώματος ἅπαν πάθημα, ἀφ’ ἑαυτῶν οἱ θεῖοι περιεῖλον καὶ ἔνδοθεν, ἑαυτῶν ἐμβλεπόντες, ἑώρων Θεόν, οἷάπερ ἐν ἐσόπτροις, ᾧ ἀτενίζοντες, ὑπερενετρύφων, ἔξω κόσμου καθιστάμενοι.

Τοὺς μακαρίους ἡμεῖς οἱ τάλανες, ἐκλιπαροῦντες πίστει ἱκετεύομεν Ἅγιοι, δέησιν ποιήσασθαι Χριστῷ τῷ Θεῷ, ὅπως τῶν ἐπταισμένων, εὕρωμεν ἄφεσιν, καὶ ἐκλυτρωθῶμεν τοῦ πυρὸς τοῦ αἰωνίζοντος.

Θεοτοκίον.

Σταγὼν καθάπερ ὁ ἐπουράνιος, τῇ Σῇ νηδύϊ ἄχραντε κατῆλθε καὶ ῥεύματα, ἅπατα τῆς πλάνης ξηράνας δεινά, ὤμβρισεν ἀφθαρσίαν, καὶ ἀπολύτρωσιν, πᾶσι τοῖς ἀνθρώποις διὰ Σοῦ θεοχαρίτωτε.

 

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Ἀμέσως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς Δωρόθεε, ἄνω πρὸς ἀΰλους διαμονάς, σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, εἰλικρινεῖ σε μακαρίζοντας.

Μὴ παύσησθε πρεσβεύοντες ἐκτενῶς, ὑπὲρ τῶν συνωνύμων μακάριοι, τῷ Ποιητῇ, πάντων καὶ Δεσπότῃ καὶ Λυτρωτῇ, παραπτωμάτων ἄφεσιν, δοῦναι καὶ παγίδων τοῦ πονηροῦ, λυτρώσασθαι παντοίων, καὶ βλάβης καὶ ἀνάγκης, δυὰς Ὁσίων θεοδόξαστε.

Τριαδικόν.

Πατρὸς ἐξ ἀγεννήτου θεοπρεπῶς, τὸν Υἱὸν γεννηθέντα δοξάζομεν, καὶ τὸ εὐθές, Πνεῦμα πρὸ αἰώνων ἐκπορευθέν, τρεῖς ὑποστάσεις σέβοντες, τῆς ὑπερουσίου καὶ ἀρχικῆς, Τριάδος ἡνωμένας, ἑνώσει ἀσυγχύτῳ, θεολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον.

Λαβοῦσα δεξιᾶς με Κόρη χειρός, Βασιλεῖ ἀθανάτῳ οἰκείωσον, τῷ Σῷ Υἱῷ, τὴν τῶν ἐσφαλμένων μοι παρασχεῖν, αἰτοῦσαι θείαν ἄφεσιν, καὶ βίου διόρθωσιν παντελῆ, καὶ γάρ Σε προστασίαν, ἐλπίδα τε καὶ σκέπην, καὶ ζῶν καὶ θνήσκων ἐπιγράφομαι.

 

 

 

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

Τὴν μνήμην τὴν πανέορτον, τῶν σοφῶν διδασκάλων, Βαρσανουφίου ἅπαντες, καὶ τοῦ χαριτωνύμου, ᾀσματικῶς ἐκτελοῦντες, πρέσβεας τῷ Δεσπότῃ, ἐνθέρμους προστησώμεθα, ταῖς εὐχαῖς ὅπως τούτων, καὶ τοῦ σεπτοῦ καὶ κλεινοῦ Σερίδου ἀξιωθῶμεν, τὸν δρόμον τῆς ἀσκήσεως, εὐμαρῶς διανῦσαι.

Ἕτερον. Ὅμοιον.

Δωρόθεον τρισόλβιον, σὺ δεξάμενος ζέσιν, τοῦ παναγίου Πνεύματος, ἀπεῤῥάγης τοῦ κόσμου, τὸν σὸν σταυρὸν ἄρας Πάτερ, συγκραθεὶς τῷ Χριστῷ δέ, δι’ ἀκριβοῦς ἀσκήσεως, καὶ ἁγνῆς παρθενίας, τῶν ὑπὲρ νοῦν, χαρισμάτων Ὅσιε ἠξιώθης, ἐξ ὧν ἡμᾶς τὴν μνήμην σου, ἐκτελοῦντας πλουτίζεις.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.

Μεσίτην σε μακάριε, καὶ πρεσβευτὴν πρὸς Κύριον, Δοσίθεε θεοφόρε, κεκτήμεθα οἱ θερμοί σου, ἱκέται καὶ δεόμεθα, μετὰ σοῦ συμπαρίστασθαι, Τριάδι καὶ ἐμπίπλασθαι, ἐμφάσεων τῶν ἐκεῖθεν, ἐκπεμπομένων ἀφράστως.

Καὶ τὸ τῆς Ἑορτῆς. Ἦχος γ΄.

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν. 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.

Ὦ Βαρσανούφιε Ὅσιε, τὸν παλαιὸν ἐκ σαυτοῦ, ἐκδυσάμενος ἄνθρωπον, σὺν σαρκὸς παθήμασιν, ὡς ἐν τάφῳ ἐνέθαψας, κατὰ Χριστὸν δὲ νέος γενόμενος, καὶ μετὰ σώματος ζήσας πάνσοφε, οἷά τις ἄσαρκος, ἀγαθῶν ἠξίωσαι ἐν οὐρανοῖς, ὧν καὶ μετὰ σώματος, τὴν πεῖραν εἴληφας.

 

Ὦ Ἰωάννη ἰσάγγελε, Βαρσανουφίου σαφῶς, τοῦ Ἡλίου παρήλιος, ἀνεδείχθης ἅπαντα, καταστράπτων τὰ πέρατα, ἀκραιφνεστάτῳ φωτὶ τῶν λόγων σου, ζωογονῶν τε πάντας πρὸς ἔνθεον, βίου λαμπρότητα, καὶ υἱοὺς πανθαύμαστε ἀποτελῶν, ἡμέρας τῆς κρείττονος, τοὺς ἑπομένους σοι.

 

Θεῖος οἰκονόμος βέβλησαι, Σέριδε Πάτερ ψυχῶν, ὧν σοφῶς προϊστάμενος, εἰς νομὰς διεύθυνες, σωτηρίους ἀοίδιμε, ὡς φωταυγεῖ δὲ λύχνῳ χρησάμενος, ἀδιαλείπτως σε καταυγάζοντι, θείων Πατέρων σου, ὁδηγίαις Ἅγιε, τῶν ἀρετῶν, εἰς ὕψος ἀνέδραμες, θέσει θεούμενος.

 

Πάτερ θεόφρον Δωρόθεε, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τελείαις καθάρσεσι, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθαρῶς προσκολλώμενος, φωτὸς ἐνθέου ἔμπλεως γέγονας, καὶ χαρισμάτων θείων τετύχηκας, τούτου δεήσεσι, Χριστὲ ἡμᾶς οἴκτειρον ὡς ἀγαθός, πίστει ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

 

Ὅσιε Πάτερ Δοσίθεε, ἀνεπιστρόφῳ νοΐ, τὸν Θεὸν ἐξεζήτησας, ἀναβάσεις πάντοτε, ἐν καρδίᾳ τιθέμενος, πρὸς τοῦτο ἔχων σε ἐπαλείφοντα, καὶ παρορμῶντα θεῖον Δωρόθεον, ᾧ ἰθυνόμενος, ἀβλαβῶς διέδραμες τοῦ ταπεινοῦ, σώματος ἀοίδιμε, δεινὸν κλυδώνιον.

 

Δόξα. Ἦχος πλ. α΄.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, ἡ γὰρ χάρις τοῦ Πνεύματος, πάσης σάλπιγγος εὐηχέστερον, πάντας πρὸς ὕμνον συγκαλεῖ, τῶν θεοφόρων Πατέρων μονασταὶ καὶ μιγάδες θαυμαζέτωσαν, τοῦ παμβασιλέως Χριστοῦ τοὺς στρατιώτας, τοὺς τοῦ κοσμοκράτορος, τὰς ἀρχὰς καὶ ἐξουσίας, Πνεύματος θείου πανοπλίᾳ τροπωσαμένους ποιμένες καὶ ὑπήκοοι, τοὺς τῶν ὑπηκόων καὶ τῶν ποιμένων τύπους, συνελθόντες εὐφημήσωμεν τοὺς ἐν διακρίσει ἀκραιφνεστάτους, τοὺς ἐν ἀσκήσει γενναίους, τοὺς ἐν θεωρίαις ὑψίνοας, ἐν πράξεσιν ὑπερνεφεῖς, ἐν διδάγμασι τῆς τρυφῆς χειμάῤῥουν, τοὺς ποδηγέτας τῶν πλανωμένων, τῆς Βασιλείας τοὺς κληρονόμους, τοὺς τοῖς μετ’ αὐτοὺς ἐλθοῦσι μὴ φθονήσαντας τὸ πάντων τῶν μοναζόντων ἐγκαλλώπισμα, ᾄσμασιν ἐγκωμίων καθικετεύοντες, οὕτως εἴπωμεν· Πατέρες ἡμῶν Ἅγιοι, σπεύσατε ἐξελεῖν ἡμᾶς ἐκ τῶν παθῶν καὶ σκανδάλων καὶ ῥύσασθαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου