Παρασκευή 29 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 13. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΦΛΩΡΕΝΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ 13!!
ΦΛΩΡΕΝΤΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου Ἱερομονάχου Ἁγιορείτου)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Φλωρέντιε, σὺ τῶν εἰδώλων το μάταιον, στεῤῥῶς διήλεγξας, καὶ πρὸς πίστιν θείαν, τοῦ Χριστοῦ ἐστήριξας, σοφὲ Χριστιανῶν τὰ συστήματα, ὅθεν μακάριον, καθυπέστης τέλος ἔνδοξε, καὶ Κυρίῳ, χαίρων νῦν παρίστασαι.

Χριστὸν ὡς Θεὸν παναληθῆ, δυσσεβῶν ἐνώπιον, ὁμολογῶν τὰ δὲ ξόανα, θεῶν Φλωρέντιε, μυκτηρίζων Μάρτυς, καὶ ὑβρίζων ἔνδοξε, ἐδάρης καὶ τὸ σῶμα τρισόλβιε, ἐξάνθης ὄνυξιν, ἐπιβὰς πυρᾶς δὲ Ἅγιε, τὸ σὸν πνεῦμα, τῷ Χριστῷ παρέδωκας.

Ἀγάλλεται σήμερον φαιδρῶς, πόλις ἡ περίδοξος, Θεσσαλονίκη τὴν μνήμην σου, τελοῦσα ἔνδοξε, καὶ Σιὼν ἡ ἄνω, χαίρει ὡς κατέχουσα, τὸ πνεῦμά σου θεόφρον Φλωρέντιε, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φοινιχθεῖσαν ἐν αἵματι, τῆς σαρκός σου ἐνδέδυσαι, πορφυρίδα ἔνδοξε ὦ Φλωρέντιε, καὶ κορυφῇ σου διάδημα, ἐπαναδησάμενος, ἀφθαρσίας καὶ ζωῆς, τοῦ Σταυροῦ τε τὸ τρόπαιον, Μάρτυς πάνσοφε, δεξιᾷ περιφέρων ὥσπερ σκήπτρον, τῷ Χριστῷ συμβασιλεύεις, διαπαντὸς εὐφραινόμενος.

Ἀνενδότως τυπτόμενος, καὶ εἱρκτῇ συγκλειόμενος, Ἀθλητὰ Φλωρέντιε, γενναιότατε, καὶ τῷ πυρὶ δαπανώμενος, ὡς θῦμα εὐπρόσδεκτον, προσηνέχθης τῷ Χριστῷ, τῷ τῶν ὅλων δεσπόζοντι, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐπιτελοῦντας, τὴν πανσεβάσμιον μνήμην σου.

Στρατιώτης ἀήττητος, ἐγνωρίσθης Φλωρέντιε, τοῦ Σταυροῦ τῷ ὅπλῳ γὰρ συμφραξάμενος, πρὸς συμπλοκὴν ἐξελήλυθας, ἐχθροῦ πολεμήτορος, καὶ κατέῤῥαξας αὐτόν, ἀριστεύσας λαμπρότατα, καὶ τὸν στέφανον, εἰληφὼς τὸν τῆς νίκης ἐκ τοῦ μόνου, ἀθλοθέτου καὶ Δεσπότου, καὶ εἰς ἀεὶ βασιλεύοντος.


Δόξα. Ἦχος πλ. β΄.
Χριστοῦ τὸν Ἀθλοφόρον, δεῦτε πιστοὶ εὐφημήσωμεν, Φλωρέντιον τὸν ἀήττητον Μάρτυρα. Θεσσαλονίκης τὸ κλέος, Ἐκκλησιῶν τὸ ὡράϊσμα. Τὸν συμπολίτην τῶν Ἀγγέλων, καὶ Ἀθλητῶν τὸν ὁμόσκηνον. Συμπρεσβεύει γὰρ αὐτοῖς τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.






















Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, θεόφρον Μάρτυς Χριστοῦ, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἐγκαλλώπισμα, ὁπλῖτα τῆς εὐσεβείας, ὁ τῷ Τιμίῳ Σταυρῷ, συντριβὴν εἰδώλων ἐργασάμενος, δαιμόνων ἀντίπαλε, τῶν Ἀγγέλων συνόμιλε, καὶ Δημητρίου, Μυροβλύτου ὁμόπατρις, καὶ ὁμόσκηνε, μεθ’ οὗ πρέσβευε πάντοτε, Μάρτυς ἀξιοθαύμαστε, Χριστῷ ᾧ παρίστασθε, ὑπερ τῶν πίστει τελούντων, τὴν πανσεβάσμιον μνήμην σου, Φλωρέντιε μάκαρ, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ελεος.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἀθλητικῶν ἀληθῶς, ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον, Σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, σεαυτὸν παμμάκαρ ἀναθέμενος, σταδίῳ ἐχώρησας, ὥσπερ λέων βρυχήματι, διαπρυσίῳ, εὐσεβείας Φλωρέντιε, τοὺς κακόφρονας, καταπλήξας πανεύφημε, πάντας δὲ τοὺς θεόφρονας, στηρίξας τρισόλβιε, τοῦ Ἰησοῦ ἐν τῇ πίστει, Ὃν ὑπὲρ πάντων ἱκέτευε, τῶν πίστει τελούντων, τὴν ἁγίαν σου νῦν μνήμην, Μάρτυς ἀήττητε.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, μαρτυρικῷ ἀληθῶς, ὁ ἐξαστράπτων διαδήματι ἔνδοξε, καὶ πᾶσι τοῖς ἀπ’ αἰῶνος, ἐν οὐρανίαις μοναῖς, συγχορεύων μάκαρ καὶ τὸν Κύριον, φρικτοῖς μελωδήμασι, συνυμνῶν παναοίδιμε, καὶ ταῖς ἐκεῖθεν, ὑπερφώτοις ἐλλάμψεσιν, αὐγαζόμενος, καὶ πρεσβεύων ἑκάστοτε, Μάρτυς ἀξιοθαύμαστε, θεόφρον Φλωρέντιε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τὴν πανσεβάσμιον μνήμην σου, ἀεὶ ἐκτελούντων, καὶ κροτούντων σου προθύμως, τὰ θεῖα τρόπαια.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητὰ τοῦ Σωτῆρος, Φλωρέντιε πανεύφημε, τῶν εἰδώλων καθαιρέτα, καὶ στήριγμα τῶν εὐσεβῶν, μὴ παύσῃ δεόμενος Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ νῦν στεφηφόρος παρίστασαι, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις των δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλοφόρε Κυρίου καὶ τῆς πίστεως πρόμαχε, κλέος Ἀθλητῶν καὶ Ἀγγέλων, συμπολῖτα Φλωρέντιε, μὴ παύσῃ ἱκετεύων ἐκτενῶς, τὸν μόνον ὑπεράγαθον Θεόν, ὑπὲρ πάντων τῶν τελούντων σου εὐλαβῶς, τὴν μνήμην καὶ βοώντων σοι· δόξα τῷ σὲ κρατύναντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Μέγας πρόμαχος, τῆς εὐσεβείας, καὶ ἀντίπαλος, τῆς ἀσεβείας, ἀνεδείχθης Ἀθλοφόρε Φλωρέντιε, τῶν γὰρ εἰδώλων τὸ σέβας κατήσχυνας, καὶ τοῦ Κυρίου τὴν πίστιν ἐκράτυνας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θρόνος πάγχρυσος, τοῦ Βασιλέως, καὶ Παράδεισος, διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ τὸν γενναῖον, καὶ Δημητρίου τοῦ κλεινοῦ Μυροβλύτου, τὸν συμπολίτην ἅπαντες πιστοὶ ἐν ᾠδαῖς, δεῦτε εὐφημήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· Ἅγιε Φλωρέντιε, τοὺς πιστῶς σε τιμῶντας, ῥῦσαι κινδύνων μάκαρ χαλεπῶν, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς ἀρετῆς καὶ μετανοίας τὴν τρίβον, τὴν τεθλιμμένην καὶ στενὴν καὶ τραχεῖαν, χαρμονικῶς ὁδεύειν με ἐνίσχυσον ἁγνή, πλάτυνον ἐν θλίψεσι, τὴν στενήν μου καρδίαν, πλούτισον ἐν πράξεσιν, ἀγαθαῖς τὴν ψυχήν μου, καὶ ἐκ παθῶν στενώσεως αὐτήν, εἰς πλατυσμόν ἀπαθείας ἐξάγαγε.

Ὁ Ν΄ ψαλμός.
















Εἶτα, οι Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς: Πόθῳ ἀνυμνῶ τὰ τρόπαιά σου μάκαρ. Γεράσιμος.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πιστῶς τοὺς ἀγῶνάς σου, καὶ τὰ παλαίσματα ἔνδοξε, ὑμνεῖσαι βουλόμενος, τὴν θείαν χάριν αἰτῶ, ἣν παράσχου μου, ταῖς σαῖς πρὸς τὸν Δεσπότην, πρεσβείαις Φλωρέντιε, Μάρτυς ἀήττητε.
μέγας ὑπέρμαχος, τῆς εὐσεβείας ὑμνείσθω μοι, ὁ θεῖος Φλωρέντιος, τῶν Ἀθλητῶν καλλονή, τὸ ὡράϊσμα, Χριστοῦ τῆς Ἐκκλησίας, πιστῶν τὸ κραταίωμα, καὶ ἐγκαλλώπισμα.
Θεόθεν δεξάμενος, τῆς σῆς ἀθλήσεως ἔνδοξε, τὸ στέφος τὸ ἄφθαρτον, καὶ σὺν Ἀγγέλοις Χριστοῦ, παριστάμενος, φαιδρῶς τῷ θείῳ θρόνῳ, ἁπάντων μνημόνευε, τῶν εὐφημούντων σε.
ς μέγας ἀνέτειλας, τῇ οἰκουμένῃ πανεύφημε, φωστὴρ διαυγέστατος, ταῖς τῶν σῶν λόγων αὐγαῖς, τὰ συστήματα, πιστῶν καταφωτίζων, εἰδώλων διώδων δέ, σκότος βαθύτατον.
Θεοτοκίον.
νάρχου Γεννήτορος, Υἱὸν ἀσπόρως ἐγέννησας, καὶ γάλακτι ἔθρεψας, Παρθενομῆτορ Ἁγνή, Ὅνπερ αἴτησαι, ἡμῖν τοῖς σὲ τιμῶσι, πταισμάτων τὴν ἄφεσιν, δοῦναι πανάμωμε.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ναὸς ἀνεδείχθης Ἀθλοφόρε, Τριάδα τὴν ἄκτιστον σοφέ, σαυτῷ εἰσοκισάμενος, ὑφ’ ἧς ἐνδυναμούμενος, ἀθλήσεως τὸ στάδιον, χαίρων διήνυσας ἔνδοξε.
πέστης πολλῶν βασάνων πεῖραν, ἀνδρείῳ φρονήματι σοφέ, Μάρτυς Χριστοῦ Φλωρέντιε, ἐν οἷς καὶ τετελείωσαι, ἐναποπνίξας αἵμασι, τοῖς σοῖς ἐχθρὸν τὸν ἀλάστορα.
Μαρτύρων τοῖς δήμοις ἠριθμήθης, καὶ πάντων ἁγίων τοῖς χοροῖς, ἐν οὐρανοῖς Φλωρέντιε, μεθ’ ὧν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν σὴν σεβάσμιον ἄθλησιν.
Θεοτοκίον.
Νικᾷ πᾶσαν ἔννοιαν βροτείαν, Θεὸς ὁ παρὼν ἁπανταχοῦ, πῶς Σῇ γαστρὶ κεχώρηται; Πῶς σάρκα ἐκ Σοῦ εἴληφεν, ὁ διαπλάττων νήπια, ζωῆς ὁ πρύτανις Δέσποινα.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, τῇ Ἐκκλησίᾳ, ἡ σεπτὴ πανήγυρις, τοῦ ἀοιδίμου Ἀθλητοῦ, ἣν ἐκτελοῦντες βοήσωμεν· χαίροις θεόφρον, Φλωρέντιε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων Σε, Κόρη πανύμνητε.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
σπερ σκύβαλα ἡγήσω, κατὰ Παῦλον Φλωρέντιε, τὰ παρόντα πάντα, ἕνα Ἰησοῦν τὸν ὑπερθεον, μόνον κερδίσῃς τρισμάκαρ, οὗ καὶ ἔτυχες, παριστάμενος, θρόνῳ αὐτοῦ νῦν ἀοίδιμε.
Τῶν θαυμάτων σου τὰ πλήθη, τῶν πιστῶν τὰ συστήματα, εὐφημοῦμεν πίστει, Μάρτυς τοῦ Χριστοῦ ὦ Φλωρέντιε, καὶ σὲ τιμῶντες ἐκ πόθου, σοῦ δεόμεθα, πάσης θλίψεως, ἡμᾶς διάσωσον ἔνδοξε.
ποξέσας σου χιτῶνα, τὸν φθειρόμενον τύραννος, ἀφθαρσίας ἄκων, ἔνδυμα σαφῶς ἐξυφάνατο, σοὶ Ἀθλοφόρε Κυρίου, γενναιότατε, πρὸς τὴν μέλλουσαν, μηδαμῶς ἀφορῶν ἀνταπόδοσιν.
Θεοτοκίον.
Τετρωμένος Σου τῷ πόθῳ, Μητροπάρθενε Δέσποινα, χαῖρέ σοι κραυγάζω, πάντων τῶν βροτῶν τὸ διάσωσμα, χαῖρε Μαρτύρων ἡ δόξα καὶ διάδημα, χαῖρε πάντιμον, Θεοῦ ἁγνὴ ἐνδιαίτημα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
υόμενος φάνηθι, ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς ἐπιτελοῦντάς σου ἐν πίστει, τὴν σεβασμίαν Μάρτυς Χριστοῦ ἑορτήν, καὶ πόθῳ κροτοῦντάς σου ἀεί, τὰ σεπτὰ παλαίσματα, γενναιόφρον Φλωρέντιε.
θεῖος τῆς πίστεως, ὑπέρμαχος αἰνείσθω μοι, πάντων τῶν πιστῶν ὁ ἀντιλήπτωρ, ὁ καταλύτης τῶν ἀναισθήτων θεῶν, ὁ κῆρυξ τοῦ ἀληθοῦς Θεοῦ, ὁ εχθρὸς ὁ ἄσπονδος, τῶν δαιμόνων Φλωρέντιε.
Πυρὸς κατετόλμησας, διὰ Χριστὸν πανεύφημε, τοῦτο ὑπελθὼν καθάπερ δρόσον, δι’ οὗ ἀνῆλθες, πρὸς οὐρανοὺς Ἀθλητά, ἐν δόξῃ Φλωρέντιε πολλῇ, πάντων τῶν τιμώντων σε, ἐκπληρῶν τὰ αἰτήματα.
ξίως κεκλήρωσαι, τὰ ἄνω νῦν βασίλεια, ἅπερ ἐπηγγείλατο ὁ Λόγος, τοῦ ἀοράτου καὶ προανάρχου Πατρός, Θεοῦ ὁ Υἱός τε καὶ Θεός, τοῖς εἰλικρινῶς Αὐτόν, ἀγαπῶσι Φλωρέντιε.
Θεοτοκίον.
άσω τὸ σύντριμμα, Ἁγνὴ τῆς ἀνθρωπότητος, ἄνευ γεωργίου Θεοτόκε, ἀνδρὸς τεκοῦσα τὸν ἐπὶ πάντων Θεόν, καὶ μείνασα Κόρη ἀληθῶς, Παρθένος ὡς πρότερον, ὑπὲρ λόγον καὶ ἔννοιαν.











ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
παρνησάμενος ἔνδοξε, τοῦ σώματος σαφῶς τὴν εὐπάθειαν, πρὸς τῆς ἀθλήσεως, ἀπηυτομόλησας σκάμματα, Χριστὸν ἀνακηρύττων Μάρτυς Φλωρέντιε.
Σθένους ἐξ ὕψους δεξάμενος, μαστίγων πείραν Μάρτυς ὑπήνεγκας, καὶ τοὺς τοῦ σώματος, ξεσμοὺς στεῤῥῶς ἐκαρτέρησας, διὰ Χριστὸν τὸν ὄντως Θεὸν πανεύφημε.
θεῖος κήρυξ τῆς πίστεως, ὁ Μάρτυς τοῦ Χριστοῦ ὁ στεῤῥότατος, τὸ μέγα καύχημα, Θεσσαλονίκης Φλωρέντιος, τιμάσθω κατὰ χρέος ἐνθέοις ᾄσμασι.
Θεοτοκίον.
πὲρ νοῦν ὄντως συνέλαβες, καὶ ξένως Θεοτόκε ἐγέννησας, τὸν προαιώνιον, Θεὸν μηδὲν λυμανθείσης σου, τῆς παρθενίας Κόρη θεοχαρίτωτε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνη σήμερον.
Φωταυγὴς ὡς ἥλιος, τῇ οἰκουμένῃ, ἡ σεπτή σου σήμερον, μνήμη ἀνέτειλε πιστούς, φωταγωγοῦσα βοῶντάς σοι· χαίροις Μαρτύρων, τὸ κλέος Φλωρέντιε.
Ὁ Οἶκος.
Τίς σου τὸν ζῆλον ἐπαινέσει κατ’ ἀξίαν παμμάκαρ τῆς πίστεως; ἢ τίς σου ἐξείποι τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας πανεύφημε; Σὺ γὰρ ὤφθης τῶν πιστῶν ἐν τῇ πίστει στήριγμα, τῶν δυσσεβῶν στηλιτευτής, καὶ τῶν εἰδώλων καταλύτης. Διὸ καὶ διὰ Χριστὸν θανατωθείς, τοὺς εὐσεβεῖς διεγείρεις κραυγάζειν σοι· χαίροις Μαρτύρων, τὸ κλέος Φλωρέντιε.


















Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φλωρεντίου.
Ὢ θάρσος οἷον Μάρτυρος Φλωρεντίου!
Πρὸς τὴν φλόγα τρέχοντος, ὥσπερ πρὸς δρόσον.
Οὗτος, ἦτο ἐκ τῆς Θεσσαλονίκης. Ἐπειδὴ δέ, ἦτο χριστιανὸς καὶ ζηλωτὴς τῆς εὐσεβείας καὶ ἀρετῆς, ὕβριζε μὲν καὶ ἐβλασφήμει ἔμπροσθεν εἰς ὅλους τοῦς θεοὺς τῶν Ἐλλήνων, ἐστήριζε δὲ τοὺς χριστιανοὺς εἰς τὴν τοῦ Χριστοῦ πίστιν, καὶ μὲ καθε τρόπον ὡδήγει αὐτοὺς εἰς τὴν ἐργασίαν τῆς ἀρετῆς, καὶ τῶν τοῦ Θεοῦ ἐντολῶν. Ταῦτα δὲ πράττων καὶ μεταχειριζόμενος, ἐπιάσθη ἀπὸ τὸν ἡγεμόνα τῆς Θεσσαλονίκης, καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ, τὸν μὲν Χριστόν, παῤῥησίᾳ ὡμολόγησεν ἔμπροσθεν πάντων, ὅτι εἶναι Θεὸς προαιώνιος, καὶ Ποιητὴς τοῦ παντός, τοὺς δὲ θεοὺς τῶν Ἑλλήνων ἐπεριγέλασεν ὅτι εἶναι ξύλα καὶ λίθοι, καὶ ἀργύριον καὶ χρυσίον, καὶ χάλκωμα καὶ σίδηρον, καὶ εἴδωλα ἄψυχα καὶ ἀναίσθητα. Ὅθεν, ἐπειδὴ ταῦτα εἶπε, δέρεται δυνατά. Ἔπειτα, κρεμᾶται ἐπάνω εἰς ξύλον καὶ κατεξεσχίζεται. Εἶτα, ῥίπτεται ἐντὸς ἀνναμένης πυρᾶς. Καὶ οὕτω χαίρων καὶ προσευχόμενος, καὶ εὐχαριστων τὸν Θεόν, ἐτελειώθη ὁ μακάριος ἐντὸς αὐτῆς. Καὶ ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κάρπου, Παπύλου, Ἀγαθοδώρου, καὶ Ἀγαθονίκης.
Κάρπῳ, Παπύλῳ, τοῖς Θεοῦ καρποῖς δύο,
Πᾶς πυλεὼν τμηθεῖσιν ἠνοίγη πόλου.
Ἀγαθόδωρον δωρεῶν πληθὺς μένει,
Πρὸς πληθὺν ἀθλήσαντα δεινῶν μαστίγων.
Οὐκ ἐμποδὼν σοι, Μάρτυς Ἀγαθονίκη,
Τὸ θῆλυ πρὸς τὸ θεῖον ἐκ ξίφους τέλος.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Δεκίου βασιλέως, καὶ Οὐαλλεριανοῦ ἀνθυπάτου Ἀσίας, ἰατροὶ τὴν τέχνην, ὧν ὁ μὲν Ἅγιος Κάρπος, ἐπίσκοπος ἦν Θυατείρων, ὁ δὲ Πάπυλος διάκονος, ὑπ’ αὐτοῦ τοῦ Κάρπου χειροτονηθείς. Κρατηνθέντες οὖν παρὰ τοῦ ἄρχοντος, καὶ ἐρωτηθέντες, ὡμολόγησαν ἐνώπιον πάντων τὸ ὄνομα τοῦ Δεσπότου Χριστοῦ, καὶ ἀναγκασθέντες θῦσαι τοῖς εἰδώλοις καὶ μὴ πεισθέντες, προσεδέθησαν ἵπποις, καὶ περιεπάτουν ἔμπροσθεν τοῦ ἅρματος, συρόμενοι πρὸς τὰς Σάρδεις. Κἀκεῖ κρεμασθέντες ἐπὶ ξύλου ξέονται. Τότε καὶ ὁ Ἅγιος Ἀγαθόδωρος, δοῦλος ὢν τῶν Ἁγίων, καὶ ἀκολουθῶν αὐτοῖς, θείου Ἀγγέλου ἐνισχύσαντος, καὶ αὐτὸς τὸν Χριστὸν ὡμολόγησε. Καὶ κρεμασθείς, ῥάβδοις τύπτεται σφοδρῶς, καὶ οὕτω τυπτόμενος, τὸ πνεῦμα τῷ Κυριῳ παρέθετο.
Ὁ δὲ Ἅγιος Κάρπος κρεμάμενος ὑπεμειδίασε. Καὶ ἐρωτηθεὶς παρὰ τοῦ ἄρχοντος: Τίνος χάριν, ὦ Κάρπε, ἐμειδίασας· εἶπεν: Ὅτι εἶδον τὴν δόξαν τοῦ Κυρίου μου καὶ ἐχάρην. Ὁ δὲ Πάπυλος δεσμεῖται πάλοις τέσσαρσι, καὶ εἰς ὕψος αἴρεται, καὶ λίθοις βάλλεται, ἀβλαβὴς ἐκ πάντων διαμείνας.
Μετὰ ταῦτα, ἀχθέντες οἱ Ἅγιοι ἅμα, ὕπτιοι ἐπὶ τριβόλοις σύρονται, τυπτόμενοι ἄνωθεν, καὶ θηρίοις βορὰ ῥιπτόμενοι. Καὶ λέων τότε ἀνθρωπίνῃ φωνῇ φθεγγόμενος καὶ ὠρυόμενος, διεκώλυε τοὺς διώκοντας τῆς τοιαύτης ὠμότητος. Οἱ δέ, βύσαντες τα ὦτα, καὶ κρηπῖσιν αὐτοὺς σιδηραῖς καθηλώσαντες, ἐν τῇ καμίνῳ ἐναπέῤῥιψαν, ἔνθα καὶ ἡ τοῦ Ἁγίου Παπύλου ἀδελφὴ Ἀγαθονίκη εὐξαμένη, συνεισῆλθεν αὐτοῖς. Ἐπεὶ δε τὸ πῦρ, καταῤῥαγέντος ὑετοῦ, ἐσβέσθη, καὶ οἱ Ἅγιοι ἄφλεκτοι, καὶ ἀβλαβεῖς διέμειναν, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας ἐνδόξου Παρθενομάρτυρος Χρυσῆς τῆς νέας, ἀθλησάσης ἐν ἔτει 1795.
Ἐν ταῖς βασάνοις χρυσὸς οἷον καμίνῳ,
Χρυσῆ ἐδείχθης ἠγλαϊσμένη ὅλη.
Χρυσέαν δεκάτῃ ἡδὲ τρίτῃ ἐμέλισαν κούρην.
Ἡ καλλίπαις αὕτη Παρθενομάρτυς καὶ χρυσώνυμος Χρυσῆ , ἢν ἐκ τίνος χωρίου πάλαι μὲν Σλάτινα, νῦν δὲ Χρυσὴ καλουμένου, ὄντος ἐν περιοχὴ τῆς Δυτικῆς Μακεδονίας, ἥτις τὸ πάλαι μὲν Μογλενὰ ἐκεκλητο, νῦν δὲ Ἀλμωπία. Γονεῖς ἔσχε πτωχοὺς μὲν ἀλλ εὐσεβεῖς πρὸς Χριστόν. Ἧν δὲ πάνυ ὡραία τῇ ὄψει καὶ πάγκαλος τῇ μορφή, ἐν ἁγνείᾳ καὶ παρθενίᾳ καὶ φόβῳ Θεοῦ διάγουσα. Ἀγαρηνός τις, φθόνῳ τοῦ ἀρχαίου δράκοντος, ἠράσθη τοῦ κάλλους αὐτῆς, καὶ ποικίλοις τρόποις ἐμηχανᾶτο ὑποχείριον ποιήσαι τῇ ἀλόγῳ αὐτοῦ ἐπιθυμίᾳ τὴν ἁγνὴν παρθένον. Καὶ ἐν μιᾷ ἡμέρᾳ, ὅτε αὕτη μεθ᾿ ἑτέρων γυναικῶν συνέλεγεν ἐν τοῖς ἀγροῖς ξύλα, ἐφορμήσας ὁ δείλαιος μετ᾿ ἄλλων Ἀγαρηνῶν, συλλαμβάνει τὴν κόρην, καὶ οἴκῳ ἀγαγών, ποικίλοις τρόποις ἐπειρᾶτο πεῖσαι αὐτήν, νῦν μὲν κολακείαις καὶ ἐπαγγελίαις, νῦν δὲ ἀπειλαῖς καὶ βασάνων ἐπαγωγαῖς χρώμενος, ἀποστήσαι ταύτην τῆς πρὸς Χριστὸν πίστεως, καὶ οὕτως ὑπαγαγεῖν τῷ ἑαυτοῦ θελήματι.
Ἀλλ᾿ αὕτη ὡς σκύβαλα πάντα κατὰ Παῦλον ἡγησαμένη, καὶ μηδὲν πτοηθεῖσα, καίτοι νεᾶνις ἁπαλὴ καὶ ἄναλκις, οὐδόλως ἐσαλεύθη τῆς κρείττονος στάσεως. Ἀλλ᾿ ἀτενίζουσα Χριστῷ τῷ ἑαυτῆς νυμφίῳ ὡμολόγησε τὴν καλὴν ὁμολογίαν τῆς ἁγίας καὶ ἀμώμου πίστεως, καὶ ἄσπιλον καὶ καθαρὸν ἐφύλαξε τὸ τῆς ἁγνείας καὶ παρθενίας πάγκαλον χρῆμα. Τότε δὴ τότε ὑπεβλήθη πικραῖς τιμωρίαις καὶ βασάνοις, αἵτινες εἶσι μαστιγώσεις, λωροτομίαι ἐν τῷ ἁπαλῷ αὐτῆς σώματι, καύσεις μελῶν δι’ ὀβελίσκων πεπυρακτωμένων, καὶ ἄλλαι· ὁ δὲ τῆς δοκιμασίας αὐτῆς καιρός, ἐπὶ ἕξ παρετάθη μῆνας, καθ᾿ ὃν ἐλαμψεν ἡ ἀνδρεία, ἡ ὑπομονή, ἡ καρτερία αὐτῆς, καὶ ὁ πρὸς Χριστὸν διάπυρος ἐρως, καὶ ἐλαμπρύνθη ὡς χρυσὸς ἐν τῇ χωνείᾳ τῶν δεινῶν.
Ἀλλ᾿ οὐκ ἔκαμον οἱ ἀσεβεῖς ἐπινοοῦντες δεινά, ὡς ἂν τὴν ἀήττητον χειρώσωσι· καὶ προσκαλεσάμενοι τοὺς τοκείς, ἠπείλουν θάνατον, εἰ μὴ πείσωσι τὴν ἑαυτῶν θυγατέρα εἴξαι τῇ ἀσεβεῖᾳ. Ἀλλ’ ἡ οὐρανόφρων παρθένος, ὑπεράνω πάντων γεγενημένη, οὐδόλως ἐκάμφθη ταῖς μητρὶ καῖ οἰμωγαῖς, οὐδὲ ταῖς πατρικαῖς ὑποθήκαις ὤκλασε, (βία γὰρ ἀφορήτῳ καὶ φόβῳ πολλῷ οἱ προσήκοντες οὕτω διετέθησαν), ἀλλ᾿ ἀπτοήτῳ παῤῥησίᾳ καὶ μεγάλῃ φωνῇ, καὶ γνώμῃ στεῤῥᾷ, ὡμολόγει ἑαυτὴν Χριστιανήν, ἀπωσαμένη ἅπαντα, ὡς λόγους τοῦ ἀπατεῶνος δράκοντος.
Γνόντες δὲ οἱ ὑπεναντίοι ὅτι οὐδὲν ἀπώναντο, θηριοτρόπῳ μανίᾳ καὶ ἰταμότητι, ἐπιθέμενοι τῇ μακαρίᾳ παρθένῳ, καὶ αἰωρήσαντες αὐτὴν ἐκ τίνος δένδρου, πολλὴ θηριωδία καὶ λύσσῃ, κατέταμον μαχαίραις τὸ παρθενικὸν αὐτῆς σῶμα μεληδόν, ἡ δὲ ἁγία καὶ καθαρωτάτη αὐτῆς ψυχὴ ἀνῆλθε λελαμπρυσμένη τῷ ἀθανάτῳ αὐτῆς νυμφίῳ Χριστῷ, ληψομένη τὰ γέρα τῶν καμάτων. Τότε ἄνδρες εὐλαβεῖς, ἐλθόντες λάθρα, καὶ περισυλλέξαντες τά του παρθενικοῦ σώματος μέλη, ἐκήδευσαν ἐντίμως, δοξάζοντες Χριστὸν τὸν ἐνισχύσαντα τὴν ἁγίαν αὐτοῦ καὶ θαυμαστὴν Παρθενομάρτυρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκόρου.
Τμηθεὶς ὁ Διόσκορος αἰσχύνει Δία,
Τὸν μὴ λαβόντα ψυχαπωλείας κόρον.
Οὗτος, ἐμαρτύρησε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ, ἐν ἔτει σπη΄ (288). Καὶ κατὰ μὲν τὸ γένος, ἐκατάγετο ἀπὸ τοῦς καλουμένους Σκηνοπολίτας, κατὰ δὲ τὸ ἀξίωμα, ἦτο βουλευτής. Οὗτος λοιπόν, νομίσας ὡς σκύμβαλα ὅλα τοῦ κόσμου τούτου τὰ πράγματα, μόνον διὰ νὰ κερδίσῃ τὸν Χριστόν, ἐπαῤῤησιάσθη ἔμπροσθεν τοῦ ἄρχοντος Λουκιανοῦ. Καὶ τοῦτον ἐκατάπληξεν ὡς βροντῆν μὲ τοὺς ἐλεγκτικοὺς λόγους του, ἤ μᾶλλον εἰπεῖν, ἐπεριγέλασεν αὐτόν. Καὶ ὡς ούδὲν ἐνόμισε, τόσον τὰς ἀπειλάς του, ὅσον καὶ τὰς κολακείας του. Ἔπειδὴ δὲ αὐτὸς ἔδειχνε εἰς τὸν Ἅγιον, καὶ φωτίαν, καὶ στρεβλωτήρια ὄργανα, καὶ ἐφεύρισκε πολλὰ ἄλλα εἶδη βασάνων. Ἀλλ’ὅμως, ὅλα αὐτὰ ἦσαν ἀνενέργητα, καὶ ἐφαίνοντο ὠς οὐδὲν ἔμπροσθεν εἰς τὴν ἀνδρείαν καὶ μεγαλοψυχίαν τοῦ Μάρτυρος. Διὰ τοῦτο τελευταῖον ἀπέτεμε μὲ τὸ ξίφος τὴν ἁγίαν του κεφαλήν. Καὶ οὕτως ὁ ἀοίδιμος ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα Πατρικίου τοῦ Ὁμολογητοῦ.
Θλίψεις ὑποστὰς εἰκόνων θείων χάριν,
Χαίρει χαρὰν Νικήτας, οἵαν οἱ Νόες.
Οὗτος ὁ Ἅγιος, ἐγεννήθη εἰς τὴν χώραν τῶν Παφλαγόνων, ἥτις εἶναι μέρος τῆς Γαλατίας, τῆς τουρκιστῖ καλουμένης Γελάς, ἐκ γονέων εὐσεβῶν καὶ φιλοθέων. Οἱ ὁποῖοι, ὡς λέγουσιν, ἦσαν συγγενεῖς Θεοδώρας τῆς βασιλίσσης, τῆς γυναικὸς Θεοφίλου, παιδιόθεν λοιπὸν δοθεὶς εἰς τὰ σχολεῖα, ἔμαθε τὰ ἱερὰ γράμματα. Καὶ οὕτως ἐπῆγεν εἰς τὴν Πόλιν, ὅταν ἦτον ἐτῶν δεκαεπτά. Μαθοῦσα δὲ ἡ τὰ σκῆπτρα τῆς βασιλείας τότε κρατοῦσα Εἰρήνη ἐν ἔτει ψπ΄ (780), ὅτι ὅταν ὁ Ἅγιος ἦτο νήπιον, εὐνουχίσθη ἀπὸ τοῦς γονεῖς του, διὰ τοῦτο ἐπῆρεν αὐτὸν εἰς τὰ βασιλικὰ παλάτια, καὶ εἰς ὀλίγον καιρὸν ἔγινε πρῶτος ἀπὸ τοὺς οἰκείους ἀνθρώπους της. Ἔφθασε δέ, καὶ εἰς τὸ νὰ λάβῃ τὸ ἀξίωμα τοῦ Πατρικίου, καὶ νὰ κατασταθῇ στρατηγὸς τῆς Σικελίας.
Παιδιόθεν δέ, ἐμεταχειρίζετο ὁ μακάριος τὴν ἀρετήν, καὶ ἤθελε μὲν νὰ γένῃ μοναχός, ἐμποδίζετο ὅμως ἀπὸ τοὺς τότε βασιλεύοντας. Ἀπὸ τὸν Νικηφόρον δηλαδή, καὶ τὸν υἱόν του Σταυράκιον, ἐν ἔτει ωβ΄ (802). Ὕστερον δέ, ὅταν ἔγινε βασιλεὺς ὁ Μιχαήλ, πολλὰ παρεκάλεσεν αὐτὸν ὁ Ὅσιος διὰ νὰ τὸν ἀφήσῃ νὰ γένῃ μοναχός, ὁ ὁποῖος ἔδωκεν μὲν εἰς αὐτὸν ἄδειαν, ἀλλὰ νὰ μὴν ἐξέλθῃ ἐκ τῆς Πόλεως. Ὅθεν, ἔδωκεν εἰς τὴν ἐξουσίαν του, τὸ μοναστήριον ὅπου εὑρίσκετο εἰς τὴν χρυσῆν Πύλην, τὴν Χρυσονίκην, καὶ ἐπρόσταξεν αὐτὸν νὰ μένῃ ἐκεῖ. Ἦτο δὲ πενῆντα ἐτῶν ὁ Ἅγιος ὅταν ἔγινε μοναχός. Καὶ ἔμεινεν εἰς τὸ μοναστήριον ἕως τῆς βασιλείας Λέοντος τοῦ Εἰκονομάχου.
Ἐπειδὴ λοιπὸν ἔβλεπε ὁ Ἅγιος τὰς ἀτιμίας ὅπου ἐποίουν οἱ εἰκονομάχοι ἐναντίον τῶν Ἁγίων Εἰκόνων, ἐξῆλθε τῆς Πόλεως, καὶ ὑπῆγεν εἰς προάστειον, τὸ ὁποῖον αὐτὸς ἐχάρισε εἰς τὸ μοναστήριον. Καὶ ἐκεῖ ἔμεινε μὲ τοὺς εὐτελεστάτους μοναχούς, συντρώγων καὶ συγκοπιάζων ὁμοῦ μὲ αὐτούς. Ἐπεἰδὴ δέ τινες διαβολεῖς, χάριν ποιοῦντες εἰς τὸν βασιλέα Λέοντα τὸν Ἀρμένιον, ἐφανέρωσαν εἰς αὐτόν, ὅτι ὀ Νικήτας ἔχει τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ καὶ τὴν προσκυνεῖ, τὴν ὁποίαν ἐπῆρεν ἀπὸ τὴν Ῥώμην. Τούτου χάριν ἀπεστάλη ἕνας ἀπὸ τοὺς στρατιώτας τοῦ βασιλέως διὰ νὰ τρομάξῃ τὸν Ἅγιον μὲ τὰς ἀπειλάς, καὶ νὰ πάρῃ ἀπὸ αὐτὸν τὴν εἰκόνα. Ἀλλ’ ὁ Ἅγιος, δὲν ἐπείθετο εἰς τὸ νὰ τὴν δώσῃ. Ἀλλὰ μόλις ἀπεκρίθη εἰς τὸν ἀπεσταλμένον, ὅτι ἡ Εἰκὼν αὕτη, δὲν ἦτον ἰδική του, ἀλλὰ τοῦ Θεοῦ. Διὰ τοῦτο εἶναι ἀφιερωμένη καὶ εὑρίσκεται ὁμοῦ μὲ τὰ ἄλλα τῆς ἐκκλησίας κειμήλια. Ὅθεν ὁ ἀπεσταλμένος, πέρνων ἕνα ἄλλον μοναχόν, ἐπῆγε μὲ αὐτὸν εἰς τὴν ἐκκλησίαν, διὰ νὰ τῷ δείξῃ τὴν εἰκόνα, τὴν ὁποίαν εὐθὺς ὅπου τὴν ἐπῆρε, τὴν ἔῤῥιψεν ἀτίμως μέσα εἰς τὸ βεριδάριόν του. Ὁ δὲ Ἅγιος, τὴν ἀτιμίαν ταύτην βλέπων, στενάξας ἐκ καρδίας, ἐστοχάσθη πῶς τοῦτο θέλει νὰ γίνῃ ἀρχὴ πειρασμῶν καὶ θλίψεων. Ἀναχωρῶν δὲ ὁ ἀπεστελμένος μὲ ἀσφάλειαν παρήγγειλε νὰ μὴ τολμήσῃ ὁ Ἅγιος νὰ φύγῃ ἀπ’ ἐκεῖ.
Ὅταν δὲ μετὰ ταῦτα ἐβασίλευσεν ὁ Θεόφιλος ἐν ἔτει ωκθ΄ (829), καὶ ἐπιμελῶς ἐμεταχειρίζετο τὸ κατὰ τῶν Ἁγίων Εἰκόνων πόλεμον, τότε ἀπεστάσλη ἀπὸ τὸν βασιλέα πρὸς τὸν Ὅσιον τοῦτον ἄλλος ἄνθρωπος Θεοδόσιος ὀνόματι, ὁ ὁποῖος εἶπε πρὸς αὐτὸν ἔμπροσθεν πάντων· Ὁ βασιλεύς, σὲ προστάζει μὲ τὸ μέσον μου, ἤ νὰ συγκοινωνήσῃς μὲ τὸν Πατριάρχην Ἀντώνιον (εἰκονομάχος οὗτος) καὶ νὰ μὴ προσκυνᾷς τὰς εἰκόνας· ἤ αὐτὴν τὴν ὥραν νὰ ἐξορισθῇς ἀπ’ ἐδῶ. Ὁ δὲ Ἅγιος ἀπεκρίθη· Τὴν εἰκόνα τοῦ Χριστοῦ μου, δὲν θέλω παύσει ἀπὸ τὸ νὰ προσκυῶ, κἀν καὶ ἐσεῖς εἰς τοῦτο δὲν ἀρέσκεσθε. Τὸν δὲ Ἀντώνιον, ἐὰν ἔχω τὸν νοῦν μου σῶον καὶ ὑγιᾶ, δὲν θέλω ὀνομάσω πατριάρχην, ἀλλὰ μοιχόν. Λοιπόν, ἐξόριζέ με, σφάζε με, καὶ ὅ,τι ἄλλο κακὸν θέλεις, ποίησον κατ’ ἐμοῦ. Καὶ εὐθὺς ὁ ἀπεσταλμένος ἔσπρωξε αὐτὸν ἀπὸ ἐκεῖ. Ὁ δὲ Ἅγιος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε μαζὶ του τρεῖς ἀδελφούς, καὶ ἐπῆγεν εἰς ἄλλο προάστειον, ἐκεῖ πλησίον εὑρισκόμενον, καὶ ἐκεῖ διῆλθεν ὅλην τὴν Ἁγίαν Τεσσαρακοστήν, ὁμοῦ καὶ τὴν Πεντηκοστήν. Καὶ ἔπειτα ἀπὸ ἐκεῖ, ἐπῆγεν εἰς τὸ Παντείχιον.
Ἐπειδὴ δὲ ἐξῆλθε δόγμα βασιλικὸν νὰ μὴ ὑποδέχωνται οἱ ἄλλοι ἄνθρωποι τοὺς ὀρθοδόξους, ὅπου ἤθελον νὰ φύγουν διὰ τὴν αἰτίαν τῶν Ἁγίων Εἰκόνων, ἕνεκα τούτου, στενοχωρηθεὶς ὁ Ἅγιος, ἐπέστρεψεν εἰς τὸν Ἐρίβολον. Ἐπιεδὴ δὲ καὶ ἐκεῖ δὲν εἰρήνευε, διότι ἤρχοντο Ἀγαρηνοί, διὰ τοῦτο εἶπεν εἰς αὐτὸν ἕνας συγγενής του Νικόλαος ὀνόματι, ὅτι θέλει εὕρει μεγάλην ἀνάπαυσιν, ἀνίσως ὑπάγῃ εἰς τὸν ἐδικόν του προάστειον Ζουλουσᾶν ὀνομαζόμενον. Ὅθεν ὐπακούσας ὁ Ὅσιος, ἐπῆγεν ἐκεῖ. Ἀλλ’ ὕστερον ἀπὸ ὀλίγον καιρόν, πέμπεται εἰς αὐτὸν μήνυμα ἀπὸ τοὺς εἰκονομάχους, ὅτι ἤ νὰ συγκοινωνήσῃ μὲ αὐτούς, ἤ νὰ φύγῃ ἀπὸ ἐκεῖ. Ὅθεν, ἀνεχώρησε καὶ ἀπὸ ἐκεῖ ὁ Ὅσιος, καὶ ἐπῆγεν εἰς τόπον λεγόμενον Κατισίαν, καὶ ἐκεῖ εὑρῶν μικρὸν τόπον, ἠγόρασεν αὐτόν. Καὶ ἔκτισε ναὸν εἰς τὸ ὄνομα τῶν Ἀρχαγγέλων, καὶ ἐκεῖ διεπέρασε καλῶς καὶ θεαρέστως ἀρκετοὺς χρόνους, ὁμοῦ μὲ τοὺς ἀδελφοὺς ὅπου εἶχε μαζί του, τελευταιὸν δὲ ἐπῆγεν εἰς τὸ μοναστήριον, ὅπου ἦτο ἐκεῖ πλησίον εἰς τὴν θάλασσαν. Εἰς τοῦτο λοιπὸν εὑρισκόμενος, ἐπρογνώρισεν ὁ ἀοίδιμος τὸν θάνατόν του. Ὅθεν, κατηχήσας τοὺς μοναχούς, καὶ εὐχηθεὶς εἰς αὐτοὺς τὰ σωτηριώδη, πρὸς Κύριον ἐξεδήμησε κατὰ τὸν ἑβδομηκοστὸν πέμπτον χρόνον τῆς ζωῆς του. Καὶ μετὰ θάνατον ἐποίησε πολλὰ θαύματα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βενιαμὶν τοῦ Διακόνου, τοῦ ἐν Περσίᾳ ἀθλήσαντος.
Βενιαμὶν πρόβατον ὤν, ἀλλ’ οὐ λύκος,
ἅρπαξι λύκοις θύεται, ἀλλ’ οὐ θύει.
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως μὲν τῆς Περσίας Ἰσδιγέρδου, τοῦ υἱοῦ Γορωράνη, τοῦ καὶ αὐτοῦ βασιλέως ὄντος Περσῶν, τοῦ Ῥωμαίων δὲ βασιλέως Θεοδοσίου τοῦ μικροῦ ἐν ἔτει υιβ΄ (412). Φαίνεται δέ, ὅτι ἐκατάγετο ἀπὸ τὴν Περσίαν, καὶ ταύτην εἶχε πατρίδα του. Οὗτος λοιπὸν μὲ τὸ νὰ ἦτο διάκονος τῆς ἐν Περσίᾳ ἐκκλησίας, πολλοὺς Ἕλληνας ὁμοῦ καὶ Πέρσᾶς ἐπέστρεψεν εἰς τὴν θεογνωσίαν διὰ μέσου τοῦ λόγου τῆς διδασκαλίας του. Ὅθεν, ἐκ τῆς αἰτίας ταύτης καττηγέλθη εἰς τὸν ῥηθέντα βασιλέα ὡς κακοποιός. Διὰ τοῦτο παρασταθεὶς ἐνώπιον τοῦ βασιλέως, ἐδάρη. Καὶ μετὰ τὸν δαρμό, βάλλεται εἰς τὴν φυλακήν, καὶ ἐκεῖ μένει ἕως εἰς διάστημα δύο ὁλοκλήρων ἐτῶν. Μετὰ δὲ τὰ δύο ἔτη, ἐπέμφθη ἀπὸ τὸν βασιλέα τῶν Ῥωμαίων Θεοδόσιον πρέσβυς εἰς τὴν Περσίαν, ὁ ὁποῖος, ἀφ’ οὗ ἔμαθε τὴν ἐν τῇ φυλακῇ πολυχρόνον κακοπάθειαν τοῦ Ἁγίου Βενιαμίν, ἔκαμε μεσιτείαν εἰς τὸν βασιλέα Περσῶν Ἰσδιγέρδην διὰ νὰ τὸν ἐλευθερώσῃ ἀπὸ τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ὑπεσχέθη μὲν εἰς τὸν πρέσβυν ὅτι τὸν ἐλευθερώνῃ, ἀνίσως ὅμως παύσῃ ἀπὸ τὸ νὰ διδάσκῃ τὸν ριστιανισμὸν τοῦς ἐν Περσίᾳ μάγους. Ὁ δὲ πρέσβυς ἀπεκρίθη: Ναί, ἀνάγκη εἶναι, ὅτι ἐξάπαντος νὰ φυλάξῃ τὴν προσταγήν σου, ὦ Βασιλεῦ.
Τοῦτον δὲ καὶ τὸν λόγον τοῦ πρέσβεως εὐθὺς ὅπου ἤκουσεν ὁ φιλόθεος ὁμοῦ καὶ φιλάδελφος Βενιαμὶν ἀδύνατον, ἀπεκρίθη πρὸς τὸν πρέσβυν, ἀδύνατον εἶναι μὴ μεταδώσω ἐγὼ εἰς τοὺς ἐσκοτισμένους τὸ φῶς τῆς θεογνωσίας, ὅπου ἔλαβον. Διότι ὅσην τιμωρίαν εἶναι ἄξιος νὰ λάβῃ ἐκεῖνος, ὅπου ἤθελε κατακρύψει τὸ τάλαντον τοῦ ἰδικοῦ του Δεσπότου, τοῦτο σαφῶς παριστᾷ ἡ τῶν θείων Εὐάγγελίων διδασκαλία. Ἀλλὰ τοὺς λόγους τούτους τοῦ Ἁγίου δὲν ἐννόησεν ὁ βασιλεύς, ὡς ἄπιστος καὶ ἀμύητος. Ὅθεν, ἐπρόσταξε νὰ ἐλεὐθερωθῇ ἀπὸ τὰ δεσμὰ καὶ τὴν φυλακὴν ὁ Ἅγιος. Ἐλευθερωθεὶς λοιπὸν ὁ θεῖος Βενιαμίν, πάλιν ἐδίδασκε τοὺς ἐν Περσίᾳ μάγους καὶ Ἕλληνας κατὰ τὴν προτέραν αὐτοῦ συνήθειαν. Χρόνος ὁλόκληρος παρῆλθε κατὰ τὸν ὁποῖον ὁ φωστὴρ τῆς εὐσεβείας Βενιαμὶν μετέδιδε τὸ φῶς τῆς θεογνωσίας. Διὰ τῆς διδασκαλίας του εἰς τοὺς Πέρσας καὶ Ἕλληνας. Ὅθεν, ὁ βασιλεύς, τοῦτο μαθών, παρέστησεν ἔμπρόσθεν του τὸν Ἅγιον, καὶ τοῦτον προστάζει νὰ ἀρνηθῇ τὸν Χριστόν. Ὁ δὲ Βενιαμίν, πόσης τιμωρίας, ἐρώτησεν, εἶναι ἄξιος ὦ βασιλεῦ, ἐκεῖνος, ὅπου ἤθελε μὲν καταφρονήσει τὴν ἐδικήν σου βασιλείαν, προτιμήσει δὲ ἄλλην; Θανάτου εἶναι ἄξιος, ἀπεκρίθη ὀ βασιλεύς. Ἀνταπεκρίθη δὲ ὁ Μάρτυς: Καὶ ἄν ὁ τὴν βασιλείαν σου τοῦ θνητοῦ βασιλέως καταφρονήσας εἶναι θανάτου ἄξιος, ποίαν ἀράγε κόλασιν ἔχει δικαίως νὰ πάθῃ ὅποιος καταφρονήσει μὲν τὸν Ποιητὴν καῖ πάντων Δημιουργόν, προσκυνήσει δὲ ὡς Θεὸν ἕνα ἀπὸ τὰ ὁμόδουλα κτίσματα;
Τοῦτο τὸν σοφὸν λόγον ἀκούσας ὁ βασιλεύς, ἐθυμώθη, καὶ προστάζει νὰ λεπτύνουν εἵκοσι καλάμια, καὶ νὰ τὰ ἐμπήξουν εἰς τοὺς εἵκοσιν ὄνυχας τῶν χειρῶν καὶ τῶν ποδῶν τοῦ Μάρτυρος. Ἐπειδὴ δὲ ἔβλεπε, πῶς τὴν τιμωρίαν ταύτην ἐνόμιζεν ὡς παίγνιον ὁ τοῦ Χριστοῦ ἀθλητής, διὰ τοῦτο ἐπρόσταξε νὰ λεπτύνουν καὶ νὰ κάμουν κοπτερὸν ἕνα καλάμι, καὶ τοῦτο νὰ ἐμπήξουν μέσα εἰς τὸ παιδογόνον μόριον τοῦ Ἁγίου. Τὸ ὁποῖονἐμβάλλοντες συχνὰ καὶ ἐκβάλλοντες εἰς τὸν τοῦ Χριστοῦ Μάρτυρα. Ὕστερον δὲ ἀπὸ τὴν βάσανον ταύτην, προστάζει ὁ τύραννος νὰ ἐμβάλλουν εἰς τὸν ἀφαιδρῶνα τοῦ Μάρτυρος ἕνα ῥαβδὶ χονδρόν, τὸ ὁποῖον εἶχε ῥόζους ἀπὸ κάθε μέρος. Καὶ ἐν τῇ τιμωρίᾳ ταύτῃ παρέδωκε τὴν ψυχήν του εἰς τὸ ποθούμενον Χριστὸν ὁ γενναιότατος τούτου ἀγωνιστής.

Τῇ αὐτῇ ἡμέρᾳ ὅ Ἅγίος Μάρτυς Ἀντίγονος, πυρὶ τελειοῦται.
Τεθνήξομαί σοι τῆς ἐκεῖθεν, Χριστέ μου,
Τὴν ὧδε καῦσιν Ἀντίγονος προκρίνων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρτυρόχου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοκλητιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Δύο Παῖδων τῶν Μαρτύρων, τῶν διὰ πυρὸς μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βενιαμίν, τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου, τοῦ ἐν τῷ Σπηλαίῳ.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μαρτυρίου σύ, τὸν δίαυλον διήνυσας, μάκαρ Φλωρέντιε, καὶ νῦν οἰκεῖς ἐν χαρᾷ, τὰ ἄνω βασίλεια, ψάλλων πανεύφημε· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
πελαύνονται, καὶ μόνῃ τῇ πρσκλήσει σου, πνεύματα ἔνδοξε, τῆς πονηρίας σαφῶς, τὴν σὴν ὡς μὴ στέγοντα, δόξαν Φλωρέντιε, ἀξιάγαστε, τῶν Ἀθλητῶν ὡράϊσμα, καὶ ἡμῶν καύχημα μέγα.
Κόσμον ἅπαντα, καὶ τὰ ἐν κόσμῳ Ἅγιε, καθάπερ σκύβαλα, διὰ Χριστὸν τὸν Θεόν, ἡγήσω Φλωρέντιε, ὅθεν διήνυσας, τῆς ἀθλήσεως, τὸ στάδιον πανεύφημε, ἐν χαρᾷ καὶ εὐφροσύνῃ.
Θεοτοκίον.
ειπάρθενον, ὁμολογῶ Σε Δέσποινα, ἀειμακάριστε, καὶ Θεοτόκον σαφῶς, Μητέρα γὰρ οἶδά Σε ἁγνὴ τοῦ Κτίστου Σου, καὶ Παρθένον τε, μετὰ τὸν τόκον μείνασαν, ἀποῤῥήτως Θεομῆτορ.










ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ώμην ἐνδυσάμενος ἐξ ὕψους, δαιμόνων τὰς παρατάξεις κατετρόπωσας, ἔνδοξε Φλωρέντιε, Μάρτυς καρτεῤῥόψυχε, καὶ τῶν εἰδώλων ἅπασαν, τὴν ματαιότητα, διήλεγξας, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Γηθόμενος μάκαρ πρὸς ἀγῶνας, ἀθλήσεως Ἀθλοφόρε ηὐτομόλησας, ὅλως τὴν ὠμότητα, μὴ εἰς νοῦν βαλλόμενος, τὴν τῶν τυράννων ἔνδοξε, καὶ τὴν ἀπόνοιαν, τὸν Κύριον, ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
φρυξαν αἱ φάλαγγες δαιμόνων, καὶ πάντα τῶν δυσσεβῶν τε τὰ συστήματα, σοῦ τὴν γενναιότητα, ὡς γὰρ ἄλλου πάσχοντος, Μάρτυς σοφῶς διέκεισο, σπαραραττομένου σου, τοῦ σώματος, τοῖς ὄνυξι μάκαρ, θεῖε Ἀθλοφόρε, Φλωρέντιε θεόφρον.
ῦσαι ἀπειλῆς πάσης τρισμάκαρ, τοὺς πόθῳ ἀνευφημοῦντάς σου τὴν ἄθλησιν, ἔνδοξε Φλωρέντιε, καὶ τῶν ἐπταισμένων ἡμῖν, τὴν λύσιν, Μάρτυς βράβευσον, ταῖς σαῖς πρὸς Κύριον, πρεσβείαις εὐπροσδέκτοις, θεόφρον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
πασα ἡ κτίσις Σὲ γεραίρει, καὶ πόθῳ Σοι ἀνακράζει Θεονύμφευτε, χαῖρε τὸ παλάτιον, Χριστοῦ τοῦ Παντάνακτος, χαῖρε Ἀδὰμ ἀνόρθωσις, καὶ ᾅδου νέκρωσις, Παρθένε, Θεοτόκε Μαρία, χαῖρε τῆς ψυχῆς μου, ἐλπὶς καὶ σωτηρία.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σῶσον Ἀθλητά, θεόφρον Φλωρέντιε, ἐκ πάσης θλίψεως, τοὺς τὴν πανσεβάσμιον, καὶ θείαν μνήμην ἐπιτελοῦντάς σου, καὶ τῆς μελλούσης λύτρωσαι, μάκαρ κολάσεως, εὐπροσδέκτοις, θείαις ἰκεσίαις σου, πρὸς Χριστὸν τὸν φιλάνθρωπον Κύριον.
δε τὴν ἡμῶν, ἀνείκαστον κάκωσιν, καὶ θλίψιν ἄμετρον, τῶν ἀνευφημούντων σε, καὶ σπεῦσον ἔνδοξε εἰς βοήθειαν, ἀγαρηνῶν ἀφάνισον αθέων φάλαγγας, καὶ εἰρήνην, βράβευσον τοῖς δούλοις σου, πρὸς Χριστὸν ἱκεσίαις σου Ἅγιε.
Μάρτυρες Χριστοῦ, τρισμάκαρ Φλωρέντιε, καὶ ἀξιάγαστε, ἔνδοξε Δημήτριε, ὑμῶν τὴν πόλιν ὦ μεγαλώνυμος, βαρβαρικῶν λυτρώσασθε, χειρῶν πανεύφημοι, τὴν τιμῶσαν πάντοτε τὰ τρόπαια, καὶ τελοῦσαν ὑμῶν τὴν πανήγυριν.
Οἴκτειρον ἡμᾶς, Θεὲ ὑπεράγαθε, καὶ ἀνεξίκακε, ταῖς τοῦ Ἀθλοφόρου Σου, πρεσβείαις Λόγε Πατρὸς ἀΐδιε, τοῦ διὰ Σὲ ὦ Δέσποτα, καθυπομείναντος, γηθοσύνως θάνατον ἑκούσιον, Φλωρεντίου Χριστὲ τοῦ στεῤῥόφρονος.
Θεοτοκίον.
Σῶσον τοὺς πρὸς Σέ, πιστῶς καταφεύγοντας, καὶ ἐκβοῶντάς Σοι· χαῖρε παμμακάριστε, τῶν λυπουμένων θεία παράκλησις, χαῖρε ἐλπὶς πανάχραντε, ἀπηλπισμένων τε, χαῖρε κλέος τῶν μακαριζόντων σε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Δεῦτε πιστοὶ συνέλθωμεν, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ πανενδόξου Μάρτυρος, σήμερον Φλωρεντίου, αὐτῷ βοῶντες ἐν πίστει· ῥῦσαι δεινῶν παντοίων, τοὺς σὲ ἀει γεραίροντας, Ἀθλοφόρε Κυρίου, καὶ τῆς Χριστοῦ, Βασιλείας πάντας τοὺς ὀρθοδόξους, ἀξίωσον πανεύφημε, ἱκεσίαις σου θείαις.
Θεοτοκίον.
Χαρμονικως τὸ χαῖρέ Σοι, τοῦ σεπτοῦ Ἀρχαγγέλου, οἱ λυτρωθέντες πάναγνε, τῆς ἀρχαίας κατάρας, διὰ τοῦ θείου Σου Τόκου, εὐχαρίστως βοῶμεν· χαῖρε Ἀδὰμ ἡ λύτρωσις, Θεοτόκε Παρθένε, χαῖρε σεμνή, δι’ ἧς ἀπηλλάγημεν τοῦ θανάτου, χαῖρε δι’ ἧς ἐτύχομεν, οὐρανῶν Βασιλείας.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Χαίροις, Ἀθλητὰ Φλωρέντιε, ὁ τῶν πιστῶν στηριγμός, τῶν Ἀγγέλων ἐφάμιλλε, καὶ ἐχθρῶν κατάπτωσις, χαῖρε πάντων βοήθεια, τῶν ὁλοψύχως, προσκαλουμένων σε, τῆς Ἐκκλησίας, χαῖρε ὡράϊσμα, χαῖρε συνόμιλε, τῶν Μαρτύρων ἔνδοξε μεθ’ ὧν Χριστῷ, ὑπὲρ πάντων πρέσβευε, τῶν εὐφημούντων σε.

Μάρτυς, Ἀθλητὰ ἀήττητε, ὑπὲρ τὸ ζῇν τὸ θανεῖν, διὰ πίστιν τὴν ἔνθεον, ἀνδρικῶς ἑλόμενος, πρὸς ἀθλήσεως σκάμματα, ἐν παῤῥησίᾳ, πολλῇ ἐχώρησας, μὴ πτήξας ὅλως, θυμὸν δικάζοντος, ὅλην τὴν ἔφεσιν, πρὸς Χριστὸν γὰρ ἔνδοξε εἶχες τὴν σήν, τὸν πανυπεράγαθον, καὶ μόνον Κύριον.

Ξίφη, οὐδαμῶς ἐπτοησαι, οὔτε ξεσμοὺς τῆς σαρκός, οὐ μαστίγων ἐπίτασιν, εἶχες γὰρ πανεύφημε, τὸν Χριστὸν ἀντιλήπτορα, ἐν τοῖς ἀγῶσι, σὲ ἐνισχύοντα, καὶ τοὺς σοὺς πόνους, καταπραΰνοντα, οὗ ἐφιέμενος, πυρὸς κατετόλμησας δι’ οὗ σοφέ, πρὸς Αὐτὸν ἀνέδραμες, ἐν παῤῥησίᾳ πολλῇ.

Ἔνδοξον, πορφύραν Ἅγιε, τῶν σῶν αἱμάτων ῥοαῖς, κεχρωσμένην Φλωρέντιε, ἐνδυθεὶς ἀνέδραμες, πρὸς τὰ ἄνω βασίλεια, καὶ νῦν σὺν θείοις, εὐφραίνῃ Μάρτυσι, καὶ σὺν Ἀγγέλων, χορεύεις τάξεσι, φέγγει λαμπόμενος, Τρισηλίῳ πάντοτε μεθ’ ὧν Χριστῷ, ὑπὲρ πάντων πρέσβευε, τῶν εὐφημούντων σε.




Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ, Φλωρέντιον τὸν πανένδοξον, κατὰ χρέος εὐφημήσωμεν. Χαῖρε, αὐτῷ βοῶντες, Θεσσαλονίκης τὸ καύχημα. Χαῖρε, τοῦ νοητοῦ στερεώματος τῆς Ἐκκλησίας, ὁ φαιδρὸς ἑωσφόρος. Χαῖρε, ὁ συμπολίτης τῶν Ἀγγέλων, και τῶν Μαρτύρων συνόμιλος. Χαῖρε, ὁ τῷ ἀστέκτῳ θρόνῳ τοῦ Θεοῦ, ἐν παῤῥησίᾳ παρεστηκώς, καὶ ὑπὲρ πάντων πρεσβεύων, τῶν πιστῶς ἐπιτελούντων, τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν Ὀρθοδόξων, Ἀθλοφόρε ἡ χαρμονή, χαίροις συμπολῖτα, τοῦ θείου Δημητρίου, χαίροις Θεσσαλονίκης κλέος Φλωρέντιε.









Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου