Σάββατο 30 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 14. ΟΣΙΑ ΠΑΡΑΣΚΕΥΗ ΕΠΙΒΑΤΗΝΗ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ 14!!
ΠΑΡΑΣΚΕΥΗΣ ΟΣΙΑΣ ΕΠΙΒΑΤΗΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
 (ἐπ. Ἀρχιμ. Σεραφεὶμ Ἱ. Μ. Τριῶν Ἱεραρχῶν, Ἰάσιο Μολδαβίας, 1818)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες λόγοις τιμήσωμεν, τὴν Θεῷ δοξασθείσαν, ἐν σημείοις μεγάλοις, βοῶντες τῷ Δεσπότῃ δόξα Χριστέ, τῷ ἀπείρῳ ἐλέει Σου, ὅτι δοξάζεις ὡς εὔσπλαγχνος καὶ ἐν γῇ, τοὺς ἐν γῇ Σὲ μεγαλύνοντας.

Χαῖρε παρθένων ὁ κόσμος ὁ θεοστόλιστος, Ὁσίων ἡ τερπνότης, τῶν δικαίων ἡ δόξα, Ἀγγέλων πολιτεία ἡ ἐν σαρκί, ἐπιδείξασα πόνοις σου, Παρασκευὴ τὸ δοχεῖον τῶν ἀρετῶν, χαῖρε θήλεος καλλώπισμα.

Παρασκευάσασα πάντα σεμνὴ τὸν βίον σου, ἐν ἔργοις θεαρέστοις, ἐντολῶν τοῦ Κυρίου, ὁσίως ἐβιώσας καὶ ἀρετῆς, δρόμον ὅλον ἐτέλεσας, διὰ στεφάνων δικαίων τυχοῦσα νῦν, σαββατίζεις ἐν χαρᾷ τῷ Θεῷ.

Ἀγαλλιάσει καρδίας ἀγαλλιάσονται, οἱ Ὅσιοί Σου Λόγε, ὡς Δαβὶδ ὁ θεόφρων, προεῖπεν εὐθυβόλως καὶ γὰρ ἐν γῇ, καὶ ἐν πόλῳ εὐφραίνονται, διὰ παντὸς καθορῶντες Σὲ Ἰησοῦ, τὴν χαρὰν τὴν ἐνυπόστατον.

Δόξα. Ἦχος β΄.
Φρονήσει ἐγκοσμουμένη Παρασκευὴ ἀείμνηστε, πᾶσάν σου τὴν ὕπαρξιν, πενήτων χερσὶ κατεκένωσας, τὸ τοῦ Θεοῦ ἔλεον εἰς ἑαυτὴν ἕλκουσα. Ὅθεν ἐν δαψιλεῖ τῷ ἐλαίῳ, τὴν σὴν λαμπάδα παρασκευάσασα, καὶ παρθενίας κάλλεσι στίλβουσα, εἰσῆλθες ευφραινόμενη, εἰς τὸν νυμφῶνα τοῦ Κτίστου σου. Αὐτὸν ἱκέτευε Ὁσία καλλιπάρθενε, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.







Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος ὁ τῆς σεμνῆς, Παρασκευῆς ὁρᾶται, ἄμισθον ἰατρεῖον, παντοίων νοσημάτων, ψυχῆς ὁμοῦ καὶ σώματος.

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Ὤ θαύματος καινοῦ, πῶς τὰ ξηρὰ ὀστέα, τῶν Ἁγίων Σου Λόγε, προσψαυόμενα πίστει, ἐκβλύζουσιν ἰάματα.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ζῶσιν ὄντως ἐν σοί, οἱ δίκαιοί Σου Λόγε, τὰ ζώντων ἐνεργοῦντες, τοῖς ἐπικαλουμένοις, αὐτῶν τὸ θεῖον ὄνομα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Δόξα τῷ διὰ Σοῦ, Παρθένε τὰ Ὁσίων, πλήθη συναγαγόντι, Χριστῷ καὶ δόντι κόσμῳ, ἀκαταισχύντους πρέσβεας.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς χαμαιζήλου τρυφῆς σοφῶς τὴν ἀπόλαυσιν, ὑπεριδοῦσα πρὸς θεῖα ἤρθης σκηνώματα, καὶ τῶν ἰάσεων τοῖς πιστοῖς πηγὴν κατέλιπες, τὸ ἱερόν σου σκῆνος Μῆτερ πανεύφημε, Ἐπιβατῶν τὸ καύχημα τὸ σεπτόν, καὶ βεβαία προστάτις Παρασκευή. Μὴ παύσῃ θερμῶς Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὴν συνήθη Στιχολογίαν ψάλλομεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πτωχείαν ἑκούσιον, καθυπομείνασα ἔνδοξε, καὶ ἀφεῖσα γεννήτορας, ὕπαρξιν πατρίδα τε, καὶ σώματος κάλλος, ἀντὶ τούτων εὗρες, τὸ διαμένοντα ἀεί, ἀντὶ χρυσοῦ μὲν Χριστὸν ἀοίδιμε, ἀντὶ δὲ τῆς πατρίδος σου τοῦ Παραδείσου τὴν οἴησιν, ἀντὶ κάλλους τὴν ἔλλαμψιν, συγγενεῖς δέ σοι Ἄγγελοι.

Μίαν ἐξητήσατο, Παρασκευὴ ἡ ἀείμνηστος, ἐκ Θεοῦ Παντοκράτορος, εἰς οἶκον αὐλίζεσθαι, αὐτοῦ καθ’ ἑκάστην, ὁρᾶν τε τὸ κάλλος, καὶ τὴν τερπνότητα Αὐτοῦ, ναόν τε ἅγιον ἐπισκέπτεσθαι, Αὐτοῦ ἐν ὁσιότητι, καὶ τῆς ἐφέσεως ἔτυχεν, ἐπὶ γῆς τε δοξάσασα, καὶ ἐν πόλῳ τὸν Κύριον.

Λύχνον ὡς πολύφωτον, τὴν ἐντολὴν τοῦ Κυρίου σου, καὶ ὡς φῶς ἐν ταῖς τρίβοις Σου, φέρουσα πανεύφημε, ἁπλανῶς τοῦ βίου, τὴν ὁδὸν διῆλθες, καὶ εἰς σκηνώματα Θεοῦ, ἀγαλλομένῳ ποδὶ κατήντησας, ἐν οἷς τῆς φωτοδότιδος, αἴγλης τρυφῶσα αἰώνια, τῆς Τριάδος ἱκέτευε, φωτισθῆναι τοὺς δούλους σου.

Ἕτερα στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐν ἐγκωμίοις εὐφραίνονται οἱ λαοί, ἄριστα ἡ σοφία, Σολομῶντος διδάσκει, ὁ βίος γὰρ ὁ τούτων δόξα ἐστί, τῆς κοινῆς ἡμῶν πίστεως, καὶ τῆς εὐνοίας σημεῖον τῆς πρὸς Θεόν, καὶ παράκλησις πρὸς κρείττονα.

Ἐν τῇ προσάββατον πάλαι, ἡμέρᾳ ἔσπευδε, τὴν συλλογὴν ποιεῖσθαι, Ἱσραὴλ τὴν τοῦ μάννα, διπλάσιον σκευάζων, τροφὴν ἑαυτῇ τῇ ἑξῆς, σὺ δὲ πάντοτε, Παρασκευὴ ἀπετίθου θείαν τροφήν, σαββατισμῷ τῆς Ἀναστάσεως.

Στρουθίον εὗρεν οἰκίαν, καὶ ἡ τρυγὼν νοσσιάν, κατάλληλον ὡς ἔφη, Δαβὶδ ὁ ὑμνογράφος, καὶ γὰρ οἱ τῶν Ὁσίων χοροὶ ἀληθῶς, ἀπὸ γῆς ἀνιπτάμενοι, καὶ ἐν ἐρήμοις πολεύοντες ἐν μοναῖς, τοῦ Θεοῦ ἐπαναπαύονται.






Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε πιστοί, τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν τῶν Ἁγίων ὑμνήσωμεν, καὶ λαμπροῖς στεφάνοις ἐγκωμίων ἀναδήσωμεν, καλυπτόμενη γὰρ ἐν πολλῇ ταπεινώσει, καὶ ὑπεροψία τῆς κατὰ σάρκα ἀνέσεως, ὡς ἐβδελυγμένη νέκρωσις ἐν τῷ κόσμῳ λογίζεται. Θεῷ δὲ τῷ τῶν κρυπτῶν γνώστῃ, τιμία τε καὶ ζωηφόρος ὑπάρχει, χαρᾶς τε καὶ πάσης χρηστότητος ἔμπλεως. Ὅθεν καὶ τὴν καλλιπάρθενον Παρασκευήν, ἐκλεξαμένην ταύτην καὶ λαθεῖν σπουδάζουσαν, Χριστὸς ἡ ζωὴ ἡμῶν, ὁ φανερωθεὶς ἐν δόξῃ τῆς Ἀναστάσεως, μετὰ τέλος ἔνδοξον ἀναδείκνυσι, παραστήσας αὐτὴν δι’ ἀποκαλύψεως, πεποικιλμένην ὡς βασίλισσαν, ἐν ἱματισμῷ διαχρύσῳ κεκοσμημένην. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. Λα΄, 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς. Ὅταν που χρονίζη· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἰκῶν αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλον γυναικός· γυνὴ γὰρ συνετῆς εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Δαβιτικῶς αἱ τῶν δικαίων χορεῖαι, ἐπὶ Κυρίῳ εὐφράνθητε σήμερον, καὶ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐν αὐτῷ ἐγκαυχάσθε, ὁρῶντες τὴν ὁσίως τὸν βίον διανύσασαν, Παρασκευὴν τὴν ἀξιέπαινον, ἐκ Θεοῦ δοξασμένην ἐν θαύμασι καὶ ποικίλαις δυνάμεσι, δι’ ὧν τὴν ἐν οὐρανοῖς δόξαν αὐτῆς, ἅπαντες οἱ πιστοὶ τεκμαιρόμεθα, καὶ τὴν πρὸς τὸν Δεσπότην παῤῥησίαν. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ἀσκητικὸν ἀγῶνα, ἀναλαβοῦσα Ὁσία Μῆτερ, τῶν παθῶν τὰς προσβολάς, ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπέπνιξας, καὶ κλίμαξ θεία καὶ σεπτή, εἰς οὐρανοὺς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη ὁ θεάρεστος βίος σου, καρποὺς γὰρ πνευματικοὺς ἐν αὐτῷ ἐνδειξαμένη καρτερικῶς, δι’ αὐτῶν ἀποδιώκεις τὰ πάθη ἀφ’ ἡμῶν, τῶν εὐλαβῶς ἐκβοώντων σοι: χαίροις ἀοίδιμε, τὸ τῆς ἀσκήσεως κάλλιστον θρέμμα, καὶ τῆς εὐσεβείας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν εὐσεβῶν ἀγλάϊσμα, καὶ Καλλικρατείας φαιδρὸν ἀγαλλίαμα.

Ἦχος γ΄.
Τὴν ἀφελότητα τῆς ψυχῆς, καὶ ἀκακίαν τῆς καρδίας συνιστὰς ὁ Κύριος, παιδίον ἐν ἀγκάλαις δεξάμενος καὶ εὐλογῶν αὐτὸν ἔλεγεν, ἐὰν μὴ γένησθε ὡς τὸ παιδίον τοῦτο, οὐκ εἰσελεύσεσθε εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν. Ταύτην κεκτημένη τὴν ἁπλότητα, ἐκ βρέφους Παρασκευὴ ἡ πανέντιμος, τὰ ἐνόντα τοῖς πένησι, δαψιλεῖ χειρὶ διεμέριζε, μηδὲν ἴδιον ἔχειν ἐν ἑαυτῇ κρίνασα, καὶ τῇ ἀκεραιότητι ταύτῃ συζήσασα, ἐν ἀγαλλιάσει ψυχῆς, εις τὰς Οὐρανίους μονὰς εἰσελήλυθε.

Ἦχος δ΄.
Μετ’ εὐλαβείας γυναικῶν ὁ τίμιος χορός, περικυκλοῦσα τὸ σκήνος τὸ θεοδόξαστον, τῆς καλλιπαρθένου Παρασκευῆς, τὸν κοινὸν τῆς φύσεως Δεσπότην ἀνυμνοῦσαι δοξάσατε, παρ’ ᾧ οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ, τὰ τῆς σαρκὸς γνωρίσματα, μία δὲ χάρις καὶ δόξα πᾶσιν ὁμοίως ἐξ αὐτοῦ καταπέμπεται, διατηροῦσα τὸ ἄῤῥεν, καὶ τὸ χαῦνον ἐνδυναμοῦσα τοῦ θήλεος, καὶ ἀνδρικὸν πρὸς τοὺς πνευματικοὺς ἀγῶνας ἀποδεικνύουσα, πρὸς ὅν ἐν χαρᾷ βοήσατε: Παντοκράτωρ Κύριε ὁ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ληφθὲν ὀστίον, γυναῖκα μορφώσας καὶ ἐνισχύων εἰς τὸν κατὰ τοῦ ὄφεως πόλεμον, καὶ τὴν νίκην βραβεύων, καὶ ἀπολαύουσα τῆς ἀθανάτου δόξης σου.





Δόξα. Ἦχος πλ. Α΄.
Δεῦτε φιλέορτοι πάντες, πνευματικὴν χορείαν στησάμενοι, ἄνθεσιν ἐγκωμίων, τὴν ἁρπαγῆ τοῦ Σωτῆρος νύμφην στεφανώσωμεν, Παρασκευὴν τὴν ἀοίδιμον, αὕτη γὰρ τὸν μεγάλαυχον δράκοντα, τὸν τὴν οἰκουμένην πᾶσαν, ἐπαπειλοῦντα καταλήψεσθαι, ὡς νοσσιὰν ἐγκαταλελειμμένην, ἀνδρειοφρόνως καταλαβοῦσα τῆς νίκης τὸ στέφος μεγαλοπρεπῶς ἀνεδήσατο, διὸ πρὸς αὐτὴν βοῶντες εἴπωμεν: χαίροις τῆς ὑπομονῆς πύργος ἀκλόνητος, καὶ τῆς ἐγκρατείας λαμπτὴρ πολύφωτος, χαίροις τὸ παρθενίας ἐντρύφημα καὶ σωφροσύνης ἀγλάϊσμα, χαίροις τὸ καθαρότητος ἀκηλίδωτον ἔσοπτρον, ἡ ἀνεξάντλητος πηγὴ τῶν δακρύων, τῆς ταπεινώσεως τὸ ἐξαίρετον σκεῦος, τὸ τοῦ θείου φόβου εὐπαῤῥησίαστον, ἡ ἔνθεος τῶν ἀρετῶν εὐωδία, τοὺς πιστοὺς πάντα εὐωδιάζουσα. Χριστῷ τῷ Θεῷ παρισταμένη, αἴτησαι καλλιπάρθενε εἰρήνην δωρηθῆναι τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν .
Φοίνιξ ὡς ὑψίκομος, Παρασκευὴ ὄντως ἤνθησε, καὶ ὡς κέδρος ἐπλήθυνε, αὐτῆς τὰ γεννήματα, ἐν τῇ Ἐκκλησίᾳ, ὥσπερ ἐν Λιβάνῳ, δικαιοσύνης τὴν ὁδόν, πορευομένη ἀμώμως πάντοτε, καὶ νῦν εἰς τὸν Παράδεισον, τὸν νοητὸν μετενήνεκται, καρποφόρος μυρίζουσα, ἀρετῶν ἐν φαιδρότητι.

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Ζυγὸν ἐπωμάδιον, Παρασκευὴ ἐπιφέρουσα, τὸν Σταυρὸν τοῦ Παντάνακτος, οὐ βάρος ἐνόμιζε, τοῦτον ἀλλ’ ὀξείας πτέρυγας τῷ ὄντι, δι’ ὧν εἰς ὕψος οὐρανοῦ, ἀγαλλιάσει καρδίας ἔφθασεν, ἔνθα περιχορεύουσα, Ἀγγέλων τάξεις καὶ πνεύματα, τῶν δικαίων ἀγάλλονται, ἐν Θεῷ Παντοκράτορι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Πᾶσάν σου πεποίθησιν, ἐν τῷ Κυρίῳ ἐρείσασα, καὶ ἐν ὄρει σκηνώσασα, τρυγὼν ἡ φιλέρημος, ὥσπερ Σιὼν ὄρος, γέγονας Ὁσία, μὴ σαλευθεῖσα πειρασμῶν, ἐπιφοραῖς τε καὶ περιστάσεσιν, ὄρεσει γὰρ Κύριος, ἀγγελικοῖς σὲ ἐκύκλωσεν, ὁ ἀεὶ τὸν λαὸν Αὐτοῦ, περιφράττων ἐν χάριτι.


Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐν κόλποις κατέχουσα σκῆνος τὸ τῆς Ὁσίας ὡς πλοῦτον ἀδαπάνητον, δι’ ὅν εὐλογῶν σε ὁ Κύριος, παντοίων χαρισμάτων ἐνέπλησεν, ἐν σοὶ γὰρ οἱ νοσοῦντες τὴν ῥῶσιν δι’ αὐτῆς λαμβάνουσιν, οἱ πενομένοι πορισμόν, οἱ θαλαττεύοντες τὴν ἀσφαλῆ κυβέρνησιν, οἱ δὲ ἐν περιστάσεσι τοῦ βίου, παντὸς κινδύνου ἀπολυτροῦνται, καὶ οἱ πολεμούμενοι, συμμαχίαν καὶ ἰσχύν, καὶ καταφυγὴν εὑρίσκουσιν, οἱ ἐν θλίψει παραμυθίαν, καὶ οἱ ἐν ἀπογνώσει συνωθούμενοι, σωτηρίας ἐλπίδι κουφίζονται, πίστει καὶ πόθῳ προσψαύοντες τῇ κόνει ταύτης. Ἧς ταῖς πρεσβείαις ὁ Θεός, τὴν πόλιν ταύτην διαφύλαξον ἐν εἰρήνῃ, τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας ἀνυψῶν καὶ πᾶσι παρέχων σωτηρίαν ψυχικήν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς χαμαιζήλου τρυφῆς σοφῶς τὴν ἀπόλαυσιν, ὑπεριδοῦσα πρὸς θεῖα ἤρθης σκηνώματα, καὶ τῶν ἰάσεων τοῖς πιστοῖς πηγὴν κατέλιπες, τὸ ἱερόν σου σκῆνος Μῆτερ πανεύφημε, Ἐπιβατῶν τὸ καύχημα τὸ σεπτόν, καὶ βεβαία προστάτις Παρασκευή. Μὴ παύσῃ θερμῶς Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.
Δόξα. Ἕτερον. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.
Ἐκ βρέφους τὸν Κύριον τὸν ζυγὸν ὑπεισῆλθες, ἀγῶνας ὑπὲρ φύσιν τελέσασα ἐν βίῳ, ἀοίδιμε Παρασκευή, διὸ σὲ ἐδόξασε Χριστός, ὑπὲρ φύσιν ἀσινές σου διατηρῶν τὸ σῶμα χαριτόβρυτον. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.


Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Πρεσβείαν σε θερμήν, πρὸς Θεὸν κεκτημένοι, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθεια καὶ δεινῶν ἀπολύτρωσιν, ῥῦσαι δούλους σου, τῆς ἑνεστώσης ἀνάγκης, καὶ ἀξίωσον, εἰρηνικῶς διαπλεῦσαι, τοῦ βίου τὸ πέλαγος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στέναξον βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάμωμε Δέσποινα.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀποῤῥαγεῖσα ματαιότητος βίου τοῖς διαμένουσιν ἀεὶ ἐβεβήκεις, ἐρειδομένη πόδα σου βάσει τῶν ἐντολῶν, χεὶρ δὲ τοῦ Κυρίου σου, τῆς χειρὸς λαβομένη, εἰς ὄρος σε ὡδήγησε, τὸ οὐράνιον Μῆτερ, καὶ εἰς σκηνώματα τὰ ποθητά, ἐν οἷς Ὁσίων ὁμήγυρις τέρπεται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φιλαμαρτήμων πεφυκὼς δυσωπῶ σε, τὸν ἀναμάρτητον Θεὸν τὴν τεκοῦσαν, τὸν ἁμαρτίας αἴροντα τοῦ κόσμου ὦ σεμνή, τὴν πολυαμάρτητον οἰκτειρῆσαι ψυχήν μου, καὶ τὰς ἀνομίας μου τὰς πολλὰς ἀπαλεῖψαι, ἁμαρτωλῶν αὐτὴ γὰρ ἱλασμός, καὶ σωτηρία πιστῶν καὶ ἀντίληψις.

Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐπιθεῖσα τὴν χεῖρα τὴν ἀπαλήν, ἐν ἀρότρῳ τῶν πόνων τῶν καρτερῶν, ἀσκήσεως ἔνδοξε, ὅλην αὔλακα ἔτεμες, τῆς θαυμασίας ταύτης, ζωῆς ἀνδρειότατα, καὶ οὐκ ἐστράφης ὅλως, ναρκήσασα ὄπισθεν, ἀλλὰ μέχρι τέλους τὴν ὁδὸν τοῦ Κυρίου, διήνυσας χαίρουσα, καὶ νῦν δρέπη τὸν ἄσταχυν, σωτηρίας πληθύνοντα, δεκαπλῶς ἀξιΰμνητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων ἀφρόνως ὤν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἡνίκα οἱ Ἄγγελοι τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος, τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου


Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην: Ὡμοιώθη ἡ βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου...
Ὁ Ν ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Φρονήσει ἐγκοσμουμένη Παρασκευὴ ἀείμνηστε, πᾶσάν σου τὴν ὕπαρξιν, πενήτων χερσὶ κατεκένωσας, τὸ τοῦ Θεοῦ ἔλεον εἰς ἑαυτὴν ἕλκουσα. Ὅθεν ἐν δαψιλεῖ τῷ ἐλαίῳ, τὴν σὴν λαμπάδα παρασκευάσασα, καὶ παρθενίας κάλλεσι στίλβουσα, εἰσῆλθες ευφραινόμενη, εἰς τὸν νυμφῶνα τοῦ Κτίστου σου. Αὐτὸν ἱκέτευε Ὁσία καλλιπάρθενε, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

























Οἱ Κανόνες· τῆς Θεοτόκου πρῶτον· εἶτα τῆς Ὁσίας β΄.
Ὁ α΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Παρθενίης βλάστημα Παρασκευὴν ἀναμέλψω. Ποίημα Μελετίου τοῦ Συρίγου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον πέλαγος.
Παράσχου παμβασιλεῦ ἀόρατε χάριν ἐξ ὕψους μου, τοῦ ἀνυμνῆσαι θείας ἀρετάς, τῆς Ὁσίας σου σήμερον, ἅς ἐκτελέσαι ἰσχυρέ, κυβερνωμένη τῇ δυνάμει σου.
πλάστῳ Παρασκευὴ φρονήματι καὶ ἀφελότητι, ψυχῆς ἰδέαις πάσαις ἀρετῶν, σεαυτὴν κατεκόσμησας, καὶ ἦθος ἐναπέφαινες, πρεσβυτικὸν ἐν νέῳ σώματι.
υθμῖζειν διηνεκῶς μεμάθηκας, πᾶσας τὰς πράξεις σου Παρασκευὴ Ὁσία, καὶ ὀρμᾶς καὶ βουλὰς καὶ κινήματα, τῆς σωφροσύνης μέλεσι, σαρκὸς πραΰνουσα σκιρτήματα.
Θαυμάσια ἐκτελῶν φιλάνθρωπε ἐν τοῖς ἁγίοις σου, ὡς θαυμαστὸς ὑπάρχει ἀληθῶς, διὰ τοῦτο ἐν θαύμασι, δοξάσας τὴν Ὁσίαν σου, τὸ ὄνομά σου ἐμεγάλυνας.
Θεοτοκίον.
δέξω ἐν τῇ γαστρί σου πάναγνε, τὸν σὲ ποιήσαντα δι’ ἀκοῆς, καὶ ἐδέχθης αὐτῷ, σοῦ τὴν φύσιν καὶ τέτοκας, μετὰ σαρκὸς τὸν ἄσαρκον, κλήσει Μητρὸς σὲ μεγαλύναντα.

Ἕτερος κανών, οὗ ἡ ἀκροστιχίς: Παρασκευὴν τὸ σκεῦος Χριστοῦ ὑμνήσω. Ποίημα τοῦ αὐτοῦ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Παρασκευὴν τὴν ἐν ὁσίαις πράξεσιν, ἐκκαθαρθεῖσαν φαιδρῶς, καὶ γεγενημένην, σκεῦος ἱερώτατον, τοῦ παναγίου Πνεύματος, εὐφημεῖν προθεμένῳ, χάριν μοι δὸς πολυέλεε, ἵν’ αὐτὴν γεραίρω δοξάσω σε.
πὸ νεότητος σεμνὴ ἀπέῤῥιψας, πᾶσαν τρυφὴν τῆς σαρκός, πλοῦτόν τε καὶ δόξαν, οἷα περ κωλύματα, τῆς πρὸς Θεὸν πορείας σου, καὶ αὐτῷ μόνῳ Μήτερ, προσεκολλήθης δι’ ἔρωτος, καὶ ἐνθέων ἔργων ἀσκήσεως.
ωμαλεότητι φρενῶν κατέβαλες, τὸν παλαιὸν πτερνιστήν, οὐκ ἀνεσχομένη ὡσὶ ψιθυρίσαι σου, ἤ βουλὴ τούτου δέξασθαι, ἀλλ’ ὡς νύμφη ἐχέφρων, τὰς ἐντολὰς τοῦ Κυρίου σου κρύπτουσα τὴν πλάνην ἀπέφυγες.
Θεοτοκίον.
γαθοδότως ὁ Υἱός σου Πάναγνε, εὐεργετήσας ἡμᾶς, πᾶσι τοῖς ἀνθρώποις, προστασίαν ἄμαχον, καὶ κραταιὰν βοήθειαν σὲ παρέσχε, διό σοι προσπίπτοντες ἀνακράζομεν· σῶσον ἡμᾶς πάντας πρεσβείαις σου.





ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει.
Νουνεχῶς ὄντως, οὐ πλακαῖς τῶν τριχῶν ἤ ενδύμασιν, ἀνθηροῖς ἤ διαυγῶν, ἐν περιθέσει, λιθάκων σαυτὴν ἐκόσμεις, ἀλλ’ ἄνθεσι πραέως πνεύματος.
δοῦσα Μῆτερ, τὰ τοῦ κόσμου τερπνὰ μεταβαίνοντα, εἰς κατήφειαν δεινήν, ἐν λογισμῷ σταθερῷ τὴν χαράν, δάκρυσιν ἠγώνισαι εὑρεῖν τὴν ἄληκτον.
ἄφεσίς σου, πρὸς Θεὸν ἀναφθεῖσα τοῖς ἄνθραξι, τῆς ἐρήμου ἀληθῶς, οὐκ θεία στέγειν τὸν σὸν λογισμόν ἕως οὗ κατέλαβες, τῶν ὁρεκτῶν τὴν πηγήν.
Θεοτοκίον.
Σὺ παρθενίας Θεοτόκε τὸν ἔρωτα ἔσπειρας, ταῖς καρδίαις τῶν σεπτῶν, γενναίων ὄντως Παρθένε Ἁγνή, καὶ σὺ ταῖς πρεσβείαις σου τηρεῖς ἀμόλυντα.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Συσταρωθεῖσα τῷ Χριστῷ, τῇ ζωηφόρῳ νεκρώσει, τὴν ζωὴν τὴν ἀκατάληκτον εὗρες, καὶ νῦν ζῇς ἐν οὐρανοῖς, μετὰ δικαίων ἔνδοξε, ὡς μαρτυρεῖ ἐν κόσμῳ τὰ μετὰ πότμον σου θαύματα.
Κατακοσμήσασα σαυτήν, τῇ ἀρετῶν ποικιλίᾳ, ὡραιώθης ἐναντίον Κυρίου, καὶ ἠράσθη σου σεμνή, τοῦ κάλλους καὶ προσήκατο, νύμφην ἠγλαϊσμένην, ἐν οὐρανοῖς ὁ ὑπέρθεος.
παίνοις στέφεται πολλοῖς, ἡ Ἰωὴλ καθελοῦσα τὸν Σισάρα ἐν ξυλίνῳ πασσάλῳ, σὲ δὲ τίς Παρασκευή, ἀξίως ἐπαινέσειε, τῷ σταυρῷ τοῦ Κυρίου συντρίψασαν τὸν ἀρχέκακον.
Θεοτοκίον.
Υἱὸν ἐγένννησας σαρκί, ὅν ὁ Πατὴρ πρὸ αἰώνων, συνανάρχως ἐξ ἰδίας οὐσίας, ἀπεγέννησεν Ἁγνή, ἀΰλως διὸ πάντες σε, κυρίως Θεοτόκον, ὁμολογοῦντες σωζόμεθα.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀσθενείᾳ τῆς σαρκός, τὸν θρασυνόμενον ἐχθρόν, κατεπάλαισας σεμνή, καὶ τὴν τοῦ Πνεύματος ἰσχύν, τῇ διαθέσει οὐχ ἔπεσθαι τῶν σωμάτων, ἐγνώρισας σαφῶς, Παρασκευὴ καὶ Χριστοῦ, τὸν λόγον ἀληθῆ, τοῖς ἔργοις ἔδειξας, ἡ δύναμίς μου λέγοντος, ἐν ἀσθενείᾳ τελειοῦται ὡς γέγραπται, ὁ ἐνισχύων, τοὺς σοὺς Ἁγίους φιλάνθρωπε δόξα σοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος ἁγνή, ἐπικαλοῦμαι σὲ θερμῶς, μὴ μὲ παρίδῃς τὸν δείλαιον ἀπόλεσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα, πλήν σου γὰρ ἐλπίδα οὐ κέκτημαι, μὴ οὖν ἐχθροῖς ἐπίχαρμα, τελείως ὁ πεποιθώς σοι ὀφθήσομαι, καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ τοῦ πάντων Θεοῦ.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Βέλος ὄντως ἀνεδείχθης ἐν χερσὶ δυνατοῦ Θεοῦ, ὅ ἐξηκοντήθης, ἔρωτι Κυρίου ὡς ἄνθραξιν, ἐρημικοῖς διὸ Μῆτερ ἐγκατέτρωσας, καὶ ἐτέφρωσας, τῶν ἀλαστόρων τὰ πρόσωπα.
Λόγον ἄλατι νοστίμῳ ἠρτυμένῳ προσφέρουσα, μελιχείῳ γλώσσῃ, ἔβης ἀρετῆς πρὸς τὸ ἄναντες, τὰς μοναζούσας πειθοῖ ἐφεπομένας σοι, διευθύνουσα ἔργοις καὶ λόγοις τὴν ποίμνην σου.
νατέταλκέ σοι Μῆτερ φῶς ἐξ ὕψους τὴν σύζυγον, αὐτῷ εὐφροσύνην, συνεπιφερόμενον ἔνδοξε, καὶ γὰρ ἐφάνης δικαία διατηρήσασα, μεταξὺ σαρκὸς καὶ ψυχῆς μετ’ εὐθύτητος.
Θεοτοκίον.
Συνεδρεύων ὁ Υἱός Σου, σὺν Πατρὶ Παντοκράτορι, καὶ πληρῶν τὰ πάντα, ἐν ἀπεριγράπτῳ θεότητι ταῖς σαῖς ὠλέναις κρατεῖται θεονύμφευτε αὐθυπόστατος, θαῦμα φρικτὸν καὶ παράδοξον.

Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Ἰουδὴθ νηστείαις τε καὶ δεήσεσιν, ὁπλισθεῖσα ἀνδρικῶς κατέβαλε, τὴν Ὀλοφέρνου δεινὴν ὀφρύν, σὺ δὲ τὸ σαρκίον, τὸ ἁπαλόν κατατήξασα, πολλαῖς δεινοπαθείαις κοσμοκράτορος σκότους, τῇ ἰσχύϊ Χριστοῦ ἐναπέσφαξας.
Νοῦν ἀμιγῆ τῶν χαρακτήρων φυλάττουσα, τῶν τοῦ κόσμου ὅλη ἐνητένισας τῷ Παντοκράτορι καὶ Θεῷ, ἐξ οὗ σωθεῖσα ὡς ἄγαλμα, ἀναδέδειξαι, θεόνυμφε Ὁσία, καὶ νῦν τῶν πρωτοτόκων, ἐκκλησίαν κοσμεῖς θείαις χάρισι.
Τίς τοὺς πολλοὺς ἱδρῶτας τῆς σῆς ἀσκήσεως, ἐνισχύσει, συγκεφαλαιώσασθαι, Παρασκευὴ νύμφη τοῦ Χριστοῦ, εὐχὰς τὰς συντόνους, τὰς ἀγρυπνίας τὰ δάκρυα, καὶ τὴν τῶν δεομένων, συμπαθῆ προστασίαν, εἰς ζωὴν ἐξωνήσει τὴν μέλλουσαν.
Θεοτοκίον.
λη ἐν σοί, ἡνώθη ἡ ὑπεράρχιος, φύσις Κόρη, ἐν μιᾷ τελείᾳ τε, τῇ ἰσοστάσει τῇ ἑαυτῆς, λόγῳ τῷ ἀνάρχῳ, ὅν ἐν σαρκὶ ἀπεκύησας, ἐν δυὸ ταῖς οὐσίαις, τὸν αὐτὸν υἱὸν ἕνα, ἐν θεότητι καὶ ἀνθρωπότητι.











ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τοῖς πένησιν ἔνειμας, σὸν πλοῦτον δαψιλέστατα, σητῶν ἀφαρπάσασα κλεπτῶν τε, καὶ γὰρ ἐπόθεις ἐν οὐρανοῖς ἐφευρεῖν θησαυρὸν τὸν ἄσυλον σεμνή, ὅν Χριστὸς ὑπέσχειο, δι’ αὐτὸν τοῖς πτωχεύσασιν.
μέρας τὸν καύσωνα, καὶ παγετὸν τὸν ἔννυχον, ἤνεγκας πολλῇ ἐν ταπεινώσει, καὶ καρτερίᾳ εἰς τὰς ἐρήμους σεμνή, σχολάζουσα ἔτεσι μακροῖς, διὸ τὴν παράκλησιν, σοὶ Χριστὸς ἐδωρήσατο.
Μωσέως ἡ σύγκονος, Μαρία ἐπινίκιον, ὕμνει τῷ Σωτῆρι ἐν τυμπάνῳ, σὺ δὲ τὸ σῶμα τῷ λογικῷ τῆς ψυχῆς, συναρμολογήσασα καλῶς, ὕμνεις τὸν ποιήσαντα δεκαχόρδῳ ἐν φόρμιγκι.
Θεοτοκίον.
νάρχως ἐκλάμψαντι ἐκ τοῦ Πατρὸς θεόνυμφε, ἀρχὴν ἐπηγάγω κατὰ σάρκα, καὶ ἀνεφάνης ἀρχὴ τῆς ὄντως ἀρχῆς, τῆς τεκτηναμένης ἀληθῶς, πᾶν τὸ δημιούργημα, ὁρατὸν καὶ ἀόρατον.

Ἕτερος. Ἵνα τί μὲ ἀπώσω.
Σκῆνος τὸ σὸν ὑπάρξασα, σκήνωμα τοῦ Πνεύματος, κρήνη γεγένηται βρῦον ἀεννάως, ἰαμάτων παντοίων χαρίσματι, τοῖς προσερχομένοις, ἐν τῷ σεπτῷ Μῆτερ ναῷ σου, καὶ προσψαύουσι πίστει σῆς κόνεως.
Καταλλήλως τῇ κλήσει, ἐμπαρασκευάσασα σαυτὴν πανεύφημε, τὴν ὁδὸν Κυρίου ἀκλινῶς ἐπορεύθης καὶ ἔφθασας πρὸς λιμένα θεῖον, μὴ ταραχθεῖσα ταῖς τοῦ βίου, ἀλλοιώσεσιν ὅλως ἐν χάριτι.
Εὗρες ἄπονον λῆξιν, πόνοις τῆς ἀσκήσεως καὶ γὰρ πεπείρασαι, ὡς γυνὴ ἀνδρεία, ὅτι λίαν καλὸν τὸ ἐργάζεσθαι, τὰ Κυρίου ἔργα, καὶ διὰ τοῦτο τῆς ψυχῆς σου, οὐκ ἐσβέσθη ὁ λύχνος ουδέποτε.
Θεοτοκίον.
πὲρ πᾶσαν οὐσίαν, κτίσεως ὑπέρκεισαι Μαρία ἔνδοξε, σὺ γὰρ μόνη ὄντως, τὴν οὐσίαν τοῦ πλάστου σου δέδεξαι, ἐν γαστρὶ καὶ σάρκα, ἐδάνεισας σῶν ἐξ αἱμάτων, καὶ Υἱόν σου καλέσαι ἠξίωσαι.














ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Πεπόρευσαι, τὴν ὁδὸν τὴν τοῦ βίου πανεύφημε, τῶν σῶν πόνων ἐν κλαυθμῷ βαλλομένη τὰ σπέρματα, Θεῷ δὲ στραφεῖσα, ἐν χαρᾷ συγκομίζεις τὰ δράγματα.
λάβαστρον, τὸν σὸν σῶμα ὑπῆρχε τὰ δάκρυα, ὥσπερ μῦρον, ἐκκινοῦν καθ’ ἑκάστην τῷ Πλάστῃ σου, διὸ μετὰ πότμον, κρήνη ὄντως ἰάσεων γέγονε.
υθμίζεται, πᾶς ὁ βλέπων τὸν βίον σου ἔνδοξε, εὐγνωμόνως, καὶ γὰρ ὤφθη κανὼν ἀκριβέστατος, ἀρετῆς ἁπάσης, μοναζόντων τε στάθμη σωτήριος.
Θεοτοκίον.
πάντων σε, τῶν κτισμάτων ὁ Κύριος ἔδειξεν ἀνωτέραν, καὶ γὰρ πάντας κροτῶν ὁ ὑπέρθεος, ἐν σοὶ ὑπετάγη, ὡς Μητέρα δοξάζων Σε Πάναγνε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
ἔρως ὁ τοῦ Χριστοῦ, εἰσοικισθεὶς ἐν καρδίᾳ σου, ἀνέπεισε τὰ τερπνά, τοῦ κόσμου ὡς σκύμβαλα, λογίζεσθαι ἅπαντα, ἵνα Τοῦτον μόνον, ὡς Νυμφίον σου κερδήσειας.
Συνθέτῳ Παρασκευή, εἰδυΐα ἐν θυμιάματι, ἱλάσασθαι τὸν Θεόν, ψυχὴν καὶ τὸ σῶμά σου, Αὐτῷ προσενήνοχας, σύνθετον ὡς μύρον, καὶ εὐπρόσδεκτον θυμίαμα.
Χαρᾶς πληροῦται ἡ γῆ, ἡ τῶν Ἐπιβατῶν ἐν πνεύματι, κατατρυφῶσα τῶν σῶν, θαυμάτων πανέντιμε, καὶ γὰρ σὲ ἐπλούτισε, προστάτιν καὶ ῥῦστιν, ἐν πολέμοις ἀπροσμάχητον.
Θεοτοκίον.
ομφαῖα τῶν δυσσεβῶν, κατατρεχόντων τὴν ποίμνην Σου, εἰς τὰς καρδίας αὐτῶν, εἰσέλθοι πανάμωμε, καὶ τὰ τόξα σύντριψον, αὐτῶν Σαῖς πρεσβείαις συντηροῦσα τοὺς ἱκέτας Σου.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νηστείαις πολλοῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν ἀνύψωσας μετάρσιον, καὶ ζωὴν ἀσώματον, μετὰ σώματος ἔζης ἀείμνηστε, λιποῦσα τῆς ὕλης τὸν τάραχον, διὸ νῦν χορεύεις σὺν Ἀγγέλων χοροῖς.
Ὁ Οἶκος.
Ἀγγέλων βίον ἐπὶ γῆς ζηλώσασα Ὁσία, ἁγνείαν κατησπάσω, καὶ ὕμνον ἄπαυστον Θεοῦ, διὸ καὶ προσπαθείας πάσης χωρίσασα σαυτήν, οὐδὲν ἴδιον ἔσχες ἐν κόσμῳ τῷ προσκαίρῳ, ἀλλ’ ἅμα πάντα φέρουσα, παρέδωκας τῷ Κτίστῃ σου, πλοῦτον, πατρίδα, συγγένειαν, εὐγένειάν τε τὴν πλαστήν, καὶ κάλλος τὸ τοῦ σώματος, ὡς πάροικος διάγουσα, καὶ στένουσα πρὸς τὴν ἄνω πόλιν, ἧς δημιουργὸς ὁ Κτίστης καὶ Κύριος, ὁ σὲ προσκαλεσάμενος εἰς τὰς ἐκεῖθεν μονάς, ἀγαλλομένην καὶ χαίρουσα. Νῦν γὰρ συγχορεύεις τοῖς Ἀγγέλων χοροῖς.

Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Παρασκευῆς τῆς νέας.
Παρασκευὴν ὡς σκεῦος ἐκλελεγμένον,
Χριστὸς τίθησιν, ἐν ταμείῳ τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς παραδόξου σωτηρίας τὴν ὁποίαν ἐτέλεσε ἐν τῇ Νήσῳ τῆς Χίου, ἡ Ἁγία καὶ ἔνδοξος Ὁσιομάρτυς Παρασκευὴ χαλινώσασα τὴν ὁρμὴν τῆς θαλάσσης, καὶ εἰς τὰ ὀπίσω αὐτὴν ἀποστρέψασα, ἥτις ὡς ἐφάνη ὥρμησεν ὑπὸ θεϊκῆς ὀργῆς, διὰ νὰ καταποντίσῃ τὴν χώραν ὅλην.
Κατὰ τὸ ἔτος 1442, ὅταν ἐβασίλευεν ὁ λατινόφρων Ἰωάννης ὁ Παλαιολόγος, ὅστις ἔκαμε βιαίως τὴν ἕνωσιν εἰς τὴν Φλωρεντίαν τῆς Ἰταλίας, καὶ μετὰ ταῦτα ἐσπούδαζε νὰ τὴν στερεώσῃ εἰς κάθε τόπον, τότε ὁ φιλάνθρωπος Κύριος ἔδειξεν μεγάλην ἀγανάκτησιν κατὰ τῆς νήσου ταύτης, ὥστε ὁποῦ ἐφάνη πῶς νὰ ἐβουλήθῃ νὰ τὴν καταποντίσῃ μὲ ἕνα μερικὸν κατακλυσμόν, διὰ νὰ πλύνῃ τὰς ἁμαρτίας καὶ παρανομίας τῶν ἀνθρώπων, ὁποῦ τόσον πολλὰ τὸν ἐπαρώργιζον. Ἑσπέρα ἥτον ὁποῦ ἐξημέρωνεν ἡ ΙΔ΄ Ὀκτωβρίου, καὶ κάποιος ἱερομόναχος Ἀμβρόσιος, ἐπῆγε νὰ ψάλῃ κατὰ τὴν συνήθειαν τὸν ἑσπερινὸν εἰς τὴν ἐφημερίαν του ὁποῦ ἦτον ὁ ναὸς τῆς Ὁσιομάρτυρος Παρασκευῆς, ὅστις εὑρίσκεται εἰς τὸ ἀνώτερον καὶ ἀκρότατον μέρος τοῦ παλαιοκάστρου. Ὁ ἱερομόναχος ἔψαλλε τὸν ἑσπερινόν, καὶ βροχὴ ἄρχισε νὰ πίπτῃ, τόσον πολλὴ καὶ ῥαγδαία καὶ ἀδιάκοπος, ὥστε ὁποῦ δὲν ἐφαίνετο νὰ ἔπιπτε βροχή, ἀλλὰ πῶς ἐχύνοντο ποταμοί. Ὁ ἱερομόναχος, δὲν ἐδυνήθη πλέον νὰ ὑπάγῃ εἰς τὸ κελλίον του, ἀλλ’ ἔμεινεν εἰς τὴν Ἐκκλησίαν, καὶ τοῦ ἐφαίνετο ὅτι ὀργὴ θεϊκὴ εἶναι καὶ βούλεται ὁ Θεὸς νὰ καταποντίσῃ τὸ νησί, ὅθεν, καὶ κυριευμένος ἀπὸ φόβον μέγαν, ἤρχισε νὰ προσεύχεται καὶ νὰ παρακαλῇ τὸν φιλόψυχον Δεσπότην νὰ παύσῃ τὸν θυμόν του, καὶ νὰ μεταβάλλῃ τὴν δικαίαν του ἀγανάκτησιν εἰς οἰκτιρμοὺς καὶ ἔλεος πρὸς τὸν λαόν του, μὴν ἠξεύρων ἀκόμα, ὅτι καὶ ἠ θάλασσα εὐγῆκεν ἀπὸ τὰ ὅριά της, καὶ ὥρμησε μανικὴ τὸν ἀνήφορον πρὸς τὴν ξηράν, διὰ νὰ καταποντίσῃ τὴν χώραν.
Φαίνεται δὲ καθὼς ἔδειξαν τὰ πράγματα, ὁ ἱερεῦς ἐκεῖνος ὁ καλὸς Ἀμβρόσιος, ἦτον ἄνθρωπος εὐλαβὴς καὶ φοβούμενος τὸν Θεόν, καὶ τῇ ἀληθείᾳ Θεοῦ ἄνθρωπος, ἄξιος δηλαδὴ διὰ νὰ ἰδῇ μυστήρια Θεοῦ. Ὅτι, ἐκεῖ προσευχόμενος καὶ δεόμενος τοῦ Θεοῦ ὅλην τὴν νύκτα, διὰ νὰ κοπάσῃ τὴν μεγάλην του ὀργήν, κάποιαν ὥραν ἐκατέβασε τὸ στασίδι, καὶ ἐκάθισε διὰ νὰ λάβῃ μικρὰν ἄνεσιν ἀπὸ τὸν πολὺν κόπον, καὶ καθίσας ἀφύπνωσε μικρόν. Καὶ ἰδού, τοῦ ἐφάνη ἡ στέγη τῆς Ἐκκλησίας ἀνεωγμένη, καὶ ἐκεῖ εἰς τὸ ὕψος ἕνα φωτεινότατον σύννεφον, εἰς τὸ ὁποῖον μέσα εἶδε μίαν σεμνοτάτην γυναῖκα, ἡ ὁποία εἶχε τὰς χεῖράς της ὑψηλὰ ἐκτεταμένα πρὸς τὰ Οὐράνια, μὲ σχῆμα καὶ τάξιν, πῶς προσηύχετο. Ταῦτα ἰδὼν ὁ πρεσβύτερος ἐφοβήθη, καὶ ἔτρεμεν ἡ καρδία του, καὶ ἰδού, φωνὴ ἠκούσθη πρὸς αὐτὸν λέγουσα· Ἀμβρόσιε, μὴ φοβοῦ, ἐγὼ εἶμαι ἡ Ὁσιομάρτυς Παρασκευή, σέσωσταί σου ἡ πατρίς. Ταῦτα ἰδὼν καὶ ἀκούσας ὁ ἱερὸς Ἀμβρόσιος, ἀπετείναξεν ἀπὸ τοὺς ὀφθαλμούς του καὶ ἐκεῖνον τὸν ὀλίγον ὕπνον, μὲ δύο ἐναντιώτατα πάθη, ἤγουν μὲ φόβον καὶ χαρὰν εἰς τὴν καρδίαν του. Καὶ οὕτως ἄρχισε νὰ ψάλλῃ καὶ τὸν Ὄρθρον του μὲ περισσοτέραν εὐλάβειαν, καὶ ἐν τοσούτῳ ἔγινεν ἡμέρα, καὶ ἰδού, ἄνθρωποι ἐλθόντες ἀπὸ τὰ κάτω μέρη, (ἤδη γὰρ καὶ ἡ βροχὴ ἐκόπασεν ὀλίγον) ἀνήγγειλαν μὲ φόβον καὶ τρόμον, ὅτι ἡ θάλασσα εὐγῆκεν ἀπὸ τὰ φυσικά της ὅρια, καὶ ἔφθασεν ἕως τὴν Παναγίαν, τὴν καλουμένην Ἐλεημονίτριαν, καὶ φαίνεται πῶς ἀπηλεῖ νὰ καταποντίσῃ ὅλην τὴν χώραν, διὰ τὰς ἁμαρτίας τῶν κατοικούντων ἐν αὐτῇ. (Διηγοῦνται δὲ οἱ παλαιότεροι ἐξ ἀρχαίας παραδόσεως, ὅτι καὶ ἕως ἐπάνω εἰς τὸν Χριστὸν ἔφθασεν ἡ θάλασσα, καὶ μὲ ὁρμὴν μεγάλην ἀνέβαινε). Τότε, καὶ ὁ ἱερὸς Ἀμβρόσιος ἐδιηγήθη τὸ ὅραμα τῆς Ἁγίας Παρασκευῆς, καὶ ὁ λόγος διεδόθη κάτω εἰς τὴν χώραν, καὶ λαβόντες ὅλοι οἱ Χριστιανοὶ καλὰς ἐλπίδας ἀπὸ τὴν ὑπόσχεσιν τῆς Ἁγίας, ἐπρόσπεσαν εἰς τὸν Θεόν καὶ εἰς τὴν Ὁσιομάρτυρα Παρασκευήν, καὶ κάνοντες κοινὴν λιτανείαν μὲ τὴν εἰκόνα τῆς Ἁγίας, καὶ χύνοντες θερμὰ δάκρυα, ἐξιλέωσαν τὴν θείαν ἀγανάκτησιν, διὰ τῶν εὐπροσδέκτων πρεσβειῶν τῆς Ἀθληφόρου δούλης του, καὶ οὕτως ἔπαυσεν ἡ ἀγριαίνουσα θάλασσα, καὶ ἐστράφη πάλιν εἰς τὸν πρῶτόν της τόπον καὶ ἔμεινεν ἀβλαβὴς ἡ πόλις κατὰ τὴν ἀπόφασιν τῆς Ὁσιομάρτυρος. Καὶ οὐ μόνον δὲ τὴν ἐτήσιον μνήμην τοῦ τοιούτου θαύματος οἱ τότε χριστιανοὶ ἐπαράδωκαν εἰς ἡμᾶς, ἀλλὰ καὶ ναὸν περικαλλῆ ἐπ’ ὀνόματι τῆς Ἁγίας ἔκτισαν κάτω εἰς τὸ χεῖλος τῆς θαλάσσης διὰ νὰ κρατῇ εἰς τὸ ἑξῆς χαλινωμένην τὴν ἁγριότητα τῆς θαλάσσης. Ἐσώζετο δὲ εἰς πολλοὺς χρόνους ὕστερον ὁ ναὸς ἐκεῖνος, καὶ πολλὰ θαύματα καὶ ἰάματα ἐγίνοντο εἰς αὐτὸν μέσα. Ἀφ’ οὗ δὲ ὁ τόπος ἐπέρασεν εἰς ἄλλην ἐξουσίαν, ἐμεταβλήθη διὰ τὰς ἁμαρτίας μας καὶ ὁ θεῖος ναὸς ἐκεῖνος εἰς μιαρὸν καὶ βέβηλον ἐργαστήριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.
Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα,
Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος.
Οὗτος ἦτον ἐκ τῆς Ῥώμης, βασιλεύοντος τοῦ Νέρωνος ἐν ἔτει νζ΄ (57), γόνος πλουσίων καὶ εὐσεβῶν, μαθητῶν τοῦ Ἀποστόλου Πέτρου. Κατὰ τὸν εἰκοστὸν χρόνον τῆς ἡλικίας του, πωλήσας ὅλον τὸ πρᾶγμά του, ἐπῆρε τὰ ἀργύρια, καὶ περιπατῶν ἀπὸ πόλεως εἰς πόλιν, ἔδιδεν ἐλεημοσύνην εἰς πένητας, διδάσκων ἀποστολικῶς τὴν εὐσέβειαν. Ἀπῆλθεν μετὰ δέκα ἔτη πρὸς τὴν πόλιν Πλακεντίαν καὶ Μεδιολάνων καὶ ἐκεῖ εὗρε φυλακωμένους δύο Ἁγίους χριστιανούς, τὸν Προτάσιον καὶ τὸν Γερβάσιον, με τοὺς ὁποίους ἐφιλιώθη. Τοῦτο μαθῶν ὁ ἄρχων τῆς Ἰταλίας Ἀνουλίνος, τὸν ἐσυμβούλευε νὰ μὴν ὑβρίζῃ τοὺς θεούς του, ἀφοῦ γνωρίσας τὴν γνώμην του, τοῦ ἔδωκεν πολλὰ ῥαπίσματα εἰς τὸ πρόσωπον, καὶ τὸν ἔδιωξεν ἀπὸ τὴν πολλὴν μὲ πολλὴν ἀτιμίαν ὡς μίασμα. Ἐξῆλθε, καὶ ἀπὸ ἐκεῖ πηγαίνει εἰς τὴν πόλιν Κίμελιν, διδάσκων καὶ βαπτίζων. Εἰς ὀπτασίαν ἐκεῖ βλέπει τὴν Θεοτόκον, καὶ τοῦ λέγει νὰ ὑπάγῃ εἰς τὴν Γαλλίαν. Ἐγερθείς, ἀπῆλθεν εἰς μίαν πόλιν τῆς Γαλλίας Μελίαν ὀνόματι, καὶ εἰς ὀλίγον καιρὸν τοὺς ἔφερεν σχεδὸν ὅλους εἰς τὴν ἀλήθειαν. Ἦτο δὲ ἐκεῖ μία γυνὴ ἐπιφανής, ἥτις εἶχε παιδίον τριῶν ἐτῶν, τὸ ὁποῖον τὸ ἐμπιστεύθῃ εἰς τὸν Ἅγιον, ὁ ὁποῖος τὸν ἐβάπτισε Κέλσιον. Ὑπῆγε δὲ καὶ εἰς ἄλλας πόλεις τῆς Γαλλίας. Μαθῶν δὲ τοῦτο ὁ ἄρχων Δεινόβαος, τὸν ἐξέτασεν μαζὶ μὲ τὸν Κέλσιον. Ἀφοῦ ὀ Ναζάριος ὁμολόγησε τὸν Χριστόν, ἐθυμώθῃ ὁ θηριόγνωμος, ἅρπαξεν ἀπὸ τὰς χεῖρας αὐτοῦ τὸν Κέλσιον, καὶ τὸν ἔδηρε ἀνηλεῶς. Τὸ δὲ παιδίον ἐδέχετο τὰς ἀνυπίστους πληγὰς μὲ ἀγαλλίασιν, λέγων· Αὐτὸς ὁ Θεὸς ὅπου λατρεύω νὰ σὲ κρίνῃ ἄδικε δικαστά, ὡς Κριτὴς δικαιότατος. Μετὰ ταῦτα τοὺς ἐφυλάκωσεν. Ἡ δὲ συμβία τοῦ ἄρχοντος τὸν παρακάλεσε ὅπως λυπηθῇ τὸ βρέφος, καὶ διὰ τοῦτο αὐτὸς ἀπέλυσεν αὐτούς. Ὑπήγαν δὲ οἱ Ἅγιοι εἰς ἄλλην χώραν τοῦ Τιβερίου, τὴν Τίμεριν, ἐπιστρέφων πολλοὺς πρὸς ἐπίγνωσιν. Μαθὼν δὲ τοῦτο ὁ Νέρων, ἔστειλε πρόσταγμα νὰ τοὺς φέρουν ἐνώπιόν του, ὅστις ἐδοκίμασε νὰ τους διαστρέψῃ. Ἀλλὰ δὲν ἐδυνήθη νὰ ἐκφοβήσῃ κἄν τὸ παιδίον. Ὅθεν, προστάσσει νὰ τοὺς ῥίψουσιν εἰς τὸ πέλαγος, καὶ οὕτως ἐβύθισαν αὐτούς. Ἀλλά, ἦλθεν Ἄγγελος καὶ τοὺς ἔβγαλεν εἰς τὴν γῆν χωρὶς βλάψιμον. Τοῦτο τὸ θαῦμα ἔσυρε πολλοὺς εἰς τὴν πίστιν. Ὁ δὲ Ναζάριος ὑπῆγε εἰς τὴν Γένουαν καὶ εἰς τὰ Μεδιόλανα. Ἐκεῖ ὁ ἄρχων Ἀνουλῖνος τὸν ἐφυλάκωσεν, καὶ κατ’ ἐντολὴν τοῦ Νέρωνος, ἐθανατώθῃ διὰ ξίφους μαζί με τὸν συνάθλους του Κέλσιον, Προτάσιον καὶ Γερβάσιον. Φιλόχριστός τις, κατὰ θείαν ἐντολὴν ἔβρήκε τὰ Ἅγια Λείψανα, καὶ τὰ ἔφερε εἰς τὸν οἶκόν του, καὶ τότε ἰατρεύθη μία θυγάτηρ, ἥν εἶχε παράλυτον. Ἐκρύπτοντο αὐτὰ ἕως τὸν καιρὸν τοῦ Μεγάλου Θεοδόσιου, καὶ τὰ ἔφερε εἰς τὰ Μεδιόλανα. Καθὼς τὰ ἅγια Λείψανα εἰσῆλθον εἰς τὰς πύλας τῆς πόλεως, ἐτέλεσαν θαυμάσια ἄπειρα· τυφλοὶ ἐφωτίσθησαν, χωλοὶ ἐπεριπατοῦσαν, λεπροὶ ἐκαθαρίσθησαν, καὶ οἱ δαίμονες ἀπὸ τοὺς πάσχοντας ἔφευγον, καὶ ἁπλῶς ὅλοι οἱ ἀσθενεῖς ὅπου ἠσπάθησαν αὐτά, ἐθεραπεύθησαν. Ὁ δὲ Θεοδόσιος, ἔκτισε καὶ εἰς τὸ Βυζάντιον ναὸν περιβόητον ἐπ’ ὀνόματι τῶν Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου.
Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης,
Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν.
Οὗτος ὁ Ἅγιος, ἔμεινεν ὀρφανὸς ἐνῷ ἤτο πολὺ νέος, ὅθεν ἔλαβεν αὐτὸν ὁ πατὴρ τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ὀνόματι Σέργιος καὶ τὸν υἱοθέτησεν διὰ ψυχικήν του σωτηρίαν, ἔχων πολλὴν πρόνοιαν περὶ αὐτοῦ καὶ κηδεμονίαν. Ἐπειδὴ δὲ ὁ πατὴρ τοῦ Δαμασκηνοῦ εἶχε πλοῦτον καὶ δόξαν πολλήν, διὰ τοῦτο προσέλαβε εἰς τὸν οἶκόν του, ἕνα πολυμαθῆ καὶ σοφὸν διδάσκαλον, ἀξίωμα ἔχοντα τῶν Ἀσιγκριτῶν μοναχὸν καὶ ὀνομαζόμενον καὶ αὐτὸν Κοσμᾶν. Εἰς τοῦτον λοιπὸν παρέδωκε καὶ τὸν κατὰ φύσιν υἱόν του Ἰωάννην, καὶ τὸν κατὰ θέσιν υἱόν του Κοσμᾶν. Ὅθεν, αὐτὸς ἐδίδαξεν κάθε σοφίαν θείαν καὶ ἀνθρωπίνην τοὺς νέους τούτους, οἵτινες, τυχόντες φύσεως δεξιᾶς, ἔμαθον παρ’ ἐκείνου ἐν ὀλίγῳ χρόνῳ ὅλην τὴν γραμματικὴν καὶ τὴν φιλοσοφίαν, πρὸς τούτοις δὲ καὶ ἀστρονομίαν, μουσικὴν καὶ γεωμετρίαν, καὶ ἐκ τούτου ἔγιναν εἰς ὅλους αἰδέσιμοι καὶ σεβάσμιοι. Ἔπειτα, μεταβάντες ἀμφότεροι εἰς τὴν Λαύραν τοῦ Ἁγίου Σάββα, ἔγιναν μοναχοί.
Μετὰ ταῦτα, ὁ μὲν μακάριος Ἰωάννης ἐχειροτονήθη Πρεσβύτερος ὑπὸ τοῦ Ἰωάννου Πατριάρχου Ἱεροσολύμων, ὀ δὲ ἀοίδιμος Κοσμᾶς, πολὺ παρακινηθεὶς ἀπὸ ὅλην τὴν Σύνοδον Ἱεροσολύμων, ἐν ἔτει 743, ἔγινεν ἐπίσκοπος Μαϊουμᾶ. Δύναται δὲ ἕκαστος νὰ γνωρίσῃ μὲ τὴν πεῖραν, πόσον μέγας καὶ θαυμάσιος ὑπῆρξε κατὰ τὸν λόγον καὶ τὴν γνῶσιν ὁ θεῖος οὗτος Κοσμᾶς, ἐὰν ἀναγνώσῃ ἐπιμελῶς τοὺς κανόνας καὶ τὰ τροπάρια, καὶ τὰ ἄλλα συγγράμματα ὅσα ἐφιλοπόνησεν ὁ ἀοίδιμος. Ὅθεν, ἐγένετο ἄριστος ᾀσματογράφος, ἀφ’ οὗ καὶ ποιητὴς καὶ μελῳδὸς ἐπονομάζεται. Καλῶς λοιπὸν καὶ θεαρέστως ποιμάνας τὸ ποίμνιόν του, καὶ εἰς βοσκὴν σωτηρίας αὐτὸν ὁδηγήσας, φθάσας δὲ εἰς γῆρας βαθύ, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ τοῦ γέροντος, τοῦ διὰ ξίφους τελειωθέντος.
Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος,
Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη.
Οὗτος ὁ Ἅγιος κατήγετο ἀπὸ τὴν χώραν τῆς Παλαιστίνης Γάζης, ἥτις καὶ Κωνσταντία ὠνομάσθη, ἦτο δὲ ἄνθρωπος πρᾷος καὶ ἄκακος, γηραλέος τὴν ἡλικίαν, στρατιώτης μὲν πρότερον, εἶτα δέ, διὰ τὴν ὑψηλὴν καὶ καθαράν του ζωήν, ἔγινε Πρεσβύτερος τῆς ἐν Γάζῃ Ἐκκλησίας. Οὗτος λοιπὸν παρασταθεὶς εἰς τὸν ἄπιστον λαὸν τῶν Καισαρέων, καὶ ἐλέγξας αὐτῶν τὴν ἀσέβειαν, ἐδάρη πικρῶς καὶ κατεξεσχίθη εἰς τὰς πλευράς. Ἔπειτα, κατεδικάσθη νὰ δουλεύη εἰς τὰ μεταλλεῖα τοῦ χαλκώματος, τὰ εὑρισκόμενα εἰς τοὺς τόπους τοὺς καλουμένους Ζωόρους. Ἐκεῖ δὲ εὑρισκόμενος, γίνεται Ἐπίσκοπος διὰ τῆς παροτρύνσεως τοῦ ἐκεῖ λαοῦ. Μετ’ ὀλίγον δὲ καιρόν, κατεξηραμμένος ὤν, τόσον ἐκ τοῦ γήρατος, ὅσον καὶ ἐκ τῆς ἀσθενείας, ἀπεκεφαλίσθη παρὰ τῶν εἰδωλολατρῶν, καὶ οὕτως ἔλαβεν ὁ ἀοίδιμος τοῦ μαρτυρίου τὸν στέφανον. Σὺν αὐτῷ ἀπεκεφαλίσθησαν καὶ ἄλλοι τεσσαράκοντα Μάρτυρες, ἐκ τῶν ὁποίων, ἄλλοι μὲν ἦσαν ἀπὸ τὴν Αἴγυπτον, ἄλλοι δὲ ἀπὸ τὴν Παλαιστίνην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται.
Ἤνεγκε διπλῇ Μαρτύρων εἰκὰς ξίφος,
Αἴγυπτος οὕς ἤνεγκε καὶ Παλαιστίνη.





Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου, πυρὸς τελειωθέντος.
Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος,
Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου.
Οὗτος, ἦτο ἀπὸ τὰ μέρη τῆς Ἐλευθερουπόλεως, ἐκ κώμης καλουμένης Ἀνίας (ἤ Ἀνέας), ἀνδρεῖος μὲν κατὰ τὴν ψυχήν, νέος δὲ ἅμα καὶ δυνατὸς κατὰ τὸ σῶμα. Ἀφ’ οὗ δὲ δοκίμασε πολλοὺς ἀγῶνας διὰ τὴν εὐσέβειαν, καὶ κατεφρόνησεν ὅλα τὰ ἐπίγεια, τελευταῖον ἔγινε θυσία καὶ ὁλοκαύτωμα εἰς τὸν Χριστόν, κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ Διοκλητιανοῦ, ἤτοι ἐν ἔτει 292, διὰ πυρὸς γὰρ τὸν τοῦ μαρτυρίου ἐκομίσατο στέφανον, ἀφ’ οὗ πρότερον ἔλαβε διάφορα βάσανα ὁ ἀοίδιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰγνατίου τοῦ νέου, ἀρχιεπισκόπου Μηθύμνης τοῦ θαυματουργοῦ.
Ἔπαινον ᾄδω ἱερῷ Ἰγνατίῳ,
ἀνθ’ ὧν ἐς ἀεὶ τοῖς ἅπασιν ἀρήγει.
Τὴν καταγωγὴν ἕλκων πιθανώτατα ἐκ Βυζαντίου, ἐγεννήθη ὁ φωστὴρ οὗτος τῆς Ἐκκλησίας Ἰγνάτιος εἰς Φάραγγα τῆς Λέσβου. Ὁ πατὴρ αὐτοῦ, Μανουὴλ Ἀγαλλιανός ὀνομαζόμενος ἧν ἱερεύς, δι’ ὅ καὶ ὁ υἱὸς αὐτοῦ τὴν ἱερωσύνην ἠγάπησεν ἐκ παιδός. Ἔφερε δὲ οὗτος τὸ ὄνομα Ἰωάννης, ὅπερ διετήρησεν γενόμενος ἱερεύς, μετωνομάσθη δὲ Ἰγνάτιος ὅτε ἐγένετο Ἐπίσκοπος. Οὗτος ὁ μακάριος κτήτωρ τῆς σεβασμίας ἱερᾶς Μονῆς Λειμῶνος γενόμενος, καὶ τὴν ἑτέραν ἐν Καλλονῇ Μονὴν τῆς Μυρτιδιωτίσσης ἐν πατρώῳ χωρῷ ἱδρυμένην ἀνεκαίνισε καὶ ἐν ἀμφοτέραις θείῳ ζήλῳ πυρπολούμενος, τοὺς αἱρουμένους τῆς ἰσαγγέλου μοναχικῆς πολιτείας συνήγαγεν, τὰς δὲ Μονὰς Πατριαρχικοῖς γράμμασι εἰς τὸ διηνεκὲς κατοχυρώσατο. Τότε δέ, καὶ τῆς Ἐπισκοπῆς τῆς ἱστορικῆς καὶ παλαιφάτου ἱερᾶς Μητροπόλεως Μηθύμνης ἀξιοῦται ἥν καὶ ποίμανε θεοφιλῶς καὶ θεαρέστως τέτταρσιν ἔτεσιν. Οἷον δὲ ἄμεπτον βίον καὶ πολιτείαν ἐνάρετον ἔδειξεν ἐν τῷ μοναχικῷ ἐπαγγέλματι, τοιαύτην διετράνωσε καὶ ἐπὶ τῆς ἀρχιερατικῆς αὐτοῦ διὰ τῆς πληθύος τῶν θεαρέστων πράξεων καὶ κατορθωμάτων. Ἐξαιρέτως δὲ τῇ παιδείᾳ μεγάλα προσενεγκὼν καὶ πλεῖστα ὑπὲρ αὐτῆς διαθέσας καὶ σχολὴν περιώνυμον Λειμωνιάδα ἐγκαθιδρύσας, τῆς ὑποδούλου Λέσβου ὄντως φωτιστὴς ἐγένετο. Τοσαύτας καὶ τηλικαύτας ὑπηρεσίας τῇ Ἐκκλησίᾳ καὶ τῷ Ἔθνει ὁ Ἅγιος Ἰγνάτιος προσενεγκών, ἐν εἰρήνῃ τελειοῦται ἔτει 1567.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παχωμίου, τοῦ ἐν Χίῳ.
Ὡς ἄλλος ὑψίκομος φοῖνιξ ἐν Χίῳ,
ἤνθησεν ἄρτι Παχώμιος ὁ νέος.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Παχώμιος ἐγεννήθη ἐν Ἐλάτῃ τῆς νήσου Χίου τῷ 1840 ἐκ γονέων πτωχῶν μὲν εἰς ὑλικὸν πλοῦτον, πλουσίων ὅμως εἰς πίστιν καὶ εὐσέβειαν. Μὴ τυχῶν παιδείας τῆς θύραθεν διὰ τὴν ἔνδειαν τῶν αὐτοῦ γονέων, ἐνωρὶς κατέφυγεν εἰς τὴν πάλαι κλεινὴν Βασιλεύουσαν δι᾿ ἐξεύρεσιν ἐργασίας. Αὐτόθι περιφερόμενος ἀνὰ τὰς ῥύμας ἐπώλει τοὺς τῆς λεμονέας καρποὺς καὶ ἐκέρδιζε τὰ πρὸς τὸ ζῆν ἀναγκαία. Ἐλθών, ὅμως, μίαν τῶν ἡμερῶν εἰς ἀντιπαράθεσιν μετὰ τίνος Ἀγαρηνοῦ καὶ ἐν ἀμύνῃ εὑρισκόμενος ἐφόνευσεν αὐτόν. Πολλὰ ἐκ τοῦ γεγονότος αὐτοῦ ὑπέμεινε βασανιστήρια καὶ ἐνεκλείσθη εἰς φυλακήν, ἔνθα ἀδιακόπως ηὔχετο πρὸς Κύριον ὑποσχόμενος αὐτῷ καὶ τῇ Κυρίᾳ Θεοτόκῳ τὴν ὁλικὴν αὐτοῖς ἀφιέρωσιν. Ἀξιωθεὶς ὅθεν οὑ μόνον ἐκφυγεῖν τῆς θανατικὴς καταδίκης, ἀλλὰ καὶ δραπετεῦσαι ἐκ τῆς φυλακῆς, ἴθυνε τὰ διαβήματα αὐτοῦ εἰς τοὺς Ἁγίους Τόπους, ἔνθα προσκυνήσας τὸν Φρικτὸν Γολγοθὰν καὶ τὸν Πανάγιον Τάφον, ὑπετάχθη τῇ μονῇ τοῦ Ὁσίου Σάββα. Ἐν αὐτῇ πρότυπον γενόμενος ὑπακοῆς τὴν κλίμακα ἀνήρχετο τῶν ἀρετῶν ἑαυτὸν σκληραγωγῶν καὶ καταστέλλων πᾶσαν σαρκὸς ἐπιθυμίαν. Λαβὼν τὸ μέγα ἀγγελικὸν σχῆμα, θεία βουλήσει καὶ εὐλογία τοῦ αὐτοῦ Γέροντος, ἦλθεν εἰς Χῖον, ἔνθα ἠσκήτευσεν ἐν τῷ σπηλαίῳ τῶν τριῶν ὁσίων Πατέρων, τῶν κτητόρων τῆς Νέας Μονῆς, παρὰ τὸ Προβάτειον ὅρος.
Ἐν τῇ εὐλογημένη αὐτοῦ πατρῷα νήσῳ, διὰ τῶν νυχθημέρων αὐτοῦ ἀσκητικῶν καμάτων ἤρθη εἰς ὕψος ἀρετῆς δυσαντίβλεπτον, ἐφάμιλλος γενόμενος τῶν πάλαι τῆς ἐρήμου ὁσίων καὶ ἰθύντωρ ἀπλανέστατος ψυχῶν πρὸς σωτηρίαν. Ἠξιώθη δομῆσαι οὑ μόνον τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα πλῆθος συνέλεξε μονοτρόπων ποθούντων τὴν θέωσιν, ἀλλὰ καὶ τὸν ἱερὸν παρθενῶνα τῶν ἁγίων Κωνσταντίνου καὶ
Ἑλένης, ὡς καὶ τὸν περικαλλῆ ναὸν τῆς Ἁγίας Τριάδος ἐν τῇ πατρίδι αὐτοῦ Ἐλάτῃ.
Τὸν πνευματικὸν ἀγῶνα τελέσας καὶ τὴν ὀρθόδοξον πίστιν τηρήσας ἀνόθευτον ὁ διορατικὸς καὶ προορατικὸς Γέρων ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων ἐν τῷ ὑπ᾿ αὐτοῦ δομηθέντι παρθενῶνι τῇ 14ῃ Ὀκτωβρίου τοῦ 1905. Ἐτάφη εἰς τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα ὁ τάφος αὐτοῦ καὶ ἡ θήκη τῶν χαριτοβρύτων αὐτοῦ λειψάνων ὡς χείμαῤῥοι ἀστείρευτοι παρέχουσι τοῖς πιστοῖς τὰ ἰάματα. Αἱ πνευματικαὶ αὐτοῦ νουθεσίαι, οἱ συμβουλευτικοὶ κανόνες καὶ τὸ τυπικὸν τῆς μονῆς αὐτοῦ δεικνύασι πᾶσι τὴν πνευματικὴν αὐτοῦ τελειότητα, δι᾿ ἧς ἠξιώθη σκεῦος γενέσθαι τοῦ Παρακλήτου διαυγέστατον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ ἁπλοῦ, Δουκὸς Τζερνηγοβίας τοῦ ἐν Σπηλαίῳ θαυματουργοῦ τοῦ Ῥώσσου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Σὲ τὸν ἰσχύϊ θεϊκῇ, τὴν ἐξασθενήσασαν φύσιν, ἐνδυναμοῦντα τοῦ Αδάμ, ὡς καὶ γύναια παίζειν τὸν δράκοντα, τὸν δεινῶς ὡρυόμενον, εὐλογοῦμεν εἰς τοὺς αἰῶνας.
Καυχῶνται ὄντως ἐν τῇ σῇ πάντες τῶν Ὁσίων οἱ δῆμοι, δόξῃ παντάρχα Βασιλεῦ, καὶ ἐν κοίταις αὐτῶν νῦν καθεύδοντες, ταὶς μοναῖς αἷς διώρισας, χαρᾷ χαίρουσιν ἀλήκτῳ, ὡς Δαβὶδ ἔφη.
Εὐφραίνου πόλις ἐν Χριστῷ, ἡ τῆς Μολβαδίας κρατοῦσα σκῆνος σεπτὸν Παρασκευῆς, ἐν τοῖς κόλποις σου ὥσπερ θησαύρισμα, δωρεῶν ἀδαπάνητον, καὶ Θεὸν τὸν τῶν Πατέρων ἡμῶν εὐλόγει.
ψους ὁ μέγας Βασιλεύς, καὶ ἐν ἐκκλησίᾳ ἀνάσσων, ὥσπερ ἐν πόλῳ ὑμνητάς, τῶν Ἀγγέλων τοὺς δήμους ἀνέδειξεν, οὕτω δὴ καὶ κατέστησε, τῶν Ἁγίων τὰς χορείας ἐν ἐκκλησίᾳ.
Θεοτοκίον.
ττηται ὄντως ἡ ἰσχὺς ἡ δαιμονική καὶ πατεῖται, τοῦ σατὰν πᾶσα ἡ ὀσφρὺς θηλειῶν, ἐν ποσὶ τῇ ἰσχύϊ σου Θεοτόκε πανάχραντε, σὺ γὰρ τοῦτον πρώτη πάντων ἐξεφαυλίσω.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
δού σοι παρίστανται, Ὁσία Μῆτερ ἱερωμένων πληθύς, ἡγεμόνων τὸ κῦδος, χορὸς ἀρχόντων, γλῶσσαι φυλαὶ καὶ λαοί παντοίου γένους ἐν πίστει προσπίπτοντες τοῦ εὑρεῖν λύσιν δεινῶν ταῖς ἱκεσίαις σου.
Σπλαγχνίσθητι Δέσποτα τοῖς σοῖς ἱκέταις, μὴ παραδώῃς ἡμᾶς πολεμίοις ἀθέοις, τοῖς ἐκζητοῦσι καταπιεῖν ἀφειδῶς, δυσωπηθεὶς τὰς δεήσεις τῆς δούλης σου, Παρασκευῆς τῆς σεπτῆς, ἀγαπηθείσης ἐκ σοῦ.
Τὴν πόλιν ὡς ἔσωσας, τὴν ἱεράν σου διὰ τὸ σὲ καὶ Δαβίδ, τὸν πιστόν σου οἰκέτην, οὕτω καὶ ταύτην, τὴν Πόλιν τῇ σῇ χειρί, Παντάναξ σκέπε ἐκ πάσης κακώσεως, διὰ τοὺς οἰκτιρμούς, τῆς σῆς Ὁσίας λιταῖς.
Θεοτοκίον.
θέλων ὡς εὔσπλαγχνος, τὴν σωτηρίαν πάντων ἀνθρώπων, Σὲ μεσίτριαν κόσμου παντὸς καὶ σκέπην ὅλου τοῦ γένους ἡμῶν, παρθενομῆτορ Μαρία ἐκστήσατο, διὸ βοῶμεν πρὸς σε, σῶσον ἡμᾶς σαῖς εὐχαῖς.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νάμασι τῶν θείων προσευχῶν σου, τὸν ῥύπον τὸν τῆς καρδίας μου ἀπόσμηξον, πάθη κατακλύζουσα, τὰ καταποτίζοντα, τὴν ταπεινήν μου ἔνδοξε ψυχήν, καὶ δεῖξόν με, ἐναντίον , τοῦ Θεοῦ καὶ Πλάστου μου, καθαρὸν μετανοίας τοῖς δάκρυσιν.
πασαν τοῖς ἔργοις ἐπιβᾶσα, ἰδέαν τῶν ἐγκοσμίων καλλιπάρθενε, τὸ μικρὸν ἐφύμνιον, ὅσοι προσηγάγομεν, ἵνα ἀφοσιώσωμεν τὸν πρὸς σὲ ἔρωτα, μὴ παρόψῃ, ἀλλ’ ὡς Χριστομίμητος, εὐμενῶς ὑμνητάς σου ἐπίσκεψαι.
Νάρδον εἰς τὸν οἶκον ὁ Νυμφίος, τὴν νύμφην τὴν Ἑαυτοῦ εὐωδιάζουσαν ἀρετῶν ἐν ἄνθεσι, ποικίλοις εισήγαγε, Παρασκευὴν τὴν ἔνδοξον, καὶ ταύτην ἔπλησεν, ὀσμῆς τῆς νοητῆς Παραδείσου, διὸ ἐκδιώκει παθῶν τὰς δυσωδίας.
Θεοτοκίον.
νωθεν ἡμᾶς μυσταγωγοῦσι, κρυφίως τὰ Σεραφεὶμ ἀΰλοις στόμασι, μίαν κυριότητα, σέβειν τρισυπόστατον, ἥν ὁ Υἱός σου πάναγνε, τρανῶς ἐδίδαξε Πατρὸς ἀποκαλύψας τὴν κλῆσιν, καὶ αὐτοῦ Υἱοῦ τε καὶ Πνεύματος Ἁγίου.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
ψαυκὸν ταπείνωσιν, ἄμαχόν τε πραότητα, πένθος χαρμοσύνην ἀποτῖκτον ἔχουσα, σεμνὴ ἐν καρδίᾳ σου, διὰ παντὸς τοῦ βίου τοῦ σοῦ, τοῦ μακαρισμοῦ ἐν οὐρανοῖς ἠξιώθης, μετὰ τὸ βίου τέλος, ἐν μοναῖς δικαίων, συμψάλλουσα Ἀγγέλοις Χριστῷ εἰς τοὺς αἰῶνας.
περιπτᾶσα ἔνδοξε, παρθενίας ἐν πτέρυξι, πάντων τῶν ἐνύλων παθημάτων ἔφθασας, εἰς θείαν ἀκρότητα, τῆς ἀπαθείας, ὅθεν φαιδρῶς, ταῖς ἀγγελικαῖς νῦν συναυλίζη χορείαις, εἰλικρινῶς τὸ Κτίστου ἀπολαύουσα κάλλος, καὶ τοῦτου τὰς ἐμφάσεις ἀλήκτως δεχομένη.
Μέμνησο τῶν τὴν μνήμην σου, ἐκτελούντων ἀοίδιμε, πάσης λυτρουμένη, ἐπηρείας βλάβης τε, ἐχθροῦ πολεμήτορος, καὶ νοσημάτων παντοδαπῶν, καὶ τῆς τῶν ἀνδρῶν τῶν μιαιοφόνων κακίας, δεινῶς ἐπεμβαινόντων, τῇ σῇ ποίμνῃ Θεὸς γάρ, σαῖς προσευχαῖς Ὁσία, κάμπτεται φιλανθρώπως.
Θεοτοκίον.
Νὺξ τῶν παθῶν καλύπτει με, εἰς βυθὸν παραπέμπουσα τὸν τῆς ἀπωλείας, ὦ Τριὰς ὑπέρθεε, τὸ φῶς τὸ ἀΐδιον, παρ’ ᾧ οὐκ ἔστι παραλλαγή, σὴν φωτιστικὴν ἐξαποστείλασα χάριν, καὶ τὴν ἀλήθειάν σου δι’ αυτῶν μὲ ὁδήγει, εἰς ὅρος Ἅγιόν σου, καὶ τὰ σκηνώματά σου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μόνε Βασιλεῦ, παντάρχα ἀόρατε, Σὲ μεγαλύνομεν, Σοὶ μόνῳ λατρεύομεν, εἰς Σὲ θαῤῥοῦμεν, εἰς Σὲ ἐλπίζομεν, καὶ τοὺς σοὺς φίλους Δέσποτα καταγεραίροντες, συγκινοῦμεν εἰς εὐπαῤῥησίαστον, σοὶ πρεσβείαν δι’ ὧν προσκυνοῦμέν Σε.
χεις πρὸς τὸν σόν, Νυμφίον ἀοίδιμε ὡς καλλιπάρθενος, παῤῥησίαν εὔτολμον, καὶ δὴ συνοῦσα τούτῳ ἀείποτε, αἴτησον ἐν ὀνόματι Αὐτοῦ τοῖς δούλοις σου, σωτηρίαν καὶ βίου διόρθωσιν, τοῖς θερμῶς ἐκτελοῦσι τὴν μνήμην σου.
Λόγε τοῦ Θεοῦ, ὁ σπλάγχνοις οἰκείοις σου, παρακαλούμενος κάμφθητι, δεήσεσι καὶ τῆς Ὁσίας, ἱκετευούσης σε, τοὺς ἡγεμόνας κράτυνον τοὺς φιλοχρίστους ἡμῶν, καὶ τὴν πόλιν ταύτην διαφύλαττε, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Θεοτοκίον.
Μῆτερ Θεοῦ, πηγὴν τῆς χρηστότητος, ἡ ἀποτέξασα, τὴν σὲ ἀναδείξασαν, ποταμὸν ὄντως καλῶς ἀείῤῥυτον, σαῖς μεσιτείαις ἄρδευσον τὴν ξηρανθεῖσάν μου ἁμαρτίαις ψυχὴν καὶ ἀξίωσον, τῆς τρυφῆς τοῦ χειμάῤῥου τοῦ τόκου Σου.


Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
νοίγη σοι παρθένε ὁ οὐρανός, ἑπομένη προθύμως τοῖς ἴχνεσι, τοῖς ἱεροῖς, τῆς ἀειπαρθένου Μητρὸς Θεοῦ, τὰ δὲ τῶν Ἀγγέλων τάγματα, τὴν ἁγνὴν ψυχήν σου περιχαρῶς, συνέλεξον ἐν στάσει, παρθένων λαμπροφόρων, ὡς συγγενῇ αὐταῖς καὶ ἔντιμον.
Συνέσει ἀῤῥενώσει τὴν ψυχήν, ἐν σεμνότητι πάσῃ ἐτήρησας, τὸ τῆς σαρκός, σκεῦός σου Ὁσία Παρασκευή, νηστείαις χαμευνείαις τε, τοῦτο κατατηκούσα ἀφειδῶς, διὸ καὶ ὁ Δεσπότης, ἀλώβητον φυλάττων, κρήνην θαυμάτων ἐναπέφηνεν.
ραίαν σε ὡς νύμφη τοῦ παντουργοῦ, ὡς παρθένος ἀνύστακτον φέρουσαν, τὴν ψυχικήν, δαψιλεῖ ἐλαίῳ δᾶδα τὴν σήν, ὡς τοῦ γάμου ἄμφιον, ἱερὸν τηρήσασα καὶ φαιδρόν, ὅλην ἑτοιμοτάτην, εἰς τοὺς τερπνοὺς θαλάμους, ὁ σὸς Νυμφίος εἰσηγάγετο.
Θεοτοκίον.
δόξης ἧς ἠξίωται γηγενῶν, ἡ ἀπόβλητος φύσις πανάμωμε, διὰ τοῦ Σοῦ, τόκου τοῦ πανάγνου τε καὶ φρικτοῦ, τὸν γὰρ Ἀδὰμ τὸν πρότερον, ὅν δεινὴ ῥομφαῖα ἐκ τῆς Ἐδέμ, ἐδίωκεν ὁρῶμεν, ἐν τῷ Υἱῷ Σου Κόρη, Πατρὶ Ὑψίστῳ συγκαθήμενον.


Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τὸ παρθενίας ἄγαλμα, σωφροσύνης τὸ κάλλος, τὸ ἐγκρατείας καύχημα, καὶ ἀνδρείας τὸν πύργον, Παρασκευὴν τὴν Ὁσίαν, ὕμνοις τῶν ἐγκωμίων τιμήσωμεν θεόφρονες, πρὸς αὐτὴν ἐκβοῶντες· ῥῦσαι ἡμᾶς τῶν σκανδάλων πάντων τοῦ ἀλλοτρίου, καὶ σῶσον ταῖς πρεσβείας σου, ἐν ἡμέρᾳ τῆς δίκης.
Θεοτοκίον.
Παρθένε παναμώμητε, ἡ τεκοῦσα ἐλέους, τὴν ἄβυσσον ἐπίσκεψαι, τὰς ἡμῶν ἀσθενείας, ἐν εὐμενεῖ σου προσώπῳ, οἱ γὰρ μώλωπες ὄντως, ἡμῶν ἤδη προσώζεσαν, καὶ ἐσάπησαν Κόρη, ἀπὸ πολλῆς ῥαθυμίας τε καὶ ἀναισθησίας, ὑφ’ ὧν ἀνεπιμέλητα, φέρομεν ἕλκη πάντα.

Εἰς τοὺς αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Παρασκευῆς ἐν ᾀσμάτων τὴν μνήμην ἄνθεσι, κοσμήσωμεν αὐτὴ γάρ, ἀπ’ ἀρχῆς στρατευθεῖσα, Χριστῷ τῷ στρατάρχῃ τῶν θείων ψυχῶν, ταῖς τοῦ βίου οὐδέ ποτε, πλοκαῖς δέδεσθαι ἠνέσχετο, καὶ Χριστὸς ὡς εὐάρεστον κατέστεψε.

Τὰ μεγαλεῖά σου Λόγε καὶ αἱ ὑψώσεις σου, ἐν λάρυγγι Ὁσίων, μετὰ δόξης κροτοῦνται, χερσὶ δὲ τούτων ὄντως ῥομφαῖαι φρικταί, ἐνορῶνται καὶ δίστομοι, δι’ ὧν ἐκδίκησιν πᾶσαν κατὰ ἐχθρῶν, ἀπεργάζεται τῆς δόξης σου.

Δαβὶδ ὁ θεῖος τὸ πάλαι μελῳδῶν ἔλεγε· Σῶσόν με ὁ Θεός μου, Ὅσιος γάρ, τὸ ὅλον ἐξέλιπε, τῶν τῇδε ἐγὼ δὲ προς σε, ἀνακράζω τοῦ σῶσαί με, διὰ τὸ πλῆθος Ὁσίων τῶν σῶν, οὕς ἡγίασας ὀφθεὶς ἐπὶ γῆς.

Ὁ ζωγραφήσας τὸν πόλον ποικῖλοις ἄνθεσι, ἀστέρων ὡς Δεσπότης, αὐτὸς τὴν ἐκκλησίαν, ἐκόσμησεν ἁγίων ποικίλοις χοροῖς, οἷς ἐκλάμπει ἀνίσχουσα, καὶ ἡ πανένδοξος Μήτηρ Παρασκευή, ὡς ἀστὴρ ἀειλαμπέστατος.

Δόξα. Ἦχος πλ. Δ΄.
Ἐν τῷ σκηνώματι τοῦ Κυρίου σου, καὶ ἐν ὄρει ἁγίῳ Αὐτοῦ, κατεσκήνωσας Παρασκευὴ παμμακάριστε, ἀμώμως γὰρ ἐν βίῳ περιεπάτησας, καὶ δικαιοσύνην ἐξήσκησας, τῷ κρείττονι τὸ χεῖρον ὑποτάξασα, διὰ παῤῥησίαν πρὸς Θεὸν κεκτημένη, μὴ ἀποκάμῃς ὑπὲρ ἡμῶν Αὐτῷ πρεσβεύουσα, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογητός, Κύριε εἰσάκουσον, Θεὸς Κύριος καὶ τὸ Τροπάριον, ἦχος β΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρασκευὴν τὴν πανσεβάσμιον νύμφην, τοῦ Οὐρανίου καὶ ἀφθάρτου Νυμφίου, περιχαρῶς συνδράμωμεν ὑμνῆσαι οἱ πιστοί, αὕτη γὰρ ὑπέρμαχος ἐκ Θεοῦ ἐδωρήθη, πᾶσι τοῖς δοξάζουσι, τὴν αὐτῆς πολιτείαν, καὶ ἰαμάτων βρύει ποταμούς, τοῖς μετὰ πόθου τὰ λείψανα σέβουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…

Ὁ Ν΄ ψαλμός καὶ ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀμέσως τῷ θρόνῳ τοῦ Παντουργοῦ, Μῆτερ παρεστῶσα ἱκεσίαις ὑπὲρ ἡμῶν, προσάγαγε τούτῳ ἵνα πᾶσι, τοῖς τῶν πταισμάτων δωρήσῃ συγχώρησιν.
Ἰὸν τὸν τοῦ ὄφεως πεπτωκώς, θανάτου ταῖς πύλαις προσπελάσας τε ἀληθῶς, πηγὴ τῆς ζωῆς ἡ ἐντρυφῶσα, σαῖς ἱκεσίαις μὲ ζώωσον ἔνδοξε.
Νοός μου Ὁσία τὰς ἐκτροπάς, καὶ τὰς καταιγίδας τῶν ἀτόπων μου λογισμῶν, στῆσον σῶσον ταῖς λιταῖς σου, ἵνα μὴ μὲ εἰς ᾍδην καθελκύσωσι.
Θεοτοκίον.
Ὁ βίος μου ἅπας ἐν ἡδοναῖς, καὶ ἐν πονηρίαις μεματαίωται ἀληθῶς, σὺ δὲ ἡ τεκοῦσα τὸν Σωτῆρα, πρὸς τὴν ἔξοδόν μου σῶσον πρεσβείαις σου.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νοσημάτων παντοίων καὶ ἀλγεινῶν θλίψεων, κύματα δεινῶς ὑψωθέντα καταποντίζουσι, τὴν ἀθλίαν ψυχήν μου εἰς βάραθρον ᾍδου, Μῆτερ ταῖς πρεσβείαις σου χεῖρας μοι ὄρεξον.
Δακρυῤῥόους λιβάδας ἀπέπνιξον χάριν μοι, ἐκ τῆς καρδίας βαθέως δίδου πρεσβείαις σου, δι’ ὧν ἀπόπλυνόν μου τὰ δυσωδέστατα πάθη, ψυχῆς τε καὶ σώματος Μῆτερ ἀείμνηστε.
Ἐμαυτῷ τὰ πολλά μου ὡς συνειδὼς πταίσματα, ἄνευ κατηγόρων κατάκριτος καὶ πρὸ κρίσεως, εἰμὶ ὁ ἄθλιος, σὺ ὁ Σωτὴρ τῶν ἁπάντων φεῖσαί μου, δεήσεσι Παρασκευῆς τῆς σεμνῆς.
Θεοτοκίον.
Χαριτώνυμε Κόρη ἡ τὴν χαρὰν τέξασα, τὴν ἀναφαιρέτως δοθεῖσαν, παντὶ τῷ πλάσματι, ζόφωσιν τῆς λύπης, ἥν ὁ ἐχθρός μου ἐπάγει, ἵνα ἀπωλέσῃ με σκέδασον τάχιστα.
Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους, ὁ γὰρ Κτίστης σὲ ἀνεδέξατο καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.
Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.
Ἐπίβλεψον…

Κάθισμα. Ἦχος β΄.
Πρεσβείᾳ τῇ σῇ χρωμένη πρὸς τὸν Κύριον, τὰς νόσους ἡμῶν ἰάτρευσον ἀείμνηστε, τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ κινδύνων πάντων ἀπάλλαξον, ῥυομένη τοὺς ἱκέτας σου σεμνή, ἀνάγκης καὶ λοιμώδους φθορᾶς.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θρηνωδίας με λύτρωσαι, τῆς αἰωνιζούσης τῇ μεσιτείᾳ σου, καλλιπάρθενε τὸν δοῦλόν σου, τῶν δακρύων ἄξια ἐργασάμενον.
Ἡ Θεὸν ἀγαπήσασα, ἐξ ὅλης καρδίας σου μισηθέντα με, ὑπ’ αὐτοῦ διὰ τὰ ἔργα μου, ταῖς λιταῖς σου πάλιν σὺ κατάλλαξον.
Τετραυμάτισμαι βέλεσι, δεινοῖς ἰοβόλοις τοῦ πολεμήτορος, καὶ δακρύων τὸν οἰκτρότατον, τῆς ψυχῆς μου μύρον Χριστὲ σῶσόν με.
Θεοτοκίον.
Ἰατρὸν ἡ κυήσασα, ὅς τὸ μέγα τραῦμα βροτῶν ἰάσατο, μὴ παρίδῃς τὴν καρδίαν μου, δειναῖς ἀῤῥωστίαις κινδυνεύουσαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄλισθον δεινῶς, ἀσωτείας εἰς τὸ βάραθρον, καὶ κατακείμενος εἰς βάθος κακῶν, σοὶ βοῷ Μῆτερ μὴ ἐάσῃς ἀπωλέσθαι με.
Ἡ περικαλλής, τοῦ Χριστοῦ νύμφη ἡ ἄσπιλος, ἐμὲ τὸν κατάστικτον πληγαῖς, ἡδονῶν λιταῖς σου σῶσον, ἡ ἐξαλείψασα τὰ αἴσχη μου.
Μὴ μὲ Ἰησοῦ, ἀποῤῥίψης τοῦ προσώπου σου, διὰ τὸ μέγεθος τῶν σῶν οἰκτιρμῶν, δωρεῶν σῶσον ἱκεσίαις τῆς Ὁσίας σου.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, ταῖς πρεσβείαις σου παράσχου μοι.









ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐγένετο, ὡς γῆ ἄνυδρος ὄντως, ἡ ταλαίπωρος ψυχή μου μηδόλως, καλὸν καρπόν, ἐξισχύουσα δοῦναι, ἀλλ’ ἡ ῥανὶς τοῦ σοῦ αἵματος Κύριε, ἐνστάξασα πάσης αὐτόν, ἀπαλλάξῃ σκληρότητος Δέσποτα.
Ῥυπώσαντες, ὦ ψυχὴ τὸ ἔνδυμα, τοῦ γάμου πῶς τολμήσωμεν εἰσιέναι, σὺν τοῖς καλοῖς, διαιτυμόσιν ἀφρόνως, εἰς τὸν νυμφῶνα Χριστοῦ τὸν οὐράνιον, πῶς μὴ ῥιφθῶμεν ἐκ Θεοῦ, ὦ Ὁσία πρεσβείαις σου σῶσόν με.
Μὴ Δέσποτα, μετ’ ἐμοῦ τοῦ δούλου σου, εἰσελθεῖν καταξιώσῃς εἰς κρίσιν, εἰ γὰρ οὐδεὶς ζῶν ἐν τῷ κόσμῳ τούτῳ, δικαιωθήσεται σοῦ κατενώπιον, ἐγὼ ὁ πάντας ὑπερβάς, ἀσωτείᾳ πολλῇ πῶς ὀφθήσωμαι;
Θεοτοκίον.
Ἐξέλιπεν, ἡ ζωή μου Δέσποινα, ἐν ὁδύνῃ καὶ τὰ ἔτη μου πάντα, ἐν στεναγμοῖς, ἡ ἰσχὺς δε μου Κόρη, ἐν ἀπορίᾳ πολλῇ ἐξησθένησε, παρώργισα γὰρ τὸν Θεόν, ὅν μου ταῖς πρεσβείαις ἱλέωσαι.
Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους, ὁ γὰρ Κτίστης σὲ ἀνεδέξατο καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.
Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.
Ἄχραντε…

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νηστείαις πολλαῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν ἀνύψωσας μετάρσιον, καὶ ζωὴν ἀσώματον, μετὰ σώματος ἔζης ἀείμνηστε, λιποῦσα τῆς ὕλης τὸν τάραχον, διὸ νῦν ἀγάλλῃ σὺν Ἀγγέλων χοροῖς.

Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. Ια΄, 27-30)
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός… Ἦχος πλ. Β΄.
Εἰς σὲ καλλιπάρθενε Παρασκευή, τὰς δεήσεις ἐκχέω ἐπάκουσον, καὶ ταύτας προσάγαγε τῷ ποιήσαντι, τόλμη γὰρ ἅπασα ἐξ ἐμοῦ πέφευγε, συνειδότος τὴν αἰσχρότητα, τῶν επαράτων μου, ἔργων καὶ δεινῶν ἐνθυμήσεων, καὶ λόγων ἐξ ὧν πάντοθεν, τούτου τὰ ἐλέη παρώξυνα, καὶ νῦν βοηθείας δεόμενος αὐτοῦ τῆς κραταιᾶς, δέδοικα ὅλως αἰτήσασθαι, σὺ σεμνὴ μεσίτευσον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λελόγισταί σοι Μῆτερ σταθερότητα γνώμης ὥσπερ πηλὸς ὁ χρυσός, διό μου τὴν καρδίαν, κλῖνον ταῖς εὐχαῖς σου, εἰς τοῦ Θεοῦ τὰ μαρτύρια, καὶ μὴ εἰς βάθος δεινόν, τὸ τῆς πλεονεξίας.
Ἐν φόβῳ τοῦ Κυρίου περιτείχισον Μῆτερ τὸ φρόνημα, τῆς σαρκὸς σκιρτῶν οἷά περ πῶλος, ἀτάκτως τε βαδίζον, καὶ βυθὸν ἐξωθεῖσαί μου, τὴν ταπεινὴν καὶ οἰκτράν, ψυχὴν Ὁσία.
Τίς μὲ ἀπολυτρώσει πυρὸς τοῦ τῆς γεέννης, καὶ σκότους τοῦ ἀφεγγοῦς τὸν ἄξιον, παντοίας ποίμνης ἡμαρτηκότα, εἰ μὴ σὺ ἡ προστάτις μου, ῥῦσαι Ὁσία Χριστοῦ, ψυχὴν ἠπορημένην.
Θεοτοκίον.
Ἰσχύϊ σου παρθένε δεινῶς τὴν παρειμένην, ταλαίπωρόν μου ψυχὴν περίσφιγξον, καὶ γάρ με κατέλιπε ἰσχύς μου, μηκέτι ποδηγοῦσα, εἰς τρίβους τοῦ Κυρίου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῶν Ὁσίων, κατακοσμῶν τὰς χορείας, ἀγγελικαῖς ἀγλαΐαις Σωτήρ μου, δέξαι καὶ τὰς τούτων, ὑπὲρ ἡμῶν ἐντεύξεις.
Ὑλομανοῦσαν, τῶν ἡδονῶν ταῖς ἀκάνθαις, τὴν ψυχήν μου ἔμπλησον Ὁσία, πόθῳ τοῦ Δεσπότου, καὶ δεῖξον καρποφόρον.
Κακοδοξίαν, αἱρετικῶν τὴν σὴν πόλιν, καὶ ἐθνῶν ἀλλοφύλων μανίας φύλαττε, Ὁσία λιταῖς σου εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥαθυμοτάτους, ἐκ τῆς ψυχῆς μου φροντίδας, ἀποκρύβει πάντοτε Παρθένε, ἵνα σὸν τόκον, ἐν προθυμίᾳ μέλπω.










ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡμάρτηκα Σωτήρ μου, καὶ ἀνόμως ἅπαν τὸ τῆς ζωῆς μου διέδραμον, στάδιον ὁμολογῶ, ἀλλὰ φεῖσαι Χριστὲ τοῦ δούλου σου.
Τοὺς πίστεως προμάχους, ἡμῶν ἡγεμόνας, καὶ ἱερέων τὸν στέφανον φύλαττε, Παρασκευὴ ἐν εἰρήνῃ καὶ λαόν σου ἅπαντα.
Εἰς σὲ Τριὰς Ἁγία, πίστει προσκυνοῦντες, μοναδικῇ ἐν οὐσίᾳ θεότητος, καὶ διαιρέσει προσώπων ἀεὶ σωθείημεν.
Θεοτοκίον.
Σωτῆρα τετοκυῖα, σῶσόν με Παρθένε, τὸν ἐν ἀσώτοις βιώσαντα πράξεσι, καὶ σωτηρίας ἐλπίδα μὴ ἔχοντα.

Μεγαλυνάριον.
Τὸν τῆς ἐγκρατείας ὑπογραμμόν, καὶ τῆς ἐκκλησίας τὸν ἀένναον ποταμόν, τὴν βρύουσαν κρήνην, ἰάσεων πελάγη, Παρασκευὴ τὴν θείαν σεπτῶς τιμήσωμεν.

Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου